urn:cts:greekLit:tlg0497.suda001
urn:cts:greekLit:tlg0497.suda002
urn:cts:greekLit:tlg0497.suda003
urn:cts:greekLit:tlg0497.suda004
alpha | 1806 | [ | Ἀναβιῶναι: ἀναζῆσαι. ἤδῃ δέ τινές φασιν, ὡς τοσοῦτον ἄρα τὸν Αἴσωπον θεοφιλῆ γενέσθαι, ὡς καὶ ἀναβιῶναι αὐτὸν, καθάπερ οὖν τὸν Τυνδάρεων καὶ τὸν Ἡρακλέα καὶ τὸν Γλαῦκον. καὶ Πλάτων των φησὶν ὁ κωμικός· καὶ νῦν ὄμοσόν μοι μὴ τεθνάναι τὸ σῶμα ἐγώ· ψυχὴ δ’ ἀπὸ νίκης ὥσπερ Αἰσώπου ποτέ. | ] |
alpha | 3077 | [ | Ἀπέσχαζε· Πλἀτων Πρέσβεσι. καὶ σχᾶν, τὸ σχάζειν. | ] |
alpha | 3325 | [ | Ἀποθρέξεις: συναποτροχάσεις. οὕτως Πλάτων. | ] |
alpha | 3350 | [ | Ἀποκήρυκτον: ἀλλότριον. ὅτι ὁ λέγων τοὺς ἀποκηρύκτους φαύλους εἶναι ἁπλῶς, δόξαι ἂν λέγειν ἐξ ἀνάγκης τοιούτους αὐτοὺς εἶναι· οὐ μὴν οὕτως ἔχει. ἐνδέχεται γάρ τινα μὴ τοιοῦτον εἶναι ἀποκήρυκτον γενόμενον. Θεμιστοκλέα γοῦν ἀποκήρυκτόν φασι γενέσθαι· οὐ μὴν φαῦλος ἦν. καὶ Ἀποκηρύττοντες, ἀντὶ τοῦ πιπράσκοντες. οὕτως Δημοσθένης καὶ Πλάτων. οἱ δέ φασι διαφέρειν ἐκποίητον ἀποκηρύκτου, ὅτι ὁ μὲν ἀποκήρυκτος ἐπὶ κολάσει ἐκβάλλεται, ὁ δὲ ἐκποίητος ὑπὸ τοῦ φύσει πατρὸς εἰς ἕτερον οἶκον δίδοται προθέσει. | ] |
alpha | 3824 | [ | Ἀρεοπαγίτης: διφορεῖται. καὶ παροιμία, Ἀρεοπαγίτης, ἐπὶ τῶν σκυθρωπῶν καὶ ὑπερσέμνων καὶ σιωπηλῶν. καὶ Ἄρεως νεοττὸς, καὶ Ἀρεως παιδίον, ἐπὶ τῶν θρασυτάτων. κέχρηται τῷ μὲν πρώτῳ Πλάτων Πεισάνδρῳ, τῷ δὲ δευτέρῳ Ἀλεξανδρίδης Πεισάνδρῳ. | ] |
alpha | 3909 | [ | Ἀρίστιππος, Σωκράτους ὁμιλητὴς, ἐν πάσι τὴν ἡδονὴν ἀσπασάμενος καὶ ἐπίχαρις. λέγεται δὲ ὅτι καὶ τοῦ παιδὸς αὐτῷ φέροντος ἀργύριον καὶ ἀχθομένου τῷ βάρει, τὸ βαροῦν ἀπόβαλε, ἔφη. ἐπιβουλευόμενος δὲ ἐν πλῷ δι’ ἃ ἐπήγετο, εἰς τὴν θάλατταν ἐξέβαλεν αὐτά. ἡ γὰρ τούτων, ἔφη, ἀπώλεια ἐμὴ σωτηρία. ἐπέσκωπτε δ’ Ἀντισθένην ἀεὶ διὰ τὴν στρυφνότητα. καὶ πρὸς Διονύσιον τὸν Σικελίας τύραννον ἐλθὼν καὶ πίνων ἐνίκα καὶ ὀρχήσεως τοῖς ἄλλοις κατῆρξεν, ἐνδύς ἐσθῆτα ἁλουργῆ. Πλάτων δὲ προσκομιζομένης αὐτῷ τῆς στολῆς, εἶπεν Εὐριπίδου ἰαμβικά· οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολὴν, ἄρρην πεφυκὼς καὶ γένους ἐξ ἄρρενος. Ἀρίστιππος δὲ δεξάμενος καὶ γελάσας εἶπὲ τοῦ αὐτοῦ ποιητοῦ· καὶ γὰρ ἐν βακχεύμασιν ὁ νοῦς ὁ σώφρων οὐ διαφθαρήσεται. ὑπὲρ φίλου δὲ ἀξιῶν καὶ μὴ τυγχάνων, τῶν ποδῶν ἥψατο καὶ ἔπεισε· καὶ οὐ ταύτης ἐγὼ τῆς κολακείας αἴτιος, εἶπεν, ἀλλὰ Διονύσιος, ὁ ἐν γόνασι τὰς ἀκοὰς ἔχων. | ] |
alpha | 3946 | [ | Ἀρκάδας μιμούμενοι: ἐπὶ τῶν ἑτέροις πονούντων. οἱ γὰρ Ἀρκάδες μαχιμώτατοι Ἐλλήνων γενόμενοι ἰδίᾳ μὲν οὐδένα ἐνίκησαν, ἑτέροις δὲ συμμαχοῦντες πολλούς. ταύτῃ δὲ τῇ παροιμίᾳ κέχρηται Πλάτων ἐν Πεισάνδρῳ. διὰ γὰρ τὸ τὰς κωμῳδίας αὐτὸς ποιῶν ἄλλοις παρέχειν διὰ πενίαν, Ἀρκάδας μιμεῖσθαι ἔφη. Ἀρκὰς οὖν, Ἀρκάδος, Ἀρκάδι. | ] |
alpha | 4170 | [ | Ἄσκησιν: ἀγωνίαν· καὶ ὡς ἡμεῖς, τὸ δεδιέναι καὶ προσδοκᾶν τὸ μέλλον λέγουσιν οἱ παλαιοὶ καὶ Πλάτων. καὶ Ἀσκητὰς καὶ ἀθλητὰς λέγουσιν. | ] |
alpha | 4353 | [ | Ἀτηρότατον· Σφηξί. Πλάτων δ’ ἐν Φάωνι ἀτηρίας. καὶ Ἀτηρόν. Ἀριστοφάνης· οὐ γὰρ ὁ γέρων ἀτηρὸν ἦν κακόν. καὶ αὖθις· οἱ δὲ ἐγέλων γέλων ἀτηρόν. βλαβερόν. | ] |
alpha | 4635 | [ | Ἀφοδεῦσαι· Πλάτων Ἀδώνισι. καὶ Ἄφοδος, ὁ ἀπόπατος. ἐξ οὗ καὶ ἀφοδεύειν. καὶ Ἄφοδον, ἀναχώρησιν, ὥσπερ καὶ ἔφοδον τὴν ἐπέλευσιν. | ] |
gamma | 316 | [ | Γλυκὺς ἀγκών: οὐ κατ’ ἐναντίωσιν ἡ παροιμία, ἀλλὰ βουλόμενος εἰπεῖν, ὦ γλυκέα ἤθη. ἔστι δὲ παροιμία, ὡς ἐπιφωνούμενον. οὕτως ἐχρήσατο Πλάτων ὁ κωμικὸς ἐν τῷ Φάωνι. γέρων δ’ αὐτῷ ὑπόκειται ἐρῶν αὐλητρίδος· ὦ χρυσοῦν ἀνάδημα, ὧ τοῖσιν ἐμοῖς τρυφεροῖσι τρόποις, ὦ γλυκὺς ἀγκών. ὡς εἴ τις λέγοι, ὦ γλυκὺς πῆχυς. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: