Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Georgius Pisides (Georgius Pisida) - urn:cts:greekLit:tlg2701

Place of birth (Wikidata Statement)

Pisidia (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Constantinople (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

poet (Wikidata)

writer (Wikidata)

Works

urn:cts:greekLit:tlg2701.suda001
urn:cts:greekLit:tlg2701.suda002
urn:cts:greekLit:tlg2701.suda003
urn:cts:greekLit:tlg2701.suda004
urn:cts:greekLit:tlg2701.suda005

alpha 324[ Ἀγωγόν: ἐπακτικόν. καὶ Πισίδης· πρὸς τοὺς ἀγωγοὺς ἐτράπη τοῦ Τίγριδος. περὶ Χοσρόου ὁ λόγος. καὶ Ἀγωγοὺς. προπομπούς. ]
alpha 1510[ Ἅμματα: ἐπὶ τῶν σκολιῶν τοὺς τρόπους. ἀπὸ τῶν ἐν Κασίῳ Πηλουσιωτῶν, οἱ φυσικῇ τέχνῃ ἅμματα ἔπλεκον δοκοὺς ἐπὶ δοκοῖς συνάπτοντες. Κασιώτῃ ἴσον. Ἅμματα, δεσμά. ἐν Ἐπιγράμμασι· χρύσεος ἀψαύστοιο διέτμαγεν ἅμμα κορείας Ζεύς, διαδὺς Δανάας χαλκελάτους θαλάμους. καὶ αὖθις· ἁθρῶν τε στρεπτῶν ἅμματι κεκρυφάλων. καὶ Πισίδης περὶ Χοσρόου· ἐπεὶ δὲ λοιπὸν ἐντὸς ἦν τῶν ἁμμάτων, δεσμοῦσιν αὐτὸν ἀσφαλεστέρᾳ δέσει. ]
alpha 2241[ Ἀνεκτά· Ἀγαθίας φησὶν περὶ Θευδερίχου· πρόσοικα ἔθνη συνέλεξεν. οὐ γὰρ ᾤετο ἀνεκτὰ εἶναι. ἀντὶ τοῦ ἀνέσεως ἄξια. καὶ Πολύβιος· διόπερ οὔτε τὸ λαθεῖν, οὔτε κατὰ τούτους τοὺς καιροὺς εἰσβάλλοντας εἰς Μακεδονίαν τοὺς Ῥωμαίους ἀνεκτὸν ἦν. ἀντὶ τοῦ δυνατόν. καὶ Πισίδης· οὐκ ἦν ἀνεκτὴ τοῖς παροίκοις ἡ βλάβη. ἀντὶ τοῦ ὑπομονῆς ἀξία. ]
alpha 2751[ Ἀντλία: ἡ σκάφη. αὐτὴν ἄρ’ οἴσω συλλαβὼν τὴν ἀντλίαν. ἀπὸ μεταφορᾶς τῶν πλοίων. λέγεται γὰρ ἀντλία καὶ ἡ τοῦ πλοίου ἐκροή. καὶ Πισίδης· ἐκ τῶν ἐχόντων τὰς δυσώδεις ἀντλίας. καὶ Ἄντλος, ἡ συγκομιδὴ τῶν ἀσταχύων ἐν τῇ ἅλῳ. σοὶ ταύτας ἔφ’ ἅλωος, ἐφ’ ᾇ πολὺν ἔβρασεν ἄντλον κριθῶν, καὶ λιπαρὰν εἶδε γεωμορίην. ]
alpha 3499[ Ἀπορρῆξαι τὴν ψυχήν: ἐκπνεῦσαι. ἀπορρῆξαι τὴν ψυχὴν διψῶντα μόλις καὶ ὀψὲ τούτου τυχόντα. καὶ Ἀπορρήξουσι, λαλήσουσι. Πισίδης· οὓς εἰ σιωπήσαιμεν, οἱ λίθοι τάχα φωνὰς ἀπορρήξουσι τῶν πεπραγμένων. ]
alpha 3542[ Ἀπόσπονδον: ἐχθρὰν, μισητήν. Πισίδης· ταύτην ἀφέντες τὴν ἀπόσπονδον μέθην καὶ πᾶσαν ἰλὺν ἀλλοφύλων ἀσμάτων. ]
alpha 4390[ Ἀτρόμητος: ὄνομα κύριον. καὶ ὁ ἄφοβος. ἐν Ἐπιγράμμασι· ταύρου βαθὺν τένοντα καὶ σιδηρέους Ἄτλαντος ὤμους καὶ κόμην Ἡρακλέους σεμνάν θ’ ὑπήνην καὶ λέοντος ὄμματα Μιλησίου γίγαντος οὐδ’ Ὀλύμπιος Ζεὺς ἀτρόμητος εἶδε. καὶ Ἀτρόμως, ἀφόβως. φεύγων ἀτρόμως καὶ τρέχων ὑποστρέφει. περὶ τοῦ Πέρσου Πισίδης. ]
alpha 4690[ Ἄχειρος: ὁ χειρὸς ἐστερημένος, κατὰ μεταπλασμόν. Πισίδης· ἄπους, ἄχειρος, οὐ βαρεῖ τὸν αὐχένα· πλήρεις ἑκάστῳ τῶν μελῶν αἱ συνθέσεις. περὶ τῆς Χοσρόου ὠμότητός φησι. ]
beta 57[ Βάκχος: οὕτως οὐ μόνον τὸν Διόνυσον ἐκάλει, ἀλλὰ καὶ πάντας τοὺς τελοῦντας τὰ ὄργια· οὐ μὴν καὶ τοὺς κλάδους οἱ μύσται φέρουσιν. ἔστι δὲ καὶ στεφάνου εἶδος. Βάκχοισιν κεφαλὰς πολυανθέσιν ἐστέψαντο. καὶ Πισίδης· πολλοὺς δὲ Βάκχους ἦν ὁρᾶν ἀκουσίως τὴν ἐσχάτην ὄρχησιν ἐξορχουμένους. ]
beta 592[ Βύουσι: φράττουσι, καλύπτουσιν. ἔνθεν καὶ ἀκρόβυστος, ὁ τὸ ἄκρον βεβυσμένον ἔχων. Πισίδης· ἐρῶ δέ σοι νῦν, εἴπερ οὐ βύειν θέλεις. ]
gamma 170[ Γεώργιος, διάκονος τῆς μεγάλης ἐκκλησίας καὶ χαρτοφύλαξ, τὸ ἐπίκλην Πισίδης. Ἑξαήμερον δι’ ἰάμβων εἰς ἔπη τρισχίλια, Εἰς Ἡράκλειον τὸν βασιλέα καὶ Εἰς τὸν κατὰ Περσῶν πόλεμον, ἔτι τε Ἀβαρικὰ καὶ καταλογάδην Ἐγκώμιον εἰς τὸν μάρτυρα Ἀναστάσιον. ]
gamma 263[ Γιγαντιᾷ: τὰ τῶν Γιγάντων φρονεῖ. Πισίδης περὶ Χοσρόου· γιγαντιᾷ δὲ καὶ τυραννῆσαι θέλει. καὶ Γιγαντιαῖον ὄνομα, τὸ μέγα. καὶ Γιγαντολέτειρα, ἡ τοὺς Γίγαντας ὀλοῦσα. καὶ Γιγαντολέτις, ὁμοίως θηλυκῶς. καὶ Γιγαντολέτωρ. ]
delta 1195[ Διόπτρα· μηχανικὸν τεχνούργημα, δι’ οὗ οἱ γεωμέτραι ἀπηκρίβουν τὴν τῶν ἐπάλξεων ἐκ διαστήματος ἀναμέτρησιν. Πισίδης· ταῦτα πρὸ πολλοῦ τῇ διόπτρᾳ σου βλέπεις. ]
delta 1260[ Διπλόη· ἡ ἔξωθεν ἀρετὴ φαινομένη, ἔσωθεν δὲ γέμουσα κακίας. καὶ οἱ φιλίαν μὲν ὑπισχνούμενοι, προϊέμενοι δὲ αὐτὸν τοῖς πολεμίοις. Πισίδης· ἐπέσχεν ὑμῶν τὴν βολὴν ἠπειγμένην ἡ τοῦ χιτῶνος ἐμπεσοῦσα διπλόη. τάττεται δὲ ἡ λέξις καὶ ἐπὶ τῶν σκολιῶν τοὺς τρόπους. ]
delta 1573[ Δύναμις· εἴ τις τῶν φευκτῶν τινος τὴν δύναμιν ἀποδοίη· οἷον ἄν τις τὸν κλέπτην ἢ σοφιστὴν ἢ διάβολον ὁριζόμενος λέγῃ τὸν μὲν διάβολον τὸν δυνάμενον βάλλειν καὶ ἐχθροὺς ποιεῖν τοὺς φίλους, τὸν δὲ κλέπτην τὸν δυνάμενον λάθρᾳ τὰ ἀλλότρια ἀφαιρεῖσθαι, τὸν δὲ σοφιστὴν τὸν δυνάμενον ἀπὸ φαινομένης σοφίας χρηματίζεσθαι. οὐδεὶς γὰρ τούτων τοιοῦτός ἐστι τῷ δύνασθαι, ἀλλὰ τῷ προαιρεῖσθαι τοιαῦτα. δύναμιν μὲν γὰρ καὶ οἱ ἀγαθοὶ ἔχουσι τοῦ τὰ φαῦλα δρᾶν, ἀλλ’ οὐ δρῶσιν αὐτὰ τῷ μὴ προαιρεῖσθαι. ἔστι δὲ δύναμις ὀργανικὸν ἀγαθὸν δι’ ἄλλο αἱρετόν. δυνάμει, ἢ ἐνεργείᾳ ἢ ἐντελεχείᾳ. ἀντὶ μὲν τοῦ σώματος ἐχρήσατο Ἀριστοτέλης τῇ δυνάμει, ἀντὶ δὲ τοῦ ἀσωμάτου τῷ ἐντελεχείᾳ, περὶ ψυχῆς τὸν λόγον διαιρῶν. καὶ γὰρ τῶν σωμάτων τὰ μὲν ἐν γενέσει καὶ φθορᾷ δυνάμει ἐστὶ καὶ κατ’ οὐσίαν καὶ κατὰ ποιότητα καὶ ποσότητα καὶ τὴν ἐκ τόπου εἰς τόπον μεταβολήν. δυνάμει γάρ ἐσμεν ἄνθρωποι ἐν τῷ σπέρματι καὶ ἐν τῷ καταμηνίῳ, καὶ δυνάμει παῖδες ὄντες ἔχομεν τὸ τοῦ ἀνδρὸς μέγεθος· ὁμοίως καὶ ἐπὶ τοῦ ποιοῦ, δυνάμει ψυχροὶ θερμοὶ ὄντες καὶ δυνάμει κινούμεθα καθήμενοι. τὰ δὲ οὐράνια ἐν τῇ κατὰ τόπον μεταβολῇ μόνον ἔχουσι τὸ δυνάμει· ἀνατέλλων γὰρ ὁ ἥλιος δυνάμει μεσουρανεῖ, καὶ μεσουρανῶν δυνάμει δύνει. καὶ ἐπὶ τῆς ἄλλης αὐτοῦ κινήσεως καὶ τῶν ἄλλων ἀστέρων ἐν τῇ κατὰ τόπον μεταβολῇ τὸ δυνάμει ἐστὶ θεωρεῖν. ὅτι αἱ δυνάμεις τῷ χρόνῳ μὲν τῶν ἐνεργειῶν πρότεραι, τῷ λόγῳ δὲ δεύτεραι· πρότεραι μὲν γὰρ τῇ διδασκαλίᾳ καὶ σαφέστεραι ἡμῖν εἰσιν εἰς γνῶσιν αἱ ἐνέργειαι τῶν δυνάμεων τῇ τελειότητι· τελειότης γὰρ τοῦ δυνάμει ἡ ἐνέργεια· ταύτης γὰρ ἕνεκα ἡ δύναμις, τὸ δὲ οὗ ἕνεκα πρότερον τοῦ οὗ ἕνεκά του. καὶ παντὸς δὲ τὸ μὲν τέλος τῷ χρόνῳ ὕστερον, τῷ δὲ λόγῳ πρότερον· προτιθέμενοι γὰρ τῷ λόγῳ τὸ τέλος, οὕτω τὰ πρὸς αὐτὸ ζητοῦμεν καὶ παρασκευαζόμεθα. δυνάμεις γεωμετρικαὶ εʹ· Πισίδης· τὰς πέντε δυνάμεις Ἀρχιμήδους εἰς μίαν συνάψας ὅλην, εἰς τὸ κινῆσαι μόλις τῶν δυστραχήλων ἐξ ὀχῶν τὰ φορτία. ὅτι Φίλων ἔφη δύο δυνάμεις εἰς πᾶσαν ψυχὴν συνέρχεσθαι, σωτήριόν τε καὶ φθοροποιόν. οὐδ’ ὄναρ οὗτος τῆς σωτηρίου ἐπῄσθετο, ἀλλ’ ὅλος ἄκρατος ἐκ τῆς φθοροποιοῦ ὑπέστη. ]
alphaiota 97[ Αἰετός· τὸ ὄρνεον. Πισίδης φησίν· οἷς οὔτε δίψης ἐστὶν ἥττων ἡ φύσις οὐδ’ αὖ κονίστρας ἐνδεὴς ἡ στερρότης, ἀλλ’ εἰσὶ δίψης καὶ κρύους ἀνώτεροι. ]
epsilon 55[ Ἔγγειον· χέρσον, ξηράν. Πισίδης· ταύτην, κράτιστε, τὴν ἀπεξενωμένην ὁδὸν περάσας, ὥσπερ ἔγγειον δρόμον. Ἔγγειον· ὁ δὲ κατεκληρούχει τὴν χώραν διδοὺς ἑκάστῳ ταλάντιον κλῆρον, οὕτως ὑπολαμβάνων στῆναι τὰ κατὰ τὴν πόλιν, προσδεθέντων τῶν ἀνθρώπων ταῖς ἐγγείοις κτήσεσι. τινὲς ἐπὶ τοῦ ἐγγυτέρω. οὐχ οὕτω δὲ οἱ ῥήτορες ἔτασσον, ἀλλ’ ὅταν τὸ ἐν γῇ θέλωσι δηλῶσαι· ὡς Δημοσθένης ἐν τῷ πρὸς Ἀπατούριον· οὐκ ὄντος ἐμοὶ πρὸς τοῦτον οὔτε ναυτικοῦ οὔτε ἐγγείου συμβολαίου. καὶ Λυσίας· τοῦ νόμου κελεύοντος τοὺς ἐπιτρόπους τοῖς ὀρφανοῖς ἔγγειον τὴν οὐσίαν καθιστάναι, οὗτος δὲ ναυτικοὺς ἡμᾶς ἀποφαίνει. Ἔγγιον δὲ διὰ τοῦ ι, τὸ ἐγγύτερον. ]
epsilon 168[ Ἔγγυον· ἀσφαλές. καὶ Ἔγγυος, ὁ ἐγγυητής. καὶ Ἐγγυωμένη, ἀσφαλιζομένη. Πισίδης· νῦν πανσέληνος ἡ σελήνη λαμπέτω, τοῦ Χοσρόου λήγοντος, ἐγγυωμένη Πέρσας τὸ λοιπὸν μὴ θεουργεῖν τὴν κτίσιν. ]
epsilon 962[ Ἐμβριθῆ νοῦν· στερεὸν καὶ ἔμφρονα λογισμόν. Πισίδης· ἔσω τῶν ἀσπίδων ἦλθες ἐμβριθεῖ τάχει. Μένανδρος· ὁ δὲ Τανχοσδρώ, ὁ τοῦ Χοσρόου στρατηγός, οὐχὶ ἐλέφαντάς τε καὶ ἀγροίκων ὅμιλον καὶ ἕτερα ἄττα φόβητρα κόμπῳ μὲν ἁρμόδια, ἐνεργὰ δὲ καὶ ἐμβριθῆ οὐδαμῶς, ἀλλὰ τοὺς μαχιμωτάτους τε καὶ εὐοπλοτάτους ἀγείρας πλήθους τε ἀγεννοῦς ἀντάλλαγμα, τοὺς τὰ πολέμια δεινοὺς ἀποκρίνας. καὶ αὖθις· ἑστάναι τε ἐμβριθέστατα καὶ ἐπαμύνειν τῇ πόλει. ]
epsilon 1020[ Ἐμπίς· κώνωψι παραπλήσιον. ζωύφιον παρὰ τοῖς ὕδασι γινόμενον ὅμοιον κώνωπι, μεῖζον δὲ τῇ περιοχῇ καὶ κατὰ τὸ μέσον λευκῷ περιεζωσμένον. Ἀριστοφάνης· ἐμπίδες κάμπτετε. ἀντὶ τοῦ ἐσθίετε. Πισίδης· κύκλῳ περισφίγξαντες ἐμπίδων δίκην. λέγεται ἐμπὶς Τρικορυσία, ὡς ἐν Τρικορύσῳ πολλῶν ἐμπίδων γινομένων. ἔστι γὰρ ἀλσώδης καὶ κάθυγρος ὁ τόπος. ]
epsilon 1141[ Ἔναυλον· οὐ πρὸ πολλοῦ μνημονευόμενον, ἔτι ἐνηχούμενον. Πισίδης· ἀεὶ γάρ, ὡς ἔοικεν, αἱ περιστάσεις ἐκ τῶν ἐναύλων ἠρεθισμέναι πόνων τίκτουσιν ὁρμὰς κρείττονας βουλευμάτων. ]
epsilon 1367[ Ἐνθουσιώσας· Πισίδης· καὶ τὰς ἀθέσμους ἡδονὰς τοῦ Σαρβάρου ἐνθουσιώσας τῇ πυρώσει τῆς μέθης ἐπεξανῆπτον. ἀντὶ τοῦ ἐξανεγειρούσας, μαινομένας. ]
epsilon 2123[ Ἐπείκτης· ὁ κατεπείγων. Πισίδης· ὅπως ὑφέξει τοῖς ἐπείκταις ἀγγέλοις τοὺς συλλογισμοὺς τῶν χρεῶν καὶ τῶν τόκων. Ἐπείκτης λέγεται καὶ ὁ τὴν κογχύλην ἀπαιτῶν. ]
epsilon 2308[ Ἐπίδοσις· αὔξησις, προσθήκη. Πισίδης· πρὸς τὰς ἐπιδόσεις τῶν ξιφῶν καὶ τῶν λίθων. ]
epsilon 2613[ Ἐπιστάτης· καὶ ἐπὶ τοῦ εἰδήμονος. ὡς ἰσχνολέσχης τῶν γραφῶν ἐπιστάτης. Πισίδης φησίν. ]
epsilon 3554[ Εὐλαβηθείς· τῶν Ῥωμαίων τὸ πρόθυμον εὐλαβηθεὶς ὁ Γεζέριχος τοῖς ἑαυτῷ ἑπομένοις ἐσήμαινε διὰ τάχους ἐπικουρεῖν. καὶ Πισίδης· οὐκ ηὐλαβήθης τὰς ἐνοχλούσας νόσους. ]
epsiloniota 2[ Εἴ· εὐκτικόν. καὶ κατ’ ἐπέκτασιν εἴθε. Πισίδης· εἲ γὰρ ἂν τὸ Περσίδος ἔσβεστο θράσος. ]
eta 366[ Ἦν· ἀντὶ τοῦ ἤμην. Ἀριστοφάνης Πλούτῳ· ἐγὼ δὲ θεοσεβὴς καὶ δίκαιος ὢν ἀνὴρ κακῶς ἔπραττον καὶ πένης ἦν. καὶ Πισίδης· κἀ γὼ γὰρ εἷς ἦν τῶν βοᾶν ἠπειγμένων. καὶ Ἦν, ὑπῆρχον. δοτικῇ. ]
eta 459[ Ἡρακλεία λίθος· ἡ Μαγνῆτις, ἑλκυστικὴ τοῦ σιδήρου. Πισίδης· πάντας ὑφέλκων, οἷα Μαγνῆτις λίθος, ἢ μᾶλλον εἰπεῖν Ἡρακλείαν τὴν λίθον· φύσιν γὰρ αὐτὸς ἑλκτικωτέραν ἔχει. Ἡρακλείαν λίθον τινὲς τὴν Μαγνησίαν ἀπέδοσαν, διὰ τὸ τὴν Ἡράκλειαν τῆς Μαγνησίας εἶναι. οἱ δέ, ὅτι ἡ μὲν ἐπισπωμένη τὸν σίδηρον Ἡρακλεῶτις, ἡ δὲ Μαγνῆτις ἀργύρῳ ὁμοία ἐστίν· ὡς Εὐριπίδης ἐν Οἰνεῖ· τὰς βροτῶν γνώμας σκοπῶν, ὥστε Μαγνῆτις λίθος τὴν δόξαν ἕλκει καὶ μεθίστησιν πάλιν. οὐ λέγει νῦν ὑπὸ τῆς Μαγνήτιδος λίθου τὸν σίδηρον, ἀλλὰ τὴν τῶν θεωμένων δόκησιν ἕλκεσθαι, πλανωμένων ὡς ἐπὶ ἀργύρῳ. ὅτι ἄποικοι Ἡρακλειῶται. ]
kappa 177[ Κακῶν πανήγυρις· ἐπὶ μεγίστων. Πισίδης· καὶ πάντες ὥσπερ ἐν κακῶν πανηγύρει, ἄλλος κατ’ ἄλλην συμφορὰν ἐδυστύχει. ]
kappa 1071[ Κατηχῶν· αἰτιατικῇ. προτρεπόμενος, παραινῶν. Πισίδης· κρατῶν ἐν μάχαις καὶ κατηχῶν ἐν μάχαις. Κατηχῶ δὲ ἀντὶ τοῦ ἠχῶ, γενικῇ. κατηχεῖ τῶν πόρων. καί, κατήχησε τῆς οἰκίας. ]
kappa 1575[ Κίβδηλον· οὕτως ἐκάλουν τὸ νόθον ἢ ἀδόκιμον νόμισμα, καὶ παρακοπέν. Νόμων ἑνδεκάτῳ· ὁ μὲν δοῦλος φερέσθω τὸ κιβδηλευθέν. καὶ Πισίδης· πραγμάτων πάντως δύο κίβδηλός ἐστιν ἐργάτης εἷς, ὡς λόγος. Κίβδηλον μέν ἐστιν ὅταν ἔχῃ ἐπιφάνειαν ὡς ἀστεῖον, ᾖ δὲ μοχθηρὸν τῷ τρόπῳ. παρὰ τὸ κεύθειν τὸ δῆλον, ἢ παρὰ τὸ Χῖος καὶ τὸ βδελυκτόν· ἀπὸ ἱστορίας. ὁ Κροῖσος κιβδήλοις ταῖς ἐφ’ ἑαυτοῦ ἀκοαῖς μένων καὶ τὴν βασιλείαν τὴν πατρῴαν θάλπων τε καὶ περισκέπων καὶ περιστέλλων. κίβδηλον δὲ ἄρα κακὸν δοῦλοι ὡς εἰσίν, ἐν τῇ Κλεοπάτρᾳ ἀνεφάνη. ]
lambda 398[ Λειτουργική· κυρίως μὲν ἡ ἱερατική, καταχρηστικῶς δὲ ἡ δουλική. Λειτουργία κυρίως ἡ δημοσία ὑπηρεσία. παρὰ τὸ λήϊτον καὶ τὸ ἔργον. Πισίδης· ὅπως ὑφέξει τῶν χρεῶν καὶ τῶν τόκων ἅπασαν ἁπλῶς ψυχικὴν λειτουργίαν. καὶ Λειτουργῶ· δοτικῇ. ]
lambda 474[ Λῃσταί· Πισίδης· ἐν τῷ παραδείσῳ τῆς ἀοιδίμου μάχης γίνεσθε λῃσταί. ἀντὶ τοῦ μιμούμενοι τὸν λῃστήν. καὶ Λῃστὴς μὲν ὁ ἐν ἠπείρῳ, πειρατὴς δὲ ὁ ἐν θαλάσσῃ. καὶ Λῃστικὸν σύστημα, λῃστρικὸν δὲ χρῆμα, ἢ κτῆμα. Κοστόβων τὸ λῃστικὸν τὴν Ἑλλάδα ἐπέδραμεν. ὁ δὲ πάντων τῶν μέσων ἀνδρῶν ἀσθενέστατος ὢν λῃστικὸν ἐν τῇ Ἀπουλίᾳ χʹ ἀνδρῶν συνέστησε. ]
mu 315[ Μαιεύεται· Πισίδης· μαιεύεται δὲ πᾶν τὸ τῆς Ῥώμης γένος, τοὺς σοὺς ἐπαίνους ἐκπιέζον ὡς γάλα. ]
mu 1311[ Μόχθος· κόπος. Πισίδης· οὐκ εἶχε μόχθον εἰς τὸν Εὐφράτην πόρον. ]
nu 209[ Νεοσπάδα· τὴν νεωστὶ ἀποσπασθεῖσαν. Πισίδης· ταύτην δὲ τὴν φάλαγγα τὴν νεοσπάδα. ]
nu 266[ Νεῦρα μάχης· ὁ πλοῦτος. Πισίδης· βλέπων μάλιστα καὶ τὰ νεῦρα τῆς μάχης, τὸν πλοῦτον ἐκρεύσαντα πρὸς τοὺς βαρβάρους. ]
nu 596[ Νυμφίος· ὄνομα ποταμοῦ. Πισίδης· καὶ τὸν μέγιστον ἐκπεράσας Νυμφίον, ὅστις Τίγριδος ταῖς ῥοαῖς ἐπιρρέων ἀποστερεῖται τοῦ καλεῖσθαι Νυμφίος. ]
xi 23[ Ξένας· θαυμαστάς. Πισίδης· ὕλας χορηγῶν καὶ τοσαύτας καὶ ξένας. ]
omicron 22[ Ὄγκος· Πισίδης· εἰς τρεῖς γὰρ ὄγκους τὸν στρατὸν περισχίσας ὑφεῖλκε τοὺς σούς, τῷ δοκεῖν περιτρέχων. Μαυρίκιος δὲ ὁ βασιλεὺς συνεκέρασεν ἐν ἑαυτῷ ἄμφω τὰ ἐναντίως ἔχοντα ἀλλήλοις, ὄγκον φρονήματος καὶ πραότητα. καὶ αὖθις· ΚαρτερὸςΜακεδὼν μέγιστός τε ὀφθῆναι καὶ οὐ πρόσω ὄγκου βασιλικοῦ. ]
omicron 965[ Οὐσιῶσαι· αἰτιατικῇ. Πισίδης· καὶ πάντας ἡμᾶς οὐσιῶσαί σοι θέλεις καὶ τεκνοποιεῖν τῷ θεῷ καθημέραν. ]
pi 282[ Παράβασις· τοῦτο λέγεται παράβασις, ἅπερ ἔλεγον ἐπιστρέφοντες οἱ χορευταὶ πρὸς τοὺς θεωμένους. ἔστι δὲ ὁ τρόπος, ὅταν καταλιπὼν τὰ ἑξῆς τοῦ δράματος ὁ ποιητὴς συμβουλεύῃ τοῖς θεωμένοις ἢ ἄλλο ἐκτὸς λέγῃ τι τῆς ὑποθέσεως. Παράβασις δὲ λέγεται, ἐπειδὴ ἀπήρτηται τῆς ἄλλης ὑποθέσεως, ἢ ἐπεὶ παραβαίνει ὁ χορὸς τὸν τόπον. ἑστᾶσι μὲν γὰρ κατὰ στοῖχον οἱ πρὸς τὴν ὀρχήστραν ἀποβλέποντες· ὅταν δὲ παραβῶσιν, ἐφεξῆς ἑστῶτες καὶ πρὸς τὸ θέατρον ἀποβλέποντες τὸν λόγον ποιοῦνται. εἶτα διελθόντες τὴν καλουμένην παράβασιν ἐστρέφοντο πάλιν εἰς τὴν προτέραν στάσιν. δῆλον δὲ ποιοῦσιν αὐτοὶ οἱ ποιηταί, τὸ στρέφεσθαι σημαίνοντες καὶ τὸ παραβαίνειν. Πλάτων ὁ κωμικὸς ἐν τῷ Παιδαρίῳ· εἰ μὲν μὴ λίαν, ἄνδρες, ἠναγκαζόμην στρέψαι δεῦρο, οὐκ ἂν παρέβην εἰς λέξιν τοιάνδε ἐπῶν. ἄμφω σημήνας, καὶ τὸ στρέφεσθαι καὶ τὸ παραβαίνειν. καὶ Πισίδης· τὸν παραβάτην συμβαλὼν πλασμῷ ξένῳ πρὸ τῆς μάχης ἀφῆκας εἰς ἀντιστάτην. ]
pi 713[ Παροψωνοῦσι· λάθρα ὀψωνοῦσι. καὶ Πισίδης· εἰ μὴ κακουργεῖς καὶ παροψωνεῖν θέλεις, ἐκ τῶν ἐχόντων τὰς δυσώδεις ἀντλίας. ]
pi 2181[ Πῶρος· ἀπολίθωσις ὑγροῦ. καὶ Πωρῶ, ῥῆμα, τὸ σκληρύνω, καὶ λιθοποιῶ. Πισίδης· καὶ τὰς ἰκμάδας πωροῦντα καὶ σφίγγοντα λιθώδει τρόπῳ. καὶ Πώρινος λίθος. ]
pi 2777[ Προσώχθισα· ἐβδελυξάμην, δυσηρεστήθην. καὶ Πισίδης· εἰ δ’ αὖ σχολάζει καὶ προσοχθεῖ τῇ μέθῃ. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License