Apollonius of Rhodes) - urn:cts:greekLit:tlg0001Alexandria (Wikidata) (Pleiades)
poet (Wikidata)
librarian (Wikidata)
mythographer (Wikidata)
grammarian (Wikidata)
writer (Wikidata)
urn:cts:greekLit:tlg0001.suda001 -
Argonautica
| alpha | 3419 | [ | Ἀπολλώνιος, Ἀλεξανδρεὺς, ἐπῶν ποιητὴς, διατρίψας ἐν Ῥόδῳ, υἱὸς Σιλλέως, μαθητὴς Καλλιμάχου, σύγχρονος Ἐρατοσθένους καὶ Εὐφορίωνος καὶ Τιμάρχου, ἐπὶ Πτολεμαίου τοῦ Εὐεργέτου ἐπικληθέντος, καὶ διάδοχος Ἐρατοσθένους γενόμενος ἐν τῇ προστασίᾳ τῆς ἐν Ἀλεξανδρείᾳ βιβλιοθήκης. | ] |
| alpha | 3936 | [ | Ἀριστώνυμος, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστιν Ἥλιος ῥιγῶν, ὡς Ἀθήναιος ἐν Δειπνοσοφισταῖς. βασιλεύοντος Πτολεμαίου τοῦ Φιλαδέλφου, καὶ τοῦ μετ’ αὐτὸν τοῦ Φιλοπάτορος· καὶ προέστη τῆς τοῦ βασιλέως βιβλιοθήκης μετὰ Ἀπολλώνιον, ἔτος ἄγων ξβʹ. διασκευασθεὶς δὲ ὡς βουλευόμενος πρὸς Εὐμενῆ φυγεῖν, ἐφυλάχθη ἐν εἱρκτῇ χρόνον τινά. ἠφείθη δὲ καὶ ὑπὸ στραγγουρίας τελευτᾷ, ἔτη βεβιωκὼς οζʹ. συγγράμματα δὲ αὐτοῦ πάνυ πολλά. | ] |
| kappa | 227 | [ | Καλλίμαχος, υἱὸς Βάττου καὶ Μεσάτμας, Κυρηναῖος, γραμματικός, μαθητὴς Ἑρμοκράτους τοῦ Ἰασέως, γραμματικοῦ· γαμετὴν ἐσχηκὼς τὴν Εὐφράτου τοῦ Συρακουσίου θυγατέρα. ἀδελφῆς δὲ αὐτοῦ παῖς ἦν ὁ νέος Καλλίμαχος, ὁ γράψας περὶ νήσων δι’ ἐπῶν. οὕτω δὲ γέγονεν ἐπιμελέστατος, ὡς γράψαι μὲν ποιήματα εἰς πᾶν μέτρον, συντάξαι δὲ καὶ καταλογάδην πλεῖστα. καί ἐστιν αὐτῷ τὰ γεγραμμένα βιβλία ὑπὲρ τὰ ὀκτακοσία· ἐπὶ δὲ τῶν χρόνων ἦν Πτολεμαίου τοῦ Φιλαδέλφου. πρὶν δὲ συσταθῇ τῷ βασιλεῖ, γράμματα ἐδίδασκεν ἐν Ἐλευσῖνι, κωμυδρίῳ τῆς Ἀλεξανδρείας. καὶ παρέτεινε μέχρι τοῦ Εὐεργέτου κληθέντος Πτολεμαίου, ὀλυμπιάδος δὲ ρκζʹ, ἧς κατὰ τὸ δεύτερον ἔτος ὁ Εὐεργέτης Πτολεμαῖος ἤρξατο τῆς βασιλείας. τῶν δὲ αὐτοῦ βιβλίων ἐστὶ καὶ ταῦτα· Ἰοῦς ἄφιξις, Σεμέλη, Ἄργους οἰκισμός, Ἀρκαδία, Γλαῦκος, Ἐλπίδες, σατυρικὰ δράματα, τραγῳδίαι, κωμῳδίαι, μέλη, Ἴβος [+]( ἔστι δὲ ποίημα ἐπιτετηδευμένον εἰς ἀσάφειαν καὶ λοιδορίαν, εἴς τινα Ἴβον, γενόμενον ἐχθρὸν τοῦ Καλλιμάχου· ἦν δὲ οὗτος Ἀπολλώνιος, ὁ γράψας τὰ Ἀργοναυτικά] · Μουσεῖον, Πίνακες τῶν ἐν πάσῃ παιδείᾳ διαλαμψάντων, καὶ ὧν συνέγραψαν, ἐν βιβλίοις κʹ καὶ ρʹ, Πίναξ καὶ ἀναγραφὴ τῶν κατὰ χρόνους καὶ ἀπ’ ἀρχῆς γενομένων διδασκάλων, Πίναξ τῶν Δημοκράτους [+] γλωσσῶν καὶ συνταγμάτων, Μηνῶν προσηγορίαι κατὰ ἔθνος καὶ πόλεις, Κτίσεις νήσων καὶ πόλεων καὶ μετονομασίαι, Περὶ τῶν ἐν Εὐρώπῃ ποταμῶν, Περὶ τῶν ἐν Πελοποννήσῳ καὶ Ἰταλίᾳ θαυμασίων καὶ παραδόξων, Περὶ μετονομασίας ἰχθύων, Περὶ ἀνέμων, Περὶ ὀρνέων, Περὶ τῶν ἐν τῇ οἰκουμένῃ ποταμῶν, Θαυμάτων τῶν εἰς ἅπασαν τὴν γῆν κατὰ τόπους ὄντων συναγωγή. | ] |
| lambda | 775 | [ | Λυγκέως ὀξυωπέστερον βλέπειν· οὗτος ἐγένετο ἀδελφὸς Ἴδα· ὁ δὲ Ἀριστοφάνης ἐν Δαναΐσιν υἱὸς Αἰγύπτου. τοσοῦτον δὲ ὀξυωπέστατος ἦν, ὡς δι’ ἐλάτης ἰδεῖν Κάστορα δολοφονήσαντα τὸν ἀδελφόν, ὥς φησι Πίνδαρος. καὶ Ἀπολλώνιος ἐν Ἀργοναύταις· εἰ ἐτεόν γε πέλει κλέος, ἀνέρα κεῖνον ῥηϊδίως καὶ ἔνερθεν ὑπὸ χθονὸς αὐγάζεσθαι. | ] |
| mu | 194 | [ | Μαριανός, Μάρσου δικηγόρου, τῶν ὑπάρχων Ῥώμης. Ῥωμαῖος μὲν τὸ ἀρχαῖον, μετοικήσαντος δὲ τοῦ πατρὸς Ἐλευθερόπολιν, μίαν τῶν τῆς πρώτης Παλαιστίνης, ἀπὸ ὑπάτων καὶ ὑπάρχων καὶ πατρίκιος γεγονώς, τὸ ἐπιφανέστερον, κατὰ τὸν βασιλέα Ἀναστάσιον. ἔγραψε βιβλία τοσαῦτα· Μετάφρασιν Θεοκρίτου [+] ἐν ἰάμβοις ͵γρνʹ, Μετάφρασιν Ἀπολλωνίου [+] τῶν Ἀργοναυτικῶν ἐν ἰάμβοις ͵εχηʹ, Μετάφρασιν Καλλιμάχου [+] Ἑκάλης, ὕμνων καὶ τῶν Αἰτίων καὶ ἐπιγραμμάτων ἐν ἰάμβοις ͵ϛωιʹ, Μετάφρασιν Ἀράτου [+] ἐν ἰάμβοις ͵αρμʹ, Μετάφρασιν Νικάνδρου [+] τῶν Θηριακῶν ἐν ἰάμβοις ͵ατοʹ· καὶ ἄλλας πολλὰς μεταφράσεις. | ] |
| mu | 230 | [ | Μαρσύας· ἐν τοῖς χρόνοις τῶν Ἰουδαίων Κριτῶν καὶ Μαρσύας ἐγένετο σοφός, ὅστις ἐφεῦρε διὰ μουσικῆς αὐλοὺς ἀπὸ καλάμων καὶ χαλκοῦ· ὃς παραφρονήσας ἔρριψεν εἰς ποταμὸν ἑαυτὸν καὶ ἀπώλετο· καὶ ὠνομάσθη ὁ ποταμὸς Μαρσύας· περὶ οὗ μῦθος φέρεται, ὅτι ἑαυτὸν ἀποθεώσας ἀπώλετο. κατὰ δὲ τοὺς αὐτοὺς χρόνους ἐγένετο καὶ τὰ κατὰ Ἰάσονα καὶ τοὺς Ἀργοναύτας, ὡς Ἀπολλώνιος ὁ Ῥόδιός φησι. λέγεται μῦθος, ὅτι ἐξεδάρη ὑπὸ Ἀπόλλωνος. καὶ φέρεται λόγος περὶ Ὁρμίσδου τοῦ Πέρσου, ὃς ηὐτομόλησε πρὸς Κωνσταντῖνον τὸν μέγαν. ἐξελθὼν γὰρ ἐπὶ θήραν οὗτος καὶ εἰς τὰ βασίλεια ὑποστραφείς, τῶν κεκλημένων ἐπὶ τὸ δεῖπνον οὐκ ἐξαναστάντων κατὰ τὸ καθῆκον, ἠπείλησε τὸν Μαρσύου θάνατον αὐτοῖς ἐπιθήσειν. τοῦτο παρά τινος ἀκηκοότος ἀναμαθόντες οἱ τῶν Περσῶν μετὰ θάνατον τοῦ πατρὸς τὸν νεώτερον ἀναγορεύουσι βασιλέα· τὸν δὲ ἀποκλείουσιν ἐν εἱρκτῇ καὶ σιδήροις πεδοῦσιν· ὃν ἡ γαμετὴ διὰ τῆς τοῦ ἰχθύος μηχανῆς ῥίνην εἰσενεγκοῦσα ἐξήγαγε, καὶ ἀποδρὰς ἱκέτης πρὸς Κωνσταντῖνον ἔρχεται. ἡ ἱστορία δήλη. | ] |
| mu | 274 | [ | Μασχαλισθῆναι· εἰώθασι τῶν ἀναιρουμένων εἰς τὰς κεφαλὰς ἀπομάσσειν τὰ ξίφη, ὥσπερ ἀποτροπιαζόμενοι τὸ μύσος τὸ ἐν τῷ φόνῳ. ἢ ὅτι ἐπὶ ταῖς καθάρσεσι τοῦ φονευθέντος τὰ ἄκρα ἔτεμνον καὶ περὶ τὴν μασχάλην αὐτοῦ ἐκρέμαζον αὐτά, ἵνα, φησίν, ἀσθενὴς γένοιτο πρὸς τὸ ἀντιτίσασθαι τὸν φονέα. καὶ Ἀπολλώνιος· ἐξάργματα τέμνες θανόντος. περὶ τοῦ Ἰάσονος. ἢ ὅτι οἱ δρῶντες ἐμφύλιον πόλεμον ἠκρωτηρίαζον τοὺς ἀναιρεθέντας, ἐκ παντὸς μέρους τοῦ σώματος ἀποτεμνόμενοι, καὶ περιῆπτον ἑαυτοῖς, τὰ ἄκρα συνείροντες, διὰ τούτων ὥσπερ τὴν δύναμιν ἐκείνων ἀφαιρούμενοι, διὰ τὸ μὴ παθεῖν εἰς ὕστερόν τι δεινὸν παρ’ ἐκείνων. ἐφόρουν δὲ εἰς τὰς μασχάλας τὰ ἄκρα· ὃ μασχαλισθῆναι ἔλεγον. Σοφοκλῆς· σκέψαι γάρ, εἴ σοι προσφιλῶς αὐτῇ δοκεῖ γέρα τάδ’ ὁὐν τάφοισι δέξασθαι νέκυς, ὑφ’ ἧς θανὼν ἄτιμος, ὥστε δυσμενὴς ἐμασχαλίσθη, κἀπὶ λουτροῖσι κάρα κηλῖδας ἐξέμαξε. περὶ τοῦ Ἀγαμέμνονος. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: