Category:Attic Greek writers) - urn:cts:greekLit:lagl0063| alpha | 138 | [ | Ἄγαμαι καρδίας: Ἀττικῶς, ἀντὶ τοῦ θαυμάζω. Αἰλιανός· ἐπεὶ καὶ τὴν τοῦ Μενέλεω πρὸς τὸν τοῦ Πριάμου Πάριν οὔτε ἐπαινῶ οὔτε ἄγαμαι. ἐγὼ δὲ ἄγαμαι καὶ τούσδε τοὺς ἄνδρας· τὸν δὲ Ἀκαρνᾶνα μέγιστον καὶ πρὸ τούτων. ἃ γὰρ πεισομένους ἐγίνωσκε, τούτων ἐπεθύμησε τοῖς ἀνδράσι κοινωνῆσαι. | ] |
| alpha | 176 | [ | Ἄγαυρος: ὁ κομψός· οἱ δὲ κακός· ὑπὸ Ἰώνων δὲ ἄπορος, ὑπὸ δὲ Ἀττικῶν τρυφερός. | ] |
| alpha | 227 | [ | Ἀγήρω: τὰ μὴ γηρῶντα. καὶ σὺν τῷ ν ἀγήρων. οἱ δὲ ἄνευ τοῦ ν θηλυκόν φασιν εἶναι, οἱ δὲ τὸ μὲν σὺν τῷ ν τὴν αἰτιατικὴν δηλοῦν πτῶσιν, τὸ δ’ ἄνευ τούτου, τὴν γενικήν τε καὶ δοτικήν. καὶ Ἀγήρως, ὁ ἄφθαρτος Ἀττικῶς· καὶ οὐδετέρως Ἀγήρων. | ] |
| alpha | 383 | [ | Ἀγυιαί: ἄμφοδα, ῥύμαι, ἢ ἐπιμήκεις ὁδοί· παρὰ γὰρ τὸ μὴ ἔχειν πως γυῖα καὶ μέλη καὶ κάμψεις. τὰ δὲ ἄμφοδα ἔχουσιν ἑκατέρωθεν διεξόδους καὶ ταύτῃ διαφέρουσιν. Ἀγυιᾶς δὲ ἔνιοι μὲν ὀξύνουσι θηλυκῶς χρώμενοι, οἷον τὰς ὁδούς· βέλτιον δὲ περισπᾶν, ὡς ἀπὸ τοῦ ἀγυιέας. ἀγυιεὺς δέ ἐστι κίων εἰς ὀξὺ λήγων, ὃν ἱστᾶσι πρὸ τῶν θυρῶν. ἰδίους δέ φασιν αὐτοὺς εἶναι Ἀπόλλωνος, οἱ δὲ Διονύσου, οἱ δὲ ἀμφοῖν. ἔστιν οὖν τὸ ὁλόκληρον ἀγυιεύς, καὶ τὴν αἰτιατικὴν ἀγυιέας, ἐν συναλοιφῇ δὲ ἀγυιᾶς. ἔστι δὲ ἴδιον Δωριέων. εἶεν δ’ ἂν οἱ παρὰ τοῖς Ἀττικοῖς λεγόμενοι ἀγυιεῖς οἱ πρὸ τῶν οἰκιῶν βωμοὶ, ὡς Σοφοκλῆς μετάγων τὰ Ἀθηναίων ἔθη εἰς Τροίαν φησί· λάμπει δ’ ἀγυιεὺς βωμὸς ἀτμίζων πυρὶ σμύρνης σταλαγμοὺς, βαρβάρους εὐοσμίας. καὶ Ἀγυιεὺς, ὁ πρὸ τῶν αὐλείων θυρῶν κωνοειδὴς κίων, ἱερὸς Ἀπόλλωνος, καὶ αὐτὸς θεός. Φερεκράτης Κραπατάλοις· ὦ δέσποτα Ἀγυιεῦ, ταῦτα σὺ μέμνησό μου. | ] |
| alpha | 501 | [ | Ἀδολεσχία: ἀκαιρία, φλυαρία, συνέχεια. Ἀττικοὶ ἐκτείνουσι τὸ α. Ἀδολεσχία δὲ παρὰ τῇ Γραφῇ, ἡ συνεχὴς μελέτη. καὶ γενικῇ. Ἀδολεσχήσω, ἀντὶ τοῦ διηνεκῶς μελετήσω. | ] |
| alpha | 594 | [ | Ἀζηνιεύς· Ἀζηνία δῆμος ἐστὶ φυλῆς τῆς Ἱπποθοωντίδος, ἀφ’ ἧς ὁ φυλέτης Ἀζηνιεύς. καὶ Ἀζηνιεῖς καὶ Ἐρχιεῖς καὶ Ἀλιεῖς καὶ πάντα τὰ ὅμοια δασέως φασὶ φθέγγεσθαι τοὺς Ἀττικοὺς τοὺς παλαιὺς Πολέμων ἐν τοῖς πρὸς Ἀδαῖον καὶ Ἀντίγονον. | ] |
| alpha | 651 | [ | Ἀηδών. καὶ ἀηδοῦς· ὡς Σαπφὼ κατὰ Μιτυληναίους. Σοφοκλῆς· οὐδ’ οἰκτρᾶς γόον ὄρνιθος ἀηδοῦς ᾄσει δύσμορος· ἀλλ’ ὀξυτόνους ὠδὰς θρηνήσει, χερόπληκτοι δὲ στέρνοις πεσοῦνται δοῦποι. καὶ αὖθις· Οὐδ’ ὅσον ἀηδόνες ὑπνώουσιν. ἐπὶ τῶν ἀγρυπνούντων. καὶ αὖθις· ἀλλ’ ἐμέ γ’ ἁ στονόεσσ’ ἄραρε φρένας ἃ Ἴτυν αἰὲν ὀλοφύρεται ὄρνις ἀτυζομένα Διὸς ἄγγελος. Ἀττικῶς ἄραρέ με. αὕτη ἴση μοι ταῖς φρεσίν, ἀντὶ τοῦ σύμφωνα πράσσομεν ἐγώ τε καὶ ἡ ἀηδὼν ἕνεκα τοῦ θρηνεῖν. οἷον ἥρμοσταί μου ταῖς φρεσί, τουτέστιν ἐκείνην ζηλῶ τὴν ἀξίως τὸν Ἴτυν στενάζουσαν. Διὸς δὲ ἄγγελος ἡ ἀηδὼν, ὅτι τὸ ἔαρ σημαίνει ἢ ὅτι τὴν ἡμέραν. καὶ Ὅμηρος· χλωρηῒς ἀηδών. ἢ ὅτι τὰ ἑαυτῆς ἀγγέλλει κακὰ καὶ τὴν θρυλουμένην ἀγγελίαν καὶ τὸ πάθος. ἢ ἄγγελος οἷον τέρας τὸ παῤ αὐτοῦ γινόμενον εἰς τερατείαν τῆς φύσεως. καὶ Σαπφώ· ἦρος ἄγγελος ἡμερόφωνος ἀηδών. Ἀηδὼν δὲ ἀηδόνος, συστέλλει. | ] |
| alpha | 708 | [ | Ἀθάρα: ἄλευρον ἡψημένον. κλίνεται δὲ παρὰ μὲν Ἀττικοῖς διὰ τοῦ η ἀθάρης, ἡ δὲ κοινὴ διὰ τοῦ α ἀθάρας. Ἀριστοφάνης Πλούτῳ· ἀλλά με ἀθάρης χύτρα τις ἐξέπληττε κειμένη ὀλίγον ἄπωθεν τῆς κεφαλῆς τοῦ γρᾳδίου. Ἀθάρην, οὐκ ἀθαρὴν τὴν ἐρεικτὴν καλοῦσι. Κράτης Ἥρωσιν· οὐκοῦν ἔτνους χρὴ δεῦρο τρύβλιον φέρειν καὶ τῆς ἀθάρης. | ] |
| alpha | 762 | [ | Ἄθροι καταρρέον τες: ἀντὶ τοῦ ὁμοῦ. προπαροξύνειν δὲ δεῖ τὸ ὄνομα καὶ δασύνειν τήν πρώτην συλλαβὴν Ἀττικῶς. καταρρέοντες δὲ ἀντὶ τοῦ ἀθρόως κατερχόμενοι. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ποταμίων ῥευμάτων. Ὅμηρος· τὰ δ’ ἐπέρρεεν ἔθνεα πεζῶν. | ] |
| alpha | 841 | [ | Ἀκέσασθαι καὶ Ἀκέσαι: ἰάσασθαι. ὅθεν Ἀττικοὶ τὴν ἠπήτριαν ἀκέστριαν καλοῦσιν. | ] |
| alpha | 1397 | [ | Ἄλως· τῆς ἅλω κλίνεται Ἀττικῶς. | ] |
| alpha | 1428 | [ | Ἀλύειν: τὸ ἐν ἄλῃ δυσφορεῖν. σημαίνει δὲ ἐνίοτε καὶ τὸ γεγηθέναι, ἀπὸ τῆς ἀλέας καὶ διαχύσεως. Ὅμηρος· ἢ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην; ὅθεν καὶ δασύνεται. Σοφοκλῆς· ἐᾶτέ μ’ ὡδ’ ἀλύειν. ἐπὶ δὲ τοῦ δυσφορεῖν καὶ ψιλοῦται. Ἀγαθίας φησίν· ἀλύοντι δέ οἱ καὶ γνωματεύοντι ἕκαστα, ἔδοξε χρῆναι ἀποπειρᾶσθαι ἀμηγέπη τοῦ φρουρίου. Δίδυμος δὲ ἀμφότερα ψιλῶς. τὸ μὲν γὰρ ἀπὸ τοῦ ἀλεαίνεσθαί φησιν, τὸ δὲ ἀπὸ τῆς ἄλης. Ἀττικώτερον δὲ τὸ ἀμφότερα δασύνειν. καὶ γὰρ τὸ ἁλεαίνεσθαι δασύνουσιν οἱ Ἀττικοὶ καὶ πάντα τὰ τοιαῦτα. | ] |
| alpha | 1497 | [ | Ἁμαρτίαν οἱ Ἀττικοί, Ἁμαρτάδα Ἡρόδοτος καὶ ἄλλοι Ἴωνες. | ] |
| alpha | 1614 | [ | Ἀμνόν: τὸν ἐνιαύσιον ἄρνα. Ἴστρος ἐν ταῖς Ἀττικαῖς· ἄρνα, εἶτα ἀμνόν, εἶτα ἀρνειόν, εἶτα λιπογνώμονα, μοσχίων δὲ τὸν πρῶτον. καὶ Ἀμνὸς ἀρσενικῶς πρόβατον τὸ μέσον τὴν ἡλικίαν. καὶ Ἀμνὴ τὸ θῆλυ. τρεῖς γὰρ ἡλικίαι· ἀρνός, ἀμνός, ἀρνειός. καὶ Ἀμνώς, Ἀμνώ, Ἀττικῶς, ὄνομα κύριον. | ] |
| alpha | 1669 | [ | Ἁμύειν: τὸ σπεύδειν παρὰ Ἀττικοῖς καὶ δασύνεται. | ] |
| alpha | 1702 | [ | Ἀμφιάρεων: Ἀττικῶς. Ἀμφιαρεῖον δέ. | ] |
| alpha | 1800 | [ | Ἀναβαλοῦ· περισπῶσιν οἱ Ἀττικοί. | ] |
| alpha | 2141 | [ | Ἀναψηφίσασθαι: τὸ μεταψηφίσασθαι. Δουλοδιδασκάλῳ Φερεκράτης· κἀναψηφίσασθ’ ἀποδοῦναι πάλιν τὰ χρυσία. καὶ ἐκτεταμένως λέγουσιν οἱ Ἀττικοί. | ] |
| alpha | 2252 | [ | Ἀνέλπιστον βίον: τὸν κάλλιστον εἰρήκασιν Ἀττικοί, ἐν ᾧ οὐκ εἰς ἐλπίδας ἐπτόηνται, ἀλλὰ πάρεστιν ἤδη τὰ ἀγαθά. | ] |
| alpha | 2494 | [ | Ἀνθέων: τὴν γενικὴν ὁμοίως τοῖς Ἴωσιν οἱ Ἀττικοί. Ἕρμιππος Ἀθηνᾶς Γοναῖς· κηροσπάθητον ἀνθέων ὕφασμα καινὸν ὡρῶν. καὶ ἐν τοῖς ἐξῆς· λεπτοὺς διαψαίρουσα πέπλους ἀνθέων γέμοντας. καὶ Ἀρισταγόρας Μαμμακύθῳ. οὕτως δὲ καὶ βελέων καὶ ὀρέων καὶ ἕτερα πλείονα Ξενοφῶν διαιρεῖ. | ] |
| alpha | 2799 | [ | Ἀνύειν. Ἀνύτειν οἱ Ἀττικοὶ, ὅπερ ἡμεῖς ἀνύειν, ἁνύειν δὲ τὸ σπεύδειν, δασεῖα ἡ πρώτη. καὶ Ἀνύτουσι, τελοῦσιν, ἀνύουσι. καὶ Ὅμηρος δὲ τὸ ἀνύειν ὡς ἡμεῖς· οὐκ ἀνύω φθονέουσα. καὶ Αἴνυτο, ἀφῃρεῖτο, ἐλάμβανε. καὶ Ἀνύοι, εὐκτικῶς. | ] |
| alpha | 2815 | [ | Ἄξιον: ἐπὶ τοῦ δικαίου τέτακται. οὕτως Δημοσθένης. καὶ Ἄξιον ξύλον, εὖ καὶ καλῶς εἰργασμένον, εὐθὲς, καλόν. Ἀριστοφάνης· κἄν τις σφαλῆτ’, ἐξ ἀξίου γοῦν τοῦ ξύλου. παρὰ τὴν παροιμίαν· ἀπὸ καλοῦ ξύλου κὰν ἀπάγξασθαι. θέλει οὖν λέγειν, βέλτιόν ἐστι χρῆσθαι τοῖς γενναίοις στρατηγοῖς καὶ δεδοκιμασμένοις ἢ τοῖς φαύλοις· κὰν γὰρ δέῃ παθεῖν, κρεῖττον ἀπ’ ἀγαθοῦ ἢ φαύλου πάσχειν. Ἄξιον δὲ παρὰ Ἀττικοῖς τὸ εὔωνον. καυλὸν σιλφίου τὸν ἄξιον. τουτέστι τὸν εὔωνον. | ] |
| alpha | 2831 | [ | Ἀξιώτερος: εὐωνότερος. καὶ Ἀξιωτέρας, ὁμοίως εὐωνοτέρας. οὐ πώποτ’ ἀφύας εἶδον ἀξιωτέρας. τῆς ἀξίας τιμῆς. ἄξιον γὰρ παρὰ Ἀττικοῖς τὸ εὔωνον. | ] |
| alpha | 2892 | [ | Ἅπαν· οἱ μὲν Ἴωνες συστέλλουσι καὶ ὁ Ποιητής· τῶν δ’ ἅπαν ἐπλήσθη πεδίον. καὶ οἱ Ἀττικοὶ ἐκτείνουσι τὴν ὑστέραν. καὶ τὸ παράπαν ὁμοίως, καὶ ἅπαντα τὰ τοιαῦτα. | ] |
| alpha | 3193 | [ | Ἀπήχθη: ἀπεκομίσθη, ἢ παρετράπη. ὁ δὲ Ἀπολλώνιος τὴν γλῶτταν Ἀττικῶς εἶχεν, οὐδὲ ἀπήχθη τὴν φωνὴν ὑπὸ τοῦ ἔθνους ἐς Ταρσοὺς τῆς Κιλικίας ἀναστρεφόμενος. καὶ Ἀπηχθημένον, ἀπόβλητον. Ἀπηχθισμένον δὲ βεβαρημένον. | ] |
| alpha | 3216 | [ | Ἀπίων ᾤχετο: φεύγων, ἀποδιδράσκων. ὁ δὲ τὴν Πελοπόννησον καταλιπὼν ἐς Αἰτωλίαν ᾤχετο ἀπιών. συνήθης ὁ πλεονασμὸς τοῖς Ἀττικοῖς. | ] |
| alpha | 3410 | [ | Ἀπολώλαμεν καὶ Ἀπολώλασιν Ἀττικῶς. Ἀπολώλεισαν δὲ ὑπερσυντελικός. | ] |
| alpha | 3426 | [ | Ἀπολλὼς, Ἀπολλῶ: ὄνομα κύριον. Ἀττικῶς. | ] |
| alpha | 3705 | [ | Ἄπροικον: τῇ προσῳδίᾳ ὡς ἄνθρωπον οἱ Ἀττικοί. | ] |
| alpha | 3996 | [ | Ἄρωμα: θυμίαμα μυρεψικόν. Ἀρώματα οὖν οὐ τὰ θυμιάματα οἱ Ἀττικοὶ καλοῦσιν, ἀλλὰ τὰ ἐσπαρμένα. | ] |
| alpha | 4035 | [ | Ἄρτι τοῦ ἀρτίως διαφέρει παρὰ τοῖς Ἀττικοῖς. ἄρτι μὲν ἀντὶ τοῦ νῦν, ἀρτίως δὲ ἀντὶ τοῦ πρὸ ὀλίγου. ἐκεῖνον εἶφ, ὃν ἀρτίως εἰσήγαγες, ὁ Στρεψιάδης φησὶ πρὸς Σωκράτην. καὶ ἀντὶ τοῦ νῦν τὸ ἀρτίως. ἔτι περαιουμένοις καὶ ἀρτίως ἀποβαίνουσιν ἐπιτίθεσθαι. Κρίτων ἐν Γετικοῖς. | ] |
| alpha | 4176 | [ | Ἀσκὸν τίλλειν: ἐπὶ τῶν ἀνηνύτων καὶ μὴ ὄντων λέγεται ἡ παροιμία ὑπὸ τῶν Ἀττικῶν. | ] |
| alpha | 4297 | [ | Ἀσφάραγον: φάρυγγα, στόμαχον, λαιμόν. λέγεται καὶ τὸ ἀκανθῶν ἀποφυόμενον βλάστημα. ἔστι δέ τι καὶ βοτάνης εἶδος ἀσπάραγος, πρὸς τὰς καθάρσεις ἐπιτήδειον. οὕτω μὲν οἱ Ἀττικοὶ διὰ τοῦ φ τὴν λέξιν προφέρουσιν, οἱ δὲ πολλοὶ μὴ ἀκριβοῦντες διὰ τοῦ π λέγουσι. καὶ ἁπλῶς τὰ τῶν λαχάνων ὁρώμενα πρῶτα ἀσπαράγους καλοῦσιν. | ] |
| alpha | 4484 | [ | Αὐτοβοᾷς ὅμοιος ὢν τῷδε: Ἀττικῶς πάνυ συμπέπλεκται. σημαίνει δὲ, οἷον αὐτὸς ἑαυτῷ μαρτυρεῖς κεκραγὼς ὅμοιος εἶναι τῷδε. | ] |
| alpha | 4517 | [ | Αὐτός: ἀντὶ τοῦ ἐγώ. καὶ ἡλθον ἡμέραις αὐτὸς μὲν μʹ. ἀντὶ τοῦ ἐγὼ Ἀττικῶς. | ] |
| alpha | 4570 | [ | Ἀφαιρεῖν κροκύδας: ἐπὶ τῶν πάντα ποιούντων ἕνεκεν κολακείας. ἄλλοι τε χρῶνται καὶ Ἀριστοφάνης· εἴ τις κολακεύει παρὼν καὶ τὰς κροκύδας ἀφαιρῶν. καὶ Ἀφαιρεῖ ὠτὸς ἢ ῥινός· Ἀττικῶς ἡ σύνταξις. | ] |
| alpha | 4638 | [ | Ἀφορμή: ἀφ’ ἧς ὁρμώμενός τις σῴζεται. ἰδίως παρὰ τοῖς Ἀττικοῖς, ὅταν τις ἀργύριον δώσει ἐνθήκην, ἀφορμὴ καλεῖται. | ] |
| beta | 137 | [ | Βασανίζειν: οὐ τὸ αἰκίζεσθαι καὶ τιμωρεῖσθαι καὶ μαστιγοῦν σημαίνει παρὰ τοῖς Ἀττικοῖς, ἀλλὰ τὸ χωρὶς πληγῶν ἀνακρίνειν καὶ ἐλέγχειν τἀληθὲς διὰ λόγων· ἀπὸ τῆς βασάνου τῆς χρυσοχοϊκῆς λίθου μεταφορικῶς. καὶ Πολύβιος· τότε νομίσας τὴν ἐκ πυρὸς ἔχειν βάσανον ἀπελύθη τῆς ὑποψίας. καὶ Βασανίσας· αἰτιατικῇ. ἀντὶ τοῦ δοκιμάσας κέχρηνται ἅπαντες οἱ ἀξιόλογοι. ὁ δὲ Ἀριστοφάνης οὕτως· βασάνιζε τουτονὶ λαβών, κἄν ποτέ μ’ ἕλης ἀδικοῦντ’, ἀπόκτεινόν μ’ ἄγων. καὶ πῶς βασανίζω; πάντα τρόπον. ἐν πίνακι δήσας, κρεμάσας, ὑστριχίδι μαστιγῶν, δαίρων, στρεβλῶν· ἔτι δ’ ἐς τὰς ῥῖνας ὄξος ἐγχέων, πλίνθους ἐπιτιθεὶς, πάντα τ ἄλλα, πλὴν πράσῳ μὴ τύπτε τοῦτον μηδὲ γητείῳ νέῳ. ἐπειδὴ οἱ ἐλεύθεροι πρὸ τούτου ἐδαίροντο πράσοις καὶ σκορόδοις. βασάνιζε αὐτὸν πανταχῶς, μὴ ἐν παιδιῇ, μηδὲ ὡς τοὺς ἐλευθέρους παῖδας τῷ ἐκκαυλήματι τοῦ πράσου ἢ τοῦ γητείου, τουτέστιν ἀμπελοπράσου, ἢ ὥς τινες, πράσου φύλλῳ. | ] |
| beta | 173 | [ | Βαστάσας: ἀντὶ τοῦ δοκιμάσας. Εὔπολις· ἄγε δὴ, πότερα βούλεσθε τὴν διάθεσιν ᾠδῆς ἀκούειν ἢ τὸν ἀρχαῖον τρόπον, ἀμφότερ’ ἐρεῖς. ἐγὼ δ’ ἀκούσας τὸν τρόπον, ὃν ἂν δοκῇ μοι βαστάσας, αἱρήσομαι. πᾶν τὸ συμβησόμενον ἐπὶ λόγον ἄγων καὶ βαστάζων. ἀντὶ τοῦ δοκιμάζων. καὶ Βἀσταγμα· δῆλον ἐγένετο διότι μέγα τὸ βάσταγμα τῆς πόλεως ἦν. πλεῖον γὰρ κʹ μυριάδων ὅπλα παρέδωκαν Ῥωμαίοις καὶ καταπέλτας βʹ. καὶ Βαστάσαι οὐ τὸ ἆραι δηλοῖ παρὰ τοῖς Ἀττικοῖς, ἀλλὰ τὸ ψηλαφῆσαι καὶ διασηκῶσαι καὶ διασκέψασθαι τῇ χειρὶ τὴν ὁλκήν. | ] |
| beta | 250 | [ | Bή τὸ μιμητικὸν τῆς τῶν προβάτων φωνῆς, οὐχὶ βοὶ λέγουσιν Ἀττικοί. Κρατῖνος Διονυσαλεξάνδρῳ· ὁ δὴ λοίσθιος ὥσπερ πρόβατον βὴ βὴ λέγων βαδίζει. | ] |
| beta | 338 | [ | Βλήχων: ἡ γλήχων. οὕτως λέγεται παρὰ Ἀττικοῖς. ἔστι δὲ εἶδος βοτάνης. καὶ τὸ ἐφήβαιον Ἀριστοφάνης οὕτως ὀνομάζει. | ] |
| beta | 362 | [ | Βολεῶνας: οὕτως οἱ Ἀττικοὶ καλοῦσιν, οὐ ἡ κόπρος τῶν βοῶν καὶ τῶν ὑποζυγίων καὶ τῶν προβάτων βάλλεται. | ] |
| beta | 366 | [ | Βόλιτος: Ἀττικοὶ οὕτω λέγουσι χωρὶς τοῦ β, ὅπερ ἡμεῖς βόλβιτον. Ἀριστοφάνης· ἐτρεφέτην ἐν πᾶσι βολίτοις. τουτέστιν ἐν πάση τρυφῇ καὶ πᾶσιν ἀγαθοῖς. βολίτοις δὲ, ὅτι περὶ βοῶν ὁ λόγος. οὕτω δὲ λέγονται οἱ σπέλεθοι τῶν βοῶν. | ] |
| chi | 103 | [ | Χάριεν· οἱ Ἀττικοὶ πρὸ δύο ἀναπέμπουσι, τὸ δὲ πρὸ μιᾶς κοινόν. Ἀριστοφάνης Πλούτῳ· εἴ τί γ’ ἔνεστι λαμπρὸν καὶ καλὸν ἢ χάριεν ἀνθρώποισι, διὰ σὲ γίνεται. | ] |
| chi | 171 | [ | Χαιριδεῖς· ἀπὸ τοῦ Χαίριδος πεπαιδευμένοι. ἢ μελετῶντες. Χαῖρις δὲ αὐλητὴς Θηβαῖος ἄμουσος. οὕτω δὲ λέγουσιν Ἀττικοὶ ἀπὸ τοῦ Χαίριδος Χαιριδεῖς καὶ ἀπὸ τῆς περιστερᾶς περιστεριδεῖς. οὗτος δὲ ηὔλει ἐν ταῖς θυσίαις. ἦν δὲ κιθαρῳδός. Ἀριστοφάνης· ἢν Χαῖρις ὑμᾶς ἴδῃ, πρόσεισιν, αὐλήσων ἄκλητος. καὶ παροιμία· Χαῖρις ᾄδων ὄρθιον· ὄρθιος δὲ αὐλητικὸς νόμος, οὕτω καλούμενος οἷον εὔτονος καὶ ἀνάτασιν ἔχων. καὶ Ὅμηρος· ἔνθα στᾶσ’ ἤϋσε θεὰ μέγα τε δεινόν τε ὄρθι’ Ἀχαιοῖσι. | ] |
| chi | 308 | [ | Χιλιῶν, δραχμῶν· περισπῶσιν οἱ Ἀττικοί. | ] |
| chi | 425 | [ | Χωλός· καὶ ἐπὶ ποδὸς καὶ ἐπὶ χειρός. Εὔπολις· ὅτι χωλὸς τὴν χεῖρα σὺ σφόδρα. καὶ κυλλοὺς οἱ Ἀττικοὶ ἐπὶ ποδῶν καὶ χειρῶν ὁμοίως. καὶ Χωλοποιός. Ἀριστοφάνης· οὐ δῆτα, πρίν γ’ ἂν τοῦτον ἀποφήνω σαφῶς τὸν χωλοποιόν, οἷος ὢν θρασύνεται. Χῶλος δὲ ὄνομα κύριον. | ] |
| chi | 474 | [ | Χρῆμα· πρᾶγμα. μέγα τι χρῆμα καὶ θαυμάσιον, ἀνὴρ καὶ ψυχὴ δεόντως ἁρμοσθεῖσα κατὰ τὴν ἐξ ἀρχῆς σύστασιν, πρὸς ὅ τι ἂν ὁρμήσῃ τῶν ἐξ ἀρχῆς ἔργων. καὶ αὖθις· εἰκάζειν ἂν βοῶν ἀγέλῃ μεγίστῃ τὸ χρῆμα. περὶ βαρβαρικῆς παρατάξεως ὁ λόγος. Ἡρόδοτος· ἦν τε τοῦ χειμῶνος χρῆμα ἀφόρητον. Ἀριστοφάνης· τὸ χρῆμα τῶν νυκτῶν ὅσον. τὸ μέγεθος, τὸ ἔκταμα. ἔθος δὲ τοῖς Ἀττικοῖς ἐπαγωγῇ χρῆσθαι, οἷον ἵππος σπάνιόν τι χρῆμα· γυνὴ κακόν τι χρῆμα. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ὧν ἂν ἐξαίρειν βούλωνται. ὁ δὲ χρημάτων οὐκ ἦν εὔπορος, οὐδὲ ὅσα ἂν ἐξήρκεσεν ἑτέρῳ πρὸς τὴν τοῦ ἀναγκαίου βίου διαγωγήν, οὐδὲ τοσαῦτα κεκτημένος. | ] |
| chi | 552 | [ | Χροιά· χροία δὲ παροξυτόνως οἱ Ἀττικοί. ὡς ἥδομαι πρῶτα τὴν χροίαν ἰδών. ἡ δὲ κοινὴ ὀξυτόνως. Χρόα δὲ βαρυτόνως, ὡς ψόα. | ] |
| chi | 553 | [ | Χρυσᾶ· τὸ ἁπλᾶ καὶ διπλᾶ καὶ πολλαπλᾶ, πάντα τὰ τοιαῦτα περισπῶσιν οἱ Ἀττικοί, ἀργυρᾶ, χρυσᾶ καὶ κεραμεᾶ ἀπὸ τοῦ κεραμεοῦν, καὶ φοινικᾶ ἀπὸ τοῦ φοινικοῦν. | ] |
| delta | 66 | [ | Δάπιδας· τὰς ψιλὰς καὶ μὴ μαλλωτὰς δάπιδας λέγουσι. καὶ δάπισι, τοῖς τάπησιν. οὕτω γὰρ Ἀττικοί. Ἀριστοφάνης Πλούτῳ· οὐδ’ ἐν δάπισιν ἔσται καταδαρθεῖν. | ] |
| delta | 73 | [ | Δαρεικούς· εἰσὶ μὲν χρυσοῖ στατῆρες οἱ δαρεικοί· ἠδύνατο δὲ ἕκαστος αὐτῶν ὅπερ καὶ ὁ παρὰ τοῖς Ἀττικοῖς ὀνομαζόμενος χρυσός. οὐκ ἀπὸ Δαρείου τοῦ Ξέρξου πατρός, ἀλλ’ ἀφ’ ἑτέρου τινὸς παλαιτέρου βασιλέως ὠνομάσθησαν. λέγουσι δέ τινες δύνασθαι τὸν δαρεικὸν δραγμὰς ἀργυρίου κʹ, ὡς τοὺς εʹ δαρεικοὺς δύνασθαι μνᾶν ἀργυρίου. | ] |
| delta | 176 | [ | Δεκάπαλαι· τὸ πρὸ πολλοῦ πάνυ λέγουσιν Ἀττικοί. | ] |
| delta | 315 | [ | Δείλης πρωΐας καὶ Δείλης ἑσπέρας· οὕτω λέγουσιν Ἀττικοί. | ] |
| delta | 380 | [ | Δηΐα· καταπεπολεμημένη, κατακεκαυμένη· ἢ δηΐα, πεπονθυῖα. κοινῶς πολεμία, Ἀττικῶς δύστηνε. Σοφοκλῆς· ὦ δηΐα Τέκμησσα, δύσμορον γένος. | ] |
| delta | 698 | [ | Διαπηνικίσαι· ἐξαπατῆσαι. πηνίκην γὰρ οἱ ἀρχαῖοι Ἀττικοὶ τὴν ἐκ τῶν τριχῶν περιθετὴν κόμην. καὶ τὸ φενακίσαι τινὲς ἀπὸ τούτου εἰρῆσθαι λέγουσιν. | ] |
| delta | 750 | [ | Διασηκῶσαι· ὅτι βαστάσαι οὐ τὸ ἆραι δηλοῖ παρὰ τοῖς Ἀττικοῖς, ἀλλὰ τὸ ψηλαφῆσαι καὶ διασηκῶσαι καὶ διασκέψασθαι τῇ χειρὶ τὴν ὁλκήν. | ] |
| delta | 1168 | [ | Διονύσια· ἑορτὴ παρ’ Ἀθηναίοις. καὶ παροιμία· ἐξ αὐτοῦ σχεδὸν τοσοῦτον, ὅσον ἐκ Διονυσίων. ἔθος ἦν Ἀττικοῖς λέγειν τὰ ἔτη καὶ τὸν ὑπερπίπτοντα ἀριθμὸν ἀπὸ τῶν Διονυσίων. καὶ αὖθις· ὦ Διονύσια· αὗται μὲν ὄζουσ’ ἀμβροσίας καὶ νέκταρος. εἴρηται ἐπὶ τῶν ἀποδοχῆς ἀξίων. προσδοκῶν εἰρήνης οὔσης τῶν Διονυσίων τὴν πανήγυριν ἔσεσθαι. ἀντὶ τοῦ ἥδισται, ἄξιαι τῶν Διονυσίων. Διονύσια οὖν ἑορτὴ Διονύσου, ἣν ἦγον Ναυπάκτιοι. | ] |
| delta | 1258 | [ | Διπλαῖ· τὸ θηλυκὸν πληθυντικόν. τὸ ἁπλᾶ καὶ διπλᾶ καὶ πολλαπλᾶ καὶ πάντα τὰ τοιαῦτα περισπῶσιν οἱ Ἀττικοί. ἀργυρᾶ, χρυσᾶ, κεραμεᾶ, ἀπὸ τοῦ κεραμεοῦν, καὶ φοινικᾶ, ἀπὸ τοῦ φοινικιοῦν. | ] |
| delta | 1511 | [ | Δρᾶσον· Ἀριστοφάνης Ὄρνισιν· ἀλλ’ οἶσθ’ ὃ δρᾶσον; Ἀττικῶς. τῷ σκέλει θένε τὴν πέτραν. | ] |
| delta | 1537 | [ | Δρώντων, ἀντὶ τοῦ δράτωσαν. χρήσθων, ἀντὶ τοῦ χρήσθωσαν. Ἀττικῶν δέ ἐστιν ἡ σύνταξις, ὥσπερ ποιούντων ἐκεῖνοι, ἀντὶ τοῦ ποιείτωσαν, φρονούντων, ἀντὶ τοῦ φρονείτωσαν, καὶ νοούντων, νοείτωσαν. | ] |
| delta | 1646 | [ | Δυσκλέα· Ὅμηρος κατὰ συστολὴν ἐκφέρει τὰ τοιαῦτα. δυσκλέα Ἄργος ἱκέσθαι. καὶ ἀκλέα, ἀντὶ τοῦ ἄδοξον. οἱ δὲ Ἀττικοὶ ἐκτείνουσι. | ] |
| delta | 1674 | [ | Δυσωπεῖσθαι· ὑφορᾶσθαι, καὶ ὑπόπτως ἔχειν, φοβεῖσθαι μεθ’ ὑπονοίας. ὁρῶν δὲ τὸν ἀδελφὸν πάντα δυσωπούμενον καὶ οὐδὲν ἐπὶ τῶν ὄψων οὐχ ὑφορώμενον. καὶ ἐπὶ τοῦ κακῶς πάσχειν ὑπὸ τοῦ ἡλίου τὰς ὄψεις. ὡς ἂν καταλάμποντος τοῦ ἡλίου δυσωπεῖν τοὺς ἐχθρούς. ἔνιοι δέ, εἰ καὶ μὴ τῶν Ἀττικῶν, ἀντὶ τοῦ αἰδεῖσθαι. ἡ δὲ συνήθεια καὶ ἐπὶ τοῦ ἱκετεύειν καὶ παρακαλεῖν κέχρηται. | ] |
| epsilon | 15 | [ | Ἑαυτῷ· ἐπὶ γʹ προσώπου. οἱ Ἀττικοὶ δὲ καὶ ἐπὶ βʹ προσώπου κέχρηνται. | ] |
| epsilon | 16 | [ | Ἑαυτούς· ἀντὶ τοῦ ἀλλήλους οἱ Ἀττικοὶ λέγουσιν. | ] |
| epsilon | 33 | [ | Ἐβούλετο· ἀλλ’ οὐκ ἠβούλετο· Ἀττικώτερον γὰρ τὸ ἐβούλετο. | ] |
| epsilon | 58 | [ | Ἐγείρεται τῆς νυκτός· οὕτως οἱ Ἀττικοί. | ] |
| epsilon | 175 | [ | Ἔγχελυς· Ἀττικῶς. παρὰ Βοιωτοῖς δὲ ἔγχελις. | ] |
| epsilon | 232 | [ | Ἐδιδαξάμην· ἐπαιδευσάμην δι’ ἑτέρου, αὐτὸς ἐπιμεληθεὶς τούτου. παθητικὸν ἀντὶ τοῦ ἐνεργητικοῦ. δύναται εἶναι μεσότητος Ἀττικῶς, ἀντὶ τοῦ ἐξεπαίδευσα. | ] |
| epsilon | 912 | [ | Ἐλπίσας· οὐ μόνον ἐπ’ ἀγαθῷ, ἀλλ’ ἁπλῶς ἐπὶ τῇ τοῦ μέλλοντος ἐκβάσει λέγεται παρὰ Ἀττικοῖς. | ] |
| epsilon | 1016 | [ | Ἔμπης· Ἰωνικῶς. ἔμπας δὲ καὶ ἔμπα, Ἀττικῶς. Σοφοκλῆς· δύστηνον ἔμπης, καίπερ ὄντα δυσμενῆ. | ] |
| epsilon | 1019 | [ | Ἐμπίπλη· Ἀττικόν· ἦν γὰρ τὸ κοινὸν ἀπὸ τοῦ πίπλημι, πίπλαθι, ὡς ἵσταθι. ὅμοιον δέ ἐστι καὶ τό, κύκλωψ τῆ πίε οἶνον, παρὰ τῷ ποιητῇ. Ἀττικοὶ γὰρ οὐ τρέπουσιν ἐπὶ τῶν εἰς μι τὸ μ εἰς θ ἐν τοῖς προστακτικοῖς καὶ συστέλλουσι τὴν παραλήγουσαν ὡς ἡ κοινή· ἵστημι, ἵσταθι, αὐτοὶ δὲ ἵστη· πίπλημι, πίπλαθι· Ἀττικοὶ δὲ τελείαν ἀποβολὴν τῆς μι ποιοῦσι πίπλη λέγοντες καὶ ἐμπίπλη. οὕτω καὶ ἀπὸ τοῦ τῆμι τὸ τῆ, ἀντὶ τοῦ λάβε. | ] |
| epsilon | 1098 | [ | Ἐν ᾅδου· οἱ Ἀττικοὶ χρῶνται τῇ ἔν ἀντὶ τῆς εἴς· ἐν διδασκάλου, ἐν κιθαριστοῦ. | ] |
| epsilon | 1294 | [ | Ἔνη· παρεῖναι δ’ εἰς ἔνην. οἷον εἰς τρίτην. μηδ’ ἀναβάλλεσθαι ἔστ’ αὔριον ἔστ’ ἔνηφι. τινὲς δὲ εἰς τριακάδα. Ἀττικοὶ δὲ καλοῦσιν ἔνην καὶ τὴν παλαιάν. Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονος [+]· τὰς ἔνας ἀρχὰς ταῖς νέαις ὑπεξιέναι. | ] |
| epsilon | 1297 | [ | Ἕνη· Ἀττικοὶ τὸ ἕνη περιττὸν ἔθεσαν, ὡς τὸ ἔχων, πλῆρες ἔχον. οἱ δὲ λείπειν φασὶ τὸ δύο. ἐρωτῶν δὲ λέγει, ἓν ἢ δύο. Ἀριστοφάνης Ἀχαρνεῦσιν· ἤδη πεπρέσβευκας σὺ πολιὸς ὢν ἕνη; | ] |
| epsilon | 1507 | [ | Ἐν χρῷ κεκαρμένος· πρὸς αὐτῷ τῷ χρωτί, οἷον σύνεγγυς καὶ πλησίον τοῦ δέρματος τὰς τρίχας ἐξυρημένος. καὶ αὖθις· ἦν δὲ ἄρα αὐτῷ ἐν χρῷ φίλος. ὁ χρώς, τοῦ χρῶ, Ἀττικῶς, ὡς γέλως, γέλω. οἱ δὲ ἀπὸ τοῦ χρώς, χρωτί, ἀποκοπῇ τῆς τι συλλαβῆς. | ] |
| epsilon | 1628 | [ | Ἐξένιζεν· ἀντὶ τοῦ ξένος ἦν. Δίδυμος δέ φησιν ἀντὶ τοῦ, οὐκ Ἀττικοῖς ἀλλὰ ξένοις ῥήμασι διελέγετο. | ] |
| epsilon | 1637 | [ | Ἐξεπίτηδες καὶ Ἐπίτηδες· ἑκατέρως λέγουσιν Ἀττικοί. ἀντὶ τοῦ μάτην, ἐξ ἀνάγκης, ἀργῶς. οὐκ ἐξεπίτηδες ἡ πόλις ἄρχειν καθίστησι δικαστάς. | ] |
| epsilon | 1670 | [ | Ἑξέτει· ἑξαέτει. βαρυτόνως, Ἀττικῶς. Ἀριστοφάνης Νεφέλαις· οἶδ’ ἑξέτει σοι τραυλίσαντι πειθόμενος. καί, ἓξ ἐτῶν ἄλουτος. Ἀττικὴ σύνταξις. | ] |
| epsilon | 1698 | [ | Ἔξειμι, οὐκ ἐξελεύσομαι λέγουσιν Ἀττικοί. | ] |
| epsilon | 1889 | [ | Ἐωνημένοι· ἀγοράσαντες, ἢ ἠγορασμένοι. Ἀριστοφάνης· τοῦ σώματος γὰρ οὐκ ἐᾷ τὸν κύριον κρατεῖν ὁ δαίμων, ἀλλὰ τὸν ἐωνημένον. ἀντὶ τοῦ ὠνησάμενον· ἀπὸ τοῦ ὠνοῦμαι. λέγεται γὰρ καὶ ἡ ἐφεξῆς τοῦ ῥήματος κλίσις. τοῦ δὲ ὀνόματος τὸ πληθυντικὸν οὐκ ἔστιν ὠνησάμενοι. διὸ μεταβαλόντες οἱ Ἀττικοὶ πριάμενοι λέγουσιν ἑτέρᾳ φωνῇ. | ] |
| epsilon | 2221 | [ | Ἐπιάλτην· Ὅμηρος καὶ Ἡσίοδος καὶ οἱ Ἀττικοὶ τὸν δαίμονα, διὰ δὲ τοῦ φ τὸν ἄνδρα Ἐφιάλτην. καὶ τὸ ῥιγοπύρετος λεγόμενον. | ] |
| epsilon | 2307 | [ | Ἐπίδοσιν· ἐπὶ ἀρετῆς αὔξησιν, προκοπήν, προσθήκην. ὁ δὲ φιλοσοφῶν ἀνεμπόδιστος εἰς ἐπίδοσιν διετέλει καὶ ἐπεδίδου κατὰ πῆχυν, ὡς φάναι, ἀτεχνῶς. Ἐπίδοσιν μὲν οἱ Ἀττικοὶ λέγουσιν, ἡ δὲ προκοπὴ παρ’ οὐδενὶ τῶν Ἑλλήνων. | ] |
| epsilon | 2948 | [ | Ἐρείδειν· οὕτω φασὶν Ἀττικοὶ πᾶν ὁτιοῦν συντόνως γινόμενον. Ἀριστοφάνης· ἔρειδε, μὴ παύσαιο μηδέποτ’ ἐσθίων. ἡ μεταφορὰ ἀπὸ τῶν ἐρεττόντων καὶ ἐπερειδομένων ταῖς κώπαις. | ] |
| epsilon | 3070 | [ | Ἔρως· ὅτι οὐδεὶς ἔρως ἀστεῖος, τοῦτο πρόβλημά ἐστι καθόλου ἀποφαντικόν. ἀνασκευάζεται δέ, ὅτι μὴ πᾶς ἔρως φαῦλος· διαιροῦμεν γὰρ τὸν ἔρωτα εἴς τε σύντονον ὄρεξιν ἀφροδισίων, ὡς Ἐπίκουρος λέγει, ὃν οὐχ οἷόντε ἀστεῖον εἶναι, καὶ εἰς ἐπιβολὴν φιλοποιίας διὰ κάλλος ἐμφαινόμενον, ὡς οἱ ἀπὸ τῆς Στοᾶς· ἢ ἀνάμνησιν τοῦ ποτε ὁραθέντος κάλλους, ὡς Πλάτων· ἀστεῖοι γὰρ οὗτοι οἱ ἔρωτες. κειμένου δὲ τοῦ τὸν σοφὸν ἐρασθήσεσθαι, ἀνασκευάσαι τοῦτο θέλοντες ὁρισαίμεθα τὸ ἐρασθῆναι, καὶ ληψόμεθα τό, ἔρωτά τινος λαβεῖν· καὶ ἐπεὶ μηδέπω γνώριμον τὸ προκείμενον, ἐπὶ τὸ τὸν ἔρωτα ὁρίζεσθαι προελευσόμεθα. ἂν δὴ ὁριζόμενοι τοῦτον λάβωμεν ἄλογον ἐπιθυμίαν ἡδονῆς τῆς ἀπὸ τοῦ σωματικοῦ κάλλους ἢ σύντονον ὄρεξιν ἀφροδισίων, ἀνεσκευακότες ἂν εἴημεν τὸ πρόβλημα· δῆλον γάρ, ὅτι ἀλλότρια ταῦτα τοῦ σοφοῦ. ὁμοίως κἂν ὁρισώμεθα αὐτὸν σφοδρὰν ἐπιθυμίαν, ἐπεὶ τὸ σφοδρὸν ἀσαφές, πάλιν αὐτὸ τοῦτο εἰς λόγον μεταληψόμεθα. ὅτι τὸν ἔρωτά φασιν ἐπιβολὴν εἶναι φιλευποιΐας διὰ κάλλος ἐμφαινόμενον, καὶ μὴ εἶναι συνουσίας, ἀλλὰ φιλίας. τὸν γοῦν Θρασωνίδην, καίπερ ἐξουσίαν ἔχοντα τῆς ἐρωμένης, διὰ τὸ μισεῖσθαι ἀπέχεσθαι αὐτῆς. εἶναι οὖν τὸν ἔρωτα φιλίας, μὴ εἶναι θεόπεμπτον. εἶναι δὲ τὴν ὥραν ἄνθος ἀρετῆς. Ἀττικῶς δὲ ἀπὸ τοῦ ὁ ἔρος, τοῦ ἔρου, κλίνεται. οὕτω γὰρ καὶ αὐτοὶ τοῦτο τὸ ὄνομα γράφουσι καὶ ἐκφωνοῦσιν, ὥσπερ καὶ τὸ ἀμείνων καὶ χείρων, ἄμεινος καὶ χεῖρος φασίν. ὁ δὲ Πλάτων περὶ ἔρωτος λέγει διεξοδικώτερον. τέθειται δὲ ἐν τῷ περὶ παροιμίας ἐν τῷ ε στοιχείῳ. | ] |
| epsilon | 3201 | [ | Ἐς τάχος γράφει· οὕτω λέγεται Ἀττικῶς· καὶ ἐς κάλλος γράφει καὶ ἐς τάχος παίει, ἀλλ’ οὐ καλλιγραφεῖ. | ] |
| epsilon | 3312 | [ | Ἔτι· ἐπίρρημα. παρέλκει ἀεὶ παρὰ τοῖς Ἀττικοῖς. Ἀριστοφάνης· ἦν οὖν ἐμοὶ πέπεισθε, σωθήσεσθ’ ἔτι. | ] |
| epsilon | 3561 | [ | Εὐλόγησα, καὶ οὐκ ηὐλόγησα. ὡς Ἀττικώτερον γὰρ τὸ εὐλόγησα. εὐλογημένος γὰρ λέγεις καὶ οὐκ ηὐλογημένος. | ] |
| epsiloniota | 188 | [ | Εἰρημένον· λελεγμένον. εἰρημένον αὐτοῖς ἀπαντᾶν ἐνθάδε. Ἀττικῶς ἀντὶ τοῦ εἰρημένου ἔρχεσθαι. οὐ περὶ φαύλου πράγματος. ἀντὶ τοῦ εὐτελοῦς. | ] |
| epsiloniota | 200 | [ | Εἴρξας· ἀποκλείσας. δασέως δὲ τὸ εἵρξας Ἀττικοί· τὸ μέντοι παρ’ Ὁμήρῳ, ἐρχθέντ’ ἐν μεγάλῳ ποταμῷ, ψιλῶς. τὸ δὲ ἕρξας, τὸ πράξας, δασέως ἀναγινώσκομεν. ἡ μὲν ἄρ’ ὣς ἕρξασ’ ἀπεβήσατο δῖα θεάων. τὸ δὲ ἐπὶ τῆς εἰρκτῆς ψιλῶς Ἀττικοί. | ] |
| epsiloniota | 284 | [ | Εἰς κόπρον θυμιᾷς. ἐπὶ τῶν ἀνηνύτων καὶ μὴ ὄντων λέγεται ὑπὸ τῶν Ἀττικῶν. | ] |
| eta | 24 | [ | Ἐβουλόμην· ὡς Ἀττικώτερον, ἠβουλόμην δὲ πολλοί. | ] |
| eta | 175 | [ | Ἤκιστος· ἐλάχιστος. παρὰ τὸ ἦκα, ὅ ἐστιν ἡσυχῆ. καταστρέφει δὲ εἰς τὸ ἐλάχιστον. καὶ ψιλῶς προενεκτέον, οὐχ ὡς παρὰ τοῖς Ἀττικοῖς δασύνεται. | ] |
| eta | 432 | [ | Ἠπήτρια· ἡ ῥάπτρια. καὶ Ἠπήτριον, τὸ σουβλίον, μεθ’ οὗ ῥάπτουσι τὰ βυρσάρια. οἱ δὲ Ἀττικοὶ ἀκέστριαν. | ] |
| eta | 646 | [ | Ηὐλόγησα· ηὐξάμην. καὶ Εὐλόγησα, ὡς Ἀττικώτερον. | ] |
| gamma | 50 | [ | Γαμησείειν Ἀττικοί φασι. | ] |
| gamma | 205 | [ | Γέρροιν: ἀπὸ σταυροῦ φησιν Εὔπολις. καὶ Δημοσθένης· τὰ γέρρα ἐνεπίμπρασαν. καὶ οἱ τόποι οἱ περιπεφραγμένοι· καὶ ἀσπίδες Περσικαὶ ἐκ λύγων. καὶ Γέρρα τὰ σκεπάσματα πάντα Ἀττικοί. τινὰ δὲ δερμάτινα σκεπάσματα καὶ Περσικὰ, οἷς ἀντ’ ἀσπίδων ἐχρῶντο. σημαίνει δὲ καὶ πᾶν αἰδοῖον. καὶ αὖθις Ἡρόδοτος· Κῦρος περιελὼν τὰ πολλὰ τῶν πολεμικῶν κατέλιπε μόνον τὸ συνὸν τοῖς στρατιώταις μαχαίρᾳ καὶ γέρῳ καὶ θώρακι μάχεσθαι. καὶ γερροφόροι ὁπλῖται ἐχόμενοι τούτων σὺν ποδήρεσι καὶ ξυλίναις ἀσπίσιν. Αἰγύπτιοι δὲ οὗτοι ἐλέγοντο. | ] |
| gamma | 287 | [ | Γληχώ: θηλυκῶς Ἀττικοὶ τὴν ὀρίγανον. οἱ δὲ βληχώ φασι. λέγεται δὲ καὶ Γλήχων, γλήχωνος. βοτάνη· ζήτει ἐν τῷ βληχωνία. Γλίχων δὲ ὄνομα κύριον διὰ τοῦ ι. βαθυγνώμων ἄνθρωπος καὶ κρυψίνους· Ῥουφῖνος καὶ Γλίχων ἐπίτροποι βασιλέως Θεοδοσίου. | ] |
| gamma | 288 | [ | Γλίσχρον: τὸ λαίμαργον, καὶ ἡδύ. ἢ κολλῶδες. καὶ Γλίσχρος, φειδωλὸς, σκιφὸς, πάνυ ῥυπαρός. ἀλλ’ ἐγώ τις ἄρα δυσαπάλλακτος ἦν ἀπὸ τῶν τοιούτων καὶ γλίσχρως ἔτι εἰχόμην τῆς αὐτῆς ἀληθείας, ἅτε ὡς ἀληθῶς ὄναρ πλουτήσας. κατέβη ἐκ χωρίων γλίσχρων καὶ μηδ’ ἐν εἰρήνῃ τρέφειν ἱκανῶν ὄντων. τουτέστι τροφῆς σπανιζόντων. ὅτι τὸ γλίσχρον ἐπὶ δυστυχίᾳ ἔλεγον οἱ Ἀττικοί. Ἀριστοφάνης Εἰρήνῃ· ὦ γλίσχρων, ὁρᾷς ὡς οὐκέτ’ εἶναί σοι δοκῶ μιαρώτατος. ἀντὶ τοῦ ὦ ἐπιθυμητά· παρὰ τὸ γλίχεσθαι. πρὸς Ἑρμῆν ὁ λόγος. καὶ αὖθις Ἀριστοφάνης Εἰρήνῃ· ἕλκουσι δ’ ὅμως γλισχρότατα σαρκάζοντες ὥσπερ κυνίδια. καὶ Ἀρριανός· τὰ ἐπιτήδεια γλίσχρως τῇ στρατιῇ ἐπορίζοντο. ἀντὶ τοῦ φειδομένως. | ] |
| iota | 239 | [ | Ἴθι· ἔρχου, ἢ πορεύου. Ἀριστοφάνης Νεφέλαις· ἴθ’ ἀντιβολῶ σε. πορεύου. νῦν δὲ πείσθητί μοι. ἀντιβολῶ σε, παρακαλῶ σε, Ἀττικῶς. ὁ αὐτὸς ἐν Βατράχοις· ἴθι νῦν, ἐπειδὴ ληματιᾷς. ἀντὶ τοῦ ἄγε. συνωνυμεῖ γὰρ τῷ δεῦρο. σημαίνει καὶ τὸ ἄγε. | ] |
| iota | 307 | [ | Ἵλεω· πρᾶον. καὶ Ἵλεως, τὸ Ἀττικόν, εὐμενής. | ] |
| iota | 411 | [ | Ἰόλαος· ὄνομα κύριον. ἥρως τις τιμώμενος παρὰ Ἀθηναίοις. Ἰόλεως δὲ Ἀττικῶς. | ] |
| kappa | 215 | [ | Καλλίας πτερορρυεῖ· κωμῳδεῖται Καλλίας ὡς ἀπολέσας πάντα τὰ χρήματα. ἅτε γὰρ ὢν γενναῖος ὑπὸ συκοφαντίας τίλλεται. αἵτε θήλειαι προσεκτίλλουσιν αὐτοῦ τὰ πτερά. πένης γὰρ ἐγένετο τὰ πατρῷα καταναλώσας εἰς πόρνας. καὶ Καλλίου, πιθήκου. τὰ δυσχερῆ γὰρ τῶν ὀνομάτων εὐφημότερον εἰώθασιν οἱ Ἀττικοὶ προφέρεσθαι. καὶ τὸν πίθηκον οὖν καλλίαν προσηγόρευσαν. Δείναρχος ἐν τῷ κατὰ Πυθέου· ἀλλ’, οἶμαι, ὥσπερ οἱ τοὺς καλλίας ἐν τοῖς οἴκοις τρέφοντες. τουτέστι πιθήκους. οὕτω δὲ καὶ τὰς Ἐριννύας Εὐμενίδας λέγουσιν. | ] |
| kappa | 247 | [ | Κᾶλον· τὸ ξύλον. τὸν Κάλω δὲ Ἀττικῶς. | ] |
| kappa | 255 | [ | Καλῴδιον· σχοινίον. καὶ Κάλως, κάλω Ἀττικῶς. | ] |
| kappa | 259 | [ | Κάλως· σχοινίον. καὶ παροιμία· πάντα κάλων κινεῖν. τροπικῶς ἀπὸ τοῦ ἱστοῦ λέγει. ἁπλοῦν σε δεῖ τὰ ἄρμενα· τουτέστι πάντα κινεῖν ὑπὲρ τοῦ περιγενέσθαι αὐτοῦ. καὶ Κάλως, κάλω, Ἀττικῶς. Ἀριστοφάνης Βατράχοις· μία μέν ἐστιν ἀπὸ κάλω καὶ θρανίου. ἀπὸ εὐθείας τῆς κάλως. | ] |
| kappa | 518 | [ | Καταδαρθάνειν· κατακοιμίζεσθαι. κυρίως δὲ καταδαρθεῖν ἐστι τὸ ἐν δέρμασι κατακοιμηθῆναι. Ἀριστοφάνης Πλούτῳ· ἔτι δ’ οὐχ ἕξεις οὔτ’ ἐν κλίνῃ καταδαρθεῖν. βαρυτόνως δὲ οἱ Ἀττικοὶ καταδάρθειν. καὶ Αἰλιανός· καὶ καταδαρθόντι οἱ τῶν τις ἱερέων ἐδόκει λέγειν μίαν εἶναι σωτηρίας ὁδὸν τῷ ἀνδρὶ καὶ ἓν τῶν ἐφεστώτων κακῶν φάρμακον. | ] |
| kappa | 936 | [ | Κατεκλίνομεν· ἀντὶ τοῦ ἀνεκλίνομεν. οὕτως Ἀττικοί. Ἀριστοφάνης Πλούτῳ· ἐπεὶ δὲ βωμῷ πόπανα καθωσιώθη, κατεκλίνομεν τὸν Πλοῦτον, ὥσπερ εἰκὸς ἦν. ἡ κατὰ ἀντὶ τῆς ἀνά. | ] |
| kappa | 1109 | [ | Κατωκάρα· οἱ Ἀττικοὶ ὑφ’ ἓν ἀναγινώσκουσιν. Ἀριστοφάνης· εἴπερ ἐκ ποδῶν κατωκάρα κρέμαιτο. ἀντὶ τοῦ κατὰ κεφαλῆς. τὸ ἐπὶ κεφαλὴν πεσεῖν κατωκάρα λέγεται παρὰ Ἀττικοῖς, οὐ διῃρημένως, ἀλλ’ ὑφ’ ἕν. Πίνδαρος· οἱ μὲν κατωκάρα δεσμοῖσι δέδενται. Ἀγαθίας· οἱ δὲ ἐκ τοῦ πρανοῦς ὑποφερόμενοι καὶ ἐς τὴν θάλατταν κατωκάρα ἐμπίπτοντες ἀπώλλυντο. καὶ Ἀριστοφάνης· κατωκάρα ῥίψας με βουκολήσεται. περὶ κανθάρου λέγων. | ] |
| kappa | 1259 | [ | Κεκραγμόν· τὴν βοὴν Ἀττικοί. χοῖρον αὐτίκα ἐκ τοῦ πύργου ἐπικρεμάσαντες τὸν κίνδυνον τὸν ἐκ τοῦ ἐλέφαντος διέφυγον. κεκραγμὸν γάρ τινα σκαιὸν ὁ χοῖρος ἠρτημένος ἠφίει· ᾧπερ ὁ ἐλέφας ἀχθόμενος ἀνεχαίτιζεν. | ] |
| kappa | 1465 | [ | Κεχήνη· ἡ συναίρεσις τοῦ κεχήνη Ἀττική. τὸ γὰρ ε καὶ α εἰς η συναιροῦσι, καὶ ἐστὶ συναλοιφὴ ἀπὸ τοῦ κεχήνεα. οἱ δὲ σφόδρα προσέχοντές τινι κεχήνασι. δύναται δὲ εἶναι κατὰ μεταφορὰν τῶν ὀρνίθων τῶν ἔτι νεοττῶν, τὴν τροφὴν προσδεχομένων καὶ κεχηνότων. οἷον οὖν τροφή μοι ἦν τὸ ἀκοῦσαί τι τῶν Αἰσχύλου. | ] |
| kappa | 1549 | [ | Κηρύλος· ὁ ἄρρην ἀλκυών, ὃς ἐν ταῖς συνουσίαις ἀποθνήσκει. Εὐφρόνιός φησι τοὺς Δωριεῖς λέγειν, βάλε δέ, βάλε, κηρύλος εἴην· τοὺς δὲ Ἀττικοὺς κειρύλον. τοὺς δὲ ἄρρενας γηράσκοντας αἱ θήλειαι βαστάζουσι τοῖς πτεροῖς. καὶ μήποτε παρὰ τὸ κείρειν ἐσχημάτισται. ὁ γὰρ Σποργίλος ἦν κουρεύς. μνημονεύει αὐτοῦ Πλάτων ἐν Σοφισταῖς· τὸ Σποργίλου κουρεῖον, ἔχθιστον τέγος. | ] |
| kappa | 1855 | [ | Κναφεύς· παρὰ τὸ κνῶ, τὸ ξύω. Ὅμηρος· ἐπὶ δ’ αἴγειον κνῇ τυρὸν κνήστι χαλκείῃ. γναφεὺς δὲ παρὰ τὴν τοῦ φάρους γνάψιν· ἥτις ἐστὶ παρὰ τὸ γανὸν καὶ λαμπρόν. καὶ ἔστι τὸ μὲν διὰ τοῦ γ κοινόν, τὸ δὲ διὰ τοῦ κ Ἀττικόν. καὶ Ἀριστοφάνης· ἢν παρέχωσι τοῖς δεομένοις οἱ κναφεῖς χλαίνας, ἐπειδὰν πρῶτον ἥλιος τραπῇ, πλευρῖτις ἂν ὑμῶν οὐδένα βλάψοι ποτέ. | ] |
| kappa | 1916 | [ | Κόκκυ· Ἀττικῶς ἀντὶ τοῦ ταχύ. | ] |
| kappa | 2030 | [ | Κόνδυλον· τὸ ἐκολάφισαν αὐτόν, ὡς ἔοικεν, ἐντεῦθεν οἱ Ἀττικοὶ λέγουσιν. ὁ δὲ κόλαφός ἐστι παρ’ Ἐπιχάρμῳ. Ἀριστοφάνης· ἢν ὁ παῖς οἶνον αἰτῇ, κόνδυλον αὐτῷ δίδου. ὑπὲρ τοῦ ἐθίζειν τοὺς παῖδας μηδέν τι περιττὸν αἰτεῖν. | ] |
| kappa | 2120 | [ | Κόρυζα παρ’ Ἀττικοῖς ἡ μύξα λέγεται. | ] |
| kappa | 2362 | [ | Κρέας· οὕτω καλοῦσι τὸ σῶμα οἱ Ἀττικοί. εἰ μὴ περὶ τῶν κρεῶν νεναυμάχηκε. | ] |
| kappa | 2413 | [ | Κρίβανον· οἱ Ἀττικοὶ λέγουσι κριθῶν βαῦνον, τουτέστι κάμινον. καὶ Ἄρτος κριβανίτης, ὁ ἐν κριβάνῳ ὠπτημένος. κρίβανος δὲ παρὰ τὸ κρῖ καὶ τὸ βαῦνος· ὅ ἐστι κάμινος. καὶ Ἀριστοφάνης· εἶτα ἐξένιζε· παρετίθει δ’ ἡμῖν βοῦς κριβανίτας. Ἀρριανός· οἱ δὲ ξένια ἔφερον, θύννους ἐν κριβάνοισιν ὀπτούς. | ] |
| kappa | 2534 | [ | Κοικύλλεις· περιβλέπεις, ἢ κακοτεχνεῖς. τί αὖ σὺ κυρκανᾷς, ἢ τί κοικύλλεις ἔχων; περιττὸν τὸ ἔχων Ἀττικῶς. | ] |
| kappa | 2570 | [ | Κοῖτις· ἡ μικρὰ κίστη, Ἀττικῶς. τὴν γὰρ κίστην κοῖτιν λέγουσιν. ἔστι δὲ ἐν αἷς κοιταζόμεναι γυναῖκες ἀπετίθεντο τὰ χρυσία. | ] |
| kappa | 2670 | [ | Κυλλός· ὁ πεπηρωμένος. Κυλλοὺς δὲ Ἀττικοὶ καλοῦσιν ἐπὶ ποδῶν καὶ ἐπὶ τῶν χειρῶν· ὁμοίως καὶ χωλοὺς τοὺς χεῖρα πεπηρωμένους. Εὔπολις· ὅτι χωλὸς εἶ σὺ τὴν χεῖρα σφόδρα. λέγεται καὶ Κύλλου πήρα, τόπος οὕτω καλούμενος ἐν τῇ Ἀττικῇ. ἔστι δὲ καὶ κρήνη, ἀφ’ ἧς τὰς στερίφας πίνειν γυναῖκας, ἵνα συλλαμβάνωσι. | ] |
| kappa | 2740 | [ | Κυπτάζειν· διατρίβειν, στραγεύειν, ἀναβάλλειν. ὁ δὲ ἐς ἅμαξαν χόρτου πλήρη ἐκρύφη καὶ οὕτως ἐς τὸ ἄστυ ἐσεκομίσθη, ἅτε μηδενὸς ἐλπίσαντος ἐνταῦθα τινὰ κυπτάζειν. τί κυπτάζεις ἔχων περὶ τὴν θύραν; περιττὸν τὸ ἔχων Ἀττικῶς. Ἀριστοφάνης Νεφέλαις. καὶ τὸ περί τι πονεῖσθαι. | ] |
| kappa | 2783 | [ | Κυροῖ· κἀνήρετ’ ἐν τῷ πράγματος κυροῖ ποτε. τὸ κυρῶ περισπωμένως ἡ συνήθεια καὶ Ἀττικοί. ἐν δὲ τοῖς εὐκτικοῖς βαρύνουσιν αὐτὸ Ἀττικοὶ μετὰ ἐκτάσεως τοῦ υ, κύροι λέγοντες, ἀντὶ τοῦ κυροίη. κεῖται δὲ καὶ ἀντὶ τοῦ κυρεῖ ὁριστικοῦ παρὰ Σοφοκλεῖ. | ] |
| lambda | 46 | [ | Λακάνη· τὸ μὲν κοινὸν λακάνη· παρὰ τὸ λα ἐπιτατικὸν καὶ τὸ χαίνειν· πλατὺ γάρ· τὸ δὲ Ἀττικὸν λεκάνη. | ] |
| lambda | 275 | [ | Λεώς· ὁ λαός, ὁ ὄχλος, Ἀττικῶς. | ] |
| lambda | 393 | [ | Λείριον· καὶ κοινῶς τὸ ἄνθος καὶ ἰδίως τὸν νάρκισσον καλοῦσιν οἱ Ἀττικοί. | ] |
| lambda | 438 | [ | Λήκυθον τὴν τοῦ μύρου Ἀττικοὶ καλοῦσιν ἀλάβαστρον· ἀρσενικῶς δὲ τὸν ἀλάβαστρον εἶπεν Ἡρόδοτος. τὰ ἐλαιοδόχα ἀγγεῖα. Ἀριστοφάνης Πλούτῳ· αἱ δὲ λήκυθοι μύρου γέμουσι. καὶ αὖθις· ἔλαιον οὐκ ἔνεστιν ἐν τῷ ληκύθῳ. ἀντὶ τοῦ οὐκ ἐλεοῦμεν, οὐ πειθόμεθα. Ἀριστοφάνης Ὄρνισι. Ζήνων ὁ Κιτιεὺς ποιήσας κοῖλον ἐπίθεμα τῇ ληκύθῳ περιέφερε νόμισμα, λύσιν ἕτοιμον τῶν ἀναγκαίων, ἵν’ ἔχοι κράτος. | ] |
| lambda | 595 | [ | Λίριον· καὶ κοινῶς τὸ ἄνθος καὶ ἰδίως τὸν νάρκισσον καλοῦσιν Ἀττικοί. | ] |
| mu | 71 | [ | Μακρὰν οὐσίαν· οὕτω λέγουσι τὴν πολλὴν Ἀττικοί. | ] |
| mu | 90 | [ | Μαλακίζεσθαι· ἐν ταῖς νόσοις φασὶν Ἀττικοὶ τὰς γυναῖκας μαλακίζεσθαι, τοὺς δὲ ἄνδρας ἀσθενεῖν. | ] |
| mu | 126 | [ | Μαμμίαν· Ἀττικοὶ τὴν μητέρα. ἀπὸ τοῦ τὰ παιδία μαμμᾶν τὸ φαγεῖν λέγειν. | ] |
| mu | 421 | [ | Μεθ’ ἡμέραν· ἀντὶ τοῦ ἐν ἡμέρᾳ· Ἀττικῶς. Ἀριστοφάνης Πλούτῳ· οἴμοι τάλας, ἀποδύομαι μεθ’ ἡμέραν. οὕτως Ἀττικῶς φασιν, οὐκ ἐν ἡμέρᾳ. | ] |
| mu | 874 | [ | Μηδὲν μακρὰν ἀπέλθῃς· παρὰ Ἀριστοφάνει. τὸ δεν παρέλκει κατ’ Ἀττικούς. | ] |
| mu | 1014 | [ | Μήτρως· ὁ θεῖος. καὶ κλίνεται μήτρω Ἀττικῶς. | ] |
| mu | 1342 | [ | Μῶρος· παρὰ Ἀττικοῖς προπερισπᾶται. ὦ μῶροι, οὐκ ἴστε τὸν σοφώτατον τῆς τραγῳδίας εἰπόντα, ἡ γλῶττ’ ὀμώμοκεν, ἡ δὲ φρὴν ἀνώμοτος. | ] |
| nu | 136 | [ | Νεήλατα· τὰ νεωστὶ ἀληλεσμένα ἄλφιτα καὶ μέλιτι δεδευμένα, οἷς καὶ ἀσταφίδες καὶ χλωροὶ ἐρέβινθοι συνεφύροντο· ἃ τοῖς τὰ ἱερὰ τελοῦσιν ἔνεμον. ἐκάλουν δέ τινες αὐτὰ καὶ ἀμβροσίαν καὶ μακαρίαν. κατ’ ἔλλειψιν δὲ προσφέρουσιν οἱ Ἀττικοὶ τὸ νεήλατα μὴ προστιθέντες τὸ ἄλφιτα. | ] |
| nu | 182 | [ | Νεογιλλόν· νεογέννητον. παρὰ τὸ νέον γίνεσθαι, νεογινόν. καὶ ὡς πνεύμων, πλεύμων Ἀττικῶς, καὶ νίτρον, λίτρον, οὕτω νεογινόν, νεογιλόν. | ] |
| nu | 236 | [ | Νεώς· Ἀττικῶς, ὁ ναός. θηλυκῶς δὲ ἐπὶ γενικῆς νεώς, τοῦ πλοίου. | ] |
| nu | 239 | [ | Νεωστί· προσφάτως. ὥσπερ ἐκ τοῦ μεγάλων μεγάλως καὶ Ἀττικῶς μεγαλωστί, οὕτω νέων, νέως, νεωστί. καὶ ἔστιν ὅμοιον τὸ οὕτω τι· εἰ καὶ βαρύνεται ἐκεῖνο. | ] |
| nu | 338 | [ | Νῆσσα· τὸ ὄρνεον. καὶ Νῆττα λέγεται Ἀττικῶς. ἐκ τοῦ νῶ, νήσω, τὸ κολυμβῶ. | ] |
| nu | 478 | [ | Νόμος· ὁ κιθαρῳδικὸς τρόπος τῆς μελῳδίας, ἁρμονίαν ἔχων ταύτην καὶ ῥυθμὸν ὡρισμένον. ἦσαν δὲ ἑπτὰ οἱ ὑπὸ Τερπάνδρου, ὧν εἷς ὄρθιος, τετράδιος, ὀξύς. Δωριεῖς δὲ ἐπὶ νομίσματος χρῶνται τῇ λέξει, καὶ Ῥωμαῖοι παρατρέψαντες νοῦμμον λέγουσιν. Ἀττικοὶ τὰ διανενεμημένα μέρη τῆς γῆς, ὡς καὶ ἐν Αἰγύπτῳ. καὶ τὸ δίκαιον ἔγγραφον. ὅτι Δαρεῖος εἶχε νόμον, τόν τε Φρύγιον καὶ Λύδιον καὶ Ἰωνικόν. | ] |
| omega | 48 | [ | Ὠκινάκης· οὐδ’ ἄλλως Ἀττικόν, ἀλλὰ Ἡρόδοτος οὕτως λέγει, τὸν ὠκινάκην. | ] |
| omega | 260 | [ | Ὦ τάν, ὦ οὗτος, ὦ τάλαν καὶ ὦ μέλεε· ταῦτα παρὰ τοῖς νεωτέροις ὑπὸ μόνων λέγεται γυναικῶν, παρὰ δὲ τοῖς παλαιοῖς καὶ ὑπ’ ἀνδρῶν. πολλάκις δὲ καὶ ἐπὶ πλήθους φασὶ τὸ ὦ τάν, ὡς παρὰ Κτησιφῶντι. οἱ γὰρ Ἀττικοὶ τὴν πρώτην συλλαβὴν περισπῶσι, τὴν δὲ δευτέραν βραχύνουσι· καὶ βέλτιον· ἀδύνατον γὰρ εὑρεθῆναι μίαν λέξιν δύο ἔχουσαν περισπωμένας. Δίδυμος δὲ τὸ πλῆρες εἶναί φησιν ὦ ἐτάν, ἀγνοῶν, ὡς ἄρα τοῦ ἔτης ἡ κλητικὴ ἔστιν ἔτα καὶ Δωρικῶς ἔταν. Ἀριστοφάνης· τοῦτο μὲν ἔασον, ὦ τάν. οὔ σοι γάρ ἐστι περίπατος κάλλιστα περί γε τούτου. τὰ περὶ δημοκρατίας καὶ ἰσότητος, φησίν, ἔασον· ἐμὸν δέ ἐστι μᾶλλον ἐμπεριπατῆσαι περὶ τούτου, οὐ σόν. | ] |
| omega | 282 | [ | ᾬχετο ἀπιών· ἐπαγγειλάμενος δὲ πάλιν ἐπανήξειν ᾤχετο ἀπιών. ἀντὶ τοῦ ἐς τοὐπίσω ἀνεχώρησε. συνήθης ὁ πλεονασμὸς τοῖς Ἀττικοῖς. | ] |
| omicron | 98 | [ | Ὄϊος· προβάτου. οὕτως Ἴωνες, Ἀττικοὶ δὲ οἶς. καὶ ὄϊν Ἴωνες, Ἀττικοὶ δὲ οἶν. καὶ παροιμία· Ὄϊς τὴν μάχαιραν. ἐπὶ τῶν ἀλυσιτελῶς σφίσιν αὐτοῖς χρωμένων. | ] |
| omicron | 292 | [ | Ὁμοῦ· ἐγγύς. Ἀριστοφάνης· πρὶν οὖν ὁμοῦ γενέσθαι, σιγᾶθ’ , ἵν’ αὐτῆς πυθώμεθα. καὶ Μένανδρος· ἔστι δὲ ὁμοῦ τὸ χρῆμα. παρὰ δὲ Σοφοκλεῖ ἀντὶ τῆς σύν· θεοῖς μὲν κἂν ὁ μηδὲν ὢν ὁμοῦ κράτος κατακτήσαιτ’ · ἐγὼ δὲ καὶ δίχα κείνων πέποιθα τοῦτ’ ἐπισπάσειν κλέος. καὶ Δημοσθένης τῷ ὁμοῦ ἀντὶ τοῦ ἐγγὺς κέχρηται ἐν τῷ κατὰ Ἀριστογείτονος· εἰσὶν ὁμοῦ δισμύριαι χιλιάδες Ἀθηναίων. ἔνθα γὰρ βούλεται δηλοῦν ὅτι ἐγγὺς τῶν δισμυρίων εἰσιν, ἐπεὶ ὅτι γε οὐκ ἦσαν δισμύριοι φανερόν. Ἰσαῖος δὲ τὸ ὁμοῦ ἐπὶ χρόνου ἔταξεν ἐν τῷ πρὸς Δωρόθεον· [ ἐς] τοσοῦτον πονηρίας ὁμοῦ καὶ τόλμης ἐλήλυθε. καὶ ἐν τῷ πρὸς Καλλικράτην· οὐ μὴν ἀλλὰ τούτου πάντα ὁμοῦ ταῦτα ἐπιτάξαντος. Λυσίας δὲ ἐπὶ τόπου τοῦτο ἔταξεν ἐν τῇ πρὸς Μετάνειραν ἐπιστολῇ· γυναικῶν δὲ πολλῶν καὶ ἀνδρῶν ὁμοῦ κατακειμένων. καὶ Ὅμηρος ἐπὶ τόπου· Πάτροκλος γὰρ λέγει· μὴ ἐμὰ σῶν ἀπάνευθε τιθέμεναι ὀστέ’ , Ἀχιλλεῦ, ἀλλ’ ὁμοῦ, ὡς ἐτράφην ἐν ἡμετέροισι δόμοισι. καὶ Αἰλιανός· ὁ δὲ Σύφαξ ὁμοῦ τι τῷ θανάτῳ ὢν ἀνεφθέγξατο τὰ ἐκ τῆς τραγῳδίας ἰαμβεῖα, ὡς δεδιττόμενος τὸν Μακεδόνα· ὅρα, τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς, μὴ πῆμα σαυτῇ καὶ μετάνοιαν τιθῇς. οὐ μὴν ἔσπασέ τι ἡ μήρινθος αὐτῷ. καὶ αὖθις· μὴ ἰσχύουσα τεκεῖν ὁμοῦ τι τῷ ῥαγῆναι ἦν. ἔστι δὲ τοῦτο πολὺ παρὰ Ἀττικοῖς. ὡς καὶ Μένανδρος· ἤδη γὰρ τοῦ τίκτειν ὁμοῦ. | ] |
| omicron | 399 | [ | Ὄνου πόκαι· ἐπὶ τῶν ἀνηνύτων καὶ μὴ ὄντων λέγεται ἡ παροιμία ὑπὸ τῶν Ἀττικῶν· ὥσπερ αἱ τοιαῦται, πλίνθον πλύνειν, ἀσκὸν τίλλειν, χύτραν ποικίλλειν, εἰς κόπρον θυμιᾶν. Ἀρίσταρχος δὲ διὰ τὸ Κρατῖνον ὑποθέσθαι ἐν ᾅδου τινὰ σχοινίον πλέκοντα, ὄνον δὲ τὸ πλεκόμενον ἀπεσθίοντα, οἷον ἀποκείροντα. παρ’ ὅσον οὖν τὰ ἐν ᾅδου ἀνήνυτά εἰσι, τοῦτο ἐπλάσθη. | ] |
| omicron | 625 | [ | Ὅρος· οὕτως ἐκάλουν οἱ Ἀττικοὶ τὰ ἐπόντα ταῖς ὑποκειμέναις οἰκίαις καὶ χωρίοις γράμματα, ἃ ἐδήλουν, ὅτι ὑπόκεινται δανειστῇ. οὕτως Δημοσθένης καὶ Μένανδρος. | ] |
| omicron | 682 | [ | Ὁσημέραι· διαπαντός, πάντοτε, καθημέραν. ἀντὶ τοῦ ὅσαι ἡμέραι. τινὲς δὲ καὶ ὁσημέραι, Ἀττικώτερον δὲ τὸ ὁσημέραι. | ] |
| omicron | 768 | [ | Οὐ γὰρ· Ἀριστοφάνης Νεφέλαις. ἀντὶ τοῦ ἀλλὰ καὶ γὰρ Ἀττικῶς· ὡς Καλλίμαχος· ἀκούσαθ’ Ἱππώνακτος· οὐ γὰρ ἀλλ’ ἥκω. ἀντὶ τοῦ καὶ γὰρ ἥκω. καὶ ἐν Βατράχοις, οὐ γὰρ ἀλλά, ἀντὶ τοῦ καὶ γὰρ Ἀττικῶς. ἀντὶ τοῦ ἔχω γὰρ κακῶς. ὁ δὲ εἶπεν, οὐ γὰρ, ἀλλ’ ἔχω κακῶς. τὸ δὲ ἀλλὰ παρέλκεται καὶ ἐν Βατράχοις· οὐ γὰρ ἀλλὰ πειστέον. ἀντὶ τοῦ καὶ γὰρ πειστέον. οὐδαμῶς, φησίν, ὀφείλεις λέγειν, ἀλλὰ καὶ διδόναι, ἵνα σοι πιστεύσω, ὅτι ἀληθῶς ἐπαγγέλλῃ μοι αὐτὰ διδόναι. καὶ ἐν Θεσμοφοριαζούσαις· οὐ γὰρ ἀλλ’ ὑπερφυῶς ὡς λευκοπληθὴς ἦν ἰδεῖν ἡ ἐκκλησία. | ] |
| omicron | 783 | [ | Οὐδὲν ἀπὸ τρόπου· ἀντὶ τοῦ οὐκ ἀπεικός Ἀττικοί. | ] |
| omicron | 807 | [ | Οὐδὲν προτιμῶ σου· ἀντὶ τοῦ οὐ φροντίζω σου. ἡ φράσις Ἀττική. Ἀριστοφάνης Πλούτῳ· φορῶ γὰρ τὸν δακτύλιον ταυτὶ παρ’ Εὐδάμου δραχμῆς. ἀντὶ τοῦ οὐ φροντίζω σου. Εὔδαμος δὲ φιλόσοφος ἦν. | ] |
| omicron | 830 | [ | Οὐδ’ ὑφ’ ἕνων· Ἀττικοὶ ἀντὶ τοῦ ὑπ’ οὐδένων λέγουσιν ὑπερβιβάζοντες. | ] |
| omicron | 882 | [ | Οὐκ ἔστιν ἄλλος πλὴν ἐγώ· Ἀττικῶς ἀντὶ τοῦ πλὴν ἐμοῦ. Ἀριστοφάνης Πλούτῳ· μὰ τὸν Δί’ · οὐ γάρ ἐστιν ἄλλος πλὴν ἐγώ. | ] |
| omicron | 886 | [ | Οὐκ ἔσχον· οὐκ ἔσχισα, οὐ διεῖλον. οὕτως ἔκλινεν Ἀττικῶς. ὤπτων γαστέρα, κᾆτ’ οὐκ ἔσχον ἀμελήσας, ἡ δ’ ἄρ’ ἐφυσᾶτο. Ἀριστοφάνης Νεφέλαις. | ] |
| omicron | 970 | [ | Οὔτε του· ὥσπερ παρὰ Αἰολεῦσι τὸ ὅτινα κοινόν ἐστι κατὰ γένος, οὕτω καὶ παρὰ Ἀττικοῖς τὸ οὔτε του κοινῶς λέγεται. οὔτε του κλύων σάλπιγγος. | ] |
| omicron | 973 | [ | Οὔτιδες καὶ Σωρῖται· παραλογισμοὶ οὕτω καλούμενοι. καὶ Οὔτις, παρ’ Ὁμήρῳ οὐδείς· οὔτις γὰρ ὁ Ὀδυσσεύς. οὔτις ἔσθ’ ὃς οὐ τὸν τοῦ μανέντος κἀπιβουλευτοῦ στρατοῦ ξύναιμον ἀποκαλοῦντες. Ἀττικόν ἐστι τὸ ἐπιφέρειν ἑνικοῖς πληθυντικά, οἷον οὔτις ἀποκαλοῦντες. | ] |
| omicroniota | 63 | [ | Οἰκίσκῳ· ἀντὶ τοῦ μικρῷ τινι οἴκῳ. Δημοσθένης ἐν τῷ περὶ Κτησιφῶντος. ἐκάλουν δὲ οἱ Ἀττικοὶ τὸ ὑφ’ ἡμῶν λεγόμενον ὀρνίθων τροφεῖον οἰκίσκον. | ] |
| omicroniota | 69 | [ | Οἰκοδομία· οἱ Ἀττικοὶ ὀξυτόνως αὐτὸ ἀναγινώσκουσιν. οἰκοδομὴ δὲ οὐκ εἴρηται. | ] |
| omicroniota | 103 | [ | Οἶν· Ἀττικοὶ ἀντὶ τοῦ ὄϊν. | ] |
| omicroniota | 128 | [ | Οἰνοπίπας· τὰς οἴνους περισκοπούσας, ὡς Ὅμηρος παρθενοπῖπα, φησὶν Ἀριστοφάνης· ποῦ δ’ οὐχὶ διαβέβληχ’ , ὅπουπερ ἔμβραχυ οἷς θέα καὶ τραγῳδία καὶ χοροί; τὰς μοιχοτρόπους, τὰς ἀνδρεραστρίας καλῶν, τὰς οἰνοπίπας, τὰς προδότιδας, τὰς λάλους, τὰς οὐδὲν ὑγιές, τὰς μέγ’ ἀνδράσι κακόν. ὁ μὲν οὖν Σύμμαχός φησι παρὰ τὸ πιπίζειν τὸν οἶνον· ἐγὼ δὲ οὐχ ὁρῶ τὸ πιπίζειν ἐπὶ ταύτης τῆς ἐννοίας παρὰ τοῖς Ἀττικοῖς κείμενον, ἀλλὰ κατὰ μίμησιν φωνῆς λεγόμενον. ἄμεινον οὖν, ὥσπερ παιδοπίπης λέγεται, οὕτω καὶ οἰνοπίπης. οἰνοπίπας οὖν ἀντὶ τοῦ μεθύσους· παρὰ τὸ πιπίζειν, ὅ ἐστι μύζειν, ἢ μυζᾶν. | ] |
| omicroniota | 173 | [ | Οἶσθα· ἀντὶ τοῦ οἶδας. λέγεται καὶ χωρὶς τοῦ ς, μετὰ δὲ τοῦ ς ποτὲ ἢ διὰ μέτρον, ἢ διὰ τὸ μὴ συγκροῦσαι σύμφωνον, οἶσθας. Σοφοκλῆς· οἶσθ’ , ὡς ποιήσων. ἀντὶ τοῦ ποιήσεις, Ἀττικῶς. καὶ αὖθις· οἶσθά τινας ἐν λογιστηρίοις ἀποδύντας ἢ πάντως ἀπὸ μιᾶς γέ του συμφορᾶς ἀναπεισθέντας ἐν μεσημβρίᾳ τοῦ βίου φιλοσοφεῖν ἀπὸ μόνου τοῦ τὸν θεὸν ὀμόσαι καὶ κατομόσαι Πλατωνικῶς· οὓς φθάσειεν ἂν ἡ σκιὰ φθεγξαμένη τι τῶν δεόντων. λέγεται καὶ ἔξοισθα. Σοφοκλῆς· καὶ σύ που παρὼν ἔξοισθ’ , ὑφηγητῆρος οὐδενὸς φίλων, ἀλλ’ αὐτὸς ἡμῖν πᾶσιν ἐξηγούμενος. | ] |
| phi | 31 | [ | Φάλαγγες· στίχες, τάξεις. οἱ δὲ τὸ ἐκ πλειόνων τάξεων ὁπλιτικὸν πλῆθος. λέγεται καὶ τὰ τῶν δακτύλων ἄρθρα· καὶ νεὼς ὑπερείσματα. ἔνιοι καὶ τὸ στρογγύλον ξύλον καὶ σύμμετρον φαλάγγια· λέγεται καὶ τοῦ ζυγοῦ ὁ κανὼν φάλαγξ. καὶ ἐπὶ τῆς νεὼς ἡ διαβάθρα. καὶ ὁ ἀράχνης δέ, ὃν ἔνιοι καλοῦσι φαλάγγιον. καὶ οἱ κόρακες δὲ παρὰ Ἀττικοῖς φαλάγγια. | ] |
| phi | 146 | [ | Φαύλως ἐρείδει· ἁπλῶς καὶ ἀπεριέργως μασᾶται. ἢ συντόμως ἐσθίει. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐρεττόντων καὶ ἐπερειδομένων ταῖς κώπαις. ἐρείδειν δέ φασιν οἱ Ἀττικοὶ πᾶν ὁτιοῦν συντόνως γινόμενον. | ] |
| phi | 190 | [ | Φελλεῖς· οὕτω λέγουσιν οἱ Ἀττικοὶ τοὺς πετρώδεις τόπους· οἵτινές εἰσι πετρώδεις μὲν κάτωθεν, ἐπιπολῆς δὲ ὀλίγην ἔχουσι γῆν. ἔστι δὲ καὶ ὄρος οὕτω καλούμενον. | ] |
| phi | 399 | [ | Φιλόπατρις· ὁ φιλόπολις. καὶ τὸ μὲν φιλόπολις κοινόν, τὸ δὲ φιλόπατρις Ἀττικόν. | ] |
| phi | 507 | [ | Φθοΐς, φθοΐδος. ὄνομα πλακοῦντος. πέμματα ἃ τοῖς θεοῖς μετὰ τῶν σπλάγχνων ἔθυον. ἐν Ἐπιγράμμασι· καὶ τροχιὰν ἐν κανέῳ φθοΐδα σοι ταύτας ἐφ’ ἅλωος, ὦ Δάματερ, φέρω. τοὺς φθοῖς μονοσυλλάβως ἔθος λέγειν τοῖς Ἀττικοῖς. τοὺς φθοῖς ἀφαρπάζοντα καὶ τὰς ἰσχάδας. Ἀριστοφάνης Πλούτῳ [+]. | ] |
| phi | 734 | [ | Φροντιστήριον· διατριβή, ἢ μοναστήριον· ὅπερ Ἀττικοὶ σεμνεῖον καλοῦσι. | ] |
| phi | 736 | [ | Φρωγεῖν· φράττειν Ἀττικῶς. | ] |
| phi | 783 | [ | Φοινικᾶ· τὸ ἁπλᾶ καὶ διπλᾶ καὶ πολλαπλᾶ καὶ πάντα τὰ τοιαῦτα περισπῶσιν οἱ Ἀττικοί· ἀργυρᾶ, χρυσᾶ καὶ κεραμεᾶ, ἀπὸ τοῦ κεραμεοῦν· καὶ φοινικᾶ, ἀπὸ τοῦ φοινικοῦν. | ] |
| pi | 212 | [ | Πανοῦργος· ὁ πάντα ἐν πονηρίᾳ ἐργαζόμενος. λέγεται δὲ καὶ ὁ πάνυ φρόνιμος καὶ ὁ πάντα ἐπιστάμενος. τὸ δὲ Πανοῦργε ἡμεῖς μὲν μετριώτερόν φαμεν, Ἀττικοὶ δὲ ἐπὶ σφοδραῖς βλασφημίαις. Ἀριστοφάνης· πανοῦργον, καὶ πανοῦργον· πολλάκις γὰρ αὔτ’ ἐρῶ· καὶ γὰρ οὗτος ἦν πολλάκις τῆς ἡμέρας πανοῦργος. καὶ Πανουργιππαρχίδας. τούτους κωμῳδεῖ ὡς πανούργους, τὸν Τισαμενὸν καὶ τὸν Φαίνιππον καὶ τὸν Ἱππαρχίδην καὶ τὸν γέροντα τὸν φαλακρὸν καὶ τὸν Θεόδωρον, Διομειαλαζόνας δὲ ἀπὸ Διομείων τοῦ δήμου, ὃς ὠνόμασται οὕτως ἀπό τινος Διόμου. ὅτι τὸν πανοῦργον εἰς τὸν φρόνιμον μεταλαμβάνουσι. καὶ ζήτει ἐν τῷ ἐγκράτεια. | ] |
| pi | 361 | [ | Παρακεχόρδηκεν, οἷον παρημάρτηκε λέγουσιν Ἀττικοί. καὶ παράχορδον. | ] |
| pi | 625 | [ | Παρῆν· παρήμην. ἑνικῶς κατ’ Ἀττικούς. | ] |
| pi | 804 | [ | Πάτρως, πάτρω· Ἀττικῶς. | ] |
| pi | 830 | [ | Παχεῖς· Ἀττικοὶ τοὺς πλουσίους καλοῦσι συνήθως. Ἀριστοφάνης· ὡς ἀμαθὴς εἶ καὶ παχύς. ἀντὶ τοῦ ἀναίσθητος καὶ παχὺς εἰς τὸ νοεῖν. καὶ Ἡρόδοτος· ἔφυγον ἄνδρες τῶν παχέων ὑπὸ τοῦ δήμου ἐκ Νάξου. διαφέρει πάχης καὶ παχύς. πάχης μὲν λέγεται ὁ λιπαρός, παχὺς δὲ ὁ ἀναίσθητος ἢ ὁ πλούσιος. καὶ παχὺς καὶ ἀρχαῖος ἐπὶ τοῦ ἠλιθίου τάσσεται παρὰ τοῖς παλαιοῖς. ὅτι τὰ παχέα ὑπὸ πιμελῆς τῶν δερμάτων ἁλσὶ μαλαττόμενα εὐρύτερα γίνεται. ὄναιτο οὖν, φησὶν ὁ Στρεψιάδης, ἀποκαθαρθεὶς τὴν παχύτητα. ἁλσὶ διαβρεχόμενος· διαβάλλει τοῦτον Ἀριστοφάνης ὡς ἐπὶ ἀσκοῦ τὸν λόγον ποιούμενος. καὶ ζήτει ἐν τῷ ἁλσὶ διασμηχθείς. λύσις ὀνείρου· βρίθων τὸ σῶμα δυσκλεὴς ἔσῃ λίαν. | ] |
| pi | 857 | [ | Παιδία· οὕτως Ἀττικοὶ βραχυκαταλήκτως καὶ παροξυτόνως, ἐπὶ τοῦ παιγνίου. Ἀριστοφάνης Πλούτῳ· αὐτοῦ λαβοῦσα κάρυα. παιδιὰν τίνα; Εὐνάπιος· καὶ οἱ μὲν παιδιάν τινα ἐκ τῶν πολεμίων ἡγούμενοι τοσοῦτον ἐδυσχέραινον, ὅσον ἠναγκάζοντο βοᾶν, καθ’ οὓς ἐμβάλοιεν. Παιδεία δὲ ἡ παίδευσις διὰ διφθόγγου. | ] |
| pi | 937 | [ | Πελεκάντι· δοτική. μήποτε βαρυτόνως προενεκτέον, ὡς ἀλίβας. πελεκὰν μέντοι, πελεκᾶνος κοινῶς, πελεκᾶς, πελεκάντος Ἀττικῶς. πελεκᾶς, πελεκᾶ Δωρικῶς. ἔστι δὲ εἶδος ὀρνέου. | ] |
| pi | 978 | [ | Πεντετάλαντος δίκη διαγέγραπται· τὸ ε ἄτρεπτον τηρεῖται παρὰ τοῖς Ἀττικοῖς. | ] |
| pi | 1151 | [ | Περιηγγέλθη τὸ ἄθεον πρόσταγμα· Ἀττικώτερον δὲ τὸ περιηγγέλη. | ] |
| pi | 1464 | [ | Πείρως, Πείρω· ὄνομα κύριον. καὶ κλίνεται Ἀττικῶς. καὶ θηλυκὸν Πειρώ. | ] |
| pi | 1528 | [ | Πηνίκ’ ἐστὶν ὥρα τῆς ἡμέρας· ἀντὶ τοῦ ποία ὥρα ἐστὶ τῆς ἡμέρας; ὥρας γὰρ ἐζήτουν, οὐ καιρούς. τὸ δὲ ἀνταποδοτικόν, ὁπηνίκα; σμικρόν τι μετὰ μεσημβρίαν. τὸ δέ, πηνίκ’ ἄττ’ ἀπώλετο οὐκ Ἀττικόν, οὐδὲ ἀρχαϊκόν, οὐδὲ ἀκριβές. ἔστι δὲ ἀντὶ τοῦ πότε δῆτα· παρέλκει γὰρ τὸ ἄττα· ἀλόγως γὰρ κεῖται, οὔτε γὰρ τὸ τινὰ σημαίνει οὔτε τὸ ἅτινα. οὐδὲν γὰρ τούτων ἁρμόζει τῷ ὁπηνίκα. | ] |
| pi | 1586 | [ | Πιθοῦ· περισπᾶται· ἔστι γὰρ βʹ ἀόριστος. τούτους Ἀττικοὶ περισπῶσι, καὶ ἡ χρῆσις ἠκολούθησε τῇ διαλέκτῳ· ἡ γὰρ ἀναλογία βαρύνει. πιθοῦ τί μοι· πρὸς σοῦ γάρ, οὐδ’ ἐμοῦ φράσω. | ] |
| pi | 1738 | [ | Πλειστηριάσας· πλείονος πωλήσας, οὗ ὠνήσατο. ἐποίει δὲ τοῦτο καὶ μετάμελος προσεποιεῖτο γεγονέναι, πλειστηριάζων αὐτούς. καὶ Πλειστηριάσαντες, ἀντὶ τοῦ ὑπερβαλόντες ἐν τῇ τιμῇ τῶν πιπρασκομένων. οὕτως Λυσίας καὶ Πλάτων ὁ κωμικός. Πλειστοβολεῖν λέγουσιν, ὡς ἡμεῖς, Ἀττικοί. | ] |
| pi | 1871 | [ | Πολλαπλᾶ· τὸ ἁπλᾶ καὶ διπλᾶ καὶ πολλαπλᾶ καὶ πάντα τὰ τοιαῦτα περισπῶσιν Ἀττικοί· ἀργυρᾶ, χρυσᾶ καὶ κεραμεᾶ, ἀπὸ τοῦ κεραμεοῦν, καὶ φοινικᾶ, ἀπὸ τοῦ φοινικοῦν. | ] |
| pi | 1881 | [ | Πολεμησείειν· πολεμητικῶς ἔχειν. Θουκυδίδης ἐν τῇ αʹ. ὡς τὸ Ὁμηρικόν, τῷ ῥ’ οἵ γ’ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο. οὕτως καὶ γαμησείειν Ἀττικοί φασι· καὶ ἄλλας φωνὰς οὕτως σχηματίζουσι. | ] |
| pi | 2133 | [ | Πότης λύχνος· Ἀριστοφάνης Νεφέλαις· τί γάρ μοι τὸν πότην ἧπτες λύχνον; παρὰ Ἀττικοῖς ὁ πολὺ ἔλαιον ἀναλίσκων. | ] |
| pi | 2144 | [ | Ποῦ γῆς· ποῦ γῆς πέφευγεν; ἀντὶ τοῦ εἰς ποίαν γῆν, Ἀττικῶς. | ] |
| pi | 2176 | [ | Πώμαλα· ἀντὶ τοῦ πόθεν. οἷον οὐδαμῶς. ἔστι δὲ τὸ μὲν πῶ Δώριον, τιθέμενον ἀντὶ τοῦ πόθεν· τὸ δὲ μαλα ἢ παρέλκει, ἢ ἐν συνηθείᾳ λεγόμενον ἐν τῷ πώμαλα, οἷον οὐ μάλα. ἀντὶ τοῦ οὐ ἢ ἀντὶ τοῦ οὐδόλως. ἔστι δὲ Ἀττικόν. Λυσίας ἐν τῇ πρὸς Ἀσύβαρον ἐπιστολῇ· γενναίως γὰρ αἱ γυναῖκες πώμαλα ἔφασαν ὠρχῆσθαι αὐτάς, δέον οὐδὲ πιούσας ἀπηλλάχθαι τοῦ συμποσίου. ἐγένοντο. | ] |
| pi | 2996 | [ | Πρυτανεία· ἐκτεταμένως μὲν καὶ θηλυκῶς ἀριθμός τις ἡμερῶν· οὐδετέρως δὲ σαφῶς μὲν οὐδεὶς εἶπε τί δηλοῖ. τινὲς δὲ ἀργύριόν τι ἔφασαν εἶναι, ὃ κατετίθεσαν οἱ δικαζόμενοι, ἐξ ὧν τὸ δικαστικὸν ἐδίδοτο τοῖς ἑξακισχιλίοις. πρυτανεῖαι δὲ ὁ τῶν ἡμερῶν ἀριθμός. δέκα ἐγίνοντο κατ’ ἐνιαυτὸν, ὅτι καὶ δέκα αἱ φυλαί. ἐνιαυτὸν δὲ οἱ Ἀθηναῖοι τὸν σεληνιακὸν ἦγον· ἐπέβαλε δὲ ἑκάστη φυλὴ τῶν δέκα λεʹ ἡμέρας, καὶ ἐπερίττευον ἐκ τοῦ σεληνιακοῦ ἐνιαυτοῦ ἡμέραι δʹ, ἃς ἐπεμέριζον ταῖς πρῶταις λαχούσαις πρυτανεύειν τέσσαρσι φυλαῖς. καὶ τῶν μὲν τεσσάρων πρῶτον ἑκάστη εἶχε τὴν πρυτανείαν ἀπαρτιζομένην εἰς λϚʹ ἡμέρας, αἱ δὲ λοιπαὶ Ϛʹ ἀνὰ λεʹ. Πρυτανείας οὖν ἐστιν ἀριθμὸς ἡμερῶν, ἤτοι λϚʹ ἢ λεʹ. καὶ ἑκάστη φυλὴ πρυτανεύει. παρὰ δὲ τοῖς ἄλλοις Ἀττικοῖς πρυτανεῖα ἀργύριον, ὅπερ κατετίθεσαν οἱ δικαζόμενοι ἀμφότεροι, καὶ ὁ φεύγων καὶ ὁ διώκων. | ] |
| pi | 3044 | [ | Πτόρθους καὶ κλῶνας· τὰς ἐκφύσεις τῶν δένδρων. οἱ δ’ Ἀττικοὶ πρέμνα καὶ κλάδους καλοῦσι. | ] |
| psi | 16 | [ | Ψάλτης καὶ ψαλτής· τὰ εἰς της λήγοντα, ἔχοντα τὴν παραλήγουσαν εἰς ἀμετάβολον λήγουσαν, ἀπρόσληπτα ὄντα τοῦ ς κατὰ τὴν γενικήν, βαρύνεται, εἰ μὴ εἴη μετοχικά· οἷον ὑφάντης, ἀγύρτης, Εὐφράτης· τὸ δὲ ἑκοντὴς καὶ ἐθελοντὴς μετοχικά. παρὰ δὲ Ἀττικοῖς ὀξύνονται καθαρτής, ἀμυντής, ἐπὶ τοῦ βοηθοῦ, φαιδρυντής, ποικιλτής, ψαλτής, πραϋντής. | ] |
| rho | 55 | [ | Ῥαφανίς· ῥαφανῖδα φασὶν Ἀττικοί, ἣν ἡμεῖς ῥέφανόν φαμεν· πάλιν δὲ ῥάφανον, ἣν ἡμεῖς κράμβην. εἴρηται δὲ ῥαφανὶς παρὰ τὸ ῥᾳδίως φαίνεσθαι· λόγος γάρ, ὡς σπειρόμεναι θᾶττον ἀνίασι. καὶ Ῥαφανιδωθῆναι καὶ τέφρᾳ τιλθῆναι, παρὰ Ἀριστοφάνει. ἐπὶ τῶν ἀσελγῶν. οὕτω γὰρ τοὺς ἁλόντας μοιχοὺς ᾐκίζοντο· ῥαφανῖδας λαμβάνοντες καθίεσαν εἰς τοὺς πρωκτοὺς τούτων καὶ παρατίλλοντες αὐτοὺς θερμὴν τέφραν ἐπέπαττον, βασάνους ἱκανὰς ἐργαζόμενοι. καὶ αὖθις· οὐδ’ ἂν ἑλέσθαι δειπνοῦντ’ ἐξῆν κεφάλαιον τῆς ῥαφανῖδος, οὐδ’ ἄνηθον τῶν πρεσβυτέρων οὐδὲ σέλινον ἁρπάζειν, οὐδ’ ὀψοφαγεῖν, οὐδὲ κιχλίζειν, οὐδ’ ἴσχειν τὼ πόδ’ ἐναλλάξ. κεφάλαιον δὲ ῥαφανῖδος τὴν κεφαλήν φησι τὸ πρὸς τὰ φύλλα καυλῶδες. οὐκ ἔτεμνον δὲ κατὰ μῆκος ὡς νῦν, ἀλλὰ κατὰ κύκλον τὴν ῥαφανῖδα. κιχλίζειν δὲ τὸ κίχλας ἐσθίειν, οἱ δὲ τὸ ἀτάκτως γελᾶν. | ] |
| rho | 59 | [ | Ῥαχίαν· οἱ Ἀττικοὶ τὴν ἀκτήν, καὶ τὸν τόπον αὐτόν, ᾧ προσαράττει τὸ κῦμα. καὶ Θουκυδίδης οὕτως. οἱ δὲ Ἴωνες τὴν ἄμπωτιν καὶ τὴν ἀναχώρησιν τῆς θαλάττης. | ] |
| sigma | 187 | [ | Σὲ δὲ ταῦτ’ ἀρέσκει, μἀλλὰ πλεῖν ἢ μαίνομαι· ἀλλὰ πλέον ἢ μαίνομαι ἐπ’ αὐτῷ. τουτέστιν ὑπερβαλλόντως μοι ἀρέσκει. Ἀττικῶς. μᾶλλον ἢ μαίνομαι. | ] |
| sigma | 312 | [ | Σήματα· τέρατα, σημεῖα. Ἀττικοὶ δὲ καὶ τὰ μνήματα. | ] |
| sigma | 502 | [ | Σῖτος· πᾶς ὁ σιτικὸς καρπός, οὐχ ὁ πυρὸς μόνον· καὶ αὐτὰ τὰ σιτία. Θουκυδίδης δʹ· καὶ τῶν νεῶν οὐκ ἐχουσῶν ὅρμον, αἱ μὲν σῖτον ἐν τῇ γῇ ᾑροῦντο, αἱ δὲ μετέωροι ὥρμων. ζήτει ἐν τῷ συνωνή. Σῖτος καλεῖται καὶ ἡ διδομένη πρόσοδος εἰς τροφὴν ταῖς γυναιξὶν ἢ τοῖς ὀρφανοῖς, ὡς ἔστι μαθεῖν καὶ ἐκ τῶν τοῦ Σόλωνος πρώην τοῦ ἄξονος καὶ ἐκ τῆς Ἀριστοτέλους Ἀθηναίων πολιτείας. Τιμαχίδας δὲ ἡγεῖται παρὰ τοῖς Ἀττικοῖς σῖτον λέγεσθαι τὸν τόκον· οὐκ ὀρθῶς ἡγούμενος. | ] |
| sigma | 724 | [ | Σκυτοδέψης· Ἀττικόν· βυρσοδέψης δὲ Ἀσιανόν. | ] |
| sigma | 952 | [ | Σπογγιά· ὀξυτόνως Ἀττικοί. Ἀριστοφάνης Βατράχοις· ἀλλ’ οἶσε πρὸς τὴν καρδίαν μου σπογγιάν. καὶ αὖθις Ἀριστοφάνης· σπογγίῳ βεβυσμένον. ἢ ὅτι χύτραν ἔφερον, ἐν ᾗ ἦν σπόγγος μέλιτος πεπληρωμένος. | ] |
| sigma | 1159 | [ | Στραγεύει· διαβάλλει, οὐκ εὐθὺς πορεύεται, ὥσπερ νεάζει καὶ χρονίζει καὶ ῥᾳθυμεῖ. κυπτάζεις ἔχων περὶ τὴν θύραν. Ἀττικῶς περιττεύει τὸ ἔχων· τὸ δὲ κυπτάζεις ἀντὶ τοῦ στραγεύῃ καὶ διατρίβεις. καὶ Στραγεύομαι, ἀναβάλλομαι, διατρίβω. ἅπαξ οὖν, φησί, δόξαν, τί παρέλκω, καὶ μέλλω, καὶ διατρίβω, καὶ ἀναδύομαι; | ] |
| sigma | 1170 | [ | Στρατήγιον· τὸ στρατόπεδον. Ἀττικῶς. Σοφοκλῆς· μέσον δὲ προσμολὼν στρατήγιον. καὶ αὖθις· συνηθροισμένοι περὶ τὸ στρατήγιον. | ] |
| sigma | 1215 | [ | Στρουθός· οὕτως Ἀττικοί. Σοφοκλέους μελῶν, κιχλῶν. στρουθῶν. δοκοῦσι πρὸς τρυφὴν ἐκ τῶν ἄλλων πετεινῶν περισπούδαστα εἶναι μᾶλλον. ἀεὶ δὲ τὸν Σοφοκλέα Ἀριστοφάνης σεμνολογεῖ. τὸ γὰρ κάλλιστον τῶν ἐδεσμάτων μετὰ τὴν αὐτοῦ μνήμην εὐθὺς ἐπήγαγεν, ἐνδεικνύμενος ὡς πάντων τῶν ποιημάτων ἀναγκαιότερά ἐστι τὰ αὐτοῦ ποιήματα, τῇ χρήσει τῶν κιχλῶν παραβαλλόμενα. λύσις ὀνείρου· στρουθὸν κρατῶν φεύγοντα προσδόκα βλάβην. | ] |
| sigma | 1612 | [ | Συνωμοσία· ἡ μεθ’ ὅρκου φιλία. παρὰ δὲ Ἀττικοῖς συνωμοσία τάξις τις. | ] |
| sigma | 1795 | [ | Σχολάζειν καὶ σχολὴν ἄγειν, οὐκ εὐκαιρεῖν λέγουσιν Ἀττικοί. | ] |
| tau | 139 | [ | Ταρροί· Ἀττικῶς τὰ ἐκ σχοίνων πλέγματα. τοὺς γοῦν καλάμους τοὺς γεωργικοὺς ταλάρους καλοῦσι. τὴν δὲ κρεμάθραν Ἀριστοφάνης οὕτως ἐκάλεσεν. ἔπειτ’ ἀπὸ ταρροῦ τοὺς θεοὺς ὑπερφρονεῖς; ἐφ’ ἧς ὁ Σωκράτης ἐκρέματο. ἢ ταρρός, μετέωρόν τι ἰκρίον, ἐφ’ οὗ αἱ ἀλεκτορίδες κοιμῶνται. τοιαύτην δή τινα ὑποληπτέον τὴν κρεμάθραν ἐσκευάσθαι. | ] |
| tau | 232 | [ | Τεθνήσῃ· διὰ τοῦ ς οἱ Ἀττικοί. οἴμ’ , ὡς τεθνήσῃ. | ] |
| tau | 472 | [ | Τήθη· μάμμη. ἡ πατρὸς ἢ μητρὸς μήτηρ. ἡ κλητικὴ τήθα. Τηθὶς δὲ θεία. Ἀριστοφάνης· ἀλλ’ ὦ τηθῶν ἀνδρειοτάτη, καὶ μητριδίων ἀκαλήφων, χωρεῖτ’ ὀργῇ, μὴ τέγγεσθ’ · ἔτι γὰρ νῦν οὔρια θεῖτε. τήθας ἐκάλουν τὰς μάμμας. καὶ τηθίδας τὰς θείας, τὰς πατρὸς ἀδελφὰς ἢ μητρός. τήθας δὲ καὶ τὰς τροφούς. εἰσὶ δὲ καὶ ὄστρεα θαλάσσια. Ὅμηρος· πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν. ἀκαλήφας δὲ λέγουσιν οἱ μὲν καὶ τὰς θαλασσίας· λέγουσι δὲ καὶ τὰς κνίδας Ἀττικοί. καὶ κνίδη μὲν ἐς ὅσον ἂν ἁπαλή ἐστι, ἐπὰν δὲ σχῇ τὰς μητέρας, τουτέστι τὰς τοῦ σπέρματος σφαίρας, ἀκαλήφη λέγεται. ἀκαλήφας οὖν τὰς γραίας ἐκάλεσεν, ἐπειδὴ στερραὶ ἦσαν καὶ γενναῖαι. καὶ γὰρ τὸ φυτάριον δάκνει. ἐπεὶ οὖν εἶπε τηθῶν, εἶπε μητριδίων· τουτέστι τῶν ἐχουσῶν τὸ σπέρμα τῆς βοτάνης τῆς ἀκαλήφης· δάκνουσι δὲ αὗται· τοιαῦται δὲ καὶ αἱ γραῖαι. μητριδίας δὲ ἐκάλεσε τὰς ἐχούσας τὸ σπέρμα. | ] |
| tau | 1049 | [ | Τρόπαια· νικητήρια. Ἀριστοφάνης ἐν Πλούτῳ· τρόπαιον ἀναστήσαιτο τῶν ταύτης τρόπων. τὸ τρόπαιον οἱ παλαιοὶ Ἀττικοὶ προπερισπῶσιν, οἱ δὲ νεώτεροι προπαροξύνουσι. ἡ δὲ παλαιὰ Ἀτθίς ἐστιν, ἧς ἦρχεν Εὔπολις, Κρατῖνος, Ἀριστοφάνης, Θουκυδίδης· ἡ δὲ νέα Ἀτθίς ἐστιν, ἧς ἐστι Μένανδρος καὶ ἄλλοι. | ] |
| tau | 1146 | [ | Τυγχανόντων· ἀντὶ τοῦ τυγχανέτωσαν. Ἀττικῶς. οἱ γὰρ Ἀττικοὶ ἀπὸ ὁριστικῶν, μὴ ἐχόντων τὸ μ κλιτικόν, τὸ γʹ πρόσωπον ποιοῦσιν ὁμόφωνον τῇ γενικῇ πληθυντικῇ τῶν ἰδίων μετοχῶν· οἷον τύπτετε, τυπτόντων, ἀντὶ τοῦ τυπτέτωσαν· μέλετε, μελόντων ἀντὶ τοῦ μελέτωσαν. καὶ ἐπὶ τῶν ἐχόντων τὸ μ κλιτικὸν τὸ γʹ πρόσωπον τῶν πληθυντικῶν ὁμοφώνως ποιοῦσι τῷ γʹ τῶν δυϊκῶν· τύπτεσθε τυπτέσθων, ἀντὶ τοῦ τυπτέσθωσαν. | ] |
| theta | 70 | [ | Θαυμάσας ἔχω· ἀντὶ τοῦ ἐθαύμασα Ἀττικῶς. οὔτ ' εἴ τι μῆκος τῶν λόγων ἔθου, παῖ, θαυμάσας ἔχω. | ] |
| theta | 242 | [ | Θεριῶ καὶ κομιῶ καὶ ποριῶ καὶ ὁριῶ καὶ πάντα τὰ εἰς ζω βαρύτονα καὶ ὑπὲρ δύο συλλαβὰς βραχυνόμενον τὸ ι ἔχοντα, ἐν τῷ μέλλοντι ἄνευ τοῦ ς ἐκφέρουσιν Ἀττικοί· τὰ γοῦν ὁριστικὰ καὶ ἀπαρέμφατα· τὰ δ' ὑποτακτικὰ οὐδαμῶς· σολοικισμὸς γὰρ τὸ ἐὰν θεριῶ καὶ ἐὰν κομιῶ. ἐφ ' ὧν δὲ τὸ ι ἐκτείνεται καὶ σὺν τῷ ς ὁ μέλλων λέγεται χρόνος καὶ ἐκτεινομένης τῆς παρεσχάτης συλλαβῆς, οἷον δανείζω, δανείσω, οὐκέτι τὸ δὲ δανειῶ βάρβαρον οὕτως, ὥστε καὶ τοὺς Ἀθηναίους φασὶν ἀθρόους εἰς ἐκκλησίαν συναθροισθέντας ἐπὶ τῶν διαδόχων, ἐπειδὴ εἰς ἀπορίαν καθεστήκεσαν χρημάτων, ἔπειτά τις αὐτοῖς τῶν πλουσίων ὑπισχνεῖτο ἀργύριον, οὕτω πως λέγων, ὅτι ἐγὼ ὑμῖν δανειῶ, θορυβεῖν καὶ οὐκ ἀνέχεσθαι λέγοντος διὰ τὸν βαρβαρισμὸν καὶ οὐδὲ λαβεῖν τὸ ἀργύριον ἐθέλειν· ἕως αἰσθόμενος ὁ μέτοικος, ἢ καὶ ὑποβαλόντος αὐτῷ τινος ἔφη, δανείσω ὑμῖν τοῦτο τὸ ἀργύριον· τότε δ' ἐπαινέσαι καὶ λαβεῖν. διὰ τοῦτο βαδίσω καὶ βαδιῶ, ἀμφότερα δόκιμα, ἐπεὶ καὶ αὐτὸ τὸ ἐνεστηκὸς ἑκατέρως λέγεται, καὶ ἐκτεινομένου καὶ συστελλομένου τοῦ ἐν τῇ μέσῃ συλλαβῇ· οὐκέτι δὲ ἀγορῶ οὐδὲ κολῶ· οὐδὲ γὰρ ὅλως τῷ ι παραλήγει. | ] |
| theta | 289 | [ | Θετταλὴ γυνή· ἐπὶ τῶν φαρμακίδων. διαβάλλονται γὰρ οἱ Θετταλοὶ ὡς γόητες· καὶ μέχρι καὶ νῦν φαρμακίδες αἱ Θετταλαὶ καλοῦνται. φασὶ δὲ ὅτι ἡ Μήδεια φεύγουσα κίστην ἐξέβαλε φαρμάκων ἐκεῖ, καὶ ἀνέφυσαν. βαρυτόνως δὲ οἱ Ἀττικοὶ ἀναγινώσκουσιν. Ἀριστοφάνης· γυναῖκα πριάμενος Θετταλὴν καθέλκοιμι νύκτωρ τὴν σελήνην· εἶτα καθείρξαιμ ' ὥσπερ κάτοπτρον. ὁ γὰρ τῆς σελήνης κύκλος στρογγυλοειδὴς ὡς ἔσοπτρον. καί φασι τοὺς περὶ τὰ τοιαῦτα δεινοὺς τούτῳ κατάγειν τὴν σελήνην. ἔστι δὲ καὶ Πυθαγόρου παίγνιον διὰ κατόπτρου τοιοῦτον. πληροσελήνου τῆς σελήνης οὔσης, εἴ τις ἔσοπτρον ἐπιγράψειεν αἵματι, ὅσα βούλεται, καὶ προειπὼν ἑτέρῳ σταίη κατόπιν αὐτοῦ, δείκνυσι πρὸς τὴν σελήνην τὰ γράμματα, κἀκεῖνον ἀτενίσαι πλησίον εἰς τὸν τῆς σελήνης κύκλον, ἀναγνοίη πάντα τὰ ἐν τῷ κατόπτρῳ γεγραμμένα, ὡς τῇ σελήνῃ γεγραμμένα. | ] |
| theta | 365 | [ | Θητεὺς καὶ Θητικόν· εἰς δʹ διαιρουμένης παρ' Ἀθηναίοις τῆς πολιτείας, οἱ ἀπορώτατοι θητεῖς ἐλέγοντο, καὶ θητικὸν τελεῖν. οὗτοι δὲ οὐδεμιᾶς μετεῖχον ἀρχῆς οὐδὲ ἐστρατεύοντο. καὶ θῆσσαν δὲ ὠνόμαζον οἱ Ἀττικοὶ τὴν πενιχρὰν κόρην, ἣν ἐπαναγκὲς ἦν τοὺς ἔγγιστα γένους ἢ λαμβάνειν πρὸς γάμον ἢ πέντε μνᾶς διδόναι. | ] |
| upsilon | 252 | [ | Ὑπέργηρως, Ἀττικῶς. | ] |
| upsilon | 729 | [ | Ὑφήφασμαι· Ἀττικὸς παρακείμενος. ὑφαίνω, ὑφανῶ, ὕφαγκα, ὕφαμμαι. ἔθος δὲ ἔχουσιν οἱ Ἀττικοὶ πολλάκις ἐν τοῖς τοιούτοις ῥήμασι τρέπειν τὸ πρὸ τοῦ μ σύμφωνον εἰς ς, γίνεται ὕφασμαι. ἐπεὶ δὲ οὐδέποτε ὁ Ἀττικὸς παρακείμενος ἔχει τὰ αὐτὰ φωνήεντα ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ, ἐτράπη τὸ υ εἰς η, καὶ γίνεται ὑφήφασμαι. | ] |
| xi | 91 | [ | Ξυήλην· ἣν ξυάλην λέγομεν. Ξενοφῶν Κύρου Ἀναβάσει· εἶχον δὲ θώρακας λινοῦς μέχρι τοῦ ἤτρου, ἀντὶ δὲ τῶν πτερύγων ὡς παρὰ τὰ πυκνὰ ἐστραμμένα. εἶχον δὲ καὶ κράνη, καὶ περὶ τὴν ζώνην μαχαίριον, ὅσον ξυήλη Λακωνική. ἣν Ἀττικοὶ κνῆστιν, Λάκωνες δὲ ξυήλην λέγουσι μόνον. ἐπὶ δ’ αἴγειον κνῆ τυρὸν κνήστει χαλκείῃ. οἱ μὲν οὖν Ἀττικοὶ τὸ ῥῆμα οὕτως λέγουσι, κἀπικνεῖν κἀπεσθίειν, οἱ δὲ Λάκωνες τοὔ νομα ξυήλην. ὡς καὶ Ξενοφῶν φησιν ἐν τῇ δʹ τῆς Ἀναβάσεως, ὅτι Δρακόντιος ἔφυγεν ἐκ Σπάρτης παῖς ἔτι ὤν, ἀποκτείνας ξυήλῃ Λακωνικῇ παῖδα. διὰ τοῦτο δὲ καὶ τὸ κνεῖν οἱ Δωριεῖς ξύειν λέγουσιν· ὡς καὶ Σώφρων· ἄν τις τὸν ξύοντα ἀντιξύῃ. καὶ πάλιν· ξύεται ὁ χοραγός. | ] |
| xi | 107 | [ | Ξυμπάθεια· συμπάθεια. ὅλως δὲ ὁ διὰ τοῦ ξ σχηματισμὸς κοινός ἐστι τῶν τε Ἰώνων καὶ τῶν Ἀττικῶν. | ] |
| xi | 169 | [ | Ξυστίς· χιτὼν ποδήρης γυναικεῖος. οἱ δὲ τραγικὸν ἔνδυμα ἐσκευοποιημένον καὶ ἔχον ἐπιπόρπημα. οἱ δὲ τὸ λεπτόν, παρὰ τὸ ἐξύσθαι. ἰδίως δὲ τὸ τῶν τραγῳδῶν ἔνδυμα. Ξυστὶς λέγεται τὸ κροκωτὸν ἱμάτιον, ὃ οἱ ἡνίοχοι μέχρι νῦν φοροῦσι πομπεύοντες. χρῶνται δὲ αὐτῷ καὶ οἱ τραγικοὶ βασιλεῖς. ξύστιδα δὲ προπαροξυτόνως οἱ Ἀττικοί. Ἀριστοφάνης Νεφέλαις· ὥσπερ Μεγακλέης ξύστιδ’ ἔχων. Ξύστις ἐστὶ καὶ ἱππικὸν ἔνδυμα, ὡς Ἀριστοφάνης ἐν Νεφέλαις. | ] |
| zeta | 9 | [ | Ζάκορος· νεωκόρος. Μένανδρος Δὶς ἐξαπατῶντι· οὐ Μεγάβυζος ἦν, ὅς τις γένοιτο ζάκορος. καὶ ὁ ὑπηρέτης. Λευκαδίᾳ· ἐπίθες τὸ πῦρ ἡ ζάκορος ἱερέως οὑτωσὶ καλῶς. ἢ ὁ ἱερεύς, ὁ τὸν ναὸν σαρῶν. κορεῖν γὰρ τὸ σαίρειν παρὰ Ἀττικοῖς. | ] |
| zeta | 89 | [ | Ζητεῖν· ἐπὶ τοῦ βούλεσθαι τιθέασιν Ἀττικοί. μηδὲ σὺ ζήτει τι πυθέσθαι. | ] |
| zeta | 154 | [ | Ζωπυρῆσαι· ἀναθάλψαι. ἐκ μεταφορᾶς ἀπὸ τοῦ πυρός, ἐπὶ τοὺς ἐξ ἀρρωστίας ἀναρωννυμένους λέγουσιν Ἀττικοί. Ζωπυρῆσαι κυρίως ἐστὶ τὸ ἐκ μικροῦ σπινθῆρος φυσῶντα μεγάλην φλόγα ἀνάψαι. καὶ ἐπὶ πολέμου δὲ λέγεται. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: