Old Testament) - urn:cts:greekLit:tlg0527urn:cts:greekLit:tlg0527.suda001 -
Book of Job
urn:cts:greekLit:tlg0527.suda002 -
Books of the Kingdoms
urn:cts:greekLit:tlg0527.suda003 -
Book of Daniel
urn:cts:greekLit:tlg0527.suda004 -
Isaiah
urn:cts:greekLit:tlg0527.suda005 -
Deuteronomy
urn:cts:greekLit:tlg0527.suda006 -
Book of Genesis
urn:cts:greekLit:tlg0527.suda007 -
Book of Malachi
urn:cts:greekLit:tlg0527.suda008 -
Psalms
urn:cts:greekLit:tlg0527.suda009 -
Proverbs
| alpha | 104 | [ | Ἄβυσσον: ἣν οὐδὲ βυθὸς χωρῆσαι δύναται· Ἴωνες δὲ τὸν βυθὸν βυσσόν φασιν. ὅθεν δοκεῖ λέγεσθαι καὶ βυσσοδομεύειν, παρὰ τὸ δύνω, τὸ ὑπεισέρχομαι, κατὰ τροπὴν βύω, βύσω, βέβυσμαι, βέβυσαι, βυσὸς καὶ ἀβύσσος, οὗ οὐδεὶς εἰσέρχεται διὰ τὸ βάθος. Ἀριστοφάνης Βατράχοις· εὐθὺς γὰρ ἐπὶ λίμνην μεγάλην ἥξεις πάνυ ἄβυσσον. καὶ οὐδετέρως φησὶν ὁ αὐτός· ἕως ἂν ᾖ τὸ ἀργύριον τὸ ἄβυσσον παρὰ τῇ θεῷ, οὐκ εἰρηνεύσουσιν. ἐν γὰρ τῇ ἀκροπόλει χίλια τάλαντα ἀπέκειτο. Ἄβυσσον καλεῖ τὴν ὑγρὰν οὐσίαν ἡ θεία γραφή. ἐπεὶ οὖν ἡ γῆ πανταχόθεν ὕδασι περιέχεται μεγάλοις καὶ μικροῖς πελάγεσιν, εἰκότως περιβόλαιον αὐτῆς εἴρηκεν ὁ Δαβίδ. καὶ, ἄβυσσος ἄβυσσον ἐπικαλεῖται, ὁ αὐτὸς προφήτης φησίν· τὰ στρατιωτικὰ λέγων τάγματα καὶ τὴν τοῦ πλήθους ὑπερβολὴν τροπικῶς. ὡς ἔν ἀβύσσῳ τινὶ ὑποβρύχιος ἐγενόμην. Ἄβυσσος οὖν ὑδάτων πλῆθος πολύ. | ] |
| alpha | 196 | [ | Ἄγγελος· οἱ ἄγγελοι μόνοι τῇ τοῦ νοὸς καταλήψει εἰσὶ περιγραπτοὶ, οὔτε δὲ ἐν τόπῳ, οὐδὲ ἐν σώματι, οὐδὲ ἐν χρόνῳ· πρὸ γὰρ τοῦ ἡλίου ἡ γένεσις αὐτῶν. ἀγγέλους πονηροὺς τοὺς τῆς τιμωρίας ὑπουργοὺς ἡ γραφὴ καλεῖ· ὥσπερ ἡμέραν πονηρὰν τὴν τῆς τιμωρίας. ὀργὴν δὲ καὶ θυμὸν καὶ θλίψιν ἐπὶ Θεοῦ τὰς πικρὰς τιμωρίας καλεῖ. οὐ γὰρ φύσιν οὐδὲ προαίρεσίν φησιν. | ] |
| alpha | 238 | [ | Ἅγιος, ἅγιος, ἅγιος κύριος· ὅτι τοὺς λέγοντας, μυριάκις ἐστὶν ἅγιος ὁ θεὸς, καὶ τοὺς παρερμηνεῦσαι τοῦτο τολμῶντας, λαμπρῶς ἐλέγχει τὸ· ἐξεζήτησα τὸ πρόσωπόν σου, τὸ πρόσωπόν σου, κύριε, ζητήσω, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ. τὴν ἁγίαν ἀνακηρύττει τριάδα. καὶ τὸ, θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου, καὶ τὰ ἑξῆς. καὶ διὰ τούτων καὶ δι’ ἄλλων πολλῶν ἡ παλαιὰ κηρύττει, ὅτι οὐχ ἑνὸς προσώπου σημαίνει δεσποτείαν, ἀλλὰ τριῶν μὲν ὑποστάσεων, μιᾶς δὲ οὐσίας. οἱ δὲ λέγοντες, ἅγιος ὁ σταυρωθείς, ἐπιστομιζέσθωσαν ἀπὸ τοῦ· ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ἰσχυρὸν, τὸν ζῶντα. | ] |
| alpha | 425 | [ | Ἀδάμ: ὁ πρῶτος ἄνθρωπος, ὁ χειρὶ θεοῦ πλασθεὶς καὶ κατὰ τὴν εἰκόνα καὶ ὁμοίωσιν μορφωθεὶς τοῦ δημιουργοῦ τε καὶ κτίσαντος, ὁ καὶ τιμηθεὶς τὴν εἰς παράδεισον οἴκησιν. οὗτος δικαίως ἂν πρῶτος καλοῖτο σοφὸς ὡς πρωτόκτιστον ἄγαλμα καὶ εἰκὼν οὖσα θεόγραφος, ὡς τῶν χαρίτων ὅλων ὑπάρχων ἀνάπλεως καὶ πάντα καθαρὰ καὶ ἀκίβδηλα περιφέρων τὰ ψυχῆς τε καὶ σώματος αἰσθητήρια. μαρμαρυγαὶ γάρ τινες, ὡς εἰπεῖν, ἐκ τῆς ἐκείνου ψυχῆς ἀπαστράπτουσαι καὶ θείων ἐννοιῶν τε καὶ ἐνεργειῶν πλήθουσαι κατὰ πᾶσαν εἰσέτρεχον φύσιν εὐστόχως καὶ ἀναμαρτήτως τὸ οἰκεῖον ἑκάστης πλεονέκτημα φθάνουσαι. ὃς οὐ παρὰ ἀνθρώπων ἐδοκιμάσθη τῶν τὰς κρίσεις πολλάκις ἐπισφαλῶς ποιουμένων, ἀλλὰ παρὰ τοῦ τῶν ὅλων θεοῦ τοῦ πᾶσαν γνῶσιν καὶ κρίσιν ὀρθῶς ποιουμένου καὶ πρὸ τοῦ τὰς ἐννοίας κινηθῆναι παρὰ τῆς ὠδινούσης τὰ τοιαῦτα ψυχῆς καὶ ἀποτικτούσης νοήματα. καὶ ᾗ φησιν ἡ γραφή· ἐποίησεν ὁ θεὸς πάντα τὰ κτήνη καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ πετεινὰ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ ἰδεῖν, τί καλέσει αὐτά. καὶ ὃ ἐκάλεσεν Ἀδὰμ, τοῦτο ὄνομα αὐτῷ. τί τῆς φωνῆς ταύτης καὶ μαρτυρίας ἀριδηλότερον; τί τῆς σοφίας ταύτης καὶ διαγνώσεως ὑψηλότερον; ἐκάλεσεν ὀνόματα τὴν φύσιν αὐτὴν καὶ τὴν ὑπόστασιν ἑκάστου ζῴου ὥσπερ ὑπογραφόμενος, οὐ μελετήσας, οὐ προσκεψάμενος, οὐδέν τι προπεπονθὼς τῶν ὅσα μεταμανθάνουσιν ἄνθρωποι. καὶ πολλῶν καὶ ἀναρίθμων γενεῶν παραδραμουσῶν οὐκ ἴσχυσεν οὐδεὶς ὑπαλλάξαι κἂν τοῦ τυχόντος ζῴου τὸ ὄνομα, οὐδὲ τῆς ἐκείνου δράξασθαι μεγαλονοίας καὶ διαγνώσεως. μᾶλλον μὲν οὖν μένουσιν ἅπαντες οἱ κατὰ πᾶσαν ἐσπαρμένοι τὴν γῆν ἄνθρωποι τοῖς ἐκείνου στοιχοῦντες ἀμεταθέτοις θεσπίσμασι. καὶ οὐδὲ μέχρι τούτων ἔστη τοῦ πρωτογόνου ἀνθρώπου τὸ ὑπερβάλλον ἐν πᾶσιν ἀξίωμα, ἀλλὰ καὶ σπερμάτων καὶ φυτῶν διαφορὰς ῥιζῶν τε καὶ βοτανῶν δυνάμεις, καὶ ὅσα εἰς ἀντίληψιν καὶ θεραπείαν ἡ φύσις ἑκάστῳ προσαρμόττει τῶν ζῴων, διέκρινέ τε καὶ ἐσάφησεν. οὗτος καὶ τὴν γυναῖκα πρῶτος ἰδὼν οὐχ ὥσπερ ἐκ στόματος ἀνθρωπίνου περὶ ταύτης ἐφθέγξατο, ἀλλ’ ὡς ἔκ τινος θείας ὀμφῆς ἐνηχούμενος εὐστόχως τὸ πολυύμνητον ἐκεῖνο καὶ θαυμαστὸν ἀπεφοίβασε λόγιον· τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου. αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη. οὗτος τοίνυν ἐστὶν ὁ δοκιμάσας ἕκαστα καὶ πᾶσι κανόνας καὶ στάθμας ἀκριβεῖς καὶ ὅρους ἀναντιρρήτους ἐναρμοσάμενος. τούτου τέχναι καὶ γράμματα, τούτου ἐπιστῆμαι λογικαί τε καὶ ἄλογοι, τούτου προφητεῖαι, ἱερουργίαι καὶ καθαρισμοὶ καὶ νόμοι γραπτοί τε καὶ ἄγραφοι, τούτου πάντα εὑρήματα καὶ διδάγματα, καὶ ὅσαι κατὰ τὸν βίον ἀναγκαῖαι χρεῖαί τε καὶ δίαιται. οὗτός ἐστιν ὁ πρῶτος ἀνδριὰς, τὸ θεόκλητον ἄγαλμα, ἀφ’ οὗπερ ἀπευθύνονται πᾶσαι ἀνθρώπων ἀγαλματουργίαι, κἂν πρὸς τὸ ἧττον μᾶλλον καὶ μᾶλλον ἐκπίπτωσιν ἐκείνου τοῦ μακαρίου καὶ θεοειδοῦς ἀπεικάσματος μηδεμίαν ἔχοντος ἀφορμὴν, ἧς ἂν ἐπιλάβοιτο ὁ μετ’ ἐκεῖνον διαπλαττόμενος ἢ ζῳγραφούμενος, ἕως ὁ παλαμναῖος καὶ ἀποστάτης καὶ πλάνος διάβολος τοῦτον ἐξεκύλισεν ἐκ τῆς οἰκείας ἱδρύσεώς τε καὶ στάσεως καὶ κατὰ τοῦ πρανοῦς εἴασε φέρεσθαι πρὸς βαραθρώδεις τινὰς καὶ ἀλαμπεῖς χώρους καὶ μέχρι τῶν ἀμειδήτων τοῦ ᾅδου κευθμώνων ἐγγίζοντας. κἀντεῦθεν ἤρξατο φύσις ἡ τῶν ἀνθρώπων παραχαράττεσθαι καὶ διακιβδηλεύεσθαι καὶ τυποῦσθαι τοῖς τοῦ τυράννου μορφώμασί τε καὶ σχήμασιν. ἐντεῦθεν ἡ νόθος σοφία τὰς ἀφορμὰς ἔλαβε, τῆς θείας δραπετευσάσης καὶ πρὸς οὐρανὸν ἀναπτάσης, ὅθεν τὸ πρότερον ἦν ἀφορμήσασα. ὅθεν ὁ πλάνος τὸ τοῦ θεοῦ σφετερισάμενος ὄνομα εἰς πολλὰ κατεμέρισε, Κρόνους τε καὶ Ζῆνας καὶ Ποσειδῶνας ἑαυτὸν μετακαλῶν· καὶ τὸ δὴ πάντων ἀνοσιώτατον, εἰς ὀνόματα θήλεά τε καὶ ἄσεμνα τὴν μακαρίαν καὶ ἄρρητον συγκατασπάσαι φύσιν ὁ ἀλιτήριος κατετόλμησεν, εἴς τε τὰς Ῥέας ἐκείνας καὶ Ἀφροδίτας καὶ Ἀθηνᾶς καὶ εἰς ἄλλας μυρίας καὶ ἀλλοκότους ἀλόγων ἰδέας τε καὶ μορφὰς, ἃς ὁ κακίας δημιουργὸς καὶ τὴν ἀποστασίαν νοσήσας ἐπέχρωσέ τε καὶ διεχάραξεν. ἐντεῦθεν Αἰγυπτίων τὰ περὶ Ὄσιριν καὶ Τυφῶνα καὶ Ἴσιν μοχθηρὰ διηγήματα καὶ Περσῶν μαγικὰ μαγγανεύματα καὶ Βραχμάνων γυμνοσοφιστίαι καὶ ἄκαιροι φαντασίαι καὶ ἡ θαυμαζομένη Σκυθῶν ῥῆσις καὶ τὰ Θρᾳκῶν ὄργια καὶ οἱ Φρυγῶν αὐλοὶ καὶ Κορύβαντες. ἐντεῦθεν ἡ Χαλδαίων ἀστρονομία ἡ σφαλερά τε καὶ πολυώδυνος. ἐντεῦθεν ἡ τοῦ ψεύδους λοχεύτρια ποίησις, ἡ τῶν Ἑλληνικῶν ληρημάτων σεμνομυθία. ἐντεῦθεν Ὀρφεύς τε καὶ Ὅμηρος καὶ ὁ τῶν ἀθεμίτων γονῶν ζῳγράφος Ἡσίοδος. ἐντεῦθεν ἡ Θάλητος δόξα καὶ ὁ κλεινὸς Πυθαγόρας καὶ ὁ σοφὸς Σωκράτης καὶ Πλάτων, τὸ τῆς Ἀθηναίων Ἀκαδημίας πολυθρύλητον σεμνολόγημα. ἐντεῦθεν οἱ Παρμενίδαι καὶ Πρωταγόραι καὶ Ζήνωνες. ἐντεῦθεν αἱ Στοαὶ καὶ οἱ Ἄρειοι πάγοι καὶ Ἐπικούρειοι. ἐντεῦθεν οἱ τραγῳδῶν θρῆνοι καὶ κοπετοὶ καὶ τὰ κωμικῶν παίγνια καὶ τωθάσματα. ἐντεῦθεν τὰ δολερὰ τοῦ Λοξίου καὶ ψευδηγόρου θεσπίσματα καὶ ἡ λοιπὴ τῶν Ἑλληνικῶν κομψευμάτων ἐρεσχελία καὶ τερατεία. καὶ ἵνα μὴ μακρὸν ἀποτείνω τὸν λόγον εἰς σαπρούς τε καὶ ὀδωδότας μύθους ἐνασχολούμενος, πᾶσαν εἰς ἑαυτὸν τὴν κτίσιν ὁ πλάνος ἐμφορτισάμενος καὶ λαβὼν ὑπὸ χεῖρα τὸν ἄνθρωπον ὡς ἀνδράποδον καὶ διερχόμενος τὴν ὑπ’ οὐρανὸν καὶ περιπατῶν τὴν γῆν καὶ ὡς ὠὰ πάντα κατέχων, ὡς αὐτός πού φησιν ἀλαζονευόμενος, ᾤετο δεῖν τὸν ἑαυτοῦ θρόνον θήσειν ἐπάνω τῶν νεφελῶν τοῦ οὐρανοῦ καὶ ἔσεσθαι ὅμοιος τῷ Ὑψίστῳ. ἀλλ’ ὁ τοῦ θεοῦ μονογενὴς υἱὸς καὶ λόγος ὁ προαιώνιος οἰκτείρας τὸν ἄνθρωπον ὡς ἠπατημένον ὑπὸ τοῦ δράκοντος ἐκ τῶν τοῦ πατρὸς κόλπων ἑαυτὸν ἐκένωσε καὶ σαρκωθεὶς ἐκ πνεύματος ἁγίου καὶ ἐκ τῆς ἁγίας παρθένου καὶ θεοτόκου Μαρίας, καὶ διὰ τοῦ τιμίου σταυροῦ καὶ τοῦ πάθους αὐτοῦ καταβαλὼν τὸν ἀντίπαλον καὶ καταβὰς εἰς τὰ κατώτατα μέρη τῆς γῆς ἐκεῖθεν εἵλκυσε τὸν παραπεσόντα πρωτόπλαστον, ἀποδοὺς τῇ εἰκόνι τὸ πρῶτον κάλλος καὶ τῇ φύσει τὸ ἀρχαῖον ἀξίωμα. κἀντεῦθεν ἠφάνισται πᾶσα ἡ τοῦ τυράννου δυναστεία καὶ συμμορφία τοῦ τῆς εὐσεβείας φωτὸς διαυγάσαντος πάσῃ τῇ κτίσει τῶν ἡλιακῶν μαρμαρυγῶν τηλαυγέστερον. ἐκ τούτου τοῦ φωτὸς ἡ κατὰ θεὸν σοφία πάλιν διέλαμψε καὶ γλώσσας ἁλιέων ἐστόμωσε καὶ τῶν σοφῶν διδασκάλους τοὺς ἀσόφους εἰργάσατο ἐντεῦθεν ὁ τῆς βροντῆς γόνος, τὸ· ἐν ἀρχῇ ἦν ὁ λόγος, ἐξ οὐρανίων νεφελῶν ἀπαστράψας ἐβρόντησε, καὶ πᾶσαν τὴν οἰκουμένην ἐλάμπρυνε. κἀκ τούτου τοῦ φωτὸς Παῦλος εἰς τρίτον οὐρανὸν ἀναφέρεται καὶ θεᾶται τὰ ἀθέατα καὶ τῶν ἀρρήτων ὑπακούει λογίων καὶ διατρέχει πᾶσαν τὴν γῆν ὡς πτηνὸς καὶ ἀέριος τὸν Ἰησοῦν εὐαγγελιζόμενος. ἐντεῦθεν ὁ Πέτρος τὸν Χριστὸν υἱὸν θεοῦ τοῦ ζῶντος ὠνόμασε καὶ τὰς κλεῖς τῆς τῶν οὐρανῶν πιστεύεται βασιλείας, ἵνα ἀνοίγῃ μὲν τοῖς πιστοῖς, ἀποκλείῃ δὲ τοῖς ἀπίστοις τῶν θείων ἀνακτόρων τὴν εἴσοδον. ἐντεῦθεν ἀγέλαι μαρτύρων καταβάλλουσιν εἴδωλα καὶ τρέχουσιν ἕτοιμοι πρὸς τὸν θάνατον, ὡς στεφάνους τὰς πληγὰς καὶ ὡς πορφύρας τὰ ἑαυτῶν αἵματα περιφέροντες οἱ καλλίνικοι. ἔστω γοῦν ὁ πρωτόπλαστος ἀρχηγὸς τοῦδε τοῦ γράμματος, κατά γε τὸν ἐμὸν ὅρον καὶ λόγον, ὡς ποταμὸς πηγή τε καὶ θάλαττα καὶ ῥίζα καὶ κλάδοι καὶ ὅρπηκες καὶ πάσης ὑπάρχων τῆς ἀνθρωπίνης φύσεως ἀπαρχὴ καὶ πρωτόλειον. ὅτι ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτη ͵βσμβʹ. ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἕως τῆς πυργοποιΐας ἔτη φκεʹ. ἀπὸ δὲ τῆς πυργοποιΐας ἕως τοῦ Ἀβραὰμ υκεʹ. ἀπὸ δὲ τοῦ Ἀβραὰμ ἕως τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐξ Αἰγύπτου υλʹ. ἀπὸ δὲ τῆς ἐξόδου ἕως τῆς οἰκοδομῆς τοῦ Σολομωντείου ναοῦ ἔτη ψνζʹ. ἀπὸ δὲ τῆς οἰκοδομῆς τοῦ ναοῦ ἕως τῆς αἰχμαλωσίας τοῦ Ἰσραὴλ υκεʹ. ὁμοῦ ἔτη ͵δωπʹ. ἀπὸ δὲ τῆς αἰχμαλωσίας ἕως Ἀλεξάνδρου βασιλέως τιηʹ. ἀπὸ δὲ Ἀλεξάνδρου ἕως Χριστοῦ τοῦ θεοῦ ἡμῶν τγʹ. ὁμοῦ ἔτη ͵εφʹ. ἀπὸ δὲ Χριστοῦ ἕως τοῦ μεγάλου Κωνσταντίνου τιηʹ. ἀπὸ δὲ Κωνσταντίνου μέχρι Μιχαὴλ υἱοῦ Θεοφίλου φνεʹ. ὁμοῦ τὰ πάντα ἔτη ͵ϛτοεʹ. ἀπὸ δὲ Μιχαὴλ ἕως Ῥωμανοῦ υἱοῦ Κωνσταντίνου τοῦ Πορφυρογεννήτου ἔτη... ἀπὸ δὲ τοῦ Πορφυρογεννήτου ἕως τῆς τελευτῆς Ἰωάννου τοῦ Τζιμισκῆ ἔτη... καὶ Ἀδαμιαῖος, ἀπὸ Ἀδάμ. | ] |
| alpha | 501 | [ | Ἀδολεσχία: ἀκαιρία, φλυαρία, συνέχεια. Ἀττικοὶ ἐκτείνουσι τὸ α. Ἀδολεσχία δὲ παρὰ τῇ Γραφῇ, ἡ συνεχὴς μελέτη. καὶ γενικῇ. Ἀδολεσχήσω, ἀντὶ τοῦ διηνεκῶς μελετήσω. | ] |
| delta | 225 | [ | Δεξιὰ κυρίου· ἡ ἄνωθεν ῥοπὴ καὶ ἡ ἀγαθὴ ἐνέργεια παρὰ τῇ θείᾳ γραφῇ. Δεξιὰ ἔλεγον οἱ παλαιοὶ τὰ συνετά, ἀριστερὰ δὲ τὰ μωρά. Σοφοκλῆς· οὔποτε γὰρ φρένοθέν γ’ ἐπ’ ἀριστερά, παῖ Τελαμῶνος, ἔβης. | ] |
| delta | 1170 | [ | Διονύσιος ὁ Ἀρεωπαγίτης, ἐπίσκοπος Ἀθηνῶν, ἀνὴρ ἐλλογιμώτατος καὶ τῆς Ἑλληνικῆς παιδείας εἰς ἄκρον ἐληλακώς, ἀκουστὴς Παύλου πρὸς τὴν τοῦ Χριστιανισμοῦ θρησκείαν καὶ ὑπ’ αὐτοῦ κατασταθεὶς εἰς αὐτὰς τὰς Ἀθήνας ἐπίσκοπος. πρὸς δὲ τὴν πάτριον τῶν Ἑλληνικῶν μαθημάτων ἄσκησιν πάντων προὐκέκριτο· ἑκάστης γὰρ ὡς εἰπεῖν αἱρέσεως τῆς ὑπ’ αὐτῶν πρεσβευομένης ἐν πολλῇ καθεστήκει τῇ πείρᾳ. οὗτος ἤκουσε Παύλου δημηγοροῦντος ἐν Ἀθήναις καὶ τὸν Χριστὸν καὶ τὴν ἀνάστασιν μετὰ παρρησίας τοῖς Ἕλλησιν εὐαγγελιζομένου. καὶ πιστεύσας τῷ Παύλου κηρύγματι ὑπ’ αὐτοῦ καὶ τῆς πόλεως ἐπισκοπεῖν τάττεται. κατὰ γοῦν τὴν ἀρχὴν Τιβερίου Καίσαρος, ὅτε δὴ καὶ τὴν ἡλικίαν ἤκμαζεν, ἀπῆρεν εἰς Αἴγυπτον τοῖς ἐκεῖσε σοφοῖς ὁμιλῆσαι γλιχόμενος. συνῆν δὲ αὐτῷ καὶ Ἀπολλοφάνης ἐκεῖνος ὁ σοφιστής, οὗ Πολέμων ὁ Λαοδικεὺς ἐν Σμύρνῃ διήκουσεν, ὁ διδάσκαλος Ἀριστείδου. κατὰ γοῦν τὸν καιρὸν τοῦ σωτηρίου πάθους τοῦ δεσπότου Χριστοῦ, ἄμφω ἤστην ἐν Ἡλιουπόλει τῇ ἐν Αἰγύπτῳ. καὶ δὴ τῆς ἡλιακῆς ἐκλείψεως οὐ κατὰ φύσιν γεγενημένης, οὐ γὰρ ἦν συνόδου καιρός, εἰπεῖν λέγεται πρὸς τὸν μακάριον Διονύσιον τὸν σοφιστὴν Ἀπολλοφάνην ταῦτα· ὦ καλὲ Διονύσιε, ἀμοιβαὶ θείων πραγμάτων. μνημονεύει δὲ τούτων ἁπάντων ὁ αὐτὸς Διονύσιος ἐν τῇ πρὸς Πολύκαρπον τὸν μέγαν ἐπιστολῇ, τὸν Σμύρνης ἐπίσκοπον· ἦν γὰρ ὁ Ἀπολλοφάνης τῷ Διονυσίῳ τοῦ Χριστιανισμοῦ ἕνεκα διαλοιδορούμενος· καί φησι· σὺ δὲ φῂς λοιδορεῖσθαί μοι τὸν σοφιστὴν Ἀπολλοφάνην καὶ πατραλοίαν ἀποκαλεῖν, ὡς τοῖς Ἑλλήνων ἐπὶ τοὺς Ἕλληνας οὐχ ὁσίως χρωμένῳ. καίτοι πρὸς αὐτὸν ἡμᾶς ἦν ἀληθέστερον εἰπεῖν, ὡς Ἕλληνες τοῖς θείοις οὐχ ὁσίως ἐπὶ τὰ θεῖα χρῶνται διὰ τῆς σοφίας τοῦ θεοῦ τὸ θεῖον ἐκβάλλειν πειρώμενοι σέβας. καὶ μετὰ μικρόν· ἀλλὰ καὶ αὐτὸς Ἀπολλοφάνης οὐχ ὁσίως τοῖς θείοις ἐπὶ τὰ θεῖα χρῆται. τῇ γὰρ τῶν ὄντων γνώσει καλῶς λεγομένῃ πρὸς αὐτοῦ φιλοσοφίᾳ καὶ πρὸς τοῦ θείου Παύλου σοφίᾳ θεοῦ κεκλημένῃ πρὸς τὸν αἴτιον καὶ αὐτῶν τῶν ὄντων καὶ τῆς γνώσεως αὐτῶν ἐχρῆν ἀνάγεσθαι τοὺς ἀληθεῖς φιλοσόφους. καὶ μετὰ βραχέα· ἔδει συνιδεῖν Ἀπολλοφάνην σοφὸν ὄντα μὴ ἂν ἄλλως ποτὲ δυνηθῆναι τῆς οὐρανίας τι παρατραπῆναι τάξεως καὶ κινήσεως, εἰ μὴ τὸν τοῦ εἶναι αὐτὴν καὶ συνοχέα καὶ αἴτιον ἔχειν εἰς τοῦτο κινοῦντα, τὸν ποιοῦντα πάντα καὶ μετασκευάζοντα, κατὰ τὸν ἱερὸν λόγον. καὶ αὖθις μετὰ μικρόν· εἰπὲ δὲ αὐτῷ, τί λέγεις περὶ τῆς ἐν τῷ σωτηρίῳ σταυρῷ γεγονυίας ἐκλείψεως; ἀμφοτέρω γὰρ τότε κατὰ Ἡλιούπολιν ἅμα παρόντε καὶ συνεστῶτε παραδόξως τῷ ἡλίῳ τὴν σελήνην ἐμπίπτουσαν ἑωρῶμεν, οὐ γὰρ ἦν συνόδου καιρός, αὖθίς τε αὐτὴν ἀπὸ τῆς ἐνάτης ὥρας ἄχρι τῆς ἑσπέρας εἰς τὸ τοῦ ἡλίου διάμετρον ὑπερφυῶς ἀντικαταστᾶσαν. ἀνάμνησον δέ τι καὶ ἕτερον αὐτόν· οἶδε γὰρ ὅτι καὶ τὴν ἔμπτωσιν αὐτὴν ἐξ ἀνατολῶν ἑωράκαμεν ἀρξαμένην καὶ μέχρι τοῦ ἡλιακοῦ πέρατος ἐλθοῦσαν, εἶτα ἀναποδίσασαν, καὶ αὖθις οὐκ ἐκ τοῦ αὐτοῦ καὶ τὴν ἔμπτωσιν καὶ τὴν ἀνακάθαρσιν, ἀλλ’ ἐκ τοῦ κατὰ διάμετρον ἐναντίου γεγενημένην. τοσαῦτα τοῦ τότε καιροῦ τὰ ὑπερφυῆ καὶ μόνῳ Χριστῷ τῷ παναιτίῳ δυνατά, τῷ ποιοῦντι μεγάλα καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. ταῦτα, εἴ σοι θεμιτόν, εἰπέ, καὶ δυνατόν, Ἀπολλόφανες, ἐξέλεγχε καὶ πρὸς ἐμὲ τὸν τότε συμπαρόντα σοι καὶ συνεωρακότα καὶ συνανακρίναντα πάντα καὶ συναγάμενον. ἀμέλει καὶ μαντείας τότε οὐκ οἶδ’ ὅθεν ὁ Ἀπολλοφάνης ἀπάρχεται, καὶ πρὸς ἐμὲ ὥσπερ τὰ γινόμενα συμβάλλων ἔφη ταῦτα· ὦ καλὲ Διονύσιε· θείων ἀμοιβαὶ πραγμάτων. τοσαῦτα ὡς κατ’ ἐπιστολὴν εἴρηκεν ὁ μέγας Διονύσιος πρὸς τὸν θεοφόρον Πολύκαρπον. τῆς δέ γε σοφίας αὐτοῦ καὶ τῆς εὐγλωττίας ἔνδειξις ἀκριβὴς ἡ τῶν παρ’ αὐτοῦ γραφεισῶν βίβλων ἀνυπέρβλητος φράσις· τῇ τε γὰρ παρὰ τῶν ἔξωθεν καλουμένῃ παιδείᾳ, τῇ τε θείᾳ καὶ ἡμετέρᾳ, πολλὴν εἶχε τὴν ἐπιστήμην ἐν ἑκατέρᾳ. εἰ γάρ τις ἀπίδοι πρὸς τὰ κάλλη τῶν αὐτοῦ λόγων καὶ τὰ βάθη τῶν νοημάτων οὐκ ἀνθρωπίνης φύσεως ταῦτα νομίσοι γεννήματα, ἀλλά τινος ἀκηράτου καὶ θείας δυνάμεως. καὶ τοίνυν αὐτῷ γέγραπται τάδε· Πρὸς Τιμόθεον ἐπίσκοπον Ἐφέσου, καὶ αὐτὸν μαθητὴν Παύλου τυγχάνοντα, περὶ θείων ὀνομάτων βιβλία ιβʹ, περὶ ἡνωμένης καὶ διακεκριμένης θεολογίας, περὶ τοῦ, τίς ἡ τῆς εὐχῆς δύναμις, καὶ περὶ τοῦ μακαρίου Ἱεροθέου, περὶ εὐλαβείας καὶ συγγραφῆς θεολογικῆς, περὶ ἀγαθοῦ, φωτός, καλοῦ, ἔρωτος, ἐκστάσεως, ζήλου· καὶ ὅτι τὸ κακὸν οὔτε ὂν οὔτε ἐξ ὄντων οὔτε ἐν τοῖς οὖσιν, περὶ τοῦ ὄντος, ἐν ᾧ καὶ παραδείγματα, περὶ ζωῆς, περὶ σοφίας, νοῦ, λόγου, ἀληθείας, πίστεως, περὶ δυνάμεως, δικαιοσύνης, σωτηρίας, ἀπολυτρώσεως, περὶ μεγάλου καὶ μικροῦ, τ αὐτοῦ, ἑτέρου, ὁμοίου, ἀνομοίου, στάσεως, κινήσεως, ἰσότητος, περὶ παντοκράτορος, παλαιοῦ ἡμερῶν· ἐν ᾧ καὶ περὶ αἰῶνος καὶ χρόνων· περὶ εἰρήνης, καὶ τί βούλεται αὐτὸ τὸ αὐτοεῖναι, περὶ ἁγίου ἁγίων, βασιλέως βασιλέων καὶ κυρίου κυρίων καὶ θεοῦ θεῶν. ἑτέρα βίβλος πρὸς τὸν αὐτὸν Τιμόθεον περὶ ἐκκλησιαστικῆς ἱεραρχίας περιέχουσα κεφάλαια ιεʹ, ἑτέρα βίβλος πρὸς τὸν αὐτὸν Τιμόθεον περὶ τῆς οὐρανίου ἱεραρχίας περιέχουσα καὶ αὐτὴ κεφάλαια ιεʹ, ἄλλη πρὸς τὸν αὐτὸν Τιμόθεον βίβλος περὶ μυστικῆς θεολογίας περιέχουσα κεφάλαια εʹ, Περὶ τῶν οὐρανίων ταγμάτων καὶ ὅσα τῷ ἀριθμῷ. φέρονται δὲ αὐτοῦ καὶ ἐπιστολαὶ πρὸς Γάϊον θεραπευτὴν δʹ, πρὸς Δωρόθεον λειτουργὸν αʹ, πρὸς Σώπατρον ἱερέα αʹ, πρὸς Πολύκαρπον ἱεράρχην Σμύρνης αʹ, πρὸς Δημόφιλον θεραπευτὴν αʹ, πρὸς Ἰωάννην τὸν Θεολόγον, τὸν ἀπόστολον καὶ εὐαγγελιστὴν αʹ. ἰστέον δέ, ὥς τινες τῶν ἔξω σοφῶν καὶ μάλιστα Πρόκλος θεωρήμασι πολλάκις τοῦ μακαρίου Διονυσίου κέχρηται καὶ αὐταῖς δὲ ξηραῖς ταῖς λέξεσι. καὶ ἔστιν ὑπόνοιαν ἐκ τούτου λαβεῖν ὡς οἱ ἐν Ἀθήναις παλαιότεροι τῶν φιλοσόφων σφετερισάμενοι τὰς αὐτοῦ πραγματείας, ὧν αὐτὸς μνημονεύει πρὸς Τιμόθεον γράφων, ἀπέκρυψαν, ἵνα πατέρες αὐτοὶ ὀφθῶσι τῶν θείων αὐτοῦ λόγων. ὁ τοίνυν θεοφάντωρ Διονύσιος ἤδη που μακρὸν ἐλάσας χρόνον καὶ πλήρης ἡμερῶν γεγονὼς τῷ τοῦ πνεύματος μαρτυρίῳ τῷ ὑπὲρ Χριστοῦ τελειοῦται ἐπὶ Τραϊανοῦ Καίσαρος, ὅτε καὶ ὁ θεοφόρος Ἰγνάτιος ἐν Ῥώμῃ τὸν τῆς ἀθανασίας διήθλησεν ἀγῶνα. ὅτι εἰς τὸν μέγαν Διονύσιον [+] ἔγραψεν ἐγκώμιον Μιχαὴλ Σύγκελλος Ἱεροσολύμων, ἐν ᾧ φησιν· ὅσα δὲ δι’ ἀγράφου παραδόσεως ἢ ἐγγράφως παρειλήφαμεν, ἥκομεν ὑμῖν τοῖς φιλακροάμοσι παραθησόμενοι. τοιοῦτος οὖν εἰς ἡμᾶς κατήντηκε λόγος, ἀνέκαθεν πρὸς πατρὸς παιδὶ παραδεδομένος, ὡς ὁ μέγας Διονύσιος οὗτος κατὰ τὸν τοῦ σωτηρίου πάθους καιρόν, ἡνίκα μεσούσης ἡμέρας ὁ ἥλιος ἐκρύπτετο, ἐπὶ τῷ παραδόξῳ σφόδρα τεθηπὼς καὶ τὴν ἀνθρωπείαν ὑπερβεβηκὼς γνῶσιν, κατανοήσας τὸ γεγονός, ἄγνωστος, ἔφη, πάσχει θεός, δι’ ὃν τόδε τὸ πᾶν ἐζόφωταί τε καὶ σεσάλευται. καὶ παραχρῆμα τὸν χρόνον, καθ’ ὃν τουτὶ τὸ παγκόσμιον ἐτετέλεστο τερατούργημα, τεκμηριωσάμενος ἐτήρει παρ’ ἑαυτῷ, τοὐντεῦθεν διαγγελούμενον καραδοκῶν. μέμνηται μέντοι καὶ αὐτὸς ἐν τῇ πρὸς Πολύκαρπον ἐπιστολῇ τῆς ἡλιακῆς ἐκλείψεως ἐκείνης τῆς φρικωδεστάτης. Ἀπολλοφάνους γάρ, ἀνδρὸς φιλοσόφου, τὴν θρησκείαν Ἕλληνος τυγχάνοντος, νεμεσῶντός τε καὶ λοιδορουμένου τῷ τρισολβίῳ τούτῳ ὡς ἑταίρῳ δῆθεν ὄντι φιλτάτῳ καὶ ὁμογενεῖ, τὰ πατρῷα μὲν μυσαττομένῳ σεβάσματα, τὴν δὲ τῶν Χριστιανῶν προτιμῶντι καὶ ἀσπαζομένῳ πίστιν καὶ ταύτης ἀγωνιστικώτατα προασπίζειν, καὶ τοῖς Ἑλλήνων κατὰ τῶν Ἑλλήνων χρωμένῳ, τὴν λοιδορίαν καὶ νέμεσιν ἀνασκευάζειν πειρώμενος, μᾶλλον δὲ ὑποτιθέμενος τῷ Πολυκάρπῳ, πρὸς ὃν καὶ ὁ συστρατιώτης ἐποιεῖτο τὰ σκώμματα, τάδε φησί· σὺ δὲ φῂς λοιδορεῖσθαί μοι τὸν σοφιστὴν Ἀπολλοφάνην καὶ πατραλοίαν ἀποκαλεῖν· καὶ τὰ ἑξῆς. | ] |
| epsilon | 459 | [ | Ἐκλεκτός· ὀξυτόνως· ἐπίλεκτος δὲ προπαροξυτόνως. διότι τὸ μὲν ἐκ τοῦ ῥήματος, τὸ δὲ ἐκ τοῦ ὀνόματος συντέθειται. ὁ δὲ Σολομῶν φησι· χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς. τὸ μὲν γὰρ κρατεῖν ἐστιν ἴσως καὶ τῶν ἐπὶ πλεῖστον φαύλων ἢ φόβῳ ἢ αἰσχύνῃ τὴν διὰ τοῦ σώματος ἐνέργειαν κωλυόντων μετὰ πολλῆς τῆς ἀνάγκης, τὸ δὲ ἔρωτι τῶν ἄνω μὴ ἡττηθῆναι τοῖς κάτω μόνων ἐστὶ τῶν φιλοθέων καὶ οὓς ἡ γραφὴ ἐκλεκτοὺς ὠνόμασεν. | ] |
| epsilon | 1418 | [ | Ἕνωσις· διεστώτων πραγμάτων κοινωνικὴ συνδρομή. κατὰ δέκα δὲ τρόπους εἴρηται παρὰ τῇ θείᾳ γραφῇ. ἕνωσις δὲ εἴρηται διὰ τὸ εἰς ἓν συνωθεῖσθαι τὰ πράγματα. γίνεται δὲ κατὰ δέκα τρόπους. κατ’ οὐσίαν, ὡς ἐπὶ τῶν ὑποστάσεων, τουτέστι τῶν ἀτόμων. καθ’ ὑπόστασιν, ὡς ἐπὶ ψυχῆς καὶ σώματος. κατὰ σχέσιν, ὡς ἐπὶ τῶν γνωμῶν, ὡς εἰς ἓν θέλημα. κατὰ παράθεσιν, ὡς ἐπὶ τῶν σανίδων. κατὰ ἁρμονίαν, ὡς ἐπὶ τῶν λίθων. κατὰ κρᾶσιν, ὡς ἐπὶ τῶν ὑγρῶν, οἴνου καὶ ὕδατος. κατὰ φύρσιν, ὡς ἐπὶ τῶν ξηρῶν καὶ ὑγρῶν, ἀλεύρου καὶ ὕδατος. κατὰ σύγχυσιν, ὡς ἐπὶ τῶν τηκτῶν, κηροῦ καὶ πίσσης. κατὰ σωρείαν, ὡς ἐπὶ τῶν ξηρῶν, σίτου καὶ κριθῆς. κατὰ συναλοιφήν, ὡς ἐπὶ τῶν ἀποσπωμένων καὶ αὖθις ἀποκαθισταμένων, οἷον λαμπάδος πυρὸς προερχομένης, καὶ πάλιν ἀποκαθισταμένης. | ] |
| epsilon | 1904 | [ | Ἕως· ἐν τοσούτῳ, ἐν ὅσῳ. πρότερον τοῦτο τὸ ἕως παρὰ τῇ γραφῇ καὶ ἐπὶ τοῦ διηνεκοῦς πολλάκις εὑρίσκομεν κείμενον· ὡς τό, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. καὶ ἔστι διηνεκές. καί, οὐκ ἀνέστρεψεν ἡ περιστερὰ πρὸς τὸν Νῶε, ἕως τοῦ ξηρανθῆναι τὴν γῆν. καὶ εἰς τὸ παντελὲς οὐκ ἀνέστρεψε. καί, ἕως ἂν καταγηράσητε, ἐγώ εἰμι· φησὶν ὁ θεός. καὶ ἔστι διηνεκῶς. καὶ ἄλλα τοιαῦτα πολλὰ σποράδην ἐν τῇ θείᾳ εὑρίσκεται γραφῇ. οὕτω καὶ τὸ ἐν τοῖς θείοις χρησμοῖς εἰρημένον νοήσεις· ἕως οὗ ἔτεκε τὸν υἱὸν αὑτῆς. οὐχ ὡς μετὰ ταῦτα( ὡς βλασφημοῦσιν οἱ ἀχάριστοι Ἰουδαῖοι) συναφείας τῷ μνηστῆρι πρὸς τὴν παρθένον γεγενημένης. | ] |
| epsilon | 1905 | [ | Ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη· ἀντὶ τοῦ πάντα τοῦ παρόντος βίου τὸν χρόνον. τὸ δέ, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· οὐ χρονικόν ἐστι τὸ ἕως, ἀλλ’ ἰδίωμα τῆς γραφῆς. οὕτω γὰρ καὶ διὰ τοῦ προφήτου φησὶν ὁ θεός· ἐγώ εἰμι, ἐγώ εἰμι, καὶ ἕως ἂν καταγηράσητε, ἐγώ εἰμι. δῆλον δὲ ὅτι οὐ περιορίζεται τὸ εἶναι τοῦ θεοῦ τὸ γῆρας τῶν ἀνθρώπων. | ] |
| epsiloniota | 45 | [ | Εἴδωλον· σκιῶδες ὁμοίωμα· ἢ φαντασία σώματος, σκιά τις ἀεροειδής. ὡς καὶ Βακχυλίδης· μελαμβαφὲς εἴδωλον ἀνδρὸς Ἰθακησίου. καὶ ὁ Ποιητὴς ἐπὶ τῆς Ἀντικλείας· τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον. αὐτὸς δὲ ἡ ὑπόστασις ἡ ἀληθής. δεῖ οὖν νοεῖν, ὡς φαντασίας σωμάτων παρέχουσι τοῖς ὁρῶσιν, οὐ μὴν καὶ ὑπόστασιν ἀληθῆ. κελεύει ἡ Πυθία εἴδωλόν τι πεπλασμένον εἰς ὄψιν γυναικὸς μετέωρον ἐξαρτᾶν· καὶ ἀνερρώσθη ἡ πόλις. καὶ αὖθις· ἦν δὲ ἄρα εἴδωλα ταῦτα ὧνπερ οὐ μετὰ μακρὸν ἔμελλε πείσεσθαι ὁ δυστυχὴς νεκρὸς ἐκείνου. ἀντὶ τοῦ ὁμοιώματα. καὶ ἡ Γραφὴ λέγει, οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ πᾶν ὁμοίωμα, ὡς διαφορᾶς οὔσης μεταξὺ εἰδώλου καὶ ὁμοιώματος. εἴδωλα μὲν γὰρ τὰ τῶν οὐχ ὑφεστώτων μιμήματα, οἷον Τρίτωνες καὶ Σφίγγες καὶ Κένταυροι· ὁμοιώματα δὲ τὰ τῶν ὑφεστώτων εἰκάσματα, οἷον θηρίων ἢ ἀνθρώπων. διαφέρει δὲ προσκυνῆσαι τοῦ λατρεῦσαι· συμβαίνει μὲν γὰρ διὰ φόβον προσκυνῆσαι, οὐ μὴν δὲ λατρεῦσαι κατὰ ψυχήν. ἑκάτερον δὲ ἀσεβὲς καὶ θεοστυγές. Σοφοκλῆς· ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν εἴδωλα. ἀντὶ τοῦ ἀπεικάσματα ἀνυπάρκτων ἀνυπαρκτότερα. καὶ Δαμάσκιός φησιν· ὅταν ἀντὶ πραγμάτων γεγενημένων εἴδωλα ἄττα ἀναγραφώμεθα, σκιὰν ὀνειράτων κατὰ Πίνδαρον. καὶ τοῦ Ἐφραὶμ υἱοὶ εἰδώλων θεραπευταὶ ἐτύγχανον ὄντες. | ] |
| eta | 298 | [ | Ἡμέραν πονηρὰν ἡ Γραφὴ τὴν τῆς τιμωρίας καλεῖ, ὥσπερ καὶ ἀγγέλους πονηροὺς τοὺς τῆς τιμωρίας ὑπουργούς· ὀργὴν δὲ καὶ θυμὸν καὶ θλῖψιν ἐπὶ θεοῦ τὰς πικρὰς τιμωρίας καλεῖ. οὐ γὰρ φύσιν οὐδὲ προαίρεσίν φησιν. | ] |
| kappa | 27 | [ | Κάϊν· ὁ τοῦ Ἄβελ ἀδελφός, ὃς πλεονέκτης ἦν· ὁ δὲ Ἄβελ δικαιοσύνης ἐπεμελεῖτο. καὶ ὁ Κάϊν κτείνας τὸν Ἄβελ ἔκρυψε τὸν νεκρὸν αὐτοῦ, λαθεῖν ἐντεῦθεν οἰόμενος. καὶ μετὰ τὴν καταδίκην χειρόνως ἐβίω, ἅρπαξ καὶ πλεονέκτης γενόμενος μέτρα καὶ στάθμια καὶ ὅρους γῆς ἐπενόησε, καὶ πόλιν κτίσας εἰς ἓν συνελθεῖν τοὺς οἰκείους ἠνάγκασε, καὶ οἱ ἐκ γένους αὐτοῦ εἰς πολέμους ἑαυτοὺς ἀπησχόλουν. ὅτι εἴρηταί τισιν, ὡς ὁ Κάϊν ἐκ τῆς τοῦ Διαβόλου σπορᾶς ἐγένετο καὶ μισήσας τὸν ἴδιον ἀδελφὸν τὸν Ἄβελ τοῦτον ἀνεῖλεν. εἴρηται δὲ περὶ τούτου καὶ χρῆσις τοῦ κυρίου ἐν τοῖς εὐαγγελίοις πρὸς τοὺς Ἰουδαίους· ὑμεῖς τέκνα ἐστὲ τοῦ Διαβόλου. ὁ πατὴρ ὑμῶν ἀπ’ ἀρχῆς ἀνθρωποκτόνος ἐστίν, ὡς καὶ ὁ πατὴρ αὐτοῦ. τί δηλοῖ τό, πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει; τοιαύτην ἔχει τὴν λύσιν· ἕκαστος τῷ ἑαυτοῦ ἁμαρτήματι ἀποθανεῖται· ὁ δὲ φόνου κατάρξας καὶ τοῖς ἄλλοις τοῦ ἁμαρτήματος ὑφηγητὴς γενόμενος ἑπταπλασίως τιμωρηθήσεται, τουτέστι πολλαπλασίως. σύνηθες γὰρ τῇ γραφῇ τῷ ἀριθμῷ τούτῳ ἀπροσδιορίστως κεχρῆσθαι, καί ἐστιν ἀδιορίστου πλήθους σημαντικόν, ὡς τό, ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα. καί, ὅτι στεῖρα ἔτεκεν ἑπτά. καί, οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ’ ἕως ἑβδομηκοντάκις ἑπτά. τὸ μὲν γὰρ τελευτῆσαι τῶν ἐν βίῳ πονηρῶν ἐπάγει τὴν ἀνάπαυσιν, τὸ δὲ ζῆν ἐν φόβῳ καὶ λύπῃ μυρίους ἐπάγει τοὺς ἐν συναισθήσει θανάτους. τρέμων οὖν καὶ στένων ὁ Κάϊν ὥσπερ δαίμονι κάτοχος ἐν ἐπιληψίᾳ πάντα τὸν βίον αὐτοῦ διῆγε, τοῦτο πρὸς τὸ μὴ ἀναιρεθῆναι ὑπό τινος λαβὼν τὸ σημεῖον. ἐκδικούμενα δέ, εἴτε τὰ παρὰ τῷ Κάϊν ἡμαρτημένα λέγοις, εὑρήσεις ἑπτά· εἴτε παρὰ θεοῦ ἐπ’ αὐτῷ ῥηθέντα, οὐδ’ οὕτως ἀποτεύξῃ τῆς ἐννοίας. ἐν μὲν γὰρ τοῖς παρὰ τοῦ Κάϊν τετολμημένοις πρῶτον ἁμάρτημα φθόνος ἐπὶ τῇ προτιμήσει Ἄβελ. δεύτερον δόλος, μεθ’ οὗ διελέχθη τῷ ἀδελφῷ εἰπών, διέλθωμεν εἰς τὸ πεδίον. τρίτον φόνος, προσθήκη τοῦ κακοῦ. τέταρτον, ὅτι καὶ ἀδελφοῦ φόνος. πέμπτον, ὅτι καὶ πρῶτος φονεὺς πονηρὸν ὑπόδειγμα τῷ βίῳ καταλιπών. ἕκτον, ὅτι γονεῦσι πένθος ἐνεποίησεν. ἕβδομον, ὅτι θεὸν ἐψεύσατο εἰπών, ὅτι οὐκ οἶδα τὸν ἀδελφόν. αἱ δὲ εἰς κόλασιν αὐτῷ παρὰ τῆς θείας δίκης τιμωρίαι εἰσὶν αὗται. πρώτη κόλασις· ἐπικατάρατος ἡ γῆ ἀπὸ σοῦ. δευτέρα· ἐργᾷ τὴν γῆν. τρίτη· καὶ οὐ προσθήσει δοῦναί σοι τὴν ἰσχὺν αὐτῆς. τετάρτη μετὰ τῆς πέμπτης συνεζευγμένη μάστιξ· στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. ἕκτη, ἣν αὐτὸς ἀπεκάλυψεν ὁ Κάϊν εἰπών· εἰ ἐκβαλεῖς με νῦν ἀπό σου, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι. ἡ βαρυτάτη κόλασις ὁ ἀπὸ τοῦ θεοῦ χωρισμὸς τοῖς σωφρονοῦσιν. ἑβδόμη τὸ μὴ κρύπτεσθαι τὴν τιμωρίαν, ἀλλὰ σημείῳ προδήλῳ πᾶσι προκεκηρύχθαι διὰ τοῦ στεναγμοῦ καὶ τοῦ τρόμου. πᾶς οὖν, φησίν, ὁ νῦν τὸν κατὰ σοῦ φόνον ἀποτολμήσας, κακῶν σε τῶν κατὰ τὸν παρόντα βίον ἀπαλλάξας τὴν κατὰ σοῦ παραλύσει τιμωρίαν· διό φησι· καὶ ἔθετο ὁ κύριος σημεῖον τῷ Κάϊν τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν. | ] |
| kappa | 1190 | [ | Καιρός· καιροὺς ἡ γραφὴ καλεῖ τὰς συμφοράς. καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα. καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον μου. ἀντὶ τοῦ... | ] |
| kappa | 1368 | [ | Κέρας· ἡ ἰσχὺς παρὰ τῇ θείᾳ γραφῇ. ἐκ μεταφορᾶς τῶν ζῴων τῶν καθωπλισμένων τοῖς κέρασι καὶ τούτοις ἀμυνομένων. | ] |
| lambda | 61 | [ | Λάκκος· ὁ θάνατος· ἐπειδὴ λάκκῳ παραπλησίως ὁ τάφος ὀρύττεται. Δαβίδ· καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. καὶ τοὺς μεγάλους κινδύνους οὕτως ἔθος ὀνομάζειν τῇ θείᾳ γραφῇ. καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας. λύσις ὀνείρου· λάκκῳ καθεῖναι σαυτὸν οὐ καλὸν τόδε. | ] |
| lambda | 83 | [ | Λάμεχ· δύο Λάμεχ ἡ γραφὴ μέμνηται, ἑνὸς μὲν τοῦ ἀπὸ Κάϊν, ἑνὸς δὲ τοῦ πατρὸς Ἐνώχ. γεγέννηται γὰρ Νῶε διὰ Λάμεχ οὐκ ἐκ τοῦ ἀπὸ Κάϊν, τοῦ καὶ πεφονευκότος ἄνδρα τε καὶ νεανίσκον εἰς μώλωπα, καὶ ὡς δύο φόνους πεποιηκὼς καὶ τῶν δύο τὰς γυναῖκας εἰληφὼς Ἐλδὰν καὶ Σελλάν· ἑαυτοῦ καταμέμφεται ἑβδομηκοντάκις ἑπτὰ ἄξιον εἶναι κολάσεως. ἐκ μὲν τοῦ Κάϊν, φησίν, ἐκδεδίκηται ἑπτάκις, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. κολάζεται μειζόνως, διότι τῇ πτώσει τοῦ προημαρτηκότος οὐκ ἐσωφρονίσθη. τοῦ δικαίου γὰρ Ἐνὼχ ἀδελφοὺς ἀνεῖλε τοῦ πίστει διὰ τοῦτο προσευξαμένου μὴ ἰδεῖν τοιοῦτον θάνατον, καὶ ἀκουσθεὶς μετετέθη. ἦν δὲ ὁ Ἐνὼχ ἐκ τοῦ δικαίου Σήθ, ἐξ οὗ ὁ Χριστὸς κατάγεται γενεαλογούμενος ὑπὸ Λουκᾶ. ἐσπούδαζεν οὖν τῶν ἀσεβῶν τὸ σπέρμα τῶν δικαίων ἐξᾶραι τὸ γένος, ἐπειδὴ γὰρ βδέλυγμα ἁμαρτωλῷ θεοσέβεια. καὶ γὰρ τὸ γένος καὶ τὸ σπέρμα τοῦ μὲν Κάϊν κατηράθη, τοῦ δὲ Σὴθ εὐλογήθη. καὶ οὐκ ἐβούλετο ὁ θεὸς ἐπιμιξίαν γενέσθαι τῶν δικαίων τὸ γένος πρὸς τὸ τῶν ἀσεβῶν, ἀλλ’ ἐξαλειφθῆναι. ἐπεὶ οὖν ἐφόνευον καὶ ἐλάμβανον τὰς γυναῖκας αὐτῶν, ἐξαίσια τέρατα ἐτίκτοντο οἱ γίγαντες, δι’ οὓς καὶ ὁ κατακλυσμὸς ἐλθὼν πάντας ἄρδην ἀπώλεσε. μόνος εὕρηται δίκαιος Νῶε ἐν τῇ γενεᾷ αὐτοῦ. διὸ καὶ ἐφυλάχθη. | ] |
| lambda | 219 | [ | Λέβης· σκεῦος μαγειρικόν. λέγεται δὲ καὶ κάδος. παρὰ δὲ τῇ θείᾳ γραφῇ ὁ λέβης ἐπὶ τιμωρίᾳ κεῖται. καὶ Ἰεζεκιὴλ λέβητα ἐκάλεσε τὴν Ἱερουσαλήμ, κρέα δὲ τοὺς ἐνοικοῦντας, πῦρ δὲ τὸν Βαβυλώνιον, ζωμὸν δὲ τὴν ἀναγκαίαν τροφήν, οὗ ἐπιλελοιπότος κατεκαίετο τὰ κρέα. | ] |
| lambda | 643 | [ | Λογίαι· ἐκλογαί, καρποφορίαι. καὶ Λόγιον, ἡ ὑπόσχεσις ἡ θεία, καὶ ἡ θεόπνευστος γραφή. καὶ Λόγος. Δαβίδ· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου. Λόγιος δὲ ὁ φρόνιμος. | ] |
| mu | 547 | [ | Μελχὸμ προσοχθίσματι· εἴδωλον καὶ τοῦτο· προσοχθίσματα γὰρ καὶ βδελύγματα τὰ εἴδωλα προσαγορεύειν εἴωθεν ἡ Γραφή· ὅπερ δηλοῖ τὸ μῖσος καὶ ἀπόβλητον. | ] |
| nu | 575 | [ | Νύκτα τὰς συμφορὰς πολλάκις ἡ Γραφὴ καλεῖ, ἐπειδὴ οἱ ἐν συμφοραῖς περιπίπτοντες ἐν σκότει διάγειν νομίζουσι. | ] |
| omega | 183 | [ | Ὠριγένης Λεωνίδην εἶχε πατέρα, ἐπίσκοπον καὶ μάρτυρα, ἐπὶ Σεβήρου βασιλέως ἀκμάσας. ὅστις Ὠριγένης ἐν Ἀλεξανδρείᾳ τυγχάνων μεγάλην εἰς τὸν θεῖον λόγον σπουδὴν κατεβάλλετο. οὗ ζηλωταὶ πολλοὶ καὶ ἄλλοι καὶ μάλιστα Ἀμβρόσιος ἐγένετο, ὃς ἐς γνῶσιν αὐτοῦ ἀφικέσθαι σπουδάσας ἀπέστη τῆς Οὐαλεντίνου καὶ Μαρκίωνος αἱρέσεως. πλεῖστοι δὲ καὶ τῶν ἔξωθεν φιλοσόφων πρὸς αὐτὸν φοιτῶντες μεγίστην ὠφέλειαν ἐκαρποῦντο· μέγας γὰρ καὶ παρ’ αὐτοῖς ἐνομίζετο, παραδιδοὺς γεωμετρίαν καὶ ἀριθμητικὴν καὶ τ ἄλλα προπαιδεύματα. διόπερ οὐκ ὀλίγοι τῶν παρ’ Ἕλλησι φιλοσόφων μέμνηνται αὐτοῦ ὡς διδασκάλου. καὶ γὰρ εὐφυὴς παιδόθεν ὑπῆρχε σφόδρα καὶ ζητητικὸς λίαν. ὃς ἐν τῇ παιδικῇ ἡλικίᾳ τὸ τῆς θείας γραφῆς βούλημα πυνθανόμενος βαθύτερον, τοῦτον ἐπέπληττεν ὁ πατήρ, μηδὲν ὑπὲρ ἡλικίαν περαιτέρω ζητεῖν. νύκτωρ δὲ ἐπιστὰς καὶ ἰδὼν τὰ στέρνα ὡς θείου πνεύματος ἔνδοθεν αὐτοῖς ἀφιερωμένου κατεφίλει καὶ τῆς εὐτεκνίας ἑαυτὸν ἐμακάριζεν. ἁγνείαν δὲ καὶ ἐγκράτειαν τοσαύτην ἤσκησεν ἐκ νέου τοῦ σώματος, ὡς ὀβολοῖς τέσσαρσι καὶ μόνοις πρὸς διατροφὴν ἑκάστης ἡμέρας ἀρκούμενος. καὶ μέντοι καὶ ἐν πολλοῖς ἔτεσι τοῦτο ποιῶν διετέλει, καὶ ἐπ’ ἐδάφους καὶ ψιαθίου καθεύδων καὶ ὀλίγον καιρὸν τῆς νυκτὸς ἀναπαυόμενος τὸν πλείονα εἰς τὴν ἱερὰν μελέτην τῶν ἱερῶν λογίων διήνυε, καὶ ἐν τούτοις ἐπεκτεινόμενος ἐπί τε ἀσιτίᾳ καὶ ἀγρυπνίᾳ καὶ γυμνότητι ἑαυτὸν ὑπωπιάζων τοσοῦτον κατεδάμασε τὴν ἀκμὴν τοῦ σώματος, ὡς ὁρᾶσθαι παντελῶς αὐτὸν ἀπεσκληκέναι· οἴνου γὰρ καὶ ἐλαίου καὶ τῶν λοιπῶν ἀπεχόμενος ἀνατροπὴν τοῦ θώρακος μεγίστην ὑπέμεινεν. ἔνθεν γέ τοι διαβόητος γενόμενος, ὡς διαπρέπων ἔργῳ καὶ λόγῳ, καὶ πολλοὺς Ἕλληνας τὴν εἰδωλομανίαν βδελύττεσθαι πείσας μαρτυρίου στέφανον ἀναδήσασθαι παρεσκεύασεν. πολλῆς οὖν φήμης περὶ αὐτοῦ τρεχούσης, καὶ πολλῶν μακρόθεν πρὸς αὐτὸν συρρεόντων, οὐ μόνον Ἕλληνας καὶ φιλοσόφους καὶ αἱρετικοὺς ἐλλογίμους πρὸς τὴν εὐσέβειαν εἵλκυσεν, ἀλλὰ καὶ τοὺς ὄντας Χριστιανοὺς μᾶλλον στοιχειώσας ἐπεβεβαίωσεν. ὃν ὁ προλεχθεὶς Ἀμβρόσιος ἱκετεύσας πολλὰ καὶ παραβιασάμενος ἐν Καισαρείᾳ καὶ ταχυγράφους αὐτῷ παραστήσας ἑπτά, πλείους δὲ καλλιγράφους, ἑρμηνεῦσαι τὰς θείας γραφὰς αὐτὸν πεποίηκε. καὶ ὁ μὲν τὴν δέουσαν χρείαν παρεῖχεν, ὁ δὲ ἐπὶ σχολῆς γενόμενος ὑπηγόρευε τοῖς ταχυγράφοις καὶ οἱ βιβλιογράφοι σὺν γυναιξὶν ἔγραφον ἐπὶ τὸ καλλιγραφεῖν ἐξησκημέναις. πᾶσαν τε θείαν γραφὴν ἡρμήνευσεν ἐπὶ ἔτη ιηʹ. λέγεται δὲ ὅτι ͵ϛʹ βίβλους συνέταξε· τοσοῦτον γὰρ ζῆλον ἐς τὴν ἐξήγησιν τῶν θείων λογίων ὁ Ἀμβρόσιος ἐπεδείξατο, ὥστε τὴν πολλὴν αὐτοῦ σπουδὴν Ὠριγένης μαρτυρῶν γράφει πρός τινα λέγων· ὁ ἱερὸς θεῷ καὶ γνησίως ἀνακείμενος Ἀμβρόσιος πολλὰ προσηγόρευσεν· ὅστις νομίζων με φίλον εἶναι καὶ πάνυ διψᾶν τοῦ θείου ἤλεγξε τῇ ἰδίᾳ φιλοπονίᾳ τῷ πρὸς τὰ μαθήματα ἔρωτι. ὅθεν ἐπὶ τοσοῦτόν με παρελήλυθεν, ὥστε κινδυνεύειν ἀπαυδᾶν πρὸς τὰς αὐτοῦ προτάσεις· οὔτε γὰρ δειπνῆσαι ἔστιν ὅτι μὴ ἀντιβάλλοντα, οὔτε δειπνήσαντα ἔξεστι περιπατῆσαι καὶ διαναπαῦσαι τὸ σωμάτιον, ἀλλὰ καὶ ἐν τοῖς καιροῖς ἐκείνοις φιλολογεῖν καὶ ἀκριβοῦν τὰ ἀντίγραφα ἀναγκαζόμεθα. οὔτε μὴν ὅλην ἐπὶ θεραπείᾳ τοῦ σώματος τὴν νύκτα ἔξεστιν ἡμῖν κοιμᾶσθαι, ἐπὶ πολὺ ταῖς φιλολογίαις παρατείνοντα. ἐῶ δὲ λέγειν καὶ τὰ ἕωθεν μέχρις ἐννάτης καὶ δεκάτης ὥρας· πάντες γὰρ οἱ θέλοντες φιλοπονεῖν τοὺς καιροὺς ἐκείνους τῇ ἐξετάσει τῶν θείων λογίων καὶ ταῖς ἀναγνώσεσιν ἀνατιθέασι. πᾶσαν τοίνυν ἡρμήνευσε τὴν θείαν γραφήν. κατὰ γὰρ τοὺς χρόνους τούτους ἐν Ἱεριχῷ ἔν τινι πίθῳ περιτυχὼν τὴν Παλαιὰν εὐφυῶς μάλα καὶ ἐπιστημόνως ταύτην κατεσκεύασεν. ἀλλ’ οὐκ εἰς τέλος ἄσβεστον αὐτοῦ τὸ κλέος διέμεινε· συμβεβήκει γὰρ αὐτῷ τὸ τῆς πολυπειρίας δραστήριον πτῶμα ἐξαίσιον· καὶ μέντοι σκάνδαλον πολλοῖς καὶ ἀπωλείας πρόξενος γέγονε. βουλόμενος γὰρ τῶν θείων γραφῶν μηδὲν ἐᾶσαι ἀνερμήνευτον εἰς ἐπαγωγὴν ἑαυτὸν περιέβαλεν ἁμαρτίας καὶ θανάσιμα ἐξηγήσατο ῥήματα. ἐξ αὐτοῦ γὰρ καὶ Ἄρειος τὰς ἀφορμὰς εἴληφε καὶ οἱ καθεξῆς ἀνόμοιοί τε καὶ ἀνόσιοι καὶ οἱ λοιποὶ πάντες. φάσκει γὰρ οὗτος τολμήσας κατὰ τὴν ἀρχήν, ὅτι ὁ μονογενὴς υἱὸς ὁρᾶν τὸν πατέρα οὐ δύναται οὔτε τὸ πνεῦμα τὸ ἅγιον τὸν υἱὸν οὔτε οἱ ἄγγελοι τὸ πνεῦμα οὔτε οἱ ἄνθρωποι τοὺς ἀγγέλους. καὶ ἐκ τῆς οὐσίας τοῦ πατρὸς οὐ θέλει εἶναι τὸν υἱόν, ἀλλὰ κτίσμα, καὶ κατὰ χάριν υἱὸν λέγεσθαι, τὴν δὲ ἀνθρωπίνην ψυχὴν προϋπάρχειν, καὶ τὰ ἑξῆς τῶν βλασφημιῶν αὐτοῦ. πολλὴν γοῦν πεποίηκε σύνταξιν εἰς ἑκάστην γραφήν, καὶ ὅσα μὲν ἐν προσομιλίαις καὶ διὰ προοιμίων ἐς ἤθη τε καὶ ἐς φύσεις ζῴων καὶ ἀλόγων εἴρηται μέσως φερόμενος πολλάκις χαρίεντα διηγήματα γράφει· ὅσα δὲ περὶ πίστεως ἐδογμάτισε, τῶν πάντων ἀτοπώτερος εὑρίσκεται. ἔδοξε δὲ αὐτῷ καὶ ἀσκητικὸν βίον ἐπανῃρῆσθαι τοιοῦτον, ὡς καὶ τὸν θώρακα αὐτοῦ φασι δι’ ὑπερβολὴν ἀσιτίας τε καὶ σκληραγωγίας ἀνατραπῆναι, ἐπινενόηκε δὲ καὶ κατὰ τὸ σωμάτιον, οἱ μὲν ὅτι νεῦρον ἀποτετμηκέναι διὰ τὸ μὴ ἡδονῇ παρενοχλεῖσθαι, οἱ δὲ φάρμακον ἐπιθεῖναι τοῖς μορίοις εἶπον καὶ ἀποξηρᾶναι, ἄλλοι δὲ ἄλλα εἰς αὐτὸν ἀναφέρουσιν. οὗτος πολλὰ λέγεται πεπονθέναι ὑπὲρ τοῦ Χριστοῦ, λόγιος ὢν σφόδρα καὶ ἐν τῇ ἐκκλησίᾳ ἀνατεθραμμένος, φθόνῳ δὲ διαβληθεὶς πρὸς τοὺς τῆς ἐξουσίας ἄρχοντας κακομηχανίᾳ διαβολικῆς ἐπινοίας εἰς αἰσχρότατον ἄνδρα φασὶν ἐπινοηθῆναι παρὰ τῶν τῆς κακίας ἐργατῶν· Αἰθίοπα γὰρ αὐτῷ παρεσκεύασαν εἰς παράχρησιν τοῦ σώματος αὐτοῦ. ὁ δὲ μὴ φέρων τὴν τοσαύτην βδελυρὰν ἐπίνοιαν ἔρρηξε φωνήν, ἀμφοτέρων προτεθέντων αὐτῷ πραγμάτων, καὶ καθωμολόγησε θῦσαι. καὶ βαλόντες ἐπὶ τὰς χεῖρας αὐτοῦ λιβανωτὸν εἰς τὴν τοῦ βωμοῦ πυρὰν καθῆκε. καὶ οὕτω τοῦ μαρτυρίου ἀπὸ τῶν κρινάντων ἀπεβλήθη καὶ τῆς ἐκκλησίας ἐξεώσθη. τὴν δὲ Ἀλεξάνδρειαν καταλιπὼν διὰ τὸν ὄνειδον τὴν Ἰουδαίαν κατέλαβεν. ἀνελθὼν δὲ εἰς Ἱεροσόλυμα ὡς ἐξηγητὴς καὶ λόγιος προετρέπετο ἀπὸ τοῦ ἱερατείου ἐπὶ τῆς ἐκκλησίας εἰπεῖν· πρεσβύτερος γὰρ προϋπῆρχε, καὶ πολλὰ καταναγκασθεὶς ὑπὸ τῶν ἱερέων, ἀναστὰς καὶ τοῦτο μόνον τὸ ῥητὸν εἰπών· τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός· ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; πτύξας τὸ βιβλίον ἐκάθισε μετὰ κλαυθμοῦ δακρύων, πάντων ὁμοῦ συγκλαιόντων αὐτῷ. εἰσὶ δὲ καὶ ἄλλα πολλὰ λεγόμενά τε καὶ ᾀδόμενα διὰ τὸ πλῆθος τῆς γνώσεως αὐτοῦ καὶ συντάξεως τῶν βιβλίων. ὅθεν καὶ Συντακτικὸς ὠνομάσθη, διὰ τὸ πεποιηκέναι πολλὰ βιβλία, μὴ ἀκούων, ὡς ἔοικε, τοῦ Σολομῶντος λέγοντος· υἱέ, φύλαξαι τοῦ ποιῆσαι βιβλία πολλά· καί, μὴ σπεῦδε ἐπὶ στόματί σου, καὶ καρδία σου μὴ ταχυνάτω τοῦ ἐξενεγκεῖν λόγον ἀπὸ προσώπου τοῦ θεοῦ, ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ σὺ ἐπὶ τῆς γῆς κάτω. διὰ τοῦτο ἔστωσαν οἱ λόγοι σου ὀλίγοι· εἰσὶ γὰρ λόγοι πολλοὶ πληθύνοντες ματαιότητα. καὶ μὴ γίνου δίκαιος πολύ· ἔστι γὰρ δίκαιος ἀπολλύμενος ἐν δικαιώματι αὐτοῦ. καί, μὴ σοφίζου περισσά, μήποτε ἀσεβήσῃς. ταῦτα πάντα παρωσάμενος παρεσφάλη τοῦ πρέποντος. | ] |
| omicron | 626 | [ | Ὄρος· παρὰ τῇ θείᾳ γραφῇ ὄρος ἅγιον πάλαι μὲν τὸ Σιών, νῦν δὲ τὸ τῆς θεογνωσίας ὕψος. καὶ ὁ Ἀπόστολος δέ. λύσις ὀνείρου· ὄρει προσέρπειν πραγμάτων δηλοῖ βίαν. | ] |
| omicron | 756 | [ | Ὁ τρυγίας· παρὰ τῇ Γραφῇ, τὸ ἔσχατον τῆς ὀργῆς. | ] |
| omicron | 961 | [ | Οὐσία· τῆς οὐσίας τὴν κλῆσιν καὶ τὴν προσηγορίαν οὐδόλως ἐμφερομένην εὑρίσκομεν ἐν τῇ θείᾳ γραφῇ. ἡ δὲ τῶν πολλῶν συνήθεια κέχρηται τῷ προσρήματι ἐπὶ τῶν σημαινομένων κτήσεων, ὧν τις κέκτηται, οἷον οἰκημάτων, βοσκημάτων καὶ λοιπῶν ὑλῶν. ταῦτα γὰρ οὐσίαν καλοῦσι τοῦ κεκτημένου· καθ’ ἣν ἔννοιαν καὶ τὸν ταῦτα κεκτημένον πλούσιον καλοῦμεν· ἀντὶ τοῦ πολυούσιον. καί, περιούσιον λαόν, τὸν ἔγκτητον. καί, Ἰσραὴλ εἰς περιουσιασμὸν ἑαυτῷ· ἀντὶ τοῦ κτῆμα καὶ εἰς κτῆσιν. ἡ δὲ λογικὴ χρῆσις τὸ τῆς οὐσίας ὄνομα ἀπὸ τοῦ εἶναι ῥήματος οἶδε παρῆχθαι, αὐτὸ τὸ ὂν πρᾶγμα οὐσίαν καλοῦσα· τὸ γὰρ ὂν κοινὸν ὄνομά ἐστι πάντων τῶν ὄντων. τοῦτο οὖν τὸ ὂν τέμνεται εἰς οὐσίαν καὶ συμβεβηκός. ὁρίζονται δὲ τὴν οὐσίαν οὕτως· οὐσία ἐστὶν ὄνομα κοινὸν καὶ ἀόριστον, κατὰ πασῶν τῶν ὑπ’ αὐτὴν ὑποστάσεων ὁμοτίμως φερόμενον καὶ συνωνύμως κατηγορούμενον· ἢ ἡ καθ’ ὑποκειμένων ὑποστάσεων λεγομένη καὶ ἐν πάσαις αὐταῖς ὁμοτίμως θεωρουμένη· ἢ πρᾶγμα αὐθύπαρκτον μὴ δεόμενον ἑτέρου πρὸς ὕπαρξιν· ἤγουν τὸ ἐν ἑαυτῷ ὂν καὶ μὴ ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν, ὡς τὸ συμβεβηκός. οὐσία οὖν ἐστιν ἡ ἁπλῶς τῶν ὄντων ὕπαρξις. | ] |
| phi | 657 | [ | Φωνὴ καὶ κραυγή· παρὰ τῇ γραφῇ ἡ τῆς ψυχῆς προθυμία. φωνῇ μου πρὸς κύριον ἐκέκραξα. καὶ Φωνήεις, ὁ φωνητικός. | ] |
| pi | 1083 | [ | Περιβόλαιον· περιβολή, ἔνδυμα. ἄβυσσον καλεῖ τὴν ὑγρὰν οὐσίαν ἡ θεία γραφή. ἐπεὶ οὖν ἡ γῆ πανταχόθεν ὕδασι περιέχεται, μεγάλοις καὶ μικροῖς πελάγεσιν, εἰκότως περιβόλαιον αὐτῆς εἴρηκεν ὁ Δαβίδ. | ] |
| pi | 2768 | [ | Προσοχθίσματα· ἡ Γραφὴ καλεῖ τὰ εἴδωλα. καὶ Προσώχθισα, δυσηρεστήθην, ἐβδελυξάμην. | ] |
| pi | 2944 | [ | Πρωΐ· παρὰ τῇ θείᾳ γραφῇ αἱ τῶν συμφορῶν μεταβολαί. Δαβίδ· ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, κύριε. Πρωῒ δὲ ἐστὶ πᾶν τὸ διάστημα τὸ μετὰ τὴν ἀλεκτοροφωνίαν. ὅτε δὲ λέγει, ἀναστὰς πρωΐ, ὡς ἂν μὴ ἐναντία δόξῃ λέγειν, ἀδήλου τῆς ἀναστάσεως καὶ ἀγνώστου οὔσης, στικτέον, ἀναστὰς δέ· καὶ οὕτως ἐπαγαγεῖν· πρωΐ, πρώτῃ σαββάτων, ἐφάνη Μαρίᾳ. | ] |
| rho | 31 | [ | Ῥάμνος· ἀκανθῶδες φυτὸν μέγιστον. πᾶσαν δὲ ἁμαρτίαν ἄκανθαν καλεῖ ἡ Γραφή. | ] |
| sigma | 399 | [ | Σίκλον· ἀργυρίου εʹ. Μωϋσῆς δέ φησιν ἐν τῇ παλαιᾷ. | ] |
| sigma | 683 | [ | Σκότος· παρὰ τῇ θείᾳ γραφῇ ποτὲ μὲν ἡ ἄγνοια, ποτὲ δὲ καὶ αἱ συμφοραί. καὶ φῶς ὡσαύτως ἡ γνῶσις καὶ ἡ τῶν κακῶν ἀπαλλάγη. | ] |
| sigma | 1017 | [ | Στέαρ παρὰ τῇ θείᾳ γραφῇ ἡ εὐπάθεια καὶ ἡ εὐκληρία λέγεται. ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτοῦ. ἀντὶ τοῦ μετὰ πάσης ἀδείας τὴν ἀδικίαν τολμῶσι. | ] |
| sigma | 1134 | [ | Στόμα· παρὰ τῇ θείᾳ γραφῇ τῆς διανοίας ἡ προθυμία. | ] |
| sigma | 1175 | [ | Στρατιά· τὸ τῶν στρατιωτῶν ὑπὸ ἕνα ἔπαρχον τάγμα. Στρατεία δὲ τὸ ἀξίωμα. ὅτε δὲ λέγει ἡ Γραφὴ περὶ Μανασσῆ, ὅτι ἐλάτρευσε τῇ στρατιᾷ τοῦ οὐρανοῦ, τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας λέγει. | ] |
| sigma | 1200 | [ | Στρῆνος· εἰς τὴν Παλαιὰν τοῦτο κεῖται. τὸ στρῆνός σου ἀνέβη ἐν τοῖς ὠσί μου. τουτέστι.... | ] |
| theta | 508 | [ | Θρόνος· φησὶν ἡ γραφή· κεκάθικεν ἐπὶ θρόνου Δαβὶδ τὸ σπέρμα Ἰεχονίου. θρόνον δηλονότι τὸ βασιλικὸν ἀξίωμα λέγων. καὶ Θρόνος ἀνομίας, οἱ ἄδικοι κριταί. | ] |
| zeta | 188 | [ | Ζυγός· ὁ νόμος παρὰ τῇ θείᾳ γραφῇ. καὶ ὁ Χριστός· ἄρατε τὸν ζυγόν μου, ὅτι χρηστός ἐστι, καὶ τὸ φορτίον μου ἐλαφρόν. καὶ ζυγὸν τὴν τοῦ νόμου βαρύτητά φησιν ὁ Δαβίδ. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: