Digital Suda
Suidae Lexicon edidit Ada Adler

Works Catalog

Aristophanes Atheniensis (Aristophanes) - urn:cts:greekLit:tlg0019.suda020 (The Wasps)

alpha 3646[ Ἀποφυσήσας τὴν σποδὸν τῶν ἐγκρυβομένων ὠπτημένων. Σφηξὶν Ἀριστοφάνης· κἄπειτ’ ἀνελών μ’ ἀποφυσήσας εἰς ὀξάλμην ἔμβαλε θερμήν. ]
alpha 3932[ Ἀριστοφάνης, Ῥόδιος ἤτοι Λίνδιος, οἱ δὲ Αἰγύπτιον ἔφασαν. οἱ δὲ Καμειρέα· θέσει δὲ Ἀθηναῖος· ἐπολιτογραφήθη γὰρ παρ’ αὐτοῖς· κωμικὸς, υἱὸς Φιλίππου, γεγονὼς ἐν τοῖς ἀγῶσι κατὰ τὴν ριδʹ Ὀλυμπιάδα, εὑρετὴς τοῦ τετραμέτρου καὶ ὀκταμέτρου· παῖδας σχὼν Ἀραρότα, Φίλιππον, Φιλέταιρον, κωμικούς. τινὲς δὲ αὐτὸν καὶ ἀπόδουλον ἱστορήκασι. δράματα δὲ αὐτοῦ μδʹ. ἅπερ δὲ πεπράχαμεν Ἀριστοφάνους δράματα ταῦτα· Ἀχαρνεῖς, Βάτραχοι, Εἰρήνη, Ἐκκλησιάζουσαι, Θεσμοφοριάζουσαι, Ἱππεῖς, Λυσιστράτη, Νεφέλαι, Ὄρνιθες, Πλοῦτος, Σφῆκες. ]
alpha 4353[ Ἀτηρότατον· Σφηξί. Πλάτων δ’ ἐν Φάωνι ἀτηρίας. καὶ Ἀτηρόν. Ἀριστοφάνης· οὐ γὰρ ὁ γέρων ἀτηρὸν ἦν κακόν. καὶ αὖθις· οἱ δὲ ἐγέλων γέλων ἀτηρόν. βλαβερόν. ]
epsilon 45[ Ἐγγαστρίμυθος· ἐγγαστρίμαντις· ὃ νῦν τινες Πύθωνα, Σοφοκλῆς δὲ στερνόμαντιν, Πλάτων ὁ φιλόσοφος Εὐρυκλέα ἀπὸ Εὐρυκλέους τοιούτου μάντεως. Ἀριστοφάνης Σφηξί· μιμησάμενος τὴν Εὐρυκλέους μαντείαν καὶ διάνοιαν. Φιλόχορος δ’ ἐν γʹ περὶ μαντικῆς καὶ γυναῖκας ἐγγαστριμύθους. αὗται τὰς τῶν τεθνηκότων ψυχὰς ἐξεκαλοῦντο. μιᾷ δὲ αὐτῶν ἐχρήσατο Σαούλ, ἥτις ἐξεκαλέσατο τὴν ψυχὴν Σαμουὴλ τοῦ προφήτου. ]
epsilon 1074[ Ἐμφερίστατος· τοὺς τρόπους καὶ τὴν δίαιταν σφιγξὶν ἐμφεριστάτους. παρὰ Ἀριστοφάνει ἐν Σφηξίν. ]
epsilon 1684[ Ἐξέχειν τὸν ἥλιον· τὸ ἐπιτεταλκέναι. ἔξεχε, ὦ φίλ’ ἥλιε. κωλάριόν τι παροιμιῶδες ὑπὸ τῶν παιδίων λεγόμενον, ὅταν ἐπινέφῃ ψύχους ὄντος. Ἀριστοφάνης Νήσοις· λέξεις ἄρ’ , ὥσπερ τὰ παιδία, ἔξεχε, ὦ φίλε ἥλιε. καὶ ἐν Σφηξί· καὶ ταῦτα μὲν νῦν εὐλόγως, ἢν ἐξέχῃ εἵλη κατ’ ὄρθρον, ἡλιάσῃ πρὸς ἥλιον. ]
epsilon 3944[ Ἐφόλκια· καράβια μικρά. παρὰ τὸ ἕλκεσθαι ὑπὸ τῶν κωπηλατῶν ἢ τῶν μεγάλων πλοίων. καλοῦνται δὲ καὶ οἱ τῶν πόλεων τὰ ὤνια ἐπισκοπούμενοι. τῶν δὲ στειλάντων ἐν ἐφολκίῳ τινὰς καὶ μαθόντων Ῥωμαϊκὴν εἶναι τὴν πεῦσιν. καὶ τὰ ἔπιπλα τὰ ἀγώγιμα. ὄλπη μοι καὶ πλήρη ἐφόλκια. καὶ Ἀριστοφάνης Σφηξίν· οὐ μὴν πρὸ τοῦ γ’ ἐφολκὸς ἦν, ἀλλὰ πρῶτος ἡμῶν ἡγεῖτ’ ἀναΐδων Φρυνίχου. ἀντὶ τοῦ ὕστερος. καὶ αὖθις· ἐθάρρει γὰρ τὸν χῶρον ἐφολκὸν εἶναι τῇ ὄψει καὶ πολλοὺς Ῥωμαίων ἐπάξεσθαι. ἀντὶ τοῦ ἐφελκυστικόν. ]
omicron 628[ Ὀροφὴ καὶ Ὄροφος· ἡ στέγη. καὶ θηλυκῶς καὶ ἀρσενικῶς. οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὰ Περσικά. Ἀριστοφάνης. καὶ ἐν Σφηξίν· ὀροφὴν θέασαι. ]
pi 296[ Παράβολος· Ἀριστοφάνης Σφηξί· πονηρὸς εἶ πόρρω τέχνης καὶ παράβολος. ἀντὶ τοῦ οὐ γνήσιος. Ἰώσηπος περὶ τῆς ἐγγαστριμύθου· ταύτην αἰτοῦμαι χάριν ἀντὶ τῆς παραβόλου μαντείας. ]
sigma 792[ Σοῦ· Ἀριστοφάνης Σφηξί· ποῦ, ποῦ’ στι μοῦ τὸ δίκτυον; σοῦ, σοῦ, πάλιν σοῦ. ἐπὶ ὀρνέων. καὶ αὖθις Ἀριστοφάνης· σοφοῦ πρὸς ἀνδρός, ὅς τις ἐν βραχεῖ πολλοὺς καλὼς οἷός τε συντεμεῖν λόγους. ἐγὼ δὲ κοινῇ ξυμφορᾷ πεπληγμένος ἱκέτης ἀφῖγμαι πρὸς σέ. ]

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License