Digital Suda
Suidae Lexicon edidit Ada Adler

Works Catalog

Aristophanes Atheniensis (Aristophanes) - urn:cts:greekLit:tlg0019.suda012 (Thesmophoriazusae)

alpha 1097[ Ἄλγησις: ἡ λύπη. Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις· ὦ πρέσβυ, πρέσβυ, τοῦ φθόνου τὸν ψόγον ἤκουσα· τὴν δὲ ἄλγησιν οὐ παρεσχόμην. ἀντὶ τοῦ οὐκ ἐλυπήθην. ]
alpha 1446[ Ἀλφάνει: εὑρίσκει. Μένανδρος Ὁμοπατρίοις· ἣν δῆλον οὔτι νυμφίος τε ἀλφάνει. Ἀριστοφάνης Θεσμοφοριαζούσαις· οἴμοι κακοδαίμων τῆς τόθ’ ἡμέρας, ὅτε εἶπέ μ’ ὁ κήρυξ· οὗτος ἀλφάνει. Εὔπολις Ταξιάρχαις· οὐ θᾶττον αὐτὴν δεῦρό μοι τῶν τοξοτῶν ἀποκηρύξει τις, ἐὰν ἀλφάνῃ. καὶ ὁ Ποιητής· ἑκατόμβοιον ὅς τ’ ἀλφάνει. ]
alpha 1633[ Ἄμουσα: ἀτερπῆ, ἀηδῆ, ἀπαίδευτα. Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις· ἄλλως τ’ ἄμουσόν ἐστι ποιητὴν ἰδεῖν ἀγρεῖον ὄντα καὶ δασύν· σκέψαι δ’ ὅτι Ἴβυκος ἐκεῖνος κ’ Ἀνακρέων Τήϊος. καὶ τὰ ἐξῆς. ]
alpha 3501[ Ἀπόρρητα: ἀκατάληπτα, ἀπόκρυφα. ἀπόρρητα ἔλεγον τὰ ἀπειρημένα ἐξάγεσθαι, οὐ μόνον τὰ ἀπηγορευμένα. ἀπόρρητά τὲ τοῖσιν ἐχθροῖσι τοῖς ἡμετέροις λέγουσιν. Ἀριστοφάνης Θεσμοφοριαζούσαις. Ἀπόρρητα, τὰ ἀπειρημένα ἐν τοῖς νόμοις. οὕτως Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. πάντα τὰ ἀπειρημένα καὶ ἀπηγορευμένα λέγουσιν. Ἀριστοφάνης· οὔ τι τ’ ἀπόρρητα δρᾶν ἐστι μέλλει διόπερ καὶ τὰ μὴ ἐξαγώγιμα ὀνομάζουσιν οὕτω. ]
alpha 3932[ Ἀριστοφάνης, Ῥόδιος ἤτοι Λίνδιος, οἱ δὲ Αἰγύπτιον ἔφασαν. οἱ δὲ Καμειρέα· θέσει δὲ Ἀθηναῖος· ἐπολιτογραφήθη γὰρ παρ’ αὐτοῖς· κωμικὸς, υἱὸς Φιλίππου, γεγονὼς ἐν τοῖς ἀγῶσι κατὰ τὴν ριδʹ Ὀλυμπιάδα, εὑρετὴς τοῦ τετραμέτρου καὶ ὀκταμέτρου· παῖδας σχὼν Ἀραρότα, Φίλιππον, Φιλέταιρον, κωμικούς. τινὲς δὲ αὐτὸν καὶ ἀπόδουλον ἱστορήκασι. δράματα δὲ αὐτοῦ μδʹ. ἅπερ δὲ πεπράχαμεν Ἀριστοφάνους δράματα ταῦτα· Ἀχαρνεῖς, Βάτραχοι, Εἰρήνη, Ἐκκλησιάζουσαι, Θεσμοφοριάζουσαι, Ἱππεῖς, Λυσιστράτη, Νεφέλαι, Ὄρνιθες, Πλοῦτος, Σφῆκες. ]
delta 892[ Διέβαλεν· ἐξηπάτησε. καὶ Θουκυδίδης οὕτως κέχρηται καὶ Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις. διέβαλέ μ’ ἡ γραῦς. ἀντὶ τοῦ ἐξηπάτησε. ]
epsilon 989[ Ἐμιτρώσατο· ἐζώσατο. καὶ Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις· κ’ Ἀλκαῖος, οἵπερ ἁρμονίαν ἐχύμισαν ἐμιτροφόρουν τε καὶ διεκίνουν Ἰωνικῶς. ἀντὶ τοῦ μίτραις τουτέστι ζώναις διαζωσάμενοι ἁβρῶς περιεπάτουν. ]
epsilon 2616[ Ἐπιστάτις· θηλυκῶς. ἀρχή τις, ἥτις ἀνισταμένη συμβουλεύει περὶ πολέμου ἢ εἰρήνης ἢ ἄλλου τινός. Ἀριστοφάνης Θεσμοφοριαζούσαις· Τιμόκλει’ ἐπιστάτει· Λύσιλλ’ ἐγραμμάτευε. καὶ Σοφοκλῆς· ποιμνίων ἐπιστάταις. τουτέστι τοῖς κυσί. Δίων δὲ ὁ Κοκκιανὸς λέγει· οἱ δὲ ἐλέφαντες ἀχθόμενοι τοῖς πύργοις οὐδ’ αὐτοὺς ἔτι τοὺς ἐπιστάτας ἔφερον. ]
epsilon 4049[ Ἐχύμισαν· ἀντὶ τοῦ ἔγχυμον ἐποίησαν. Ἀριστοφάνης Θεσμοφοριαζούσαις· Ἀνακρέων, Ἀλκαῖος, οἵπερ ἁρμονίαν ἐχύμισαν. ]
zeta 63[ Ζηλῶ· μακαρίζω. Ἀριστοφάνης Θεσμοφοριαζούσαις· οὐ ζηλῶ σε τῆς παιδεύσεως. ζηλῶ σε τῆς εὐβουλίας, μᾶλλον δὲ τῆς εὐωχίας, ἄνθρωπε, τῆς παρούσης. καὶ πάλιν· ζηλῶ σε τῆς εὐγλωττίας. ἀντὶ τοῦ τῆς γραφῆς, τῆς κατηγορίας. καὶ αὖθις· ζηλῶ σε τῆς εὐωχίας, τὸν πρεσβύτην, οἵων μετέστη ξηρῶν τρόπων καὶ βιοτῆς. ἕτερα δὲ νῦν ἀντιμαθών. ]
iota 275[ Ἰκρία· ὀρθὰ ξύλα, ἢ σανιδώματα τῆς νηός. καὶ τὰ τῶν θεάτρων, ἃ ἦσαν καὶ ἐν ταῖς ἐκκλησίαις· ἐπὶ ξύλων γὰρ ἐκάθηντο. πρὶν γένηται τὸ θέατρον, ξύλα ἐδέσμευον καὶ οὕτως ἐθεώρουν. Ἀριστοφάνης Θεσμοφοριαζούσαις· ὥστ’ εὐθὺς εἰσιόντες ἀπὸ τῶν ἰκρίων ὑποβλέπουσ’ ἡμᾶς. προβλήματα δὲ ξύλων κατὰ τῶν ἡμιτελέστων ἐφίστασαν καὶ ἴκρια προσπήξαντες διαβάσεις παρὰ σφᾶς ἐμηχανῶντο. ]
iota 495[ Ἰωνικός· Ἑλληνικός, Ἀθηναῖος, ἀρχαῖος. καὶ Ἰωνικῶς, ἀντὶ τοῦ ἁβρῶς. ἐμιτροφόρουν τε καὶ διεκίνουν Ἰωνικῶς. Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις. ]
kappa 159[ Κακοηθέστατα· ἐπὶ κλειδίων λέγεται. Ἀριστοφάνης Θεσμοφοριαζούσαις· οἱ γὰρ ἄνδρες ἤδη κλειδία φοροῦσι κρυπτά, κακοηθέστατα, Λακωνικὰ ἄττα, τρεῖς ἔχοντα γομφίους. πρὸ τοῦ μὲν οὖν ἦν ἀλλ’ ὑποῖξαι τὴν θύραν ποιησαμέναισι δακτύλιον τριωβόλου. νῦν δ’ οὗτος αὐτοὺς ἐδίδαξε θριπηδέστατα. ]
kappa 2787[ Κύτταρος· αἱ τῶν κηρίων καὶ σφηκῶν κατατρήσεις. Θεόφραστος δὲ κυρίως λέγει κύτταρον τὴν προάνθησιν τῆς πίτυος, ἥτις ἐστὶν ὡς στάχυς μικρὸς ἐκ μεγάλων πυρῶν, ξηραινόμενος δὲ θυλακοῦται καὶ ἀποπίπτει. οἷον οὖν ἀγγειῶδές φησι κύτταρον οὐρανοῦ. ὁ αὐτὸς Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις· πόσθιον τῷ σῷ προσόμοιον, στρεβλὸν ὥσπερ κύτταρον. ]
lambda 62[ Λακωνίζω· τὰ τῶν Λακώνων φρονῶ. οἱ μὲν ἠττικίκασιν, οἱ δὲ λελακωνίκασι. Λακωνίζειν δὲ παιδικοῖς χρῆσθαι. Ἀριστοφάνης Θεσμοφοριαζούσαις βʹ. ]
lambda 63[ Λακωνικαί· ἀνδρεῖα ὑποδήματα. ποῦ τὸ πέος; ποῦ χλαῖνα; ποῦ Λακωνικαί; Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις. καὶ ἐν Ἐπιγράμμασι· τοί τε Λάκωνες ἐΰπεπλοι. ]
lambda 816[ Λύκος ἔχανεν· ἐπὶ τῶν ἐλπιζόντων μέν τι ἕξειν, διαμαρτόντων δὲ τῆς ἐλπίδος. λέγουσι δὲ τὸν λύκον, ἐπειδὰν ἁρπάσαι τι βούληται, κεχηνότα παραγίνεσθαι ἐπ’ αὐτό. ὅταν οὖν μὴ λάβῃ ὃ προαιρεῖται, κατὰ κενοῦ αὐτὸν χανεῖν φασιν. ἐπὶ τῶν συνελπιζόντων χρηματιεῖσθαι, διαμαρτανόντων δὲ λέγουσιν. Ἀριστοφάνης Θεσμοφοριαζούσαις βʹ. ]
omicron 768[ Οὐ γὰρ· Ἀριστοφάνης Νεφέλαις. ἀντὶ τοῦ ἀλλὰ καὶ γὰρ Ἀττικῶς· ὡς Καλλίμαχος· ἀκούσαθ’ Ἱππώνακτος· οὐ γὰρ ἀλλ’ ἥκω. ἀντὶ τοῦ καὶ γὰρ ἥκω. καὶ ἐν Βατράχοις, οὐ γὰρ ἀλλά, ἀντὶ τοῦ καὶ γὰρ Ἀττικῶς. ἀντὶ τοῦ ἔχω γὰρ κακῶς. ὁ δὲ εἶπεν, οὐ γὰρ, ἀλλ’ ἔχω κακῶς. τὸ δὲ ἀλλὰ παρέλκεται καὶ ἐν Βατράχοις· οὐ γὰρ ἀλλὰ πειστέον. ἀντὶ τοῦ καὶ γὰρ πειστέον. οὐδαμῶς, φησίν, ὀφείλεις λέγειν, ἀλλὰ καὶ διδόναι, ἵνα σοι πιστεύσω, ὅτι ἀληθῶς ἐπαγγέλλῃ μοι αὐτὰ διδόναι. καὶ ἐν Θεσμοφοριαζούσαις· οὐ γὰρ ἀλλ’ ὑπερφυῶς ὡς λευκοπληθὴς ἦν ἰδεῖν ἡ ἐκκλησία. ]

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License