Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Andocides (Andocides) - urn:cts:greekLit:tlg0027

Place of birth (Wikidata Statement)

Athens (Wikidata)

Place of death (Wikidata Statement)

Athens (Wikidata)

Occupation (Wikidata Statement)

orator (Wikidata)

alpha 2115[ Ἀναυμαχίου· ὡς τοῦ μὴ στρατεύεσθαι καὶ τοῦ λείπειν τὴν τάξιν καὶ τοῦ τὰ ὅπλα ἀποβαλεῖν ζημίαι ἦσαν ὡρισμέναι ἐκ τῶν νόμων, οὕτω καὶ τοῦ ναυμαχῆσαι. τοῦτο τὸ ὄφλημα ἀναυμαχίου ἐκαλεῖτο, ὡς Ἀνδοκίδης. οὕτω δὲ δεῖ καὶ αὐτοὺς καὶ τοὺς ἐξ αὐτῶν ἀτίμους εἶναι. ]
alpha 2148[ Ἀνδοκίδης, Ἀθηναῖος, ῥήτωρ τῶν πρωτευόντων δέκα εἰς, υἱὸς Λεωγόρου, ἀπόγονος Τηλεμάχου τοῦ Ὀδυσσέως καὶ Ναυσικάας. ὥς φησιν Ἑλλάνικος. ]
alpha 2598[ Ἀνωρθρίαζον: Ἀνδοκίδης. ἀντὶ τοῦ ὄρθριοι βοῶντες ἔλεγον. ]
alpha 3831[ Ἀρετή: Ἀνδοκίδης καὶ Θουκυδίδης ἀντὶ τοῦ εὐδοξία. ὅτι ἀποβλητὴ ἡ ἀρετὴ διὰ μέθην ἢ μελαγχολίαν, ἀναπόβλητος δὲ διὰ βεβαίαν κατάληψιν· καὶ αὐτάρκη δὲ αὐτήν φασιν εἶναι. οἱ δὲ οὐκ αὐτάρκη εἶναι, ἀλλὰ χρεία ἐστὶν ἰσχύος καὶ ὑγείας καὶ χορηγίας. ὅτι ἡ ἀρετὴ τῶν ἀντικειμένων ἐστίν· ἀντικείμενα δέ εἰσιν, ὅσα τῆ ἀναιρέσει τῶν ἐναντίων συνίσταται· τυφλότης, ὄψις, κατάφασις, ἀπόφασις καὶ τὰ ὅμοια. ζήτει ἐν τῷ ὑπερήφανος. ὅτι ἀρετῆς κτῆμα, ὅταν ἀπίδοι τις εἰς τὴν Ῥωμαίων εὐταξίαν, ἐπιγνώσεται εἶναι ἀρετῆς κτῆμο, οὐ τύχης δῶρον. ]
epsilon 2083[ Ἐπεσκήψατο· ἀντὶ τοῦ ἐνεκάλεσε ψευδομαρτυριῶν. σπανιάκις δὲ καὶ ἐπὶ τοῦ ἐγκαλέσαι φόνου, ὡς Ἀντιφῶν. τὸ δὲ ἐνεργητικὸν τὸ ἐπέσκηψεν, ἀντὶ τοῦ ἐνετείλατο. τὸ δὲ ἐπισκήπτω ἀντὶ τοῦ μετά τινος ἐπιθειασμοῦ λέγω καὶ οἷον ἐξορκίζω Ἀνδοκίδης καὶ Λυσίας ἔλαβεν. καὶ Ἐπεσκήψατο, ἔβλαψεν. ]
epsilon 3270[ Ἑταιρία· ἡ φιλία. ἰδίως ἐπὶ τῆς ἑταιρίσεως τοὔ νομα τέταχεν Ἀνδοκίδης. ]
theta 149[ Θεόδωρος, Βυζάντιος, σοφιστής, ὃς ὑπὸ Πλάτωνος λογοδαίδαλος ἐκλήθη. ἔγραψε κατὰ Θρασυβούλου [+], κατὰ Ἀνδοκίδου [+], καὶ ἄλλα τινά. ]
theta 207[ Θέων, ὁ Οὐαλέριος χρηματίσας, σοφιστής. ὑπόμνημα εἰς Ἀνδοκίδην [+]. ]
lambda 259[ Λεωγόρας· ὄνομα κύριον. ὃς ἦν πατὴρ Ἀνδοκίδου τοῦ ῥήτορος. ]
lambda 651[ Λογισταὶ καὶ Λογιστήρια· ἀρχή τις παρ’ Ἀθηναίοις οἱ λογισταί. εἰσὶ δὲ τὸν ἀριθμὸν ιʹ· οἱ τὰς εὐθύνας τῶν διῳκημένων ἐκλογίζονται ἐν ἡμέραις λʹ, ὅταν τὰς ἀρχὰς ἀπόθωνται οἱ ἄρχοντες. λογιστήρια δέ ἐστι τὰ τῶν λογιστῶν ἀρχεῖα, ὡς Δείναρχος καὶ Ἀνδοκίδης δηλοῦσι. ]
nu 235[ Νεώρια καὶ Νεώσοικοι· μήποτε νεώρια λέγεται ὁ τόπος ἅπας, εἰς ὃν ἀνέλκονται αἱ τριήρεις καὶ πάλιν ἐξ αὐτοῦ καθέλκονται, ὡς ὑποσημαίνουσι Λυκοῦργός τε καὶ Ἀνδοκίδης. ]
omicron 311[ Ὅμοιον, εἰ καὶ Φιλέας Ἀνδοκίδην ἱεροσυλίας ἐγράψατο, ὥσπερ οὐκ αὐτὸς ὢν ὁ τῆς θεοῦ τὸ Γοργόνειον ἐξ ἀκροπόλεως ἀφελόμενος. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License