Epicurus) - urn:cts:greekLit:tlg0537Athens (Wikidata)
philosopher (Wikidata)
writer (Wikidata)
urn:cts:greekLit:tlg0537.suda001
| alpha | 425 | [ | Ἀδάμ: ὁ πρῶτος ἄνθρωπος, ὁ χειρὶ θεοῦ πλασθεὶς καὶ κατὰ τὴν εἰκόνα καὶ ὁμοίωσιν μορφωθεὶς τοῦ δημιουργοῦ τε καὶ κτίσαντος, ὁ καὶ τιμηθεὶς τὴν εἰς παράδεισον οἴκησιν. οὗτος δικαίως ἂν πρῶτος καλοῖτο σοφὸς ὡς πρωτόκτιστον ἄγαλμα καὶ εἰκὼν οὖσα θεόγραφος, ὡς τῶν χαρίτων ὅλων ὑπάρχων ἀνάπλεως καὶ πάντα καθαρὰ καὶ ἀκίβδηλα περιφέρων τὰ ψυχῆς τε καὶ σώματος αἰσθητήρια. μαρμαρυγαὶ γάρ τινες, ὡς εἰπεῖν, ἐκ τῆς ἐκείνου ψυχῆς ἀπαστράπτουσαι καὶ θείων ἐννοιῶν τε καὶ ἐνεργειῶν πλήθουσαι κατὰ πᾶσαν εἰσέτρεχον φύσιν εὐστόχως καὶ ἀναμαρτήτως τὸ οἰκεῖον ἑκάστης πλεονέκτημα φθάνουσαι. ὃς οὐ παρὰ ἀνθρώπων ἐδοκιμάσθη τῶν τὰς κρίσεις πολλάκις ἐπισφαλῶς ποιουμένων, ἀλλὰ παρὰ τοῦ τῶν ὅλων θεοῦ τοῦ πᾶσαν γνῶσιν καὶ κρίσιν ὀρθῶς ποιουμένου καὶ πρὸ τοῦ τὰς ἐννοίας κινηθῆναι παρὰ τῆς ὠδινούσης τὰ τοιαῦτα ψυχῆς καὶ ἀποτικτούσης νοήματα. καὶ ᾗ φησιν ἡ γραφή· ἐποίησεν ὁ θεὸς πάντα τὰ κτήνη καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ πετεινὰ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ ἰδεῖν, τί καλέσει αὐτά. καὶ ὃ ἐκάλεσεν Ἀδὰμ, τοῦτο ὄνομα αὐτῷ. τί τῆς φωνῆς ταύτης καὶ μαρτυρίας ἀριδηλότερον; τί τῆς σοφίας ταύτης καὶ διαγνώσεως ὑψηλότερον; ἐκάλεσεν ὀνόματα τὴν φύσιν αὐτὴν καὶ τὴν ὑπόστασιν ἑκάστου ζῴου ὥσπερ ὑπογραφόμενος, οὐ μελετήσας, οὐ προσκεψάμενος, οὐδέν τι προπεπονθὼς τῶν ὅσα μεταμανθάνουσιν ἄνθρωποι. καὶ πολλῶν καὶ ἀναρίθμων γενεῶν παραδραμουσῶν οὐκ ἴσχυσεν οὐδεὶς ὑπαλλάξαι κἂν τοῦ τυχόντος ζῴου τὸ ὄνομα, οὐδὲ τῆς ἐκείνου δράξασθαι μεγαλονοίας καὶ διαγνώσεως. μᾶλλον μὲν οὖν μένουσιν ἅπαντες οἱ κατὰ πᾶσαν ἐσπαρμένοι τὴν γῆν ἄνθρωποι τοῖς ἐκείνου στοιχοῦντες ἀμεταθέτοις θεσπίσμασι. καὶ οὐδὲ μέχρι τούτων ἔστη τοῦ πρωτογόνου ἀνθρώπου τὸ ὑπερβάλλον ἐν πᾶσιν ἀξίωμα, ἀλλὰ καὶ σπερμάτων καὶ φυτῶν διαφορὰς ῥιζῶν τε καὶ βοτανῶν δυνάμεις, καὶ ὅσα εἰς ἀντίληψιν καὶ θεραπείαν ἡ φύσις ἑκάστῳ προσαρμόττει τῶν ζῴων, διέκρινέ τε καὶ ἐσάφησεν. οὗτος καὶ τὴν γυναῖκα πρῶτος ἰδὼν οὐχ ὥσπερ ἐκ στόματος ἀνθρωπίνου περὶ ταύτης ἐφθέγξατο, ἀλλ’ ὡς ἔκ τινος θείας ὀμφῆς ἐνηχούμενος εὐστόχως τὸ πολυύμνητον ἐκεῖνο καὶ θαυμαστὸν ἀπεφοίβασε λόγιον· τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου. αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη. οὗτος τοίνυν ἐστὶν ὁ δοκιμάσας ἕκαστα καὶ πᾶσι κανόνας καὶ στάθμας ἀκριβεῖς καὶ ὅρους ἀναντιρρήτους ἐναρμοσάμενος. τούτου τέχναι καὶ γράμματα, τούτου ἐπιστῆμαι λογικαί τε καὶ ἄλογοι, τούτου προφητεῖαι, ἱερουργίαι καὶ καθαρισμοὶ καὶ νόμοι γραπτοί τε καὶ ἄγραφοι, τούτου πάντα εὑρήματα καὶ διδάγματα, καὶ ὅσαι κατὰ τὸν βίον ἀναγκαῖαι χρεῖαί τε καὶ δίαιται. οὗτός ἐστιν ὁ πρῶτος ἀνδριὰς, τὸ θεόκλητον ἄγαλμα, ἀφ’ οὗπερ ἀπευθύνονται πᾶσαι ἀνθρώπων ἀγαλματουργίαι, κἂν πρὸς τὸ ἧττον μᾶλλον καὶ μᾶλλον ἐκπίπτωσιν ἐκείνου τοῦ μακαρίου καὶ θεοειδοῦς ἀπεικάσματος μηδεμίαν ἔχοντος ἀφορμὴν, ἧς ἂν ἐπιλάβοιτο ὁ μετ’ ἐκεῖνον διαπλαττόμενος ἢ ζῳγραφούμενος, ἕως ὁ παλαμναῖος καὶ ἀποστάτης καὶ πλάνος διάβολος τοῦτον ἐξεκύλισεν ἐκ τῆς οἰκείας ἱδρύσεώς τε καὶ στάσεως καὶ κατὰ τοῦ πρανοῦς εἴασε φέρεσθαι πρὸς βαραθρώδεις τινὰς καὶ ἀλαμπεῖς χώρους καὶ μέχρι τῶν ἀμειδήτων τοῦ ᾅδου κευθμώνων ἐγγίζοντας. κἀντεῦθεν ἤρξατο φύσις ἡ τῶν ἀνθρώπων παραχαράττεσθαι καὶ διακιβδηλεύεσθαι καὶ τυποῦσθαι τοῖς τοῦ τυράννου μορφώμασί τε καὶ σχήμασιν. ἐντεῦθεν ἡ νόθος σοφία τὰς ἀφορμὰς ἔλαβε, τῆς θείας δραπετευσάσης καὶ πρὸς οὐρανὸν ἀναπτάσης, ὅθεν τὸ πρότερον ἦν ἀφορμήσασα. ὅθεν ὁ πλάνος τὸ τοῦ θεοῦ σφετερισάμενος ὄνομα εἰς πολλὰ κατεμέρισε, Κρόνους τε καὶ Ζῆνας καὶ Ποσειδῶνας ἑαυτὸν μετακαλῶν· καὶ τὸ δὴ πάντων ἀνοσιώτατον, εἰς ὀνόματα θήλεά τε καὶ ἄσεμνα τὴν μακαρίαν καὶ ἄρρητον συγκατασπάσαι φύσιν ὁ ἀλιτήριος κατετόλμησεν, εἴς τε τὰς Ῥέας ἐκείνας καὶ Ἀφροδίτας καὶ Ἀθηνᾶς καὶ εἰς ἄλλας μυρίας καὶ ἀλλοκότους ἀλόγων ἰδέας τε καὶ μορφὰς, ἃς ὁ κακίας δημιουργὸς καὶ τὴν ἀποστασίαν νοσήσας ἐπέχρωσέ τε καὶ διεχάραξεν. ἐντεῦθεν Αἰγυπτίων τὰ περὶ Ὄσιριν καὶ Τυφῶνα καὶ Ἴσιν μοχθηρὰ διηγήματα καὶ Περσῶν μαγικὰ μαγγανεύματα καὶ Βραχμάνων γυμνοσοφιστίαι καὶ ἄκαιροι φαντασίαι καὶ ἡ θαυμαζομένη Σκυθῶν ῥῆσις καὶ τὰ Θρᾳκῶν ὄργια καὶ οἱ Φρυγῶν αὐλοὶ καὶ Κορύβαντες. ἐντεῦθεν ἡ Χαλδαίων ἀστρονομία ἡ σφαλερά τε καὶ πολυώδυνος. ἐντεῦθεν ἡ τοῦ ψεύδους λοχεύτρια ποίησις, ἡ τῶν Ἑλληνικῶν ληρημάτων σεμνομυθία. ἐντεῦθεν Ὀρφεύς τε καὶ Ὅμηρος καὶ ὁ τῶν ἀθεμίτων γονῶν ζῳγράφος Ἡσίοδος. ἐντεῦθεν ἡ Θάλητος δόξα καὶ ὁ κλεινὸς Πυθαγόρας καὶ ὁ σοφὸς Σωκράτης καὶ Πλάτων, τὸ τῆς Ἀθηναίων Ἀκαδημίας πολυθρύλητον σεμνολόγημα. ἐντεῦθεν οἱ Παρμενίδαι καὶ Πρωταγόραι καὶ Ζήνωνες. ἐντεῦθεν αἱ Στοαὶ καὶ οἱ Ἄρειοι πάγοι καὶ Ἐπικούρειοι. ἐντεῦθεν οἱ τραγῳδῶν θρῆνοι καὶ κοπετοὶ καὶ τὰ κωμικῶν παίγνια καὶ τωθάσματα. ἐντεῦθεν τὰ δολερὰ τοῦ Λοξίου καὶ ψευδηγόρου θεσπίσματα καὶ ἡ λοιπὴ τῶν Ἑλληνικῶν κομψευμάτων ἐρεσχελία καὶ τερατεία. καὶ ἵνα μὴ μακρὸν ἀποτείνω τὸν λόγον εἰς σαπρούς τε καὶ ὀδωδότας μύθους ἐνασχολούμενος, πᾶσαν εἰς ἑαυτὸν τὴν κτίσιν ὁ πλάνος ἐμφορτισάμενος καὶ λαβὼν ὑπὸ χεῖρα τὸν ἄνθρωπον ὡς ἀνδράποδον καὶ διερχόμενος τὴν ὑπ’ οὐρανὸν καὶ περιπατῶν τὴν γῆν καὶ ὡς ὠὰ πάντα κατέχων, ὡς αὐτός πού φησιν ἀλαζονευόμενος, ᾤετο δεῖν τὸν ἑαυτοῦ θρόνον θήσειν ἐπάνω τῶν νεφελῶν τοῦ οὐρανοῦ καὶ ἔσεσθαι ὅμοιος τῷ Ὑψίστῳ. ἀλλ’ ὁ τοῦ θεοῦ μονογενὴς υἱὸς καὶ λόγος ὁ προαιώνιος οἰκτείρας τὸν ἄνθρωπον ὡς ἠπατημένον ὑπὸ τοῦ δράκοντος ἐκ τῶν τοῦ πατρὸς κόλπων ἑαυτὸν ἐκένωσε καὶ σαρκωθεὶς ἐκ πνεύματος ἁγίου καὶ ἐκ τῆς ἁγίας παρθένου καὶ θεοτόκου Μαρίας, καὶ διὰ τοῦ τιμίου σταυροῦ καὶ τοῦ πάθους αὐτοῦ καταβαλὼν τὸν ἀντίπαλον καὶ καταβὰς εἰς τὰ κατώτατα μέρη τῆς γῆς ἐκεῖθεν εἵλκυσε τὸν παραπεσόντα πρωτόπλαστον, ἀποδοὺς τῇ εἰκόνι τὸ πρῶτον κάλλος καὶ τῇ φύσει τὸ ἀρχαῖον ἀξίωμα. κἀντεῦθεν ἠφάνισται πᾶσα ἡ τοῦ τυράννου δυναστεία καὶ συμμορφία τοῦ τῆς εὐσεβείας φωτὸς διαυγάσαντος πάσῃ τῇ κτίσει τῶν ἡλιακῶν μαρμαρυγῶν τηλαυγέστερον. ἐκ τούτου τοῦ φωτὸς ἡ κατὰ θεὸν σοφία πάλιν διέλαμψε καὶ γλώσσας ἁλιέων ἐστόμωσε καὶ τῶν σοφῶν διδασκάλους τοὺς ἀσόφους εἰργάσατο ἐντεῦθεν ὁ τῆς βροντῆς γόνος, τὸ· ἐν ἀρχῇ ἦν ὁ λόγος, ἐξ οὐρανίων νεφελῶν ἀπαστράψας ἐβρόντησε, καὶ πᾶσαν τὴν οἰκουμένην ἐλάμπρυνε. κἀκ τούτου τοῦ φωτὸς Παῦλος εἰς τρίτον οὐρανὸν ἀναφέρεται καὶ θεᾶται τὰ ἀθέατα καὶ τῶν ἀρρήτων ὑπακούει λογίων καὶ διατρέχει πᾶσαν τὴν γῆν ὡς πτηνὸς καὶ ἀέριος τὸν Ἰησοῦν εὐαγγελιζόμενος. ἐντεῦθεν ὁ Πέτρος τὸν Χριστὸν υἱὸν θεοῦ τοῦ ζῶντος ὠνόμασε καὶ τὰς κλεῖς τῆς τῶν οὐρανῶν πιστεύεται βασιλείας, ἵνα ἀνοίγῃ μὲν τοῖς πιστοῖς, ἀποκλείῃ δὲ τοῖς ἀπίστοις τῶν θείων ἀνακτόρων τὴν εἴσοδον. ἐντεῦθεν ἀγέλαι μαρτύρων καταβάλλουσιν εἴδωλα καὶ τρέχουσιν ἕτοιμοι πρὸς τὸν θάνατον, ὡς στεφάνους τὰς πληγὰς καὶ ὡς πορφύρας τὰ ἑαυτῶν αἵματα περιφέροντες οἱ καλλίνικοι. ἔστω γοῦν ὁ πρωτόπλαστος ἀρχηγὸς τοῦδε τοῦ γράμματος, κατά γε τὸν ἐμὸν ὅρον καὶ λόγον, ὡς ποταμὸς πηγή τε καὶ θάλαττα καὶ ῥίζα καὶ κλάδοι καὶ ὅρπηκες καὶ πάσης ὑπάρχων τῆς ἀνθρωπίνης φύσεως ἀπαρχὴ καὶ πρωτόλειον. ὅτι ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτη ͵βσμβʹ. ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἕως τῆς πυργοποιΐας ἔτη φκεʹ. ἀπὸ δὲ τῆς πυργοποιΐας ἕως τοῦ Ἀβραὰμ υκεʹ. ἀπὸ δὲ τοῦ Ἀβραὰμ ἕως τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐξ Αἰγύπτου υλʹ. ἀπὸ δὲ τῆς ἐξόδου ἕως τῆς οἰκοδομῆς τοῦ Σολομωντείου ναοῦ ἔτη ψνζʹ. ἀπὸ δὲ τῆς οἰκοδομῆς τοῦ ναοῦ ἕως τῆς αἰχμαλωσίας τοῦ Ἰσραὴλ υκεʹ. ὁμοῦ ἔτη ͵δωπʹ. ἀπὸ δὲ τῆς αἰχμαλωσίας ἕως Ἀλεξάνδρου βασιλέως τιηʹ. ἀπὸ δὲ Ἀλεξάνδρου ἕως Χριστοῦ τοῦ θεοῦ ἡμῶν τγʹ. ὁμοῦ ἔτη ͵εφʹ. ἀπὸ δὲ Χριστοῦ ἕως τοῦ μεγάλου Κωνσταντίνου τιηʹ. ἀπὸ δὲ Κωνσταντίνου μέχρι Μιχαὴλ υἱοῦ Θεοφίλου φνεʹ. ὁμοῦ τὰ πάντα ἔτη ͵ϛτοεʹ. ἀπὸ δὲ Μιχαὴλ ἕως Ῥωμανοῦ υἱοῦ Κωνσταντίνου τοῦ Πορφυρογεννήτου ἔτη... ἀπὸ δὲ τοῦ Πορφυρογεννήτου ἕως τῆς τελευτῆς Ἰωάννου τοῦ Τζιμισκῆ ἔτη... καὶ Ἀδαμιαῖος, ἀπὸ Ἀδάμ. | ] |
| alpha | 1851 | [ | Ἀναδεύειν: φυρᾶν. καὶ Ἀναδεύσει, φυράσει, μαλάξει. Αἰλιανός· εἴπερ οὖν τὰ Ἐπικούρου βιβλία καταφλέξας, καὶ τῶν ἀθέων τε καὶ ἀσεβῶν καὶ ἐκτεθηλυμμένων στιγμάτων τὴν σποδὸν ἀναδεύσει κηρῷ ὑγρῷ, καὶ ἐπιπλασάμενος τὴν νηδὺν καὶ τὸν θώρακα πάντα καταδήσει ταινίαις. | ] |
| alpha | 3065 | [ | Ἀπεσπούδαζεν: ἠμέλει, κατεφρόνει. οὐδὲ τῶν Ἐπικούρου λόγων ἀπεσπούδαζεν ὁ Ἀπολλώνιος. | ] |
| gamma | 504 | [ | Γύννις: ἀνδρόγυνος, μαλακός. ποδαπὸς ὁ γύννις; τίς γάτρα; κακὴν σοφίαν μετιῶν καὶ τοὺς ἀθέους Ἐπικούρου λόγους καὶ γύννιδας ἐπασκῶν κἀκ τῆς ἡδονῆς, ἣν ἐκεῖνος ὕμνει ὁ χλούνης τε καὶ γύννις. | ] |
| alphaiota | 286 | [ | Αἵρεσις· ἡ λόγῳ τινὶ κατὰ τὸ φαινόμενον ἀκολουθοῦσα ἢ δοκοῦσα ἀκολουθεῖν. Ἱππόβοτος δὲ θʹ φησὶν αἱρέσεις εἶναι τῶν φιλοσόφων καὶ ἀγωγάς· αʹ Μεγαρικήν, Ἐρετριακήν, Κυρηναϊκήν, Ἐπικούρειον, Ἀννικέρειον, Θεοδώρειον, Ζηνώνειον, τὴν καὶ Στωικήν, Ἀκαδημαϊκήν, Περιπατητικήν· οὔτε δὲ Κυνικὴν οὔτε Ἠλιακὴν οὔτε Διαλεκτικήν. τὴν γὰρ Πυρρώνειον οὐδ’ οἱ πλείους προσποιοῦνται διὰ τὴν ἀσάφειαν. εἰ γὰρ αἵρεσιν νοοῖμεν πρόσκλισιν ἐν δόγμασιν ἀκολουθίαν ἔχουσαν, οὐκέτ’ ἂν προσαγορεύοιτο αἵρεσις ἡ Πυρρώνειος· οὐ γὰρ ἔχει δόγματα. ἔτι δὲ καὶ Ἐκλεκτή τις εἰσήχθη ὑπὸ Ποτάμωνος τοῦ Ἀλεξανδρέως, ἐκλεξαμένου τὰ ἀρέσαντα ἐξ ἑκάστης τῶν αἱρέσεων. κριτήρια δέ φησιν εἶναι τἀληθῆ· τὸ μὲν ὡς ὑφ’ οὗ γίνεται ἡ κρίσις, τουτέστι τὸ ἡγεμονικόν· τὸ δὲ ὡς δι’ οὗ, οἷον τὴν ἀκριβεστάτην φαντασίαν. ἀρχάς τε τῶν ὅλων τήν τε ὕλην καὶ τὸ ποιοῦν, ποίησίν τε καὶ τόπον· ἐξ οὗ γὰρ καὶ ὑφ’ οὗ καὶ ποίῳ καὶ ἐν ᾧ. τέλος δὲ εἶναι ἐφ’ ᾧ πάντα ἀναφέρεται, ζωὴν κατὰ πᾶσαν ἀρετὴν τελείαν, οὐκ ἄνευ τῶν τοῦ σώματος κατὰ φύσιν καὶ τῶν ἐκτός. | ] |
| epsilon | 512 | [ | Ἐκνευρίσας· ἀντὶ τοῦ ἀδυνάτους καταστήσας. ὁ δὲ ἀπεκρίνατο κατακόψας πάντας, ἵνα πολλὴν δύναμιν τῆς Ῥώμης ἐκνευρίσῃ. καὶ αὖθις· εἰ δοίημεν αὐτὸν ἄνδρα εἶναι, διὰ τῶν Ἐπικούρου λόγων τὴν ψυχὴν ἐκνευρισθεὶς καὶ θῆλυς γενόμενος. | ] |
| epsilon | 715 | [ | Ἐκφρησθέντων· ἐκβληθέντων. ἐκφρησθέντων δὲ τῶν Ἐπικούρων ἐκ τῆς πόλεως τοὺς ἱερεῖς ἐκκαθῆραι τὰ ἱερά. οἱ δὲ περιχαρείας αὐτίκα ὑπεπλήσθησαν τῷ μὴ ἐκφρησθῆναι ἐκφαυλισθέντα καὶ ἀτιμασθέντα ὑπὸ τοῦ θεοῦ αὐτόν. | ] |
| epsilon | 2404 | [ | Ἐπίκουρος, Νεοκλέους, Ἀθηναῖος, Γαργήττειος τῶν δήμων, μητρὸς Χαιρεστράτης. ἀδελφοὶ δὲ αὐτοῦ Νεοκλῆς, Χαιρέδημος, Ἀριστόβουλος ἢ Ἀριστόδημος. φιλοσοφίας δὲ ἤρξατο ἀπὸ ἐνιαυτῶν ιβʹ καὶ οἰκείαν αἵρεσιν εἰσηγήσατο, πρῶτον μὲν ἐν Σάμῳ διατρίψας σὺν τοῖς γονεῦσιν, εἶτα σχολαρχήσας ἐν Μιτυλήνῃ ἐνιαυτῶν ὧν ἦν, εἶτα ἐν Λαμψάκῳ καὶ οὕτως ἐν Ἀθήναις ἐν ἰδίῳ κήπῳ, ἀκούσας δὲ Ναυσιφάνους τοῦ Δημοκριτείου καὶ Παμφίλου τοῦ Πλάτωνος μαθητοῦ. γέγονε δὲ ἐπὶ τῆς ρθʹ ὀλυμπιάδος μετὰ ἑπτὰ ἐνιαυτοὺς τῆς Πλάτωνος τελευτῆς καὶ παρέτεινεν ἐπὶ τῶν διαδόχων καὶ Ἀντιγόνου τοῦ Γονατᾶ· καὶ διέμεινεν ἡ αὐτοῦ σχολὴ ἕως Καίσαρος τοῦ πρώτου, ἔτη σκζʹ. ἐν οἷς διάδοχοι αὐτῆς ἐγένοντο ιδʹ. συγγράμματα δὲ αὐτοῦ πλεῖστα. | ] |
| epsilon | 2405 | [ | Ἐπίκουρος· οὗτος τὸ θεῖον παρ’ οὐδὲν ἐτίθετο· ἀδελφοὶ δὲ τρεῖς ἦσαν, [ οἳ] μυρίοις ἀρρωστήμασι περιπλακέντες ἀπέθανον οἴκτιστα. ὅγε μὴν Ἐπίκουρος ἔτι νέος ὢν αὐτὸς οὐ ῥᾳδίως ἀπὸ τῆς κλίνης οἷός τε ἦν κατιέναι, ἀμβλυώττων τε καὶ πρὸς τὴν τοῦ ἡλίου αἴγλην δειλὸς ὢν καὶ τῷ φαιδροτάτῳ τε καὶ ἐναργεστάτῳ τῶν θεῶν ἀπεχθανόμενος. καὶ μέντοι καὶ τὴν τοῦ πυρὸς αὐγὴν ἀπεστρέφετο αἷμά τε αὐτῷ διὰ τῶν πόρων ἀπεκρίνετο τῶν κάτω, τοσαύτη δὲ ἄρα ἡ σύντηξις ἡ τοῦ σώματος ἦν, ὡς ἀδυνατεῖν καὶ τὴν τῶν ἱματίων φέρειν ἐπιβολήν. καὶ Μητρόδωρος δὲ καὶ Πολύαινος, ἄμφω τὼ ἑταίρω αὐτοῦ, κάκιστα ἀνθρώπων ἀπέθανον· καὶ μέντοι τῆς ἀθεΐας ἠνέγκαντο μισθὸν οὐδαμὰ οὐδαμῆ μεμπτόν. οὕτω δὲ ἄρα ἦν ἡδονῆς ἥττων ὁ Ἐπίκουρος, ὥστε διὰ τῶν ἐσχάτων ἐν ταῖς διαθήκαις αὐτοῦ ἔγραψε τῷ μὲν πατρὶ καὶ τῇ μητρὶ καὶ τοῖς ἀδελφοῖς ἐναγίζειν ἅπαξ τοῦ ἔτους καὶ Μητροδώρῳ καὶ Πολυαίνῳ τοῖς προειρημένοις, ἑαυτῷ δὲ δισσῶς εἰπεῖν, τῆς ἀσωτίας τὸ πλέον προτιμῶν καὶ ἐνταῦθα ὁ σοφός· καὶ τραπέζας λίθων πεποίηται, καὶ ὡς ἀναθήματα ἐν τῷ τάφῳ προσέταξε τεθῆναι ὁ προτένθης τε καὶ ὀψοφάγος οὗτος. καὶ ταῦτα ἐπέσκηψεν οὐκ ὢν ἐν περιουσίᾳ, λυττῶν οὖν ταῖς ἐπιθυμίαις, ὥσπερ οὖν καὶ ἐκείνων σὺν αὐτῷ τεθνηξομένων. ἐξήλασαν δὲ τοὺς Ἐπικουρείους τῆς Ῥώμης δόγματι τῆς βουλῆς κοινῷ. καὶ Μεσσήνιοι δὲ ἐν Ἀρκαδίᾳ τοὺς ἐκ τῆς αὐτῆς οἱονεὶ φάτνης ἐδηδοκότας ἐξήλασαν λυμεῶνας μὲν εἶναι τῶν νέων λέγοντες, κηλῖδα μὲν φιλοσοφίᾳ προσβάλλοντες διά τε μαλακίαν καὶ ἀθεότητα· καὶ προσέταξάν γε πρὸ τῶν τοῦ ἡλίου δυσμῶν ἔξω τῶν ὅρων τῆς Μεσσηνίας γῆς εἶναι αὐτούς, ἐκφρησθέντων δὲ τοὺς ἱερέας καθῆραι τὰ ἱερά, τούς γε μὴν τιμούχους( καλοῦσι δὴ ταύτῃ τοὺς ἄρχοντας Μεσσήνιοι) καὶ τὴν πόλιν καθῆραι πᾶσαν, οἷα δήπου λυμάτων τινῶν καὶ καθαρμάτων ἀπηλλαγμένην. ὅτι ἐν Κρήτῃ Λύκτιοι τῶν Ἐπικουρείων τινὰς ἐκεῖ παραβάλλοντας ἐξήλασαν. καὶ νόμος ἐγράφη τῇ ἐπιχωρίῳ φωνῇ, τοὺς τὴν θήλειαν σοφίαν καὶ ἀγεννῆ καὶ αἰσχρὰν ἐπινοήσαντας καὶ μέντοι τοῖς θεοῖς πολεμίους ἐκκεκηρύχθαι τῆς Λύκτου· ἐὰν δέ τις ἀφίκηται θρασυνόμενος καὶ τὰ ἐκ τοῦ νόμου παρ’ οὐδὲν ποιήσηται, δεδέσθω ἐν κύφωνι πρὸς τῷ ἀρχείῳ ἡμερῶν εἴκοσιν, ἐπιρρεόμενος μέλιτι γυμνὸς καὶ γάλακτι, ἵνα ᾖ μελίτταις καὶ μυίαις δεῖπνον καὶ ἀναλώσωσι χρόνῳ τῷ προειρημένῳ αὐτούς. τούτου γε μὴν διελθόντος, ἐὰν ἔτι περιῇ, κατὰ κρημνοῦ ὠθείσθω στολὴν γυναικείαν περιβληθείς. | ] |
| epsilon | 2406 | [ | Ἐπίκουρος· ὄνομα κύριον. εἶχε δὲ ἄρα τὸ βιβλίον τὰς Ἐπικούρου δόξας, ἃς ἐκεῖνοι κυρίας οὕτω καλοῦσιν, Ἐπικούρου κακὰ γνωρίσματα· ἐν αἷς ἄρα καὶ τόδε ἦν, ὅτι καὶ τόδε τὸ πᾶν φέρεται τύχῃ τινί, οὐ μὴν βουλήσει καὶ κρίσει θεοῦ. ταύτας δὴ τὰς θρυλουμένας ἀτόμους πληττομένας ὑπ’ ἀλλήλων, εἶτα ἀφισταμένας, ἐκ τούτων γίνεσθαι ἀέρα, γῆν καὶ θάλατταν, εἶτα διαλύεσθαι τὰς ἀνακράσεις καὶ συνόδους καὶ παντελῶς ἀφανίζεσθαι εἰς ἀτόμους. φέρεσθαι δὲ εἰκῆ τὰ πάντα, καὶ ὡς ἔτυχεν, οὐ μὴν ἐκ τῆς τοῦ ποιητοῦ σοφίας. εἶτα ὅτι ἐκ προνοίας φύρεται πάντα, οὔτε κυβερνήτην οὔτε ἰθυντὴν οὔτε ποιμένα ἔχοντα. εἶτα ὁ πομπῇ τοῦ θεοῦ ἥκων οὐκ ἠνέσχετο παραληρεῖν αὐτόν, ἀλλὰ τὴν τῶν λόγων παραπλῆγα λύτταν κατεσίγασεν, εἶτα ἀνέθορεν, Ἐπικούρῳ καὶ ταῖς ἐκείνου δόξαις κλάειν λέγων. | ] |
| epsilon | 2916 | [ | Ἔρρε· φθείρου. ἔρρε, κακὸν σκυλάκευμα, κακὰ μερίς, ἔρρε πόθ’ ᾅδαν· ἔρρε· τὸν οὐ Σπάρτας ἄξιον, ὧν ἔτεκον. ὦ Ξενοφάνεις καὶ Διαγόραι καὶ Ἵππωνες Ἐπίκουροι καὶ πᾶς ὁ λοιπὸς τῶν κακοδαιμόνων τε καὶ θεοῖς ἐχθρῶν, ἔρρεσθε. | ] |
| epsilon | 3070 | [ | Ἔρως· ὅτι οὐδεὶς ἔρως ἀστεῖος, τοῦτο πρόβλημά ἐστι καθόλου ἀποφαντικόν. ἀνασκευάζεται δέ, ὅτι μὴ πᾶς ἔρως φαῦλος· διαιροῦμεν γὰρ τὸν ἔρωτα εἴς τε σύντονον ὄρεξιν ἀφροδισίων, ὡς Ἐπίκουρος λέγει, ὃν οὐχ οἷόντε ἀστεῖον εἶναι, καὶ εἰς ἐπιβολὴν φιλοποιίας διὰ κάλλος ἐμφαινόμενον, ὡς οἱ ἀπὸ τῆς Στοᾶς· ἢ ἀνάμνησιν τοῦ ποτε ὁραθέντος κάλλους, ὡς Πλάτων· ἀστεῖοι γὰρ οὗτοι οἱ ἔρωτες. κειμένου δὲ τοῦ τὸν σοφὸν ἐρασθήσεσθαι, ἀνασκευάσαι τοῦτο θέλοντες ὁρισαίμεθα τὸ ἐρασθῆναι, καὶ ληψόμεθα τό, ἔρωτά τινος λαβεῖν· καὶ ἐπεὶ μηδέπω γνώριμον τὸ προκείμενον, ἐπὶ τὸ τὸν ἔρωτα ὁρίζεσθαι προελευσόμεθα. ἂν δὴ ὁριζόμενοι τοῦτον λάβωμεν ἄλογον ἐπιθυμίαν ἡδονῆς τῆς ἀπὸ τοῦ σωματικοῦ κάλλους ἢ σύντονον ὄρεξιν ἀφροδισίων, ἀνεσκευακότες ἂν εἴημεν τὸ πρόβλημα· δῆλον γάρ, ὅτι ἀλλότρια ταῦτα τοῦ σοφοῦ. ὁμοίως κἂν ὁρισώμεθα αὐτὸν σφοδρὰν ἐπιθυμίαν, ἐπεὶ τὸ σφοδρὸν ἀσαφές, πάλιν αὐτὸ τοῦτο εἰς λόγον μεταληψόμεθα. ὅτι τὸν ἔρωτά φασιν ἐπιβολὴν εἶναι φιλευποιΐας διὰ κάλλος ἐμφαινόμενον, καὶ μὴ εἶναι συνουσίας, ἀλλὰ φιλίας. τὸν γοῦν Θρασωνίδην, καίπερ ἐξουσίαν ἔχοντα τῆς ἐρωμένης, διὰ τὸ μισεῖσθαι ἀπέχεσθαι αὐτῆς. εἶναι οὖν τὸν ἔρωτα φιλίας, μὴ εἶναι θεόπεμπτον. εἶναι δὲ τὴν ὥραν ἄνθος ἀρετῆς. Ἀττικῶς δὲ ἀπὸ τοῦ ὁ ἔρος, τοῦ ἔρου, κλίνεται. οὕτω γὰρ καὶ αὐτοὶ τοῦτο τὸ ὄνομα γράφουσι καὶ ἐκφωνοῦσιν, ὥσπερ καὶ τὸ ἀμείνων καὶ χείρων, ἄμεινος καὶ χεῖρος φασίν. ὁ δὲ Πλάτων περὶ ἔρωτος λέγει διεξοδικώτερον. τέθειται δὲ ἐν τῷ περὶ παροιμίας ἐν τῷ ε στοιχείῳ. | ] |
| epsilon | 3413 | [ | Εὖ διάγειν· οὕτως ἐπέγραφεν Ἐπίκουρος, εὖ διάγειν· χαίρειν δὲ ὁ Κλέων καὶ εὖ πράττειν ὁ Πλάτων. | ] |
| epsilon | 3504 | [ | Εὐθύδημος, διδάσκαλος Ἀπολλωνίου τοῦ Τυανέως, ἐκ Ταρσῶν τῆς Κιλικίας. ὁ γὰρ Ἀπολλώνιος προϊὼν εἰς ἡλικίαν, ἐν ᾗ συγγράμματα, μνήμης τε ἰσχὺν ἐδήλου καὶ μελέτης κράτος, καὶ ἡ γλῶττα Ἀττικῶς εἶχεν, οὐδὲ ἀπήχθη τὴν φωνὴν ὑπὸ τοῦ ἔθνους, ὀφθαλμοί τε πάντες ἐς αὐτὸν ἐφέροντο· καὶ γὰρ περίβλεπτος ἦν τὴν ὥραν. γεγονότα δὲ ἔτη ιδʹ παρ’ Εὐθύδημον ἄγει ἐς Ταρσοὺς τῆς Κιλικίας, ὃς τοῦτον ἐπαίδευεν· ὁ δὲ τοῦ μὲν διδασκάλου εἴχετο, τὸ δὲ τῆς πόλεως ἦθος ἄτοπόν τε ἡγεῖτο καὶ οὐ χρηστὸν ἐμφιλοσοφῆσαι· τρυφῆς τε γὰρ οὐδαμοῦ μᾶλλον ἅπτονται σκωπτόλαι τε καὶ ὑβρισταὶ πάντες καὶ δεδώκασι τῇ ὀθόνῃ μᾶλλον ἢ τῇ σοφίᾳ Ἀθηναῖοι. ποταμός τε αὐτοὺς διαρρεῖ Κύδνος, ᾧ παρακάθηνται καθάπερ τῶν ὀρνίθων οἱ ὑγρότατοι μεθύοντες τῷ ὕδατι. μεθίστησιν οὖν τὸν διδάσκαλον δεηθεὶς τοῦ πατρὸς ἐς Αἰγὰς τὰς πλησίον, ἐν αἷς ἡσυχία τε πρόσφορος τῷ φιλοσοφήσοντι καὶ σπουδαὶ νεανικώτεραι καὶ ἱερὸν Ἀσκληπιῷ ἐπίδηλον τοῖς ἀνθρώποις. ἐνταῦθα ξυνεφιλοσόφουν μὲν αὐτῷ Πλατώνειοί τε καὶ Χρυσίππειοι καὶ οἱ ἀπὸ τοῦ Περιπάτου· οὐδὲ τῶν Ἐπικούρου λόγων ἀπεσπούδαζε. διδάσκαλος δὲ ἦν αὐτῷ τῶν Πυθαγόρου λόγων Εὔξενος. | ] |
| epsilon | 3604 | [ | Εὐνοῦχος· ἀνήρ τις ἦν( εἰ δοίημεν αὐτὸν ἄνδρα εἶναι) διὰ τῶν Ἐπικούρου λόγων τὴν ψυχὴν ἐκνευρισθεὶς καὶ θῆλυς γενόμενος, ὁ χλούνης τε καὶ γύννις, ὥσπερ ἐπιλαθόμενος ὤθησεν ἑαυτὸν ἐς τὸ μέγαρον φέρων, ἔνθα δήπου τῷ ἱεροφάντῃ μόνῳ παρελθεῖν θεμιτὸν ἦν. ὅτι Ἀριστόνικος ὁ τοῦ Πτολεμαίου τοῦ βασιλέως Αἰγύπτου εὐνοῦχος ἦν, ἀλλ’ ἀνδρώδης τὴν προαίρεσιν. ζήτει καὶ ἄλλα φερώνυμα ἐν τῷ ἄρρεν. ὅτι ὁ βασιλεὺς Θεοδόσιος ὁ μικρὸς ὀργῇ τῇ πρὸς Ἀντίοχον τὸν Πραιπόσιτον ἐξεφώνησε διάταξιν, εὐνοῦχον ἐν τοῖς πατρικίοις μὴ τελεῖν. καθῃρέθη δὲ εὐθὺς καὶ ὁ Πραιπόσιτος Ἀντίοχος τῆς τιμῆς καὶ ἐδημοσιεύθη καὶ τοῖς ἱερεῦσι κατετάγη, διαβληθεὶς εἰς καθοσίωσιν. | ] |
| epsilon | 3605 | [ | Εὔξενος, οὐ πάνυ σπουδαῖος οὐδὲ ἐνεργῷ τῇ φιλοσοφίᾳ χρώμενος. γαστρός τε γὰρ ἥττων ἦν καὶ ἀφροδισίων, καὶ κατὰ τὸν Ἐπίκουρον ἐσχημάτιστο· τὰς δὲ Πυθαγόρου δόξας ἐγίνωσκεν, ὥσπερ οἱ ὄρνιθες, ἃ μανθάνουσι παρὰ τῶν ἀνθρώπων. τὸ γὰρ χαῖρε, καὶ τό, εὖ πράττε, καὶ τό, Ζεὺς ἵλεως, καὶ τὰ τοιαῦτα οἱ ὄρνιθες εὔχονται οὔτε εἰδότες ὅ τι λέγουσιν, οὔτε διακείμενοι πρὸς τοὺς ἀνθρώπους, ἀλλὰ ἐρρυθμισμένοι τὴν γλῶτταν. ὁ δὲ ὥσπερ οἱ νέοι τῶν ἀετῶν ἐν ἁπαλῷ μὲν τῷ πτερῷ παραπέτονται τοῖς γειναμένοις αὐτούς, μελετώμενοι ὑπ’ αὐτῶν τὴν πτῆσιν, ἐπειδὰν δὲ αἴρεσθαι δύνανται, ὑπερπέτονται τοὺς γονέας, ἄλλως τε κἂν λίχνους αἴσθωνται καὶ κνίσης ἕνεκα πρὸς τῇ γῇ πετομένους· οὕτω καὶ ὁ Ἀπολλώνιος προσεῖχε τῷ Εὐξένῳ παῖς ἔτι καὶ ἤγετο ὑπ’ αὐτοῦ βαίνων ἐπὶ τοῦ λόγου, προελθὼν δὲ ἐς ἔτος ϛʹ καὶ ιʹ ὥρμησεν ἐπὶ τὸν Πυθαγόρου βίον πτερωθεὶς ἐπ’ αὐτὸν ὑπό τινος κρείττονος. οὐ μὴν τὸν Εὔξενον ἐπαύσατο ἀγαπῶν, ἀλλ’ ἐς προάστειον, ἐν ᾧ κῆποί τε ἁπαλοὶ ἦσαν καὶ πηγαί, τοῦτον ἀγαγών, σὺ μὲν ζῆθι, ἔφη, τὸν σαυτοῦ τρόπον· ἐγὼ δὲ τὸν Πυθαγόρου ζήσομαι. | ] |
| epsilon | 3664 | [ | Εὖ πράττειν· οὕτως ἡ ἐπιγραφὴ τῶν ἐπιστολῶν Πλάτωνος. ἔγραψε δὲ ἐπιστολὰς ιγʹ. εἰσὶ δὲ τοῦ ἠθικοῦ εἴδους. εὖ διάγειν· οὕτως Ἐπίκουρος ἐπέγραφε· χαίρειν δὲ ἐπέγραφε Κλέων. | ] |
| epsiloniota | 215 | [ | Εἰρύσατο· εἵλκυσεν, ἔλαβεν. ὃς ἔχαιρεν ἐπὶ ταῖς Ἐπικούρου φλυαρίαις καὶ ἐξ ἐκείνων κακὰ εἰρύσατο δύο, ἄθεός τε καὶ ἀκόλαστος εἶναι. | ] |
| eta | 98 | [ | Ἡδονή· ἡ ἀκάθαρτος καὶ ἡ φυσικὴ κατάστασις, ἣν Ἐπίκουρος ἐδογμάτιζε, τέλος παντὸς πράγματος τὴν ἡδονὴν εἶναι τιθέμενος. τουτέστι τὸ πρώτιστον ἀγαθόν, ὅ ἐστι θεός. | ] |
| eta | 630 | [ | Ἥττων· ἐλάττων, ὑποχείριος. οὕτω δὲ ἦν Ἐπίκουρος ἡδονῆς ἥττων, ὡς διὰ τῶν ἐσχάτων ἐν ταῖς διαθήκαις αὑτοῦ ἔγραψε, τῷ μὲν πατρὶ καὶ τῇ μητρὶ ἐναγίζειν ἅπαξ τοῦ ἔτους, ἑαυτῷ δὲ δισσῶς, τῆς ἀσωτίας τὸ πλέον προτιμῶν. | ] |
| kappa | 156 | [ | Κακοδαίμων· ὁ θεῷ ἐπαχθής, καὶ ὁ τὴν ψυχὴν ἔχων ἐμπαθῆ. Αἰλιανός· ἀνὴρ Εὐφρόνιος, κακοδαίμων ἀνήρ, καὶ ἔχαιρεν ἐπὶ ταῖς Ἐπικούρου φλυαρίαις καὶ ἐξ ἐκείνων κακὰ εἰρύσατο δύο, ἄθεός τε καὶ ἀκόλαστος εἶναι. | ] |
| kappa | 520 | [ | Καταδεύσῃ· φυράσῃ, μαλάξῃ. Αἰλιανός· εἴπερ οὖν τὰ Ἐπικούρου βιβλία καταφλέξας, καὶ τῶν ἀθέων τε καὶ ἀσεβῶν καὶ ἐκτεθηλυμμένων στιγμάτων τὴν σποδὸν ἀναδεύσει κηρῷ ὑγρῷ, καὶ ἐπιπλασάμενος τὴν νηδὺν καὶ τὸν θώρακα πάντα καταδήσει ταινίαις. | ] |
| kappa | 1701 | [ | Κλάειν· στυγνάζειν, ὀδύρεσθαι. ὁ δὲ θύσας Ἐπικούρῳ καὶ δόξαις ταῖς ἐκείνου κλάειν ἔλεγεν. | ] |
| mu | 209 | [ | Μαρκιανός· οὗτος ἐπὶ Ζήνωνος ἤκμαζεν. ἐν ᾧ δὲ ἦν εὐκτηρίῳ πρεσβύτερος χειροτονηθείς, διετέλει. μεγίστης δὲ ἐξουσίας τυχὼν παρὰ Ἴλλου οὗτος ὁ πλάνος καὶ τοῖς Ἐπικουρείοις δόγμασιν ὁσημέραι αὑτὸν κακύνων, αὐτοφυῆ ἔλεγε τὸν κόσμον καὶ διοικεῖσθαι οὐκ ἐκ θεοῦ, ἀλλ’ ἐξ ἐνεργείας τῆς τῶν ἀστέρων. καθὸ γὰρ ἕκαστον αὐτῶν τῇ τούτων φθάσει συμπεριφερόμενον δινήσει, τῶν κατ’ αὐτὴν τικτομένων τὴν ῥοπὴν τὴν ἐπικρατείαν κληροῦνται. | ] |
| nu | 192 | [ | Νεοκλῆς, Ἀθηναῖος, φιλόσοφος, ἀδελφὸς Ἐπικούρου. ὑπὲρ τῆς ἰδίας αἱρέσεως. ὅτι Νεοκλέους ἐστὶ τό, λάθε βιώσας. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: