urn:cts:greekLit:tlg0008.suda001 - Deipnosophistae
alpha | 731 | [ | Ἀθήναιος, Ναυκρατίτης, γραμματικὸς, γεγονὼς ἐπὶ τῶν χρόνων Μάρκου. ἔγραψε βιβλίον ὄνομα Δειπνοσοφισταί· ἐν ᾧ μνημονεύει, ὅσοι τῶν παλαιῶν μεγαλοψύχως ἔδοξαν ἑστιᾶν. ὁ μέγας Ἀλέξανδρος κἀκείνην νικήσας ναυμαχίαν Λακεδαιμονίους καὶ τειχίσας τὸν Πειραιᾶ καὶ ἐκατόμβην θύσας πάντας εἱστίασεν Ἀθηναίους. καὶ Ἀλκιβιάδης Ὀλύμπια νικήσας τὴν πανήγυριν ἅπασαν εἱστίασε. τὸ αὐτὸ καὶ Λεόφρων Ὀλυμπιάσι. καὶ Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος, Πυθαγορικὸς ὢν καὶ ἐμψύχων ἀπεχόμενος, Ὀλύμπια νικήσας, ἐκ λιβανωτοῦ καὶ σμύρνης καὶ τῶν πολυτελῶν ἀρωμάτων βοῦν ἀναπλάσας διένειμε τοῖς εἰς τὴν πανήγυριν ἀπαντήσασι. καὶ ὁ Χῖος Ἴων τραγῳδίαν νικήσας Ἀθήνησιν ἑκάστῳ τῶν Ἀθηναίων ἔδωκε Χῖον κεράμιον. καὶ ὁ Ἀκραγαντῖνος Τελλίας φιλόξενος ὢν καταλύσασί ποτε φʹ ἱππεῦσιν ὥρᾳ χειμῶνος, ἔδωκεν ἑκάστῳ χιτῶνα καὶ ἱμάτιον. ὅτι Χάρμος ὁ Συρακούσιος εἰς ἕκαστον τῶν ἐν τοῖς δείπνοις παρατιθεμένων στιχίδια καὶ παροιμίας ἔλεγε. Κλέαρχος δὲ ὁ Σολεὺς δειπνολογίαν καλεῖ τὸ ποίημα, ἄλλοι ὀψολογίαν, Χρύσιππος γαστρονομίαν, ἄλλοι ἡδυπάθειαν. ὅτι ἐν τῷ συμποσίῳ Πλάτωνος κηʹ ἦσαν δαιτυμόνες. | ] |
alpha | 3936 | [ | Ἀριστώνυμος, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστιν Ἥλιος ῥιγῶν, ὡς Ἀθήναιος ἐν Δειπνοσοφισταῖς. βασιλεύοντος Πτολεμαίου τοῦ Φιλαδέλφου, καὶ τοῦ μετ’ αὐτὸν τοῦ Φιλοπάτορος· καὶ προέστη τῆς τοῦ βασιλέως βιβλιοθήκης μετὰ Ἀπολλώνιον, ἔτος ἄγων ξβʹ. διασκευασθεὶς δὲ ὡς βουλευόμενος πρὸς Εὐμενῆ φυγεῖν, ἐφυλάχθη ἐν εἱρκτῇ χρόνον τινά. ἠφείθη δὲ καὶ ὑπὸ στραγγουρίας τελευτᾷ, ἔτη βεβιωκὼς οζʹ. συγγράμματα δὲ αὐτοῦ πάνυ πολλά. | ] |
alpha | 4082 | [ | Ἀρχέδικος, κωμικός· τῶν δραμάτων αὐτοῦ ἐστι Θησαυρὸς καὶ Διαμαρτάνων, ὡς Ἀθήναιός φησιν ἐν τοῖς Δειπνοσοφισταῖς. | ] |
beta | 513 | [ | Βράβηλα: τὰ καλούμενα Δαμασκηνά. Θεόκριτος· ὄρπακες βραβήλοισι καταβρίθοντες ἔραζε. Ἀθηναῖος δὲ ἐν τῷ βʹ τῶν Δειπνοσοφιστῶν φησι Σέλευκον ὀνομάζειν κοκκύμηλα καὶ βράβηλα καὶ βάδρυα. εἶρηται δὲ βοράβηλά τινα ὄντα, τὰ τὴν βορὰν ἐκβάλλοντα· ἔστι γὰρ μαλακτικὰ τῆς γαστρός. εἴρηται δὲ καὶ μάδρυα, οἱονεὶ μαλόδρυά τινα ὄντα. Δαμασκηνὰ δὲ λέγεται κατ’ ἐξοχὴν, διὰ τὸ ἐν Δαμασκῷ τῇ πόλει γεωργούμενα εὐθαλέστερα καὶ καλλίονα εἶναι. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: