Philostratus) - urn:cts:greekLit:tlg0638Athens (Wikidata)
writer (Wikidata)
sophist (Wikidata)
orator (Wikidata)
philosopher (Wikidata)
urn:cts:greekLit:tlg0638.suda001 -
Lives of the Sophists
urn:cts:greekLit:tlg0638.suda002 -
Life of Apollonius of Tyana
| alpha | 3420 | [ | Ἀπολλώνιος, Τυανεὺς, φιλόσοφος, υἱὸς Ἀπολλωνίου καὶ μητρὸς πολίτιδος τῶν ἐπιφανῶν, ὃν κύουσα ἡ μήτηρ ἐπιστάντα δαίμονα ἐθεάσατο λέγοντα, ὡς αὐτὸς εἴη ὃν κύει, εἶναι δὲ Πρωτέα τὸν Αἰγύπτιον· ὅθεν ὑπειλῆφθαι αὐτὸν Πρωτέως εἶναι υἱόν. καὶ ἤκμαζε μὲν ἐπὶ Κλαυδίου καὶ Γαΐου καὶ Νέρωνος καὶ μέχρι Nέρβα, ἐφ’ οὗ καὶ μετήλλαξεν. ἐσιώπησε δὲ κατὰ Πυθαγόραν εʹ ἔτη. εἶτα ἀπῆρεν εἰς Αἴγυπτον, ἔπειτα εἰς Βαβυλῶνα πρὸς τοὺς μάγους, κἀκεῖθεν ἐπὶ τοὺς Ἄραβας, καὶ συνῆξεν ἐκ πάντων τὰ μυρία καὶ περὶ αὐτοῦ θρυλούμενα μαγγανεύματα. συνέταξε δὲ τοσαῦτα· Τελετὰς ἢ περὶ θυσιῶν, Διαθήκην, Χρησμούς, Ἐπιστολὰς, Πυθαγόρου βίον. εἰς τοῦτον ἔγραψε Φιλόστρατος ὁ Λήμνιος τὸν φιλοσόφῳ πρέποντα βίον. ὅτι Ἀπολλώνιος ὁ Τυανεύς ἐς σωφροσύνην ὑπερεβάλλετο τοῦ Σοφοκλέους. ὁ μὲν γὰρ λυττῶντα ἔφη καὶ ἄγριον δεσπότην ἀποφυγεῖν, ἐλθόντα ἐς γῆρας, ὁ δὲ Ἀπολλώνιος ὑπ’ ἀρετῆς καὶ σωφροσύνης οὐδὲ ἐν μειρακίῳ ἡττήθη τούτων. ὅτι Φιλόστρατος λέγει περὶ Ἀπολλωνίου, θειότερον ἢ ὁ Πυθαγόρας τῇ σοφίᾳ προσελθεῖν τυραννίδων τε ὑπεράραντα καὶ γενόμενον κατὰ χρόνους οὔτ’ ἀρχαίους οὕτ’ οὖ νέους. ὃν οὔπω οἱ ἄνθρωποι γινώσκουσιν ἀπὸ τῆς ἀληθινῆς φιλοσοφίας, ἣν φιλοσόφως τε καὶ ὑγιῶς ἐπήσκησεν. ἀλλ’ ὁ μὲν τὸ, ὁ δὲ τὸ ἐπαινεῖ τ ἀνδρός· οἱ δὲ, ἐπειδὴ μάγοις Βαβυλωνίων καὶ Ἰνδῶν Βραχμᾶσι καὶ τοῖς ἐν Αἰγύπτῳ Γυμνοῖς συνεγένετο, μάγον ἡγοῦνται αὐτὸν καὶ διαβάλλουσιν ὡς μὴ σοφὸν, κακῶς γινώσκοντες. Ἐμπεδοκλῆς τε γὰρ καὶ Πυθαγόρας αὐτὸς καὶ Δημόκριτος ὁμιλήσαντες μάγοις καὶ πολλὰ δαιμόνια εἰπόντες οὔπω ὑπήχθησαν τῇ τέχνῃ. Πλάτων δὲ βαδίσας ἐς Αἴγυπτον καὶ πολλὰ τῶν ἐκεῖ προφητῶν τε καὶ ἱερέων ἐγκαταμίξας τοῖς ἑαυτων λόγοις καὶ καθάπερ ζωγράφος ἐσκιαγραφημένοις ἐπιβαλὼν χρώματα οὔπω μαγεύειν ἔδοξε, καίτοι πλεῖστα ἀνθρώπων φθονηθεὶς ἐπὶ σοφίᾳ. οὐδὲ γὰρ τὸ αἰσθέσθαι πολλὰ καὶ προγνῶναι διαβάλλοι ἂν τὸν Ἀπολλώνιον, ἐφ’ οἷς προὔλεγεν, ἐς τὴν σοφίαν ταύτην, ὡς διαβεβλήσεται καὶ Σωκράτης ἐφ’ οἷς προὔλεγε, καὶ Ἀναξαγόρας, ὃς Ὀλυμπίασιν, ὁπότε ἥκιστα ὕοι, προελθὼν ὑπὸ κωδίῳ ἐς τὸ στάδιον ἐπὶ προρρήσει ὄμβρου. καὶ ἄλλα τινὰ ὑπὲρ Ἀναξαγόρου προτιθέντες ἀφαιροῦνται τὸν Ἀπολλώνιον τὸ κατὰ σοφίαν προγινώσκειν. δοκεῖ οὖν μοι μὴ περιϊδεῖν τὴν τῶν πολλῶν ἄνοιαν, ἀλλ’ ἐξακριβῶσαι τὸν ἄνδρα τοῖς τε χρόνοις, καθ’ οὓς εἶπέ τι ἢ ἔπραξε, τοῖς τε τῆς σοφίας τρόποις, ὑφ’ ὧν ἔψαυσε τοῦ δαιμόνιός τε καὶ θεῖος νομισθῆναι. ξυνείλεκται δέ μοι τὰ μὲν ἐκ πόλεων, ὁπόσαι αὐτοῦ ἤρων, τὰ δὲ ἐξ ἱερῶν, ὁπόσα ὑπ’ αὐτοῦ ἐπανήχθη παραλελυμένα τοὺς θεσμοὺς τὰ δὲ ἐξ ὧν ἕτεροι πρὸς αὐτὸν ἢ αὐτὸς πρὸς ἄλλους ἔγραφεν. ἐπέστελλε δὲ βασιλεῦσι, σοφισταῖς, φιλοσόφοις, Ἠλείοις, Δελφοῖς, Ἰνδοῖς, Αἰγυπτίοις, ὑπὲρ θεῶν, ὑπὲρ ἠθῶν, ὑπὲρ νόμων, παρ’ οἷς ὅ τι ἂν πράττοι· τὰ δὲ ἀκριβέστερα παρὰ Δάμιδος ἀκηκοώς. οὗτος Ἀπολλώνιος ὁ Τυανεὺς διαμνημονικός τις ἦν εἴπερ τις ἄλλος, ὃς τὴν μὲν φωνὴν σιωπῇ κατεῖχε, πλεῖστα δὲ ἀνελέγετο, καὶ τὸ μνημονικὸν ἑκατοντούτης γενόμενος ἔρρωτο ὑπὲρ τὸν Σιμωνίδην. καὶ ὕμνος αὐτῷ τίς ἐστιν εἰς μνημοσύνην, ὃν ᾖδεν, ἐν ῷ πάντα μὲν ὑπὸ τοῦ χρόνου μαραίνεσθαί φησιν, αὐτόν γε μὴν τὸν χρόνον ἀγήρω τε καὶ ἀθάνατον ὑπὸ τῆς μνημοσύνης εἶναι. ζήτει περὶ Ἀπολλωνίου καὶ ἕτερα προγνωστικὰ αὐτοῦ ἐν τῷ Τιμασίων. ὅτι Ἀπολλώνιος οὖτος τάδε περὶ Ἀναξαγόρα ἔφη· καὶ γὰρ Κλαζομένιον ὄντα καὶ ἀγέλαις καὶ καμήλοις τὰ ἑαυτοῦ ἀναθέντα εἰπεῖν, προβάτοις μᾶλλον ἢ ἀνθρώποις φιλοσοφῆσαι. ὁ δὲ Θηβαῖος Κράτης κατεπόντωσε τὴν οὐσίαν, οὔτε προβάτοις ποιήσας ἐπιτήδειον, οὕτε ἀνθρώποις. | ] |
| delta | 519 | [ | Διάγειν. οὐδὲ διῆγε τοὺς λόγους οὐδὲ λεπτολογίᾳ ἐδίδου οὐδὲ εἰρωνευομένου τις ἤκουσε. περὶ Ἀπολλωνίου φησὶ Φιλόστρατος ὁ Λήμνιος. | ] |
| epsilon | 3046 | [ | Ἑρμογένης, Ταρσεύς, ὁ ἐπίκλην Ξυστήρ, σοφιστής· οὗ διήκουσε καὶ Μουσώνιος ὁ φιλόσοφος. γέγονε δὲ ἐπὶ Μάρκου τοῦ βασιλέως, εὐφυέστατος, καὶ τῆς ἡλικίας αὐτοῦ ἐνδεεστέρας ὑπαρχούσης μᾶλλον ἡ φρόνησις ὑπερεῖχεν. ἀλλ’ οὐκ εἰς μακρὸν ταύτης ἀπήλαυσε. γενόμενος γὰρ περὶ τὰ κʹ καὶ δʹ ἔτη ἐξέστη τῶν φρενῶν καὶ ἦν ἀλλοῖος αὑτοῦ, μηδεμιᾶς ἀφορμῆς γενομένης ἢ ἀρρωστίας τοῦ σώματος· ὥστε καί τινας ἀποσκώπτειν εἰς τουτονὶ τὸν τρισάθλιον τόδε τὸ λόγιον· Ἑρμογένης ὁ ἐν παισὶν γέρων καὶ ἐν γέρουσι παῖς. πλὴν περὶ τὸν ιηʹ ἢ κʹ χρόνον γενόμενος γράφει ταῦτα τὰ βιβλία τὰ γέμοντα θαυμάτων, Τέχνην ῥητορικήν, ἣν μετὰ χεῖρας ἔχουσιν ἅπαντες, Περὶ στάσεων βιβλίον αʹ, Περὶ ἰδεῶν λόγου βιβλία βʹ, Περὶ κοίλης Συρίας βʹ. Φιλόστρατος δ’ ὁ Λήμνιος ἐν ταῖς τῶν Σοφιστῶν ἀναγραφαῖς ταῦτά φησιν περὶ αὐτοῦ· Ἑρμογένης δέ, ὃν Ταρσοὶ ἤνεγκαν, πεντεκαίδεκα ἔτη γεγονώς, ἐφ’ οὕτω μέγα προὔβη τῆς τῶν σοφιστῶν δόξης, ὡς καὶ Μάρκῳ βασιλεῖ παρασχεῖν ἔρωτα ἀκροάσεως. ἐβάδισε γοῦν ἐπὶ τὴν ἀκρόασιν αὐτοῦ ὁ Μάρκος καὶ ἥσθη μὲν διαλεγομένου, ἐθαύμαζε δὲ σχεδιάζοντα, δωρεὰς λαμπρὰς ἔδωκεν. ἐς δὲ ἄνδρας ἥκων ἀφῃρέθη τὴν ἕξιν ὑπ’ οὐδεμιᾶς φανερᾶς νόσου. ὅθεν ἀστεϊσμοῦ λόγον παρέδωκε τοῖς βασκάνοις· ἔφασαν γὰρ τοὺς λόγους ἀτεχνῶς καθ’ Ὅμηρον πτερόεντας εἶναι· ἀποβεβληκέναι γὰρ αὐτοὺς τὸν Ἑρμογένη καθάπερ πτερά. καὶ Ἀντίοχος ὁ σοφιστὴς ἀποσκώπτων ποτὲ ἐς αὐτὸν οὕτως ἔφη· Ἑρμογένης ὁ ἐν παισὶ γέρων, ἐν δὲ γηράσκουσι παῖς. ἡ δὲ ἰδέα, ἣν ἐπετήδευε, τοιάδε τις. ἐπὶ γὰρ τοῦ Μάρκου διαλεγόμενος, ἰδού σοι, ἔφη, βασιλεῦ, ῥήτωρ παιδαγωγοῦ δεόμενος, ῥήτωρ ἡλικίαν περιμένων. καὶ πλείω ἕτερα διελέχθη καὶ ὧδε βωμολόχα. ἐτελεύτησε μὲν ἐν βαθεῖ γήρᾳ, εἷς δὲ τῶν πολλῶν νομιζόμενος. κατεφρονήθη γάρ, ἀπολειπούσης αὐτῷ τῆς τέχνης. λέγεται δὲ καὶ τοῦτο ὑπό τινων, ὅτι τελευτήσαντος αὐτοῦ, ἀνετμήθη καὶ εὑρέθη ἡ καρδία αὐτοῦ τετριχωμένη καὶ τῷ μεγέθει πολὺ τῆς ἀνθρωπείας φύσεως ὑπερβάλλουσα. καὶ ταῦτα μὲν τὰ περὶ αὐτοῦ ᾀδόμενα. | ] |
| eta | 545 | [ | Ἡρώδης, Ἰούλιος χρηματίσας, υἱὸς Ἀττικοῦ τοῦ Πλουτάρχου, γένος Αἰακίδης, Ἀθηναῖος, τῶν δήμων Μαραθώνιος, σοφιστής, πλούσιος ἐκ θησαυροῦ γενόμενος σφόδρα, ὥστε καὶ στάδιον κατεσκευάσατο Ἀθηναίοις καὶ θέατρον ὑπωρόφιον. ἦρξε τῆς Ἀσίας ὁ αὐτοῦ πατὴρ καὶ τοῖς δισυπάτοις συγκατελέχθη. ἦν δὲ ἐπί τε Τραϊανοῦ καὶ Ἀδριανοῦ καὶ Μάρκου Ἀντωνίνου τῶν αὐτοκρατόρων, διδαχθεὶς ὑπὸ Φαβωρίνῳ καὶ Πολέμωνι. καὶ ἔγραψεν Ἐφημερίδας, σύγγραμμα πολυμαθές, καὶ ἐπιστολάς, καὶ λόγους αὐτοσχεδίους· ὧν μέμνηται Φιλόστρατος ἐν τοῖς βίοις τῶν σοφιστῶν. διεδέξατο δὲ αὐτοῦ τὴν σχολὴν Ἀδριανὸς ὁ σοφιστής. σύγχρονος δὲ ἦν Ἡρώδης Ἀριστείδῃ τῷ σοφιστῇ. φέρονται δὲ αὐτοῦ καὶ ἄλλα πλεῖστα, ἐν οἷς τὸ μεγαλοφυὲς καὶ ὑψίνουν τοῦδε τοῦ ἀνδρὸς κατανοεῖται καὶ διαδείκνυται. τελευτᾷ δὲ ἀμφὶ τὰ ἓξ καὶ ἑβδομήκοντα ἔτη ξυντακὴς γενόμενος. | ] |
| kappa | 189 | [ | Καλάβροψ· βουκολικὴ ῥάβδος. βαρυτέρα οὖσα τῇ κεφαλῇ ἀπὸ τοῦ κάτω ῥέπειν. εὐθύνειν τὸ θηρίον καλάβροπι[ Φιλόστρατος] · ἣν ὁρᾷς αὐτὸν ἐμβάλλοντα τῷ θηρίῳ ὡς ἄγκυραν. | ] |
| kappa | 882 | [ | Καταψήσας· τῇ χειρὶ ὁμαλίσας. Πολύβιος· τοὺς δὲ παῖδας καθ’ ἕνα προσαγόμενος καὶ καταψήσας θαρρεῖν ἐκέλευε. καὶ Φιλόστρατος· καὶ τὸ καταψῆσαι τοῦ ἵππου τὰ ὦτα καὶ τὴν χαίτην. | ] |
| kappa | 912 | [ | Κατεγλωττισμένον· Ἀριστοφάνης· θηλυδριῶδες καὶ κατεγλωττισμένον. ἀντὶ τοῦ πολλαῖς γλώτταις μεμιγμένον. γλῶττα δέ ἐστι καὶ ἡ λέξις. κυρίως δὲ κατεγλωττισμένον ἐστὶ τὸ ἔγγλωττον φίλημα. καὶ Φιλόστρατος· ὁ δὲ Ἀπολλώνιος λόγων ἰδέαν ἐπήσκησεν, οὐ τὴν διθυραμβώδη καὶ φλεγμαίνουσαν ποιητικοῖς ὀνόμασιν, οὐδ’ αὖ κατεγλωττισμένην καὶ ὑπεραττικίζουσαν· ἀηδὲς γὰρ τὸ ὑπὲρ τὴν μετρίαν Ἀτθίδα ἡγεῖτο· οὐδὲ λεπτολογίᾳ ἐδίδου οὐδὲ διῆγε τοὺς λόγους οὐδὲ εἰρωνευομένου τις ἤκουσεν οὔτε περιπατοῦντος ἐς τοὺς ἀκροωμένους· ἀλλ’ ὥσπερ ἐκ τρίποδος, ὅτε διαλέγοιτο, οἶδα, ἔλεγε, καί, δοκεῖ μοι, καί, ποῖ φέρεσθε; καί, χρὴ εἰδέναι. καὶ δόξαι βραχεῖαι καὶ ἀδαμάντιναι κύριά τε ὀνόματα καὶ προσπεφυκότα τοῖς πράγμασι· καὶ τὰ λεγόμενα ἠχὼ εἶχεν, ὥσπερ ἀπὸ σκήπτρου θεμιστευόμενα. | ] |
| kappa | 2266 | [ | Κῶμός ἐστι μεθυστικὸς αὐλός, ἐγχρονίζοντος οἴνου ἐρεθίζων τὴν ἡδυπάθειαν καὶ θέατρον ἄσχημον ποιῶν τὸ συμπόσιον, κυμβάλοις τισὶ καὶ ὀργάνοις καταθέλγων τοὺς δαιτυμόνας. καὶ αὖθις· ὃς εἰς ἔρωτας ἐσχόλαζε καὶ κώμους. ἐπὶ κῶμον ἔρχεται μεθύων ἄνθρωπος οὐκ ἀγροίκως τῆς φωνῆς ἔχων. Φιλόστρατος. | ] |
| kappa | 2341 | [ | Κράτης, Ἀσκώνδου, Θηβαῖος, φιλόσοφος Κυνικός, μαθητὴς Διογένους καὶ Βρύσωνος τοῦ Ἀχαιοῦ· ὃς ἐξαργυρίσας τὴν οὐσίαν δέδωκε τὰ ἀργύρια τραπεζίτῃ εἰπών, εἰ οἱ παῖδες αὐτῷ φιλοσοφήσουσι, τῷ δήμῳ δοῦναι, εἰ δὲ μή, τοῖς παισὶν αὐτοῖς. γήμας δὲ Ἱππαρχίαν τὴν Μαρωνεῖτιν κυνογαμίαν τὸν γάμον ἐκάλεσε. παῖδα δὲ ἔσχεν ἐξ αὐτῆς Πασικλέα. ἦν δὲ ἐπὶ τῆς ριγʹ Ὀλυμπιάδος. ἐπεκλήθη δὲ Θυρεπανοίκτης διὰ τὸ ἀδεῶς ἐπεισιέναι εἰς παντός, οὗπερ ἠβούλετο, οἶκον. οὗτος καταλιπὼν τὴν οὐσίαν μηλόβοτον, ἀρθεὶς ἐπὶ τοῦ βωμοῦ εἶπεν· ἐλευθεροῖ Κράτητα Θηβαῖον Κράτης. ἔγραψε φιλόσοφα. ὅτι Κράτης εἶπεν· ἔρωτα παύει λιμός· εἰ δὲ μή, χρόνος· ἂν δὲ μηδὲ τούτῳ δύνασαι, βρόχος. οὗτος κατεπόντωσε τὴν οὐσίαν, ὡς λέγει Φιλόστρατος ὁ Λήμνιος ἐν τῷ βίῳ Ἀπολλωνίου τοῦ Τυανέως. καὶ ζήτει ἐν τῷ Ἀναξαγόρας. | ] |
| lambda | 297 | [ | Λεπτολογία. οὐδὲ λεπτολογίᾳ ἐδίδου οὐδὲ διῆγε τοὺς λόγους. περὶ Ἀπολλωνίου γράφει Φιλόστρατος ὁ Λήμνιος. Ἕρμιππος Δημόταις. λεπτολογεῖν ἤδη ζητῶ, καὶ περὶ καπνοῦ στενολεσχεῖν. ἀντὶ τοῦ περὶ τοῦ μηδενὸς καὶ κενῶν πραγμάτων. διασυρμοῦ δὲ χάριν τῶν φιλοσόφων ὡς ἰσχνὰ ζητούντων ζητήματα. σύ τε λεπτοτάτων λήρων. τουτέστιν συνετωτάτων καὶ δυσπαρακολουθήτων λόγων. | ] |
| mu | 1010 | [ | Μητροφάνης, Κορνηλιανοῦ [+] ῥήτορος, Λεβαδεύς( πόλις δὲ Βοιωτίας ἡ Λεβάδεια) , σοφιστής. Περὶ τῶν χαρακτήρων Πλάτωνος [+], Ξενοφῶντος [+], Νικοστράτου [+], Φιλοστράτου [+], μελέτας, λόγους πανηγυρικούς. | ] |
| pi | 819 | [ | Παυσανίας, Καισαρεύς, σοφιστής, σύγχρονος Ἀριστείδου· οὗ μέμνηται ὡς φαύλου ῥήτορος Φιλόστρατος ἐν τοῖς Βίοις τῶν σοφιστῶν. ἔγραψε Περὶ συντάξεως βιβλίον αʹ, Προβλημάτων βιβλίον αʹ· καὶ ἕτερα. | ] |
| pi | 3121 | [ | Πυθαγόρας· περὶ τούτου φησὶ Φιλόστρατος· οἱ τὸν Σάμιον Πυθαγόραν ἐπαινοῦντες τάδε ἐπ’ αὐτῷ φασιν, ὡς Ἴων μὲν οὔπω εἴη, γένοιτο δὲ ἐν Τροίᾳ ποτὲ Εὔφορβος ἀναβιῴη τε ἀποθανών, ἀποθάνοι δ’, ὡς ᾠδαὶ Ὁμήρου· ἐσθῆτά τε τὴν ἀπὸ θνησειδίων παραιτοῖτο καὶ καθαρεύοι βρώσεως, ὁπόση ἐμψύχων, καὶ τοῦ θῦσαι· μὴ γὰρ αἱμάττειν τοὺς βωμούς· ἀλλ’ ἡ μελιττοῦτα καὶ ὁ λιβανωτὸς καὶ τὸ ἐφυμνῆσαι, φοιτᾶν ταῦτα τοῖς θεοῖς παρὰ τοῦ ἀνδρὸς τούτου· γινώσκειν τε, ὡς ἀσπάζοιντο τὰ τοιαῦτα οἱ θεοὶ μᾶλλον ἢ τὰς ἑκατόμβας καὶ τὴν μάχαιραν ἐπὶ τοῦ κανοῦ· ξυνεῖναι γὰρ δὴ τοῖς θεοῖς καὶ μανθάνειν παρ’ αὐτῶν, ὅπη τοῖς ἀνθρώποις χαίρουσι καὶ ὅπη συνάχθονται. περί τε φύσεως ἐκεῖθεν λέγειν· τοὺς μὲν γὰρ ἄλλους τεκμαίρεσθαι τοῦ θείου καὶ δόξας ἀνομοίας ἀλλήλαις περὶ αὐτοῦ δοξάζειν, ἑαυτῷ δὲ τόν τε Ἀπόλλω ἥκειν, ὁμολογοῦντα ὡς αὐτὸς εἴη· ξυνεῖναι δ’ αὖ καὶ μὴ ὁμολογοῦντας τὴν Ἀθηνᾶν καὶ τὰς Μούσας καὶ θεοὺς ἑτέρους, ὧν τὰ εἴδη καὶ τὰ ὀνόματα οὔπω τοὺς ἀνθρώπους γινώσκειν. καὶ ὅ τι ἀποφήναιτο ὁ Πυθαγόρας, νόμον τοῦτο οἱ ὁμιληταὶ ἡγοῦντο καὶ ἐτίμων αὐτὸν ὡς ἐκ Διὸς ἥκοντα, καὶ ἡ σιωπὴ δὲ ὑπὲρ τοῦ θείου σφίσιν ἐπήσκητο· πολλὰ γὰρ θεῖά τε καὶ ἀπόρρητα ἤκουον, ὧν κρατεῖν χαλεπὸν ἦν, μὴ πρῶτον μαθοῦσιν, ὅτι καὶ τὸ σιωπᾶν λόγος. καὶ μὴν τὸν Ἀκραγαντῖνον Ἐμπεδοκλέα βαδίσαι φασὶ τὴν σοφίαν ταύτην. τὸ γάρ, χαίρετ’ , ἐγὼ ὃ δ’ ὔμμιν θεὸς ἄμβροτος, οὐκ ἔτι θνητός· καί, ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κούρη τε κόρος τε· καὶ ὁ ἐν Ὀλυμπίᾳ βοῦς, ὃν λέγεται πέμμα ποιησάμενος θῦσαι, τὰ Πυθαγόρου ἐπαινοῦντος εἴη ἄν. καὶ πλείω ἕτερα περὶ τῶν Πυθαγόρου τρόπων, σπεύδοντα ἐπὶ τὸν λόγον. | ] |
| sigma | 437 | [ | Σιμός· ὁ ἐναντίος τῷ γρυπῷ. σιμὸς τὴν ῥῖνα. καὶ Φιλόστρατος· ἀναπηδῶντι τῷ ἵππῳ πρὸς τὸ σιμὸν ἐφεῖναι τὸν χαλινόν. | ] |
| sigma | 814 | [ | Σοφιστής. κομιεῖ τοῦτον σοφιστὴν δεξιόν. οὕτως ἔλεγον πάντας τοὺς πεπαιδευμένους. οἱ δὲ παλαιοὶ σοφίαν ἔλεγον, καὶ σοφιστὰς τοὺς περὶ μουσικήν. καὶ Φιλόστρατος ὁ Λήμνιος· σοφοὶ μὲν ὑμεῖς, ἀλλ’ οὐ πάντα σοφισταί. Ἀριστοφάνης Νεφέλαις· πλείστους ὁτιὴ βόσκουσι σοφιστάς. τοὺς μετεωρολέσχας νῦν λέγει, καταχρηστικῶς δὲ καὶ πάντας τοὺς ἀπὸ τῶν μαθημάτων ὁρμωμένους. καὶ θαυμαστὸν οὐδέν, ὅπου μηδὲ τοὺς αὐλητὰς προσαγορεύειν ὤκνησεν οὕτω. Πλάτων γοῦν ὁ κωμῳδιοποιὸς ἐν δράματι Σοφισταῖς καὶ τὸν Ὀπούντιον ποιητὴν Βακχυλίδην εἰς τοὔ νομα κατέταξε τῶν σοφιστῶν. σοφισταὶ δὲ πάντες, ὅσοι πεπαιδευμένοι. καταχρηστικῶς δὲ Ἀριστοφάνης ἐπὶ πάσης τέχνης ἔλαβε τὸ τῶν σοφιστῶν ὄνομα. ὅτι σοφιστής ἐστιν ὁ δυνάμενος ἀπὸ φαινομένης σοφίας χρηματίζεσθαι· καὶ ζήτει ἐν τῷ δύναμις. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: