Demosthenes) - urn:cts:greekLit:tlg0014.suda004 (
On the Crown)| alpha | 1458 | [ | Ἅμα· δοτικῇ. Δημοσθένης ἐπὶ τοῦ εὐθέως καὶ παραχρῆμα ἔταξε, καὶ ἐν τῷ ὑπὲρ τῶν ῥητόρων λόγῳ εἰπών· οὐ γὰρ ὁ θάνατος τοῖς εὖ φρονοῦσιν οἰκτρός· τοῦτο γὰρ ἅμα τῷ γενέσθαι πάντων κατέγνωσται. Αἰσχίνης δὲ ἐπὶ τοῦ κατὰ τὸν αὐτὸν καιρὸν ἐν τῷ κατὰ Κτησιφῶντος· ὡς ἀπέδοτο τριάκοντα μνῶν ἅμα τήν τε εἰς αὐτὸν ὕβριν καὶ τὴν τοῦ δήμου καταχειροτονίαν. καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. καὶ παρὰ τῷ Ἀντιφῶντι δὲ τὸ ἅμα κεῖται ἐπὶ τὸ αὐτό. φησὶ γὰρ ἐν Προοιμίοις· ἀλλ’ εἰ τότε πρᾶγμά μοι κρεῖττον φαίνεται, ἅμα τε μαρτυρία ἀρετῆς πράξομαι. καὶ παρὰ Δημοσθένει ἐν τῷ περὶ τοῦ στεφάνου· πάσαις δὲ λοιδορίαις καὶ βλασφημίαις ἅμα τούτου κεχρημένου. | ] |
| alpha | 2124 | [ | Ἀναφοράν: τὸ ἀναφέρειν τὴν αἰτίαν τῶν ἁμαρτηθέντων ἐπ’ ἄλλους. Δημοσθένης κατὰ Κτησιφῶντος. καὶ Ἀναφορᾶς· τὸ κελευόμενον ὑπὸ θατέρου κοινῇ δοκεῖν κελεύεσθαι, μηδεμιᾶς εἰς τὸν ἕτερον ὑπολειπομένης ἀναφορᾶς. ἤτοι συμβουλίας. | ] |
| alpha | 3434 | [ | Ἀπομάττεσθαι: ἀναλαβεῖν, μιμεῖσθαι, καὶ ἀποτυποῦν. καὶ Ἀπομάττων Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. οἱ μὲν ἀντὶ τοῦ ἀποψῶν, ἄλλοι δὲ ἀντὶ τοῦ περιπλάττων τὸν πηλὸν καὶ τὰ πίτυρα τοῖς τελουμένοις. ἀπομάττεσθαι τὸν ἀνδριάντα τῷ πηλῷ. | ] |
| alpha | 3501 | [ | Ἀπόρρητα: ἀκατάληπτα, ἀπόκρυφα. ἀπόρρητα ἔλεγον τὰ ἀπειρημένα ἐξάγεσθαι, οὐ μόνον τὰ ἀπηγορευμένα. ἀπόρρητά τὲ τοῖσιν ἐχθροῖσι τοῖς ἡμετέροις λέγουσιν. Ἀριστοφάνης Θεσμοφοριαζούσαις. Ἀπόρρητα, τὰ ἀπειρημένα ἐν τοῖς νόμοις. οὕτως Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. πάντα τὰ ἀπειρημένα καὶ ἀπηγορευμένα λέγουσιν. Ἀριστοφάνης· οὔ τι τ’ ἀπόρρητα δρᾶν ἐστι μέλλει διόπερ καὶ τὰ μὴ ἐξαγώγιμα ὀνομάζουσιν οὕτω. | ] |
| alpha | 3559 | [ | Ἀποστολαί: ἀποπέμψεις, δῶρα. καὶ Ἀπόστολος, ὁ ἀποστελλόμενος μετὰ στρατιᾶς εἰς πόλεμον παρασκευῆς. τῶν δὲ πλοίων τὰ μὲν συντριβόμενα ταῖς ἀποστολαῖς. τουτέστι ταῖς ἀποπέμψεσι. καὶ Ἀποστελλόμενοι· οὐ μόνον οἱ πεμπόμενοι ἐκ προσταγμάτων τῶν ἀπολυόντων, ἀλλὰ καὶ οἱ παραπεμπόμενοι ἀποδημεῖν μέλλοντες, ἀποστελλόμενοι ἐλέχθησαν. καὶ Ἀποστολεῖς, οἱ ἐπὶ τῆς ἐκπομπῆς τῶν τριήρων ἀποδεδειγμένοι. Ἀπόστολοι δὲ αἱ τῶν νεῶν ἐκπομπαί. οὕτως Δημοσθένης, τὸ μὲν ἐν τῷ ὑπὲρ Κτησιφῶντος, τὸ δὲ ἐν α’ Φιλιππικῶν [+]. | ] |
| alpha | 4031 | [ | Ἀρτεμίσιος: παρὰ Μακεδόσιν ὁ Μάϊος. καὶ Ἀρτεμίσιον ἰδίως μὲν Ὑπερίδης πολλάκις ὠνόμασε τὸ τῆς Ἀρτέμιδος ἄγαλμα. λέγεται δὲ καὶ ἀκρωτήριον τῆς Εὐβοίας, οὗ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος μνημονεύει. | ] |
| beta | 168 | [ | Βασκαίνει· δοτικῇ. ἀντὶ τοῦ αἰτιᾶται καὶ μέμφεται καὶ συκοφαντεῖ. οὕτως Δημοσθένης ἐν τῶ ὑπὲρ Κτησιφῶντος. καὶ ἐν τοῖς ἑξῆς, βάσκανον δὲ καὶ πικρὸν καὶ κακόηθες οὐδέν ἐστι πολίτευμα ἐμὸν, φησίν. ἀντὶ τοῦ φιλαίτιον καὶ συκοφαντικὸν. | ] |
| gamma | 178 | [ | Γέρρα: Περσικὰ μέν ἐστιν ὅπλα κυρίως τὰ γέρρα· καταχρηστικῶς δὲ καὶ ἅπαν σκέπασμα, εἴτε δερμάτινον εἶτε ἄλλης τινὸς ὕλης, γέρρον ἐλέγετο. διὸ καὶ Δημοσθένης τὰ τῶν σκηνῶν σκεπάσματα καὶ παρακαλύμματα ἐν τῷ ὑπὲρ Κτησιφῶντος γέρρα καλῶν ἐμπίπρασθαι λέγει. λέγοιτ’ ἂν ὁμοίως γέρρα καὶ τὰ τῶν σκηνῶν περιφράγματα. | ] |
| epsilon | 563 | [ | Ἐκ περιουσίας· ἐκ περιττοῦ. ἐκ περιουσίας λέγει ὁ Ἀριστοτέλης. μεταπεμψάμενοι ἐκ περιουσίας καὶ Παμπρέπιον. ἐκ περιουσίας οὖν ἀντὶ τοῦ ἐκ πολλοῦ τοῦ περιόντος. ἐκ περιουσίας τοῦ ἀναγκαίου διαφέρει. ἀναγκαῖα μὲν οὖν ἐστιν ὧν χωρὶς ἀδύνατον εἶναι· ἐκ περιουσίας δὲ ὧν ἡ παρουσία οὐκ οὖσα ἀναγκαία, καὶ ὡς Ἀριστοτέλης λέγει, ὅταν ὑπαρχόντων τῶν ἀναγκαίων ἄλλα τινὰ προσκατασκευάζηται τῶν καλῶν. οἷον τὸ μὲν ζῆν ἀναγκαῖον, ἐκ περιουσίας δὲ τὸ εὖ ζῆν· τῇ γὰρ τοῦ εὖ παρουσίᾳ, οὐκ οὔσῃ πρὸς τὸ εἶναι ἀναγκαίᾳ, ἐπικοσμεῖται τὸ ζῆν ἀναγκαῖον. βελτίω δὲ τὰ ἐκ περιουσίας τῶν ἀναγκαίων φησί· βέλτιον γὰρ τὸ εὖ ζῆν τοῦ ζῆν, τὸ δὲ εὖ λέγειν τοῦ λέγειν. οὐκ ἀεὶ μὲν αἱρετώτερα τὰ βελτίω, εἰ καὶ ἁπλῶς αἱρετώτερα· τὰ γοῦν ἡμῖν ἀδύνατα, εἰ καὶ βελτίω εἴη τῶν δυνατῶν, ἀλλ’ οὐχ αἱρετώτερα· βέλτιον μὲν γὰρ ἀθανασία μακροβιότητος, ἀλλ’ ἡμῖν οὐχ αἱρετωτέρα. καὶ τῶν ἐκ περιουσίας δὴ τὰ μὲν πρὸς τῷ βελτίω εἶναι καὶ αἱρετώτερά ἐστιν, ὥσπερ τοῦ λέγειν τὸ εὖ λέγειν, τὰ δὲ βελτίω ἐστίν, οὐ μὴν καὶ αἱρετώτερα. τὸ γὰρ φιλοσοφεῖν τε καὶ θεωρεῖν βέλτιον μέν ἐστι τοῦ χρηματίζεσθαι, οὐ μὴν καὶ αἱρετώτερον τοῖς ἐν ἐνδείᾳ οὖσι καὶ μὴ δυναμένοις ἄλλως εἶναι. οὕτω δὴ καὶ τὸ ὑγιαίνειν τοῦ φιλοσοφεῖν τῷ νοσοῦντι αἱρετώτερον. καὶ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος· ἐγὼ μὲν περὶ τῶν ἐσχάτων κινδυνεύω, οὗτος δὲ ἐκ περιουσίας κατηγορεῖ. ἀντὶ τοῦ ἐκ πολλοῦ τοῦ περιόντος. | ] |
| epsilon | 2013 | [ | Ἐπαιρόμενος· Δημοσθένης ἐν μὲν τῷ κατὰ Κτησιφῶντος ἀντὶ τοῦ ἐπανατεινόμενος. ἀλλαχοῦ δέ.... | ] |
| epsilon | 2679 | [ | Ἐπιτείχισμα· τὸ τειχιζόμενον κατά τινων χωρίων, ὅθεν ἦν τοὺς ἐπιτειχισθέντας κακῶς ποιεῖν. καὶ τὸ πρᾶγμα δὲ ἐπιτειχισμός. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. | ] |
| epsilon | 2763 | [ | Ἐπιχάρις, Σικυόνιος, προδότης. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. | ] |
| epsilon | 3787 | [ | Εὐοῖ, σαβοῖ· Δημοσθένης ὑπὲρ Κτησιφῶντος. Βακχικόν τι ἐπίφθεγμά ἐστιν. Εὐοῖ, σαβοῖ, μυστικὰ μέν ἐστιν ἐπιφθέγματα. φασὶ δὲ τῇ Φρυγῶν φωνῇ τοὺς μύστας δηλοῦν· ἀφ’ οὗ καὶ ὁ Σαβάζιος Διόνυσος. | ] |
| eta | 44 | [ | Ἡγεμὼν συμμορίας· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ὁ προέχων πλούτῳ καὶ διὰ τοῦτο τῶν ἄλλων ἡγεμονεύειν ἐπειλημμένος. | ] |
| eta | 53 | [ | Ἡγήμων· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. εἷς ἦν τῶν Μακεδονιζόντων καὶ τῶν ἐπὶ δωροδοκίᾳ διαβεβλημένων. τῶν δραμάτων αὐτοῦ ἐστι Φιλίννα, ὡς Ἀθήναιος ἐν Δειπνοσοφισταῖς. | ] |
| eta | 184 | [ | Ἠκρωτηριασμένος· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος· ἠκρωτηριασμένοι τὰς αὑτῶν ἕκαστοι πατρίδας. ἀντὶ τοῦ λελυμασμένοι. οἱ γὰρ λυμαινόμενοί τισιν εἰώθασι περικόπτειν αὐτῶν τὰ ἄκρα. τὸ μέντοι ἠκρωτηριασμένοι ἀντὶ τοῦ ἠκρωτηριακότες. | ] |
| theta | 116 | [ | Θεμίσων· τυράννου ὄνομα. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ὁ δὲ ἀναγνωσθεὶς ὑπὸ τῆς γυναικὸς ἔργον οὐχ ὅσιον ἐμηχανᾶτο ἐπὶ τῇ θυγατρί. ἦν γὰρ δὴ Θεμίσων ἀνὴρ Θηβαῖος. ζήτει ἐν τῷ Βάττος. | ] |
| theta | 134 | [ | Θεογείτων· Δημοσθένης ἐν τῷ αὐτῷ. Δείναρχος δὲ καὶ ἄλλοι Θεογένην ὀνομάζουσιν. | ] |
| theta | 165 | [ | Θεοκρίνης· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἦν δὲ συκοφάντης. | ] |
| kappa | 197 | [ | Καλαμίτης· ἢ ἐπὶ τῆς καλάμης τοῦ σίτου· ἢ κύριον ὄνομα. καὶ Δημοσθένης ἐν τῷ ὑπὲρ τοῦ Στεφάνου· ἐν τῷ κλισίῳ τῷ πρὸς τῷ Καλαμίτῃ ἥρωϊ. καὶ θηλυκὸν ἡ Καλαμῖτις. δισσοὺς ἐς λυκάβαντας ἐφίλατο τὴν καλαμῖτιν. ἀντὶ τοῦ ἐφίλησεν. | ] |
| kappa | 1040 | [ | Κατηγορίας ἔχω· ἀντὶ τοῦ κατηγοροῦμαι. Δημοσθένης Περὶ τοῦ στεφάνου. κατηγορεῖ δὲ αὐτῶν Καλλίξενος δημαγωγός, συκοφάντης. ἡ κατηγορία παρὰ φιλοσόφοις ἢ ἐπὶ πλέον λέγεται καὶ γίνεται ἢ ἐπίσης, ἐπ’ ἔλαττον δὲ οὐδέποτε. καὶ ἐπὶ πλέον μέν, ὅτε τὰ καθολικώτερα κατηγοροῦνται τῶν μερικωτάτων. καθολικώτερα οὖν εἰσὶ τὰ ἐπάνω, μερικώτερα δὲ τὰ ὑποκάτω. κατηγορία δέ ἐστιν οἷον προσηγορία τις ἁπλῶς λεγομένη. εἰσὶ δὲ πᾶσαι δέκα, ἤγουν γενικώτατα γένη, ὑφ’ ἃς ἀναφέρεται πᾶσα φωνή· οὐσία, ποσόν, ποιόν, πρός τι, ποῦ, πότε, ποιεῖν, πάσχειν, κεῖσθαι, ἔχειν. τούτων ἡ μὲν οὐσία ἐστὶν ὑποκειμένη, αἱ δὲ λοιπαὶ ἐννέα ἐν ὑποκειμένῳ. | ] |
| kappa | 1629 | [ | Κίναδος· εἶδός τι θηρίου· ὡς καὶ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου. τοῦτο δὲ καὶ φύσει κίναδός ἐστι τἀνθρώπιον. πᾶν μὲν θηρίον κίναδος ἀξιοῦσι καλεῖσθαι· ἰδίως δὲ τὴν ἀλώπεκα. κακοῦργος ὡς ἀλώπηξ. ἰδίως δέ φασι Σικελιώτας τὴν ἀλώπεκα κινάδιον καλεῖν. | ] |
| lambda | 130 | [ | Λαρυγγίζειν· τὸ πλατύνειν τὴν φωνὴν καὶ μὴ κατὰ φύσιν φθέγγεσθαι, ἀλλ’ ἐπιτηδεύειν περιεργότερον τῷ λάρυγγι χρῆσθαι. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. καὶ Λαρυγγίζουσι, βοῶσιν. οἱ δὲ κόρακες περιιπτάμενοι ἄνω καὶ κάτω, θορυβούμενοι καὶ κεκραγότες μετὰ πολλῆς ἀσελγείας, οἷον οἱ κόρακες λαρυγγίζουσι. | ] |
| lambda | 319 | [ | Λεύκη· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος· τοὺς ἐστεφανωμένους τῷ μαράθρῳ καὶ τῇ λεύκῃ. ἐστέφοντο δὲ οἱ τὰ Βακχικὰ τελούμενοι τῇ λεύκῃ διὰ τὸ χθόνιον μὲν εἶναι τὸ φυτόν, χθόνιον δὲ καὶ τὸ τῆς Περσεφόνης Διόνυσον. τὴν δὲ λεύκην πεφυκέναι φησὶ πρὸς τῷ Ἀχέροντι, ὅθεν καὶ Ἀχερωΐδα καλεῖσθαι αὐτὴν παρ’ Ὁμήρῳ. | ] |
| lambda | 660 | [ | Λόγου τυχεῖν· ἀντὶ τοῦ ἐπαίνου. Δημοσθένης ἐν τῷ κατὰ Κτησιφῶντος. | ] |
| mu | 1288 | [ | Μουνυχία· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. τόπος παραθαλάσσιος ἐν τῇ Ἀττικῇ. Ἑλλάνικος δὲ ἐν δευτέρῳ Ἀτθίδος ὠνομάσθαι φησὶν ἀπὸ Μουνύχου τινὸς βασιλέως, τοῦ Παντακλέους. | ] |
| mu | 1458 | [ | Μύρτης· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος καταλέγων τοὺς προδεδωκότας ἑκάστην πόλιν φησιν, Ἀργείους. | ] |
| mu | 1463 | [ | Μυρτώνιον· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. φρούριον ἦν ἐν Θρᾴκῃ. | ] |
| nu | 123 | [ | Νεβρίζων· Δημοσθένης ὑπὲρ Κτησιφῶντος. οἱ μὲν ὡς τοῦ τελοῦντος νεβρίδα ἐνειμένου καὶ τοὺς τελουμένους διαζωννύντος νεβρίσιν, ἐπὶ τὸ νεβροὺς διασπᾶν κατά τινα ἄρρητον λόγον. | ] |
| nu | 231 | [ | Νέων, Νέωνος· ὄνομα κύριον. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος περὶ τῆς πρὸς Φίλιππον τούτου φιλίας φησιν. | ] |
| nu | 466 | [ | Νόμισμα· δύο σημαίνει· τὸ νόμιμον ἔθος· ὡς Ἀριστοφάνης ἐν Νεφέλαις, ἡμῖν νόμισμ’ οὐκ ἔστι· καὶ τὸ κόμμα τοῦ τετυπωμένου χαλκοῦ. λεπτῷ δὲ νομίσματι ἐχρῶντο οἱ Βυζάντιοι. | ] |
| omicron | 370 | [ | Ὀνομάζων· ἀντὶ τοῦ φράζων, ἑρμηνείᾳ χρώμενος. Δημοσθένης ὑπὲρ Κτησιφῶντος. | ] |
| omicron | 879 | [ | Οὐκ ἐπὶ τῆς αὐτῆς ὁρμὴ τοῖς πολλοῖς· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. παροιμία ἐστὶν ἐλλειπῶς εἰρημένη· προσυπακουστέον δὲ ἔξωθεν τὸ ἀγκύρας. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: