Solomon) - urn:cts:greekLit:lagl0448Jerusalem (Wikidata) (Pleiades)
Jerusalem (Wikidata) (Pleiades)
monarch (Wikidata)
prophet of Islam (Wikidata)
| alpha | 449 | [ | Ἄδερ· ὁ ἀλιτήριος, ὁ ἐπαναστὰς Σολομῶντι. παῖς οὗτος ἦν, Ἰδουμαῖος γένος, ἐκ βασιλικῶν σπερμάτων. καταστρεψαμένου δὲ τὴν Ἰδουμαίαν Ἰωάβου τοῦ Δαβὶδ στρατηγοῦ καὶ πάντας τοὺς ἐν ἀκμῇ καὶ φέρειν ὅπλα δυναμένους διαφθείραντος μησὶν ἓξ, φυγὼν οὗτος ἧκε πρὸς Φαραὼ τὸν Αἰγύπτου βασιλέα. ὁ δὲ φιλοφρόνως αὐτὸν ὑποδεξάμενος οἶκόν τε αὐτῷ δίδωσι καὶ χώραν εἰς διατροφήν καὶ γένομενον ἐν ἡλικίᾳ λίαν ἠγάπα, ὡς καὶ τῆς αὐτοῦ γυναικὸς αὐτῷ δοῦναι πρὸς γάμον τὴν ἀδελφὴν, ὄνομα Θαφίνην, ἐξ ἧς υἱὸς αὐτῷ γενόμενος τοῖς τοῦ βασιλέως παισὶ συνανετράφη. ἀκούσας οὖν τὸν Δαβὶδ θάνατον ἐν Αἰγύπτῳ καὶ τὸν Ἰωάβου, προσελθὼν ἐδεῖτο τοῦ Φαραῶ ἐπιτρέπειν αὐτῷ βαδίζειν εἰς τὴν πατρίδα. τοῦ δὲ βασιλέως ἀνακρίνοντος, τίνος ἐνδεὴς ὢν ἢ τί παθῶν ἐσπούδακε καταλείπειν αὐτὸν, τότε μὲν οὐκ ἀφείθη, ὕστερον δὲ καθ’ ὃν ἤδη καιρὸν Σολομῶνι τὰ πράγματα κακῶς εἶχε διὰ τὰς προειρημένας αἰτίας καὶ παρανομίας καὶ τὴν ὀργὴν τὴν ἐπ’ αὐτοῖς, τοῦ θεοῦ συγχωρήσαντος τῷ Φαραῶνι ὁ Ἄδερος ἧκεν εἰς τὴν Ἰδουμαίαν. ὃς τῆς Συρίας βασιλεύσας κατέτρεχε τὴν τῶν Ἰσραηλιτῶν χώραν, ἐπιτίθεται δὲ Σολομῶνι. | ] |
| alpha | 4222 | [ | Ἀστάρτη, θεὸς Σιδωνίων, καὶ Χαμὼς, θεὸς Ἀμμανιτῶν, οἷς ἐλάτρευσε Σολομών· ὃς ἠγάγετο γυναῖκας ἐξ ἐθνῶν, αἳ ἦσαν σὺν ταῖς Ἰσραηλίτισιν ἑπτακόσιαι καὶ παλλακαὶ τριακόσιαι. ἐκ τούτων πασῶν ἐγένετο αὐτῷ υἱὸς Ῥοβοὰμ, ἐξ ἀλλοφύλων, ἀνάξιος τῆς ἀρχῆς. οὐ γὰρ ἡ πολυγαμία τὴν εὐτεκνίαν ποιεῖ. | ] |
| beta | 197 | [ | Βδέλλα· ὁ Σολομών φησι· τῇ βδέλλῃ ἦσαν γʹ θυγατέρες ἀγαπήσει ἀγαπώμεναι· καὶ αἱ γ αὗται οὐκ ἐνεπίμπλαντο, καὶ ἡ δʹ οὐκ ἠρκέσθη εἰπεῖν ἱκανή. βδέλλα ἡ ἁμαρτία. θυγάτηρ αὐτῆς πορνεία, φθόνος, εἰδωλολατρία, αἳ οὐκ ἐμπίπλανται διὰ τῶν ἀτόπων πράξεων. ἡ δʹ ἡ πονηρὰ ἐπιθυμία. | ] |
| delta | 1182 | [ | Διονύσιος, Ἀλεξανδρείας· οὗ εὗρον ὑπόμνημα εἰς τὸν Ἐκκλησιαστὴν Σολομῶντος [+], λίαν εὐφραδές. | ] |
| epsilon | 277 | [ | Ἐζεκίας, βασιλεὺς Ἱερουσαλήμ, υἱὸς Ἄχαζ, ἁπάντων εὐσεβέστερος. οὐ γὰρ μόνον τὰ εἴδωλα κατέσκαψε καὶ τὰς στήλας αὐτῶν συνέτριψεν, ἀλλὰ καὶ τὰ ἐν τοῖς ὑψηλοῖς καθεῖλε καὶ τὰ ἄλση κατέκοψε καὶ τὸν ὄφιν, ὃν ἐκρέμασε Μωυσῆς( ἔτι γὰρ αὐτῷ πάντες ἐθυμίων) μετὰ λοιπῶν βδελυγμάτων ἠφάνισε τούς τε Ἰουδαίους εἰδωλολατροῦντας ἐτιμωρεῖτο ἐκκόπτων τὰ μνημόσυνα καὶ λείψανα τῆς ἀθεότητος. τοσοῦτον γὰρ θεοσεβείας ἀφεστήκεσαν ὡς ὄπισθεν τῶν θυρωμάτων ζωγραφεῖν τὰ εἴδωλα καὶ προσκυνεῖν, ἵν’ , εἴ τινες τῶν παρ’ Ἐζεκίου ἐρευνῷεν, ἀνοιγνυμένων τῶν θυρῶν, σκέποιτο τὰ βδελύγματα. καὶ μόνος ἐβασίλευσεν Ἰουδαίας κατὰ προαίρεσιν θεοῦ. φέρεται δέ τι καὶ τοιοῦτον. ἦν Σολομῶνι βίβλος ἰαμάτων πάθους παντός, ἐγκεκολαμμένη τῇ τοῦ ναοῦ φλιᾷ. ταύτην ἐξεκόλαψεν Ἐζεκίας, οὐ προσέχοντος τοῦ λαοῦ τῷ θεῷ διὰ τὸ τὰς θεραπείας τῶν παθῶν ἐνθένδε τοὺς πάσχοντας αὐτοὺς κομίζεσθαι, περιορῶντας αἰτεῖν τὸν θεόν. ἐπολέμησε δὲ καὶ μέχρι Γάζης τοῖς ἀλλοφύλοις Ἀσσυρίων ἀποστάς, πρότερον ὑπήκοος ὤν. | ] |
| epsilon | 459 | [ | Ἐκλεκτός· ὀξυτόνως· ἐπίλεκτος δὲ προπαροξυτόνως. διότι τὸ μὲν ἐκ τοῦ ῥήματος, τὸ δὲ ἐκ τοῦ ὀνόματος συντέθειται. ὁ δὲ Σολομῶν φησι· χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς. τὸ μὲν γὰρ κρατεῖν ἐστιν ἴσως καὶ τῶν ἐπὶ πλεῖστον φαύλων ἢ φόβῳ ἢ αἰσχύνῃ τὴν διὰ τοῦ σώματος ἐνέργειαν κωλυόντων μετὰ πολλῆς τῆς ἀνάγκης, τὸ δὲ ἔρωτι τῶν ἄνω μὴ ἡττηθῆναι τοῖς κάτω μόνων ἐστὶ τῶν φιλοθέων καὶ οὓς ἡ γραφὴ ἐκλεκτοὺς ὠνόμασεν. | ] |
| epsilon | 3365 | [ | Εὐάγριος· οὗτος ἔγραψε διάφορα καὶ ὑπόμνημα εἰς τὰς παροιμίας Σολομῶντος [+]. | ] |
| iota | 463 | [ | Ἰωάννης, Ἀντιοχεύς, ὁ ἐπικληθεὶς Χρυσόστομος· πρεσβύτερος μὲν ἐν πρώτοις Ἀντιοχείας, Εὐσεβίου δὲ τοῦ Ἐμεσηνοῦ φιλοσόφου καὶ Διοδώρου ἀκόλουθος. οὗτος πολλὰ συγγράψαι λέγεται, ἀφ’ ὧν οἱ περὶ ἱερωσύνης ὑπερβάλλουσι λόγοι τῷ τε ὕψει καὶ φράσει καὶ τῇ λειότητι καὶ τῷ κάλλει τῶν ὀνομάτων. τούτοις ἐφάμιλλοι καὶ οἱ εἰς τοὺς ψαλμοὺς τοῦ Δαβὶδ [+] λόγοι καὶ ἡ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου σημασία καὶ τὰ εἰς Ματθαῖον [+] καὶ Μάρκον [+] καὶ Λουκᾶν [+] ὑπομνήματα. τὰ δὲ λοιπὰ αὐτοῦ συγγράμματα κρείττονα ἀριθμοῦ τυγχάνει· ἅπασαν γὰρ Ἰουδαϊκὴν γραφὴν καὶ Χριστιανικὴν ὑπεμνημάτισεν ὡς ἄλλος οὐδείς. τὰς τῶν μαρτύρων δὲ πανηγύρεις ἐπηύξησεν ἐν τῷ σχεδιάζειν ἀνεμποδίστως, καὶ τὴν γλῶσσαν αὐτοῦ καταρρεῖν ὑπὲρ τοὺς Νειλῴους καταρράκτας. οὐδεὶς οὖν τῶν ἀπ’ αἰῶνος τοιαύτην λόγου ηὐπόρησεν εὔροιαν, ἣν μόνος αὐτὸς ἐπλούτησε, καὶ μόνος ἀκιβδήλως τὸ χρυσοῦν τε καὶ θεῖον παρὰ πάντας ἐκληρονόμησεν ὄνομα. τῶν δὲ συγγραμμάτων αὐτοῦ καταλέγειν τὸν ἀριθμὸν οὐκ ἀνθρώπου, θεοῦ δὲ μᾶλλον τοῦ τὰ πάντα γινώσκοντος. οὗτος ὁ ἅγιος Ἰωάννης ὁ Χρυσόστομος ἀσκητὴς ἦν ἄκρως καὶ πολυάγρυπνος καὶ φιλήσυχος λίαν καὶ διὰ ζῆλον σωφροσύνης εὐπαρρησίαστος καὶ ἀκρόχολος· θυμῷ γὰρ μᾶλλον ἢ αἰδοῖ ἐχαρίζετο καὶ ἐλευθεροστομίᾳ πρὸς τοὺς ἐντυγχάνοντας ἀμέτρως ἐκέχρητο. καὶ ἐν μὲν τῷ διδάσκειν πολὺς ἦν πρὸς ὠφέλειαν, ἐν δὲ ταῖς συντυχίαις ἀλαζονικός τις καὶ ὑπερόπτης ἐνομίζετο τοῖς αὐτὸν ἀγνοοῦσι. διὸ καὶ ἐπὶ τὴν ἐπισκοπὴν προβληθεὶς μείζονι ὀφρύϊ κατὰ τῶν ὑπηκόων ἐκέχρητο πρὸς διόρθωσιν ἑκάστου καὶ σωτηρίαν καὶ τοὺς τρόπους καὶ τοὺς λόγους μεταλλάττων. οὐ τοίνυν εἰ μή τις εἴη κόλαξ, τοῦτον ἀλαζόνα εἶναι νομιστέον, οὐδ’ αὖ πάλιν, εἰ κόλαξ εἴη καὶ ἀγεννής, τοῦτον μετριόφρονα λεκτέον, ἀλλὰ τὸν ἐν τῇ προσηκούσῃ τάξει τῇ ἐλευθέροις πρεπούσῃ ἑαυτὸν φυλάττοντα· μεγαλόψυχον μὲν εἶναι προσήκει οὐχ ὑπερήφανον, ἀνδρεῖον οὐ θρασύν, ἐπιεικῆ οὐ δουλοπρεπῆ, μετριόφρονα οὐ ταπεινοφροσύνην ὑποκρινόμενον, ἐλευθέριον οὐκ ἀνδραποδώδη· ὡς καὶ αὐτὸς λέγει· διὰ τοῦτο ποικίλον εἶναι δεῖ τὸν ποιμένα καὶ διδάσκαλον. ποικίλον δὲ λέγω, οὐχ ὕπουλον οὐδὲ κόλακα καὶ ὑβριστήν, ἀλλὰ πολλῆς ἐλευθερίας καὶ παρρησίας ἀνάμεστον, εἰδότα καὶ συγκατιέναι χρησίμως, ὅταν ἀπαιτῇ τοῦτο ἡ τῶν πραγμάτων ὑπόθεσις, καὶ χρηστὸν εἶναι ὁμοῦ καὶ αὐστηρόν. οὐ γὰρ ἑνὶ τρόπῳ χρῆσθαι τοῖς ἀρχομένοις ἅπασι δέον, ἐπεὶ μηδὲ ἰατρῶν παισὶν ἑνὶ μόνῳ φαρμάκῳ πᾶσι τοῖς κάμνουσι προσφέρεσθαι καλόν, μηδὲ κυβερνήτῃ μίαν ὁδὸν εἰδέναι τῆς πρὸς τὰ πνεύματα μάχης. ἐννόησον οὖν ὁποῖόν τινα εἶναι χρὴ τὸν μέλλοντα πρὸς χειμῶνα τοσοῦτον ἀνθέξειν καὶ τοιαύτην ζάλην καὶ τοσαῦτα κύματα πρὸς τὸ γενέσθαι τοῖς πᾶσι πάντα, ἵνα πάντας κερδήσῃ. καὶ γὰρ σεμνὸν εἶναι δεῖ τὸν τοιοῦτον καὶ ἄτυφον καὶ φοβερὸν καὶ προσηνῆ καὶ ἀρχοντικὸν καὶ κοινωνικὸν καὶ ἀδέκαστον καὶ θεραπευτικὸν καὶ ταπεινὸν καὶ ἀδούλωτον καὶ φαιδρὸν καὶ ἥμερον, ἵνα ταῦτα εὐκόλως δύναται μάχεσθαι. οὐκοῦν δεῖ τὸν ἐνεργέστατον καὶ ἐχέφρονα φεύγειν τὸ κολακεύειν καὶ κολακεύεσθαι, μήτε ἀλαζονικὸν εἶναι μήτε κόλακα, ἀλλ’ ἀμφοτέρων τῶν κακῶν τούτων κολάζειν τὴν ἀμετρίαν, καὶ ἐλεύθερον εἶναι μήτε εἰς αὐθάδειαν ἀποκλίνοντα μήτε εἰς δουλοπρέπειαν καταπίπτοντα. πρὸς μὲν γὰρ χρηστοὺς ταπεινὸν ὑπάρχειν δεῖ, πρὸς δὲ θρασεῖς ὑψηλόν. ἐπείπερ οἱ μὲν ἀρετὴν εἶναι τὴν ἐπιείκειαν ἡγοῦνται, οἱ δὲ ἀνδρείαν τὴν θρασύτητα, ἐκείνοις μὲν τὴν ταπεινοφροσύνην προσφέρειν, τούτοις δὲ τὴν ἀνδρείαν σβεννύουσαν αὐτῶν τὴν ἀπὸ τῆς θρασύτητος δόξαν· ἵνα τοὺς μὲν ὠφελήσῃς, τῶν δὲ ταπεινώσῃς τὸ φρόνημα. καιρὸς γὰρ τῷ παντὶ πράγματι, φησὶ Σολομῶν· τουτέστι ταπεινότητος, ἐξουσίας, ἐλέγχου, παρακλήσεως, φειδοῦς, παρρησίας, χρηστότητος, ἀποτομίας καὶ ἁπαξαπλῶς παντὸς πράγματος· ὥστε ποτὲ μὲν τὸ τῆς ταπεινότητος δεικνύειν καὶ μιμεῖσθαι ἐν ταπεινώσει τὰ παιδία κατὰ τὴν κυριακὴν φωνήν, ποτὲ δὲ τῇ ἐξουσίᾳ κεχρῆσθαι, ἣν ἔδωκεν ὁ κύριος εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν, ὅταν ἡ χρεία ἐπιζητῇ τὴν παρρησίαν· καὶ ἐν καιρῷ μὲν παρακλήσεως τὸ χρηστὸν ἐνδείκνυσθαι, ἐν καιρῷ δὲ ἀποτομίας τὸν ζῆλον ἐμφαίνειν καὶ ἐφ’ ἑκάστου τῶν ἄλλων ὁμοίως τὸν ἔγκριτον καὶ δίκαιον λογισμὸν ἀποφέρεσθαι. λογισμοὶ γὰρ δικαίων κρίματα. καὶ Ἰσίδωρος· τὸν ἄρχοντα δίκαιον εἶναι δεῖ καὶ φοβερόν, ἵν’ οἱ μὲν εὖ βιοῦντες θαρροῖεν, οἱ δ’ ἁμαρτάνοντες ὀκνοῖεν. θάτερον γὰρ θατέρου χωρὶς ἀναρχία μᾶλλόν ἐστιν ἢ ἀρχή. εἰ μὲν γὰρ πάντες ἦσαν εὐπειθεῖς καὶ φιλάρετοι, ἀγαθότητος ἔδει μόνης· εἰ δὲ φιλαμαρτήμονες, φόβου. ἐπειδὴ δὲ καὶ ἀγαθοί εἰσι καὶ κακοί, ἀμφότερα καταχειριστέον τῷ ἄρχοντι καὶ προϊσταμένῳ. | ] |
| iota | 562 | [ | Ἱππόλυτος· οὗτος ἔγραψεν εἰς τὰς ὁράσεις τοῦ Δανιὴλ ὑπόμνημα καὶ εἰς τὰς παροιμίας Σολομῶντος [+]. | ] |
| theta | 55 | [ | Θαρσεῖς, χώρα τῆς Ἰνδικῆς, ὅθεν ἤρχετο τῷ Σολομῶντι τὸ χρυσίον. | ] |
| nu | 51 | [ | Ναυατιανοί· αἱρεσῖται, τὰ Ναυάτου φρονοῦντες. καὶ τούτων ἐγένετο ἐπίσκοπος Σισίννιος, ἐλλόγιμος καὶ ἱερῶν βίβλων ἐπιστήμων καὶ κρείττων διαβολῆς, περὶ δὲ τὴν δίαιταν ἁβρὸς καὶ ποικίλος. ἐρωτώμενος δὲ διὰ τί δεύτερον λούοιτο, ὅτι μὴ τρίτον, ἔφη, φθάνω. ἐπεὶ δὲ λευκῇ ἐσθῆτι διετέλει χρώμενος, ἐπέσκωψέ τις αὐτῷ τῶν ἀπὸ τῆς καθόλου ἐκκλησίας, ὁ δὲ πρὸς αὐτόν· οὐκοῦν εἰπέ, ποῦ εἴρηται ἐσθῆτα μέλαιναν χρῆναι ἀμφιέννυσθαι; τοῦ δὲ ἀπορήσαντος, ὑπολαβὼν ἔφη· σὺ μὲν οὐκ ἂν τοῦτο ἐπιδεῖξαι δυνήσῃ· ἐμοὶ δὲ καὶ Σολομῶν ὁ σοφώτατος, ἔστωσαν τὰ ἱμάτιά σου λευκά, λέγων παραινεῖ. καὶ αὐτὸς ὁ Χριστὸς λευχείμων ἐν τοῖς εὐαγγελίοις φαινόμενος Μωσῆν τε καὶ Ἡλίαν τοιούτους τοῖς ἀποστόλοις δείκνυσιν. οὐ μὴν ἀλλὰ καὶ ἄλλα πολλὰ χαρίεντα αὐτῷ εἴρηται. | ] |
| omicron | 192 | [ | Ὀλολυζέτω πίτυς, ὅτι πέπτωκε κέδρος· τουτέστι τῶν ἰσχυρῶν πιπτόντων τὰ ἀσθενέστερα παιδευέσθωσαν καὶ σωφρονιζέσθωσαν. καὶ ὁ Σολομῶν λέγει· τῶν ἀσεβῶν πιπτόντων, δίκαιοι κατάφοβοι γίνονται. καί, λοιμοῦ μαστιζομένου ἄφρων πανουργότερος γίνεται. | ] |
| omicron | 214 | [ | Ὀλυμπιάς· οὕτω καλεῖται παρ’ Ἕλλησιν ὁ κατὰ τέσσαρα ἔτη συντελούμενος ἀγών, διὰ τὴν κατὰ τετραετίαν τῶν τοῦ ἡλίου δρόμων ἐκ τῶν κατ’ ἔτος ὡρῶν τριῶν συντελουμένην ἡμέραν. ἐτέθη δὲ πρώτη Ὀλυμπιὰς ἐπὶ Σολομῶντος, εἰς ἑορτὴν κοσμικὴν τοῦ Διός. | ] |
| omicron | 337 | [ | Ὀνειδίζω· δοτικῇ. οἴεσθε καὶ τὸν Σολομῶντα πικρῶς ὑμῖν ὀνειδίζειν. καί, μηδενὶ συμφορὰν ὀνειδίσῃς. αἰτιατικῇ δέ· καὶ τίς ἐστιν οὗτος, ὃς ὠνείδισε θεοῦ παράταξιν; καί, μή μοι γένοιτο καὶ τοῦτο ὀνειδισθῆναι. | ] |
| omega | 183 | [ | Ὠριγένης Λεωνίδην εἶχε πατέρα, ἐπίσκοπον καὶ μάρτυρα, ἐπὶ Σεβήρου βασιλέως ἀκμάσας. ὅστις Ὠριγένης ἐν Ἀλεξανδρείᾳ τυγχάνων μεγάλην εἰς τὸν θεῖον λόγον σπουδὴν κατεβάλλετο. οὗ ζηλωταὶ πολλοὶ καὶ ἄλλοι καὶ μάλιστα Ἀμβρόσιος ἐγένετο, ὃς ἐς γνῶσιν αὐτοῦ ἀφικέσθαι σπουδάσας ἀπέστη τῆς Οὐαλεντίνου καὶ Μαρκίωνος αἱρέσεως. πλεῖστοι δὲ καὶ τῶν ἔξωθεν φιλοσόφων πρὸς αὐτὸν φοιτῶντες μεγίστην ὠφέλειαν ἐκαρποῦντο· μέγας γὰρ καὶ παρ’ αὐτοῖς ἐνομίζετο, παραδιδοὺς γεωμετρίαν καὶ ἀριθμητικὴν καὶ τ ἄλλα προπαιδεύματα. διόπερ οὐκ ὀλίγοι τῶν παρ’ Ἕλλησι φιλοσόφων μέμνηνται αὐτοῦ ὡς διδασκάλου. καὶ γὰρ εὐφυὴς παιδόθεν ὑπῆρχε σφόδρα καὶ ζητητικὸς λίαν. ὃς ἐν τῇ παιδικῇ ἡλικίᾳ τὸ τῆς θείας γραφῆς βούλημα πυνθανόμενος βαθύτερον, τοῦτον ἐπέπληττεν ὁ πατήρ, μηδὲν ὑπὲρ ἡλικίαν περαιτέρω ζητεῖν. νύκτωρ δὲ ἐπιστὰς καὶ ἰδὼν τὰ στέρνα ὡς θείου πνεύματος ἔνδοθεν αὐτοῖς ἀφιερωμένου κατεφίλει καὶ τῆς εὐτεκνίας ἑαυτὸν ἐμακάριζεν. ἁγνείαν δὲ καὶ ἐγκράτειαν τοσαύτην ἤσκησεν ἐκ νέου τοῦ σώματος, ὡς ὀβολοῖς τέσσαρσι καὶ μόνοις πρὸς διατροφὴν ἑκάστης ἡμέρας ἀρκούμενος. καὶ μέντοι καὶ ἐν πολλοῖς ἔτεσι τοῦτο ποιῶν διετέλει, καὶ ἐπ’ ἐδάφους καὶ ψιαθίου καθεύδων καὶ ὀλίγον καιρὸν τῆς νυκτὸς ἀναπαυόμενος τὸν πλείονα εἰς τὴν ἱερὰν μελέτην τῶν ἱερῶν λογίων διήνυε, καὶ ἐν τούτοις ἐπεκτεινόμενος ἐπί τε ἀσιτίᾳ καὶ ἀγρυπνίᾳ καὶ γυμνότητι ἑαυτὸν ὑπωπιάζων τοσοῦτον κατεδάμασε τὴν ἀκμὴν τοῦ σώματος, ὡς ὁρᾶσθαι παντελῶς αὐτὸν ἀπεσκληκέναι· οἴνου γὰρ καὶ ἐλαίου καὶ τῶν λοιπῶν ἀπεχόμενος ἀνατροπὴν τοῦ θώρακος μεγίστην ὑπέμεινεν. ἔνθεν γέ τοι διαβόητος γενόμενος, ὡς διαπρέπων ἔργῳ καὶ λόγῳ, καὶ πολλοὺς Ἕλληνας τὴν εἰδωλομανίαν βδελύττεσθαι πείσας μαρτυρίου στέφανον ἀναδήσασθαι παρεσκεύασεν. πολλῆς οὖν φήμης περὶ αὐτοῦ τρεχούσης, καὶ πολλῶν μακρόθεν πρὸς αὐτὸν συρρεόντων, οὐ μόνον Ἕλληνας καὶ φιλοσόφους καὶ αἱρετικοὺς ἐλλογίμους πρὸς τὴν εὐσέβειαν εἵλκυσεν, ἀλλὰ καὶ τοὺς ὄντας Χριστιανοὺς μᾶλλον στοιχειώσας ἐπεβεβαίωσεν. ὃν ὁ προλεχθεὶς Ἀμβρόσιος ἱκετεύσας πολλὰ καὶ παραβιασάμενος ἐν Καισαρείᾳ καὶ ταχυγράφους αὐτῷ παραστήσας ἑπτά, πλείους δὲ καλλιγράφους, ἑρμηνεῦσαι τὰς θείας γραφὰς αὐτὸν πεποίηκε. καὶ ὁ μὲν τὴν δέουσαν χρείαν παρεῖχεν, ὁ δὲ ἐπὶ σχολῆς γενόμενος ὑπηγόρευε τοῖς ταχυγράφοις καὶ οἱ βιβλιογράφοι σὺν γυναιξὶν ἔγραφον ἐπὶ τὸ καλλιγραφεῖν ἐξησκημέναις. πᾶσαν τε θείαν γραφὴν ἡρμήνευσεν ἐπὶ ἔτη ιηʹ. λέγεται δὲ ὅτι ͵ϛʹ βίβλους συνέταξε· τοσοῦτον γὰρ ζῆλον ἐς τὴν ἐξήγησιν τῶν θείων λογίων ὁ Ἀμβρόσιος ἐπεδείξατο, ὥστε τὴν πολλὴν αὐτοῦ σπουδὴν Ὠριγένης μαρτυρῶν γράφει πρός τινα λέγων· ὁ ἱερὸς θεῷ καὶ γνησίως ἀνακείμενος Ἀμβρόσιος πολλὰ προσηγόρευσεν· ὅστις νομίζων με φίλον εἶναι καὶ πάνυ διψᾶν τοῦ θείου ἤλεγξε τῇ ἰδίᾳ φιλοπονίᾳ τῷ πρὸς τὰ μαθήματα ἔρωτι. ὅθεν ἐπὶ τοσοῦτόν με παρελήλυθεν, ὥστε κινδυνεύειν ἀπαυδᾶν πρὸς τὰς αὐτοῦ προτάσεις· οὔτε γὰρ δειπνῆσαι ἔστιν ὅτι μὴ ἀντιβάλλοντα, οὔτε δειπνήσαντα ἔξεστι περιπατῆσαι καὶ διαναπαῦσαι τὸ σωμάτιον, ἀλλὰ καὶ ἐν τοῖς καιροῖς ἐκείνοις φιλολογεῖν καὶ ἀκριβοῦν τὰ ἀντίγραφα ἀναγκαζόμεθα. οὔτε μὴν ὅλην ἐπὶ θεραπείᾳ τοῦ σώματος τὴν νύκτα ἔξεστιν ἡμῖν κοιμᾶσθαι, ἐπὶ πολὺ ταῖς φιλολογίαις παρατείνοντα. ἐῶ δὲ λέγειν καὶ τὰ ἕωθεν μέχρις ἐννάτης καὶ δεκάτης ὥρας· πάντες γὰρ οἱ θέλοντες φιλοπονεῖν τοὺς καιροὺς ἐκείνους τῇ ἐξετάσει τῶν θείων λογίων καὶ ταῖς ἀναγνώσεσιν ἀνατιθέασι. πᾶσαν τοίνυν ἡρμήνευσε τὴν θείαν γραφήν. κατὰ γὰρ τοὺς χρόνους τούτους ἐν Ἱεριχῷ ἔν τινι πίθῳ περιτυχὼν τὴν Παλαιὰν εὐφυῶς μάλα καὶ ἐπιστημόνως ταύτην κατεσκεύασεν. ἀλλ’ οὐκ εἰς τέλος ἄσβεστον αὐτοῦ τὸ κλέος διέμεινε· συμβεβήκει γὰρ αὐτῷ τὸ τῆς πολυπειρίας δραστήριον πτῶμα ἐξαίσιον· καὶ μέντοι σκάνδαλον πολλοῖς καὶ ἀπωλείας πρόξενος γέγονε. βουλόμενος γὰρ τῶν θείων γραφῶν μηδὲν ἐᾶσαι ἀνερμήνευτον εἰς ἐπαγωγὴν ἑαυτὸν περιέβαλεν ἁμαρτίας καὶ θανάσιμα ἐξηγήσατο ῥήματα. ἐξ αὐτοῦ γὰρ καὶ Ἄρειος τὰς ἀφορμὰς εἴληφε καὶ οἱ καθεξῆς ἀνόμοιοί τε καὶ ἀνόσιοι καὶ οἱ λοιποὶ πάντες. φάσκει γὰρ οὗτος τολμήσας κατὰ τὴν ἀρχήν, ὅτι ὁ μονογενὴς υἱὸς ὁρᾶν τὸν πατέρα οὐ δύναται οὔτε τὸ πνεῦμα τὸ ἅγιον τὸν υἱὸν οὔτε οἱ ἄγγελοι τὸ πνεῦμα οὔτε οἱ ἄνθρωποι τοὺς ἀγγέλους. καὶ ἐκ τῆς οὐσίας τοῦ πατρὸς οὐ θέλει εἶναι τὸν υἱόν, ἀλλὰ κτίσμα, καὶ κατὰ χάριν υἱὸν λέγεσθαι, τὴν δὲ ἀνθρωπίνην ψυχὴν προϋπάρχειν, καὶ τὰ ἑξῆς τῶν βλασφημιῶν αὐτοῦ. πολλὴν γοῦν πεποίηκε σύνταξιν εἰς ἑκάστην γραφήν, καὶ ὅσα μὲν ἐν προσομιλίαις καὶ διὰ προοιμίων ἐς ἤθη τε καὶ ἐς φύσεις ζῴων καὶ ἀλόγων εἴρηται μέσως φερόμενος πολλάκις χαρίεντα διηγήματα γράφει· ὅσα δὲ περὶ πίστεως ἐδογμάτισε, τῶν πάντων ἀτοπώτερος εὑρίσκεται. ἔδοξε δὲ αὐτῷ καὶ ἀσκητικὸν βίον ἐπανῃρῆσθαι τοιοῦτον, ὡς καὶ τὸν θώρακα αὐτοῦ φασι δι’ ὑπερβολὴν ἀσιτίας τε καὶ σκληραγωγίας ἀνατραπῆναι, ἐπινενόηκε δὲ καὶ κατὰ τὸ σωμάτιον, οἱ μὲν ὅτι νεῦρον ἀποτετμηκέναι διὰ τὸ μὴ ἡδονῇ παρενοχλεῖσθαι, οἱ δὲ φάρμακον ἐπιθεῖναι τοῖς μορίοις εἶπον καὶ ἀποξηρᾶναι, ἄλλοι δὲ ἄλλα εἰς αὐτὸν ἀναφέρουσιν. οὗτος πολλὰ λέγεται πεπονθέναι ὑπὲρ τοῦ Χριστοῦ, λόγιος ὢν σφόδρα καὶ ἐν τῇ ἐκκλησίᾳ ἀνατεθραμμένος, φθόνῳ δὲ διαβληθεὶς πρὸς τοὺς τῆς ἐξουσίας ἄρχοντας κακομηχανίᾳ διαβολικῆς ἐπινοίας εἰς αἰσχρότατον ἄνδρα φασὶν ἐπινοηθῆναι παρὰ τῶν τῆς κακίας ἐργατῶν· Αἰθίοπα γὰρ αὐτῷ παρεσκεύασαν εἰς παράχρησιν τοῦ σώματος αὐτοῦ. ὁ δὲ μὴ φέρων τὴν τοσαύτην βδελυρὰν ἐπίνοιαν ἔρρηξε φωνήν, ἀμφοτέρων προτεθέντων αὐτῷ πραγμάτων, καὶ καθωμολόγησε θῦσαι. καὶ βαλόντες ἐπὶ τὰς χεῖρας αὐτοῦ λιβανωτὸν εἰς τὴν τοῦ βωμοῦ πυρὰν καθῆκε. καὶ οὕτω τοῦ μαρτυρίου ἀπὸ τῶν κρινάντων ἀπεβλήθη καὶ τῆς ἐκκλησίας ἐξεώσθη. τὴν δὲ Ἀλεξάνδρειαν καταλιπὼν διὰ τὸν ὄνειδον τὴν Ἰουδαίαν κατέλαβεν. ἀνελθὼν δὲ εἰς Ἱεροσόλυμα ὡς ἐξηγητὴς καὶ λόγιος προετρέπετο ἀπὸ τοῦ ἱερατείου ἐπὶ τῆς ἐκκλησίας εἰπεῖν· πρεσβύτερος γὰρ προϋπῆρχε, καὶ πολλὰ καταναγκασθεὶς ὑπὸ τῶν ἱερέων, ἀναστὰς καὶ τοῦτο μόνον τὸ ῥητὸν εἰπών· τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός· ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; πτύξας τὸ βιβλίον ἐκάθισε μετὰ κλαυθμοῦ δακρύων, πάντων ὁμοῦ συγκλαιόντων αὐτῷ. εἰσὶ δὲ καὶ ἄλλα πολλὰ λεγόμενά τε καὶ ᾀδόμενα διὰ τὸ πλῆθος τῆς γνώσεως αὐτοῦ καὶ συντάξεως τῶν βιβλίων. ὅθεν καὶ Συντακτικὸς ὠνομάσθη, διὰ τὸ πεποιηκέναι πολλὰ βιβλία, μὴ ἀκούων, ὡς ἔοικε, τοῦ Σολομῶντος λέγοντος· υἱέ, φύλαξαι τοῦ ποιῆσαι βιβλία πολλά· καί, μὴ σπεῦδε ἐπὶ στόματί σου, καὶ καρδία σου μὴ ταχυνάτω τοῦ ἐξενεγκεῖν λόγον ἀπὸ προσώπου τοῦ θεοῦ, ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ σὺ ἐπὶ τῆς γῆς κάτω. διὰ τοῦτο ἔστωσαν οἱ λόγοι σου ὀλίγοι· εἰσὶ γὰρ λόγοι πολλοὶ πληθύνοντες ματαιότητα. καὶ μὴ γίνου δίκαιος πολύ· ἔστι γὰρ δίκαιος ἀπολλύμενος ἐν δικαιώματι αὐτοῦ. καί, μὴ σοφίζου περισσά, μήποτε ἀσεβήσῃς. ταῦτα πάντα παρωσάμενος παρεσφάλη τοῦ πρέποντος. | ] |
| sigma | 481 | [ | Σισίννιος, Ναυατιανῶν ἐπίσκοπος, ἀνὴρ ἐλλόγιμος καὶ ἄκρος φιλόσοφος. διαλεκτικῆς δὲ σφόδρα ἐπεμελεῖτο, ὡς καὶ τὸν Εὐνόμιον τὸν αἱρετικὸν πολλάκις αὐτοῦ φυγεῖν τὴν διάλεξιν. τὴν δὲ δίαιταν ἦν οὐ λιτός, ἀλλ’ ἐν ἄκρᾳ σωφροσύνῃ πολυτελεῖ ταύτῃ ἐκέχρητο, τρυφῶν τε ἐν ἐσθῆτι λευκῇ, καὶ δὶς τῆς ἡμέρας ἐν λουτροῖς δημοσίοις λουόμενος διετέλει. καί ποτε ἐρομένου αὐτόν τινος, τοῦ χάριν ἐπίσκοπος ὢν δὶς λούοιτο τῆς ἡμέρας· ἐπειδὴ τὸ τρίτον οὐ φθάνει, ἀπεκρίνατο. ἄλλοτε δὲ Ἀρσάκιον τὸν ἐπίσκοπον κατὰ τιμὴν ὁρῶν ἠρωτήθη ὑπό τινος τῶν περὶ Ἀρσάκιον, διατὶ ἀνοίκειον ἐπισκόπῳ ἐσθῆτα φοροίη, καὶ ποῦ γέγραπται, λευκὰ τὸν ἱερωμένον ἀμφιέννυσθαι; ὁ δέ, σὺ πρότερον, ἔφη, εἰπέ, ποῦ γέγραπται, μέλαιναν ἐσθῆτα φορεῖν τὸν ἐπίσκοπον; τοῦ δὲ ἐρωτήσαντος ἐν ἀπόρῳ γενομένου πρὸς τὴν ἀντερώτησιν, ἐπήγαγεν ὁ Σισίννιος· ἀλλὰ σὺ μὲν οὐκ ἄν, ἔφη, δεῖξαι δυνήσῃ, ὡς δεῖ τὸν ἱερωμένον μέλαιναν ἀμφιέννυσθαι· ἐμοὶ δὲ καὶ ὁ Σολομὼν παρῄνεσε, λέγων· ἔστωσάν σοι ἱμάτια λευκά. καὶ ὁ Σωτὴρ ἐν τοῖς Εὐαγγελίοις φαίνεται λευκῇ ἐσθῆτι χρησάμενος. οὐ μὴν ἀλλὰ Μωσῆν καὶ Ἠλίαν λευκοφοροῦντας τοῖς ἀποστόλοις ἔδειξε. ταῦτα καὶ ἄλλα πολλὰ εἰπὼν ἐθαυμάσθη. Λεοντίου δὲ τοῦ Ἀγκύρας τῆς Γαλατίας ἐπισκόπου Ναυατιανῶν ἐκκλησίαν ἀφαιρουμένου καὶ τῇ Κωνσταντίνου πόλει ἐπιδημοῦντος, ὁ Σισίννιος ἐλθὼν παρ’ αὐτὸν παρεκάλει ἀποδοῦναι τὴν ἐκκλησίαν. ὁ δὲ θερμῶς ἀπήντησε καί φησιν· ὑμεῖς οἱ Ναυατιανοὶ οὐκ ὀφείλετε ἐκκλησίαν ἔχειν, τὴν μετάνοιαν ἀναιροῦντες καὶ τὴν φιλανθρωπίαν τοῦ θεοῦ ἀποκλείοντες. ὁ δὲ Σισίννιος ἔφη· καὶ μὴν οὐδεὶς οὕτω μετανοεῖ ὡς ἐγώ. τοῦ δὲ πάλιν ἐπάγοντος, πῶς μετανοεῖς; ἔφη ὁ Σισίννιος, ὅτι σε εἶδον. Ἰωάννου δὲ τοῦ ἐπισκόπου λέγοντος, ὅτι οὐ δύναται πόλις δύο ἐπισκόπους ἔχειν, ὁ Σισίννιος ἔφη, οὐδὲ γὰρ ἔχει. τοῦ δὲ Ἰωάννου χαλεπήναντος καὶ φήσαντος, ὁρᾷς, ὅτι μόνος εἶναι βούλει ἐπίσκοπος; καὶ ὁ Σισίννιος, οὐ τοῦτο, ἔφη, λέγω, ἀλλ’ ὅτι ἐγὼ παρὰ σοὶ μόνῳ οὔκ εἰμι ἐπίσκοπος, ὃς τοῖς ἄλλοις εἰμί. ὁ δὲ Ἰωάννης, ἀλλ’ ἐγώ σε, ἔφη, παύσω προσομιλεῖν· αἱρετικὸς γὰρ ὑπάρχεις. ὁ δὲ Σισίννιος χαριέντως· ἀλλ’ ἐγώ, ἔφη, καὶ μισθοὺς παρέξω, εἴ γε τηλικούτου καμάτου ἀπαλλάξειας. ὁ δὲ Ἰωάννης διαμαλαχθείς, ἀλλ’ οὐκ ἄν σε, ἔφη, παύσω τοῦ προσομιλεῖν ἐγώ, εἴγε ὅλως τὸ λέγειν λυπεῖ σε. οὕτως ἦν χαρίεις ὁ Σισίννιος. πολλὰ δὲ αὐτῷ γέγραπται· λεξιθηρεῖ δὲ ἐν αὐτοῖς. λέγων δὲ μᾶλλον ἢ ἀναγινωσκόμενος ἐθαυμάζετο· προσῆν γὰρ αὐτῷ χάρις τῷ τε προσώπῳ καὶ τῇ φωνῇ καὶ τῷ βλέμματι καὶ τῇ ὅλῃ κινήσει τοῦ σώματος. | ] |
| sigma | 482 | [ | Σισίννιος· οὗτος ἐπίσκοπος ἐγένετο Ναυατιανῶν, ἀνὴρ ἐλλόγιμος ὅτι μάλιστα καὶ τῶν φιλοσόφων δογμάτων καὶ τῶν ἱερῶν βίβλων ἐπιστήμων καὶ πρὸς διαλέξεις ἕτοιμος· ὡς καὶ Εὐνόμιον ἐπὶ ταύταις εὐδοκιμοῦντα καὶ τοῦτο ἔργον ποιούμενον πολλάκις παραιτήσασθαι τοὺς πρὸς αὐτὸν διαλόγους. ἐγένετο δὲ σώφρων τὸν βίον, ὡς κρείττων εἶναι διαβολῆς· περὶ δὲ τὴν δίαιταν ἁβρὸς καὶ ποικίλος, ὡς τοὺς ἀγνοοῦντας ἀπιστεῖν, εἰ σωφρονεῖν δύναιτο, τοσοῦτον τρυφῶν. τὸ δὲ ἦθος ἦν χαρίεις καὶ ἡδὺς ἐν ταῖς συνουσίαις, καὶ διὰ ταῦτα τοῖς ἐπισκόποις τῆς καθόλου ἐκκλησίας καὶ τοῖς ἐν ἀρχῇ καὶ λόγῳ καταθύμιος ἦν. σκώπτειν δὲ σὺν χάριτι καὶ σκωμμάτων ἀνέχεσθαι καὶ ἀπεχθείας ἐκτὸς ὑπομένειν κομψῶς τε σὺν τάχει πρὸς τὰς ἐρωτήσεις ἀπαντᾶν εὖ μάλα ἐπιτηδείως εἶχεν. ἐρωτηθεὶς οὖν ποτε, ὅτου ἕνεκα δεύτερον λούοιτο ἐπίσκοπος ὤν, ὅτι μὴ τρίτον, ἔφη, φθάνω. ἐπεὶ δὲ λευκῇ ἐσθῆτι διετέλει χρώμενος, ἐπέσκωψέ τις αὐτῷ τῶν ἀπὸ τῆς καθόλου ἐκκλησίας. ὁ δὲ πρὸς αὐτόν· οὐκοῦν εἰπέ, ποῦ εἴρηται ἐσθῆτα μέλαιναν χρῆναι ἀμφιέννυσθαι. τοῦ δὲ ἀπορήσαντος, ὑπολαβὼν ἔφη· σὺ μέν, ἔφη, οὐκ ἂν τοῦτο ἐπιδεῖξαι δυνήσῃ· ἐμοὶ δὲ καὶ Σολομὼν ὁ σοφώτατος, ἔστωσάν σοι ἱμάτια λευκά, παραινεῖ, λέγων· καὶ αὐτὸς ὁ Χριστὸς λευχείμων ἐν τοῖς Εὐαγγελίοις φαινόμενος, Μωσῆν τε καὶ Ἠλίαν τοιούτους τοῖς ἀποστόλοις δεικνύς. οὐ μὴν ἀλλὰ κἀκεῖνο τῶν εἰρημένων Σισιννίῳ χάριεν οἶμαι. ἐνεδήμει μὲν γὰρ τῇ Κωνσταντινουπόλει Λεόντιος, ὁ τῆς παρὰ Γαλάταις Ἀγκύρας ἐπίσκοπος. ἐκκλησίας δὲ τῶν ἐκεῖσε Ναυατιανῶν ἀφῃρημένης, ἧκε πρὸς αὐτόν, ἀπολαβεῖν ταύτην δεόμενος. ἐπεὶ δὲ οὐκ ἀπεδίδου, ἐλοιδορεῖτο δὲ τοῖς Ναυατιανοῖς ὡς οὐκ ἀξίως ἐκκλησιάζειν, μετάνοιαν καὶ τὴν παρὰ θεοῦ φιλανθρωπίαν ἀναιρεῖν αὐτοὺς λέγων, ἀλλὰ μήν, ἔφη Σισίννιος, οὐδεὶς οὕτως ὡς ἐγὼ μετανοεῖ. ἐρομένου δὲ Λεοντίου τίνα τρόπον, ὅτι σε τεθέαμαι, ἀπεκρίνατο. καὶ ἕτερα δὲ πολλὰ αὐτοῦ εὐστόχως εἰρημένα ἀπομνημονεύουσιν. οὐκ ἀκόμψους τε πολλοὺς λόγους αὐτοῦ φέρεσθαί φασιν. ἐπῃνεῖτο δὲ μᾶλλον λέγων, ὡς ἄριστα ὑποκρινόμενος, φωνῇ τε καὶ βλέμματι καὶ χαριεστάτῳ προσώπῳ τὸν ἀκροατὴν ἑλεῖν ἱκανός. τοιαύτης ἔλαχε φύσεως ἀγωγῆς τε καὶ βίου Σισίννιος. | ] |
| sigma | 772 | [ | Σολομῶν, βασιλεὺς Ἱερουσαλήμ, υἱὸς Δαβὶδ ἐκ τῆς Οὐρίου γυναικὸς Βηρσαβέε· ὅστις γυναῖκας ἐξ ἐθνῶν ἠγάγετο παρὰ τὴν ἐντολὴν τοῦ θεοῦ. αἱ δὲ ἦσαν αὐτῷ αἱ σύμπασαι γαμεταὶ μὲν ἅμα ταῖς Ἰσραηλίτισι ψʹ, παλλακαὶ δὲ τʹ. ἤδη δὲ προβεβηκὼς τὴν ἡλικίαν ὑπὸ τῶν ἐθνικῶν γυναικῶν διεστρέφετο τὸν νοῦν πρὸς εἰδωλολατρίαν· ἐλάτρευσε γὰρ τῇ Ἀστάρτῃ, θεῷ Σιδωνίων, καὶ τῷ Χαμώς, θεῷ Ἀμμανιτῶν. κἀκ τῶν χιλίων αὐτῷ γυναικῶν μόνος ἄρσεν ἐγένετο Ῥοβοὰμ υἱός, καὶ αὐτὸς ἐξ ἀλλοφύλου Νααμμὰς τῆς Ἀμμανίτιδος, ἀνάξιος τῆς ἀρχῆς. οὐ γὰρ ἡ πολυγαμία τὴν εὐτεκνίαν ποιεῖ. | ] |
| sigma | 773 | [ | Σολομῶν, υἱὸς Δαβίδ, βασιλεὺς Ἰουδαίων, φρονήσει καὶ δυνάμει καὶ πλούτῳ δυνατὸς καὶ περιφανής, δικάζων τε τὸν λαὸν ἐν φρονήσει καὶ σοφίᾳ τοῦ κρείττονος οὐ διέλειπεν ἤσκει τε πᾶσαν σοφίαν θείας χάριτος γέμουσαν καὶ τῆς διδασκαλίας ἀκροατὰς πλείστους ἐποιεῖτο. ταῦτά τε καὶ τὰ τοιαῦτα διαπραττόμενος, τῷ τῆς φύσεως εὐαλώτῳ περὶ τὰς τοῦ σώματος ἡδονὰς ὑπαγόμενος ἄγεται μὲν γυναῖκας χιλίας τὸν ἀριθμόν, πείθεται δὲ ὑπ’ αὐτῶν εἰδωλολάτρης γενέσθαι. διὸ προσέταξεν ὁ θεὸς μερισθῆναι τὴν αὐτοῦ βασιλείαν, οὐκ ἐπὶ τῶν χρόνων αὐτοῦ, διὰ μνήμην Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, ἀλλὰ μετὰ τὴν αὐτοῦ τελευτήν. ὅτι τοῖς κραταιοῖς, ὥς φησι Σολομῶν, ἰσχυρὰ ἐφίσταται ἔρευνα. τουτέστι τοὺς ἐν ἀρετῇ τελείους τὴν ἀκρίβειαν ἀπαιτεῖ· καὶ τοῖς ἄλλοις ἀνθρώποις μεγάλα παρανομοῦσι μακροθυμεῖ· τοῖς δὲ ἁγίοις ταύτης οὐ μεταδίδωσι τῆς συγγνώμης. καὶ αὖθις ὁ Σολομῶν· ὁ μὲν γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους· δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται. Σολομῶν οὖν Σολομῶντος κλίνεται, Σολομῶν δὲ Σολομῶνος παρ’ ἡμῖν. ὅτι ἡ παλαιὰ τὸν Σολομῶντα Σαλομῶντα καλεῖ, ἀπὸ τῆς Σαλὴμ πόλεως, ὅ ἐστιν εἰρήνη· ἐν γὰρ τοῖς χρόνοις αὐτοῦ εἰρήνη ἦν. | ] |
| sigma | 774 | [ | Σολομώντειος λόγος. | ] |
| chi | 78 | [ | Χαμώς· θεὸς ἦν Τυρίων ἢ Ἀμμανιτῶν, ὥσπερ ἡ Ἀστάρτη θεὸς Σιδωνίων, οἷς ἐλάτρευσε Σολομῶν. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: