Empedocles) - urn:cts:greekLit:tlg1342Akragas (Wikidata)
Mount Etna (Wikidata) (Pleiades)
Peloponnese (Wikidata) (Pleiades)
physician (Wikidata)
philosopher (Wikidata)
writer (Wikidata)
poet (Wikidata)
politician (Wikidata)
urn:cts:greekLit:tlg1342.suda001
urn:cts:greekLit:tlg1342.suda002
urn:cts:greekLit:tlg1342.suda003
| alpha | 731 | [ | Ἀθήναιος, Ναυκρατίτης, γραμματικὸς, γεγονὼς ἐπὶ τῶν χρόνων Μάρκου. ἔγραψε βιβλίον ὄνομα Δειπνοσοφισταί· ἐν ᾧ μνημονεύει, ὅσοι τῶν παλαιῶν μεγαλοψύχως ἔδοξαν ἑστιᾶν. ὁ μέγας Ἀλέξανδρος κἀκείνην νικήσας ναυμαχίαν Λακεδαιμονίους καὶ τειχίσας τὸν Πειραιᾶ καὶ ἐκατόμβην θύσας πάντας εἱστίασεν Ἀθηναίους. καὶ Ἀλκιβιάδης Ὀλύμπια νικήσας τὴν πανήγυριν ἅπασαν εἱστίασε. τὸ αὐτὸ καὶ Λεόφρων Ὀλυμπιάσι. καὶ Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος, Πυθαγορικὸς ὢν καὶ ἐμψύχων ἀπεχόμενος, Ὀλύμπια νικήσας, ἐκ λιβανωτοῦ καὶ σμύρνης καὶ τῶν πολυτελῶν ἀρωμάτων βοῦν ἀναπλάσας διένειμε τοῖς εἰς τὴν πανήγυριν ἀπαντήσασι. καὶ ὁ Χῖος Ἴων τραγῳδίαν νικήσας Ἀθήνησιν ἑκάστῳ τῶν Ἀθηναίων ἔδωκε Χῖον κεράμιον. καὶ ὁ Ἀκραγαντῖνος Τελλίας φιλόξενος ὢν καταλύσασί ποτε φʹ ἱππεῦσιν ὥρᾳ χειμῶνος, ἔδωκεν ἑκάστῳ χιτῶνα καὶ ἱμάτιον. ὅτι Χάρμος ὁ Συρακούσιος εἰς ἕκαστον τῶν ἐν τοῖς δείπνοις παρατιθεμένων στιχίδια καὶ παροιμίας ἔλεγε. Κλέαρχος δὲ ὁ Σολεὺς δειπνολογίαν καλεῖ τὸ ποίημα, ἄλλοι ὀψολογίαν, Χρύσιππος γαστρονομίαν, ἄλλοι ἡδυπάθειαν. ὅτι ἐν τῷ συμποσίῳ Πλάτωνος κηʹ ἦσαν δαιτυμόνες. | ] |
| alpha | 1026 | [ | Ἄκρων· Ἀκραγαντῖνος, ἰατρὸς, ὑιὸς Ξένωνος, ἐσοφίστευσεν ἐν ταῖς Ἀθήναις ἅμα Ἐμπεδοκλεῖ· ἔστιν οὖν πρεσβύτερος Ἱπποκράτους. ἔγραψε Περὶ ἰατρικῆς Δωρίδι διαλέκτῳ, Περὶ τροφῆς ὑγιεινῶν βιβλίον αʹ. ἔστι δὲ καὶ οὗτος τῶν τινα πνεύματα σημειωσαμένων. εἰς τοῦτον ἐποίησεν Ἐμπεδοκλῆς τωθαστικὸν ἐπίγραμμα· ἄκρον ἰατρὸν Ἄκρων, Ἀκραγαντῖνον, πατρὸς ἄκρου, κρύπτει κρημνὸς ἄκρος πατρίδος ἀκροτάτης. τινὲς δὲ τὸν δεύτερον στίχον οὕτω προφέρονται· ἀκροτάτης κορυφῆς τύμβος ἄκρος κατέχει. τοῦτό τινες Σιμωνίδου φασὶν εἶναι. | ] |
| alpha | 1671 | [ | Ἀμύκλαι: κόσμιόν τι, ὅπερ ἐν ποσὶν εἶχεν Ἐμπεδοκλῆς. εἶχε γὰρ χρυσοῦν στέμμα ἐπὶ τῆς κεφαλῆς καὶ ἀμύκλας ἐν τοῖς ποσὶ χαλκᾶς καὶ στέμματα Δελφικὰ ἐν ταῖς χερσίν· καὶ οὕτως ἐπῄει τὰς πόλεις, δόξαν περὶ αὑτοῦ κατασχεῖν ὡς περὶ θεοῦ βουλόμενος. ὃς ἔρριψεν ἑαυτὸν νύκτωρ εἰς τούς κρατῆρας τοῦ Αἰτναίου πυρός, ὡς μὴ φανῆναι αὐτοῦ τὸ σῶμα· τοῦ σανδαλίου αὐτοῦ ἐκβρασθέντος. ἐκαλεῖτο δὲ Κωλυσανέμας, διὰ τὸ πολλοὺς ἀνέμους ἐπιθεμένους τῆ Ἀκράγαντι, ἐξελάσαι αὐτὸν δορὰς ὄνων περιθέντα τῇ πόλει. | ] |
| alpha | 3242 | [ | Ἄπνους· φασὶν Ἐμπεδοκλέα Παυσανίᾳ ὑφηγήσασθαι τὸν Ἀπνουν. εἶναι δὲ τὸν Ἀπνουν τοιοῦτον, ὡς λʹ ἡμέρας συντηρεῖν ἄπνουν καὶ ἄσιτον τὸ σῶμα. ἦν δὲ οὗτος καὶ γόης. καί φησι περὶ ἑαυτοῦ· φάρμακα δ’ ὅσσα γεγᾶσι κακῶν καὶ γήραος ἄλκαρ πεύσῃ, ἐπεὶ μούνῳ σοι ἐγὼ κρανέω τάδε πάντα. παύσεις δ’ ἀκαμάτων ἀνέμων, οἵ τ’ ἐπὶ γαῖαν ὀρνύμενοι πνοιαῖσι καταφθινύθουσιν ἄρουραν· καὶ πάλιν, ἤν κ’ ἐθέλησθα, παλίντονα πνεύματ’ ἐπάξεις. στήσεις δ’ ἐξ ὄμβροιο κελαινοῦ ῥόον καίριον αὐχμὸν ἀνθρώποις, θήσεις δὲ καὶ ἐξ αὐχμοῖο ῥεύματα δενδρεόθρεπτα, τά τ’ ἐν θέρει ἔσονται. ἄξεις δ’ ἐξ ἀΐδαο καταφθιμένου μένος ἀνδρός. καὶ ποτ’ ἐτησίων σφοδρῶς πνευσάντων, ὡς τοὺς καρποὺς λυμῆναι, κελεύσας ὄνους ἐκδαρῆναι καὶ ἀσκοὺς ποιῆσαι περὶ τοὺς λόφους καὶ τὰς ἀκρωρείας διέτεινε πρὸς τὸ συλλαβεῖν τὸ πνεῦμα. λήξαντος δὲ Κωλυσάνεμον κληθῆναι. | ] |
| alpha | 3420 | [ | Ἀπολλώνιος, Τυανεὺς, φιλόσοφος, υἱὸς Ἀπολλωνίου καὶ μητρὸς πολίτιδος τῶν ἐπιφανῶν, ὃν κύουσα ἡ μήτηρ ἐπιστάντα δαίμονα ἐθεάσατο λέγοντα, ὡς αὐτὸς εἴη ὃν κύει, εἶναι δὲ Πρωτέα τὸν Αἰγύπτιον· ὅθεν ὑπειλῆφθαι αὐτὸν Πρωτέως εἶναι υἱόν. καὶ ἤκμαζε μὲν ἐπὶ Κλαυδίου καὶ Γαΐου καὶ Νέρωνος καὶ μέχρι Nέρβα, ἐφ’ οὗ καὶ μετήλλαξεν. ἐσιώπησε δὲ κατὰ Πυθαγόραν εʹ ἔτη. εἶτα ἀπῆρεν εἰς Αἴγυπτον, ἔπειτα εἰς Βαβυλῶνα πρὸς τοὺς μάγους, κἀκεῖθεν ἐπὶ τοὺς Ἄραβας, καὶ συνῆξεν ἐκ πάντων τὰ μυρία καὶ περὶ αὐτοῦ θρυλούμενα μαγγανεύματα. συνέταξε δὲ τοσαῦτα· Τελετὰς ἢ περὶ θυσιῶν, Διαθήκην, Χρησμούς, Ἐπιστολὰς, Πυθαγόρου βίον. εἰς τοῦτον ἔγραψε Φιλόστρατος ὁ Λήμνιος τὸν φιλοσόφῳ πρέποντα βίον. ὅτι Ἀπολλώνιος ὁ Τυανεύς ἐς σωφροσύνην ὑπερεβάλλετο τοῦ Σοφοκλέους. ὁ μὲν γὰρ λυττῶντα ἔφη καὶ ἄγριον δεσπότην ἀποφυγεῖν, ἐλθόντα ἐς γῆρας, ὁ δὲ Ἀπολλώνιος ὑπ’ ἀρετῆς καὶ σωφροσύνης οὐδὲ ἐν μειρακίῳ ἡττήθη τούτων. ὅτι Φιλόστρατος λέγει περὶ Ἀπολλωνίου, θειότερον ἢ ὁ Πυθαγόρας τῇ σοφίᾳ προσελθεῖν τυραννίδων τε ὑπεράραντα καὶ γενόμενον κατὰ χρόνους οὔτ’ ἀρχαίους οὕτ’ οὖ νέους. ὃν οὔπω οἱ ἄνθρωποι γινώσκουσιν ἀπὸ τῆς ἀληθινῆς φιλοσοφίας, ἣν φιλοσόφως τε καὶ ὑγιῶς ἐπήσκησεν. ἀλλ’ ὁ μὲν τὸ, ὁ δὲ τὸ ἐπαινεῖ τ ἀνδρός· οἱ δὲ, ἐπειδὴ μάγοις Βαβυλωνίων καὶ Ἰνδῶν Βραχμᾶσι καὶ τοῖς ἐν Αἰγύπτῳ Γυμνοῖς συνεγένετο, μάγον ἡγοῦνται αὐτὸν καὶ διαβάλλουσιν ὡς μὴ σοφὸν, κακῶς γινώσκοντες. Ἐμπεδοκλῆς τε γὰρ καὶ Πυθαγόρας αὐτὸς καὶ Δημόκριτος ὁμιλήσαντες μάγοις καὶ πολλὰ δαιμόνια εἰπόντες οὔπω ὑπήχθησαν τῇ τέχνῃ. Πλάτων δὲ βαδίσας ἐς Αἴγυπτον καὶ πολλὰ τῶν ἐκεῖ προφητῶν τε καὶ ἱερέων ἐγκαταμίξας τοῖς ἑαυτων λόγοις καὶ καθάπερ ζωγράφος ἐσκιαγραφημένοις ἐπιβαλὼν χρώματα οὔπω μαγεύειν ἔδοξε, καίτοι πλεῖστα ἀνθρώπων φθονηθεὶς ἐπὶ σοφίᾳ. οὐδὲ γὰρ τὸ αἰσθέσθαι πολλὰ καὶ προγνῶναι διαβάλλοι ἂν τὸν Ἀπολλώνιον, ἐφ’ οἷς προὔλεγεν, ἐς τὴν σοφίαν ταύτην, ὡς διαβεβλήσεται καὶ Σωκράτης ἐφ’ οἷς προὔλεγε, καὶ Ἀναξαγόρας, ὃς Ὀλυμπίασιν, ὁπότε ἥκιστα ὕοι, προελθὼν ὑπὸ κωδίῳ ἐς τὸ στάδιον ἐπὶ προρρήσει ὄμβρου. καὶ ἄλλα τινὰ ὑπὲρ Ἀναξαγόρου προτιθέντες ἀφαιροῦνται τὸν Ἀπολλώνιον τὸ κατὰ σοφίαν προγινώσκειν. δοκεῖ οὖν μοι μὴ περιϊδεῖν τὴν τῶν πολλῶν ἄνοιαν, ἀλλ’ ἐξακριβῶσαι τὸν ἄνδρα τοῖς τε χρόνοις, καθ’ οὓς εἶπέ τι ἢ ἔπραξε, τοῖς τε τῆς σοφίας τρόποις, ὑφ’ ὧν ἔψαυσε τοῦ δαιμόνιός τε καὶ θεῖος νομισθῆναι. ξυνείλεκται δέ μοι τὰ μὲν ἐκ πόλεων, ὁπόσαι αὐτοῦ ἤρων, τὰ δὲ ἐξ ἱερῶν, ὁπόσα ὑπ’ αὐτοῦ ἐπανήχθη παραλελυμένα τοὺς θεσμοὺς τὰ δὲ ἐξ ὧν ἕτεροι πρὸς αὐτὸν ἢ αὐτὸς πρὸς ἄλλους ἔγραφεν. ἐπέστελλε δὲ βασιλεῦσι, σοφισταῖς, φιλοσόφοις, Ἠλείοις, Δελφοῖς, Ἰνδοῖς, Αἰγυπτίοις, ὑπὲρ θεῶν, ὑπὲρ ἠθῶν, ὑπὲρ νόμων, παρ’ οἷς ὅ τι ἂν πράττοι· τὰ δὲ ἀκριβέστερα παρὰ Δάμιδος ἀκηκοώς. οὗτος Ἀπολλώνιος ὁ Τυανεὺς διαμνημονικός τις ἦν εἴπερ τις ἄλλος, ὃς τὴν μὲν φωνὴν σιωπῇ κατεῖχε, πλεῖστα δὲ ἀνελέγετο, καὶ τὸ μνημονικὸν ἑκατοντούτης γενόμενος ἔρρωτο ὑπὲρ τὸν Σιμωνίδην. καὶ ὕμνος αὐτῷ τίς ἐστιν εἰς μνημοσύνην, ὃν ᾖδεν, ἐν ῷ πάντα μὲν ὑπὸ τοῦ χρόνου μαραίνεσθαί φησιν, αὐτόν γε μὴν τὸν χρόνον ἀγήρω τε καὶ ἀθάνατον ὑπὸ τῆς μνημοσύνης εἶναι. ζήτει περὶ Ἀπολλωνίου καὶ ἕτερα προγνωστικὰ αὐτοῦ ἐν τῷ Τιμασίων. ὅτι Ἀπολλώνιος οὖτος τάδε περὶ Ἀναξαγόρα ἔφη· καὶ γὰρ Κλαζομένιον ὄντα καὶ ἀγέλαις καὶ καμήλοις τὰ ἑαυτοῦ ἀναθέντα εἰπεῖν, προβάτοις μᾶλλον ἢ ἀνθρώποις φιλοσοφῆσαι. ὁ δὲ Θηβαῖος Κράτης κατεπόντωσε τὴν οὐσίαν, οὔτε προβάτοις ποιήσας ἐπιτήδειον, οὕτε ἀνθρώποις. | ] |
| alpha | 4121 | [ | Ἀρχύτας, Ταραντῖνος, Ἑστιαίου υἱὸς ἢ Μνησάρχου ἢ Μνασαγέτου ἢ Μνασαγόρου, φιλόσοφος Πυθαγορικός. οὗτος Πλάτωνα ἔσωσε μὴ φονευθῆναι ὑπὸ Διονυσίου τοῦ τυράννου. τοῦ κοινοῦ δὲ τῶν Ἰταλιωτῶν προέστη, στρατηγὸς αἱρεθεὶς αὐτοκράτωρ ὑπὸ τῶν πολιτῶν καὶ τῶν περὶ ἐκεῖνον τὸν τόπον Ἐλλήνων. ἅμα δὲ καὶ φιλοσοφίαν ἐκπαιδεύων μαθητάς τ’ ἐνδόξους ἔσχε καὶ βιβλία συνέγραψε πολλά. τοῦτον φανερῶς γενέσθαι διδάσκαλον Ἐμπεδοκλέους. καὶ παροιμία· Ἀρχύτου πλαταγή· ὅτι Ἀρχύτας πλαταγὴν εὖρεν, ἥτις ἐστὶν εἶδος ὀργάνου ἦχον καὶ ψόφον ἀποτελοῦντος. ὁ δὲ πλαταγὴν χαλκευσάμενος ἐπλατάγει. | ] |
| gamma | 388 | [ | Γοργίας, Χαρμαντίδου, Λεοντῖνος, ῥήτωρ, μαθητὴς Ἐμπεδοκλέους, διδάσκαλος Πώλου Ἀκραγαντίνου καὶ Περικλέους καὶ Ἰσοκράτους καὶ Ἀλκιδάμαντος τοῦ Ἐλεάτου, ὃς αὐτοῦ καὶ τὴν σχολὴν διεδέξατο· ἀδελφὸς δὲ ἦν τοῦ ἰατροῦ Ἡροδίκου. Πορφύριος δὲ αὐτὸν ἐπὶ τῆς πʹ Ὀλυμπιάδος τίθησιν· ἀλλὰ χρὴ νοεῖν πρεσβύτερον αὐτὸν εἶναι. οὗτος πρῶτος τῷ ῥητορικῷ εἴδει τῆς παιδείας δύναμίν τε φραστικὴν καὶ τέχνην ἔδωκε, τροπαῖς τε καὶ μεταφοραῖς καὶ ἀλληγορίαις καὶ ὑπαλλαγαῖς καὶ καταχρήσεσι καὶ ὑπερβάσεσι καὶ ἀναδιπλώσεσι καὶ ἐπαναλήψεσι καὶ ἀποστροφαῖς καὶ παρισώσεσιν ἐχρήσατο. ἔπραττε δὲ τῶν μαθητῶν ἕκαστον μνᾶς ρʹ. ἐβίω δὲ ἔτη ρθʹ, καὶ συνεγράψατο πολλά. | ] |
| delta | 1376 | [ | Δορά· τὸ δέρμα. καὶ Δορὰ ὄνων. ὅτι Ἐμπεδοκλῆς Κωλυσανέμας ἐπεκλήθη διὰ τὸ ἀνέμου πολλοῦ ἐπιθεμένου τῇ Ἀκράγαντι ἐξελάσαι αὐτὸν δορὰς ὄνων περιθέντα τῇ πόλει. | ] |
| epsilon | 1001 | [ | Ἐμπεδοκλῆς, θυγατριδοῦς τοῦ προτέρου, τραγικός. τραγῳδίαι αὐτοῦ κδʹ. | ] |
| epsilon | 1002 | [ | Ἐμπεδοκλῆς, Μέτωνος, οἱ δὲ Ἀρχινόμου, οἱ δὲ Ξενέτου· καὶ ἀδελφὸν δὲ ἔσχε Καλλικρατίδην. ἠκροάσατο δὲ πρώτου Παρμενίδου, οὗτινος, ὥς φησι Πορφύριος ἐν τῇ Φιλοσόφῳ ἱστορίᾳ, καὶ ἐγένετο παιδικά. οἱ δὲ ἔφασαν μαθητὴν Τηλαύγους τοῦ Πυθαγόρου υἱοῦ τὸν Ἐμπεδοκλέα γενέσθαι. Ἀκραγαντῖνος, φιλόσοφος φυσικὸς καὶ ἐποποιός. ἦν δὲ κατὰ τὴν οθʹ Ὀλυμπιάδα. ὃς στέμμα ἔχων ἐπὶ τῆς κεφαλῆς χρυσοῦν καὶ ἀμύκλας ἐν τοῖς ποσὶ χαλκᾶς καὶ στέμματα Δελφικὰ ἐν ταῖς χερσὶν ἐπῄει τὰς πόλεις, δόξαν περὶ αὑτοῦ κατασχεῖν ὡς περὶ θεοῦ βουλόμενος. ἐπεὶ δὲ γηραιὸς ἐγένετο, νύκτωρ ἔρριψεν ἑαυτὸν εἰς κρατῆρα πυρὸς ὥστε μὴ φανῆναι αὐτοῦ τὸ σῶμα. καὶ οὕτως ἀπώλετο, τοῦ σανδαλίου αὐτοῦ ἐκβρασθέντος ὑπὸ τοῦ πυρός. ἐπεκλήθη δὲ καὶ Κωλυσανέμας, διὰ τὸ ἀνέμου πολλοῦ ἐπιθεμένου τῇ Ἀκραγαντίᾳ ἐξελάσαι αὐτὸν δορὰς ὄνων περιθέντα τῇ πόλει. γέγονε δὲ τούτου μαθητὴς Γοργίας ὁ ῥήτωρ ὁ Λεοντῖνος. καὶ ἔγραψε δι’ ἐπῶν περὶ φύσεως τῶν ὄντων βιβλία βʹ· καὶ ἔστιν ἔπη ὡς δισχίλια. Ἰατρικὰ καταλογάδην, καὶ ἄλλα πολλά. | ] |
| epsilon | 1003 | [ | Ἐμπεδοκλῆς· τὸν Ἀκραγαντῖνον Ἐμπεδοκλέα βαδίσαι φασὶ τὴν ὁδὸν Πυθαγόρου, ἣν καὶ Ἀπολλώνιος ὁ Τυανεὺς ἐζήλωσε. ξυνεῖναι γὰρ τοῖς θεοῖς καὶ μανθάνειν παρ’ αὐτῶν, ὅπη τοῖς ἀνθρώποις χαίρουσι καὶ ὅπη ἄχθονται, περί τε φύσεως ἐκεῖθεν λέγειν· τοὺς μὲν γὰρ ἄλλους τεκμαίρεσθαι τοῦ θείου καὶ δόξας ἀνομοίους ἀλλήλαις περὶ αὐτοῦ δοξάζειν, Ἀπολλωνίῳ δὲ τόν τε Ἀπόλλωνα ἥκειν ὁμολογοῦντα, ὡς αὐτὸς εἴη, ξυνεῖναι δ’ ἂν καὶ μὴ ὁμολογοῦντα Ἀθηνᾶν τε καὶ Μοῦσαν καὶ θεοὺς ἑτέρους, ὧν τὰ εἴδη καὶ τὰ ὀνόματα οὔπω τοὺς ἀνθρώπους γινώσκειν. καὶ ὅ τι ἀποφήνοιτο ὁ Πυθαγόρας, νόμον τοῦτο οἱ ὁμιληταὶ ἡγοῦντο καὶ ἐτίμων αὐτὸν ὡς ἐκ Διὸς ἥκοντα, καὶ ἡ σιωπὴ ὑπὲρ τοῦ θείου σφίσιν ἐπήσκητο· πολλὰ γὰρ θεῖά τε καὶ ἀπόρρητα ἤκουον, ὧν κρατεῖν χαλεπὸν ἦν μὴ πρῶτον μαθοῦσιν, ὅτι καὶ τὸ σιωπᾶν λόγος. ὅτι δὲ καὶ Ἐμπεδοκλῆς τὸν βίον τοῦτον ἤσκητο, δηλοῖ τό, χαίρετ’ , ἐγὼ δ’ ὔμμιν θεὸς ἄμβροτος, οὐκέτι θνητός. καί, ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κούρη τε κόρος τε. καὶ ὁ ἐν Ὀλυμπίᾳ βοῦς, ὃν λέγεται πέμμα ποιησάμενος θῦσαι, τὰ Πυθαγόρου ἐπαινοῦντος εἴη ἄν. | ] |
| epsilon | 1004 | [ | Ἐμπεδοκλέους ἔχθρα· ἐπὶ τῶν ἐπιμόνως ἐχθρωδούντων πρός τινας. Λυσίας· ᾤμην δὲ ἔγωγε τοιαύτῃ φιλίᾳ συνηρμόσθαι, ὥστε μηδ’ ἂν τὴν Ἐμπεδοκλέους ἔχθραν ἐμποδὼν ἡμῖν γενέσθαι. | ] |
| zeta | 77 | [ | Ζήνων, Τελευταγόρου, Ἐλεάτης, φιλόσοφος τῶν ἐγγιζόντων Πυθαγόρᾳ καὶ Δημοκρίτῳ κατὰ τοὺς χρόνους, ἦν γὰρ ἐπὶ τῆς οηʹ Ὀλυμπιάδος, μαθητὴς Ξενοφάνους ἢ Παρμενίδου. ἔγραψεν Ἔριδας, Ἐξήγησιν τῶν Ἐμπεδοκλέους, Πρὸς τοὺς φιλοσόφους περὶ φύσεως. τοῦτόν φασιν εὑρετὴν εἶναι τῆς διαλεκτικῆς, ὡς Ἐμπεδοκλέα τῆς ῥητορικῆς. καθελεῖν δὲ θελήσας Νέαρχον, οἱ δὲ Διομέδοντα, τὸν Ἐλέας τύραννον, ἑάλω. καὶ ἐρωτώμενος ὑπ’ αὐτοῦ τὴν γλῶτταν αὑτοῦ ἐνδακὼν καὶ ἀποτεμὼν προσέπτυσε τῷ τυράννῳ. καὶ ἐν ὅλμῳ βληθεὶς συνετρίβη πτισσόμενος. διαφέρει δὲ Ἐλεάτης καὶ Ἐλαΐτης. | ] |
| eta | 239 | [ | Ἥλιος· ἀπὸ τοῦ ἀολλίζεσθαι ἐν ταῖς ἡμέραις. καὶ ἐν Ἀθήναις δὲ δικαστήριον ἦν Ἡλιαία, ἀπὸ τῆς συναγωγῆς τῶν ἀνθρώπων. ὁ δὲ ἥλιος ἀπὸ τοῦ ἀλεαίνειν, ὅ ἐστι θερμαίνειν καὶ διαχεῖν. τινὲς δὲ ἀπὸ τῆς γινομένης διαπνεύσεως ἐκ τοῦ στόματος πρὸς τοὺς δακτύλους, ὃ λέγεται αὔειν καὶ ἄξειν κατὰ μίμησιν τῆς φωνῆς τῆς θάλψεως τοῦ στόματος. Ἐμπεδοκλῆς· ἁλεῖσθαι μέγαν οὐρανὸν ἀμφιπολεύει. | ] |
| kappa | 224 | [ | Καλλικρατίδης· ὄνομα κύριον· ἔσχε δὲ ἀδελφὸν Ἐμπεδοκλέα. | ] |
| kappa | 2249 | [ | Κωλύω. αἰτιατικῇ. καὶ Κωλυσάμενος· ζήτει ἐν τῷ ἄπνους. καὶ Κωλυσανέμας· ζήτει ἐν τῷ Ἐμπεδοκλῆς. | ] |
| mu | 147 | [ | Μάνης· οὗτος ὁ τρισκατάρατος ἐπὶ Αὐρηλιανοῦ βασιλέως ἐφάνη, Χριστὸν ἑαυτὸν καὶ πνεῦμα ἅγιον φανταζόμενος· μαθητὰς ιβʹ ὡς ἂν ὁ Χριστὸς ἐπαγόμενος καὶ ἐκ πάσης αἱρέσεως εἴ τι κακὸν ἐρανισάμενος ἐκ Περσίδος εἰς τὴν Ῥωμαίων γῆν κατὰ θεοῦ συγχώρησιν εἰσέφρησεν. οὗτος ὁ καὶ Μάνης καὶ Σκυθιανὸς λεγόμενος Βραχμὰν ἦν τὸ γένος, διδάσκαλον δὲ ἔσχε Βουδδᾶν τὸν πρῴην καλούμενον Τερέβινθον· ὃς παιδευθεὶς τὰ Ἑλλήνων τὴν Ἐμπεδοκλέους ἠγάπησεν αἵρεσιν, δύο ἀρχὰς λέγοντος ἀντικειμένας ἀλλήλαις. εἰσελθὼν δὲ ἐν Περσίδι ἐκ παρθένου ἑαυτὸν ἔφασκε γεγεννῆσθαι καὶ ἐν τοῖς ὄρεσιν ἀνατραφῆναι. καὶ συγγραψάμενος καὶ βιβλία δʹ τὸ μὲν ἐπωνόμασε τῶν Μυστρηρίων, τὸ δὲ τὸ Εὐαγγέλιον, τὸ δὲ τὸν Θησαυρόν, τὸ δὲ τῶν Κεφαλαίων. καὶ ὁ μὲν Βουδδᾶς οὗτος, ὁ καὶ Τερέβινθος, ὑπὸ πνεύματος ἀκαθάρτου συντριβεὶς ἀπώλετο· γυνὴ δέ τις, παρ’ ᾗ κατέλυσε, τὰ χρήματα αὐτοῦ καὶ τὰς βεβήλους βίβλους κληρονομήσασα ὠνεῖται παιδάριον ἐτῶν ζʹ τοὔ νομα Κούβρικον, ὃν καὶ διδάξασα γράμματα καὶ ἐλευθερώσασα κληρονόμον ἑαυτῆς πάντων καθίστησιν. ὁ δὲ λαβὼν τὰ βιβλία τοῦ Βουδδᾶ καὶ τὰ χρήματα διήρχετο τὴν Περσίδα, Μάνην ἑαυτὸν ὀνομάζων καὶ τῆς πλάνης τοῦ Βουδδᾶ συνίστωρ γενόμενος τὰ βιβλία πονήματα ἴδια ἔλεγεν. ὃν ὁ βασιλεὺς Περσῶν ἐξέδειρε ζῶντα, ὡς αἴτιον τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ γενόμενον. νοσοῦντος γὰρ καὶ θεραπείας πολλῆς παρὰ τῶν ἰατρῶν τυγχάνοντος, ὁ Κούβρικος ὑπέσχετο χωρὶς ἰατρῶν ἀναστῆσαι αὐτόν· καὶ ἀποστήσας τοὺς ἰατροὺς ἐθανάτωσεν αὐτόν. ὁ οὖν Μάνης οὗτος ἀποβαλόμενος τὴν παλαιὰν διαθήκην καὶ τὴν κτίσιν πᾶσαν καὶ τὴν τοῦ ἀνθρώπου κατασκευὴν οὐκ ἀγαθοῦ τινος εἶναι θεοῦ βλασφημῶν, ὑπὸ φθορὰν καὶ ἀλλοίωσιν οὖσαν, τὴν νέαν ὡς ἀγαθοῦ δῆθεν προσίεται θεοῦ καὶ κατὰ φαντασίαν καὶ δόκησιν τὸν Χριστὸν πεφηνέναι ἐτερατεύετο. καὶ καταδύσεις τινὰς ἐναγεῖς καὶ νυκτερινὰς καὶ παρανόμους μίξεις καὶ ἀρρητοποιΐας καὶ εἱμαρμένην καὶ μετενσωματώσεις καὶ ἄλλα τινὰ Ἑλληνικὰ διδάσκων. περὶ οὗ καὶ Θεόδωρος ὁ τῆς Ῥαϊθοῦ πρεσβύτερός φησι· Μάνης, ὃς φαντασίᾳ τινὶ ψιλῇ καὶ σχήματι διακένῳ σώματος ἀνθρωπείου πεφανερῶσθαι τὸν κύριον ἐφαντάσθη καὶ ὠνείρωξεν, ὡς πάσχειν μὲν δοκεῖν αὐτὸν καὶ πράττειν, ἅπερ ἔδρα καὶ ἔπασχε καθ’ ἡμᾶς, μηδὲν δὲ τούτων ἀληθείᾳ καὶ πράγματι ὑπάρξαι, ἀλλὰ δοκήσει μόνον καὶ ἀπάτῃ ἀποβουκολεῖν τοὺς ἀνθρώπους, οἷς καὶ συνανεστράφθαι νενόμισται. διὰ τοῦτο καὶ φύσεις δύο παραιτεῖται ἐπὶ τοῦ Χριστοῦ λέγειν, ἀλλὰ μίαν τῆς θεότητος. Παῦλος δέ τις σύγχρονος, ἐπίσκοπος Ἀντιοχείας τῆς μεγάλης, ψιλὸν ἄνθρωπον τὸν κύριον ἔφη, ὡς ἕνα τῶν προφητῶν. Παῦλος, ὅθεν καὶ Παυλικιανοί. | ] |
| mu | 496 | [ | Μέλητος, Λάρου, Ἀθηναῖος, ῥήτωρ. οὗτος ἐγράψατο Σωκράτην μετὰ Ἀνύτου. πεποίηνται δὲ αὐτῷ καὶ τραγῳδίαι. κατελιθώθη δὲ ὑπὸ τῶν Ἀθηναίων. καὶ ἦν ἐπὶ τῶν Ζήνωνος τοῦ Ἐλεάτου καὶ Ἐμπεδοκλέους χρόνων. οὗτος ἔγραψε περὶ τοῦ ὄντος. καὶ ἀντεπολιτεύσατο δὲ Περικλεῖ· καὶ ὑπὲρ Σαμίων στρατηγήσας ἐναυμάχησε πρὸς Σοφοκλῆν τὸν τραγικόν, ὀλυμπιάδι πδʹ. | ] |
| pi | 675 | [ | Παρμενίδης, Πύρητος, Ἐλεάτης, φιλόσοφος, μαθητὴς γεγονὼς Ξενοφάνους τοῦ Κολοφωνίου, ὡς δὲ Θεόφραστος Ἀναξιμάνδρου τοῦ Μιλησίου. αὐτοῦ δὲ διάδοχοι ἐγένοντο Ἐμπεδοκλῆς τε, ὁ καὶ φιλόσοφος καὶ ἰατρός, καὶ Ζήνων ὁ Ἐλεάτης. ἔγραψε δὲ Φυσιολογίαν δι’ ἐπῶν, καὶ ἄλλα τινὰ καταλογάδην, ὧν μέμνηται Πλάτων. | ] |
| pi | 3121 | [ | Πυθαγόρας· περὶ τούτου φησὶ Φιλόστρατος· οἱ τὸν Σάμιον Πυθαγόραν ἐπαινοῦντες τάδε ἐπ’ αὐτῷ φασιν, ὡς Ἴων μὲν οὔπω εἴη, γένοιτο δὲ ἐν Τροίᾳ ποτὲ Εὔφορβος ἀναβιῴη τε ἀποθανών, ἀποθάνοι δ’, ὡς ᾠδαὶ Ὁμήρου· ἐσθῆτά τε τὴν ἀπὸ θνησειδίων παραιτοῖτο καὶ καθαρεύοι βρώσεως, ὁπόση ἐμψύχων, καὶ τοῦ θῦσαι· μὴ γὰρ αἱμάττειν τοὺς βωμούς· ἀλλ’ ἡ μελιττοῦτα καὶ ὁ λιβανωτὸς καὶ τὸ ἐφυμνῆσαι, φοιτᾶν ταῦτα τοῖς θεοῖς παρὰ τοῦ ἀνδρὸς τούτου· γινώσκειν τε, ὡς ἀσπάζοιντο τὰ τοιαῦτα οἱ θεοὶ μᾶλλον ἢ τὰς ἑκατόμβας καὶ τὴν μάχαιραν ἐπὶ τοῦ κανοῦ· ξυνεῖναι γὰρ δὴ τοῖς θεοῖς καὶ μανθάνειν παρ’ αὐτῶν, ὅπη τοῖς ἀνθρώποις χαίρουσι καὶ ὅπη συνάχθονται. περί τε φύσεως ἐκεῖθεν λέγειν· τοὺς μὲν γὰρ ἄλλους τεκμαίρεσθαι τοῦ θείου καὶ δόξας ἀνομοίας ἀλλήλαις περὶ αὐτοῦ δοξάζειν, ἑαυτῷ δὲ τόν τε Ἀπόλλω ἥκειν, ὁμολογοῦντα ὡς αὐτὸς εἴη· ξυνεῖναι δ’ αὖ καὶ μὴ ὁμολογοῦντας τὴν Ἀθηνᾶν καὶ τὰς Μούσας καὶ θεοὺς ἑτέρους, ὧν τὰ εἴδη καὶ τὰ ὀνόματα οὔπω τοὺς ἀνθρώπους γινώσκειν. καὶ ὅ τι ἀποφήναιτο ὁ Πυθαγόρας, νόμον τοῦτο οἱ ὁμιληταὶ ἡγοῦντο καὶ ἐτίμων αὐτὸν ὡς ἐκ Διὸς ἥκοντα, καὶ ἡ σιωπὴ δὲ ὑπὲρ τοῦ θείου σφίσιν ἐπήσκητο· πολλὰ γὰρ θεῖά τε καὶ ἀπόρρητα ἤκουον, ὧν κρατεῖν χαλεπὸν ἦν, μὴ πρῶτον μαθοῦσιν, ὅτι καὶ τὸ σιωπᾶν λόγος. καὶ μὴν τὸν Ἀκραγαντῖνον Ἐμπεδοκλέα βαδίσαι φασὶ τὴν σοφίαν ταύτην. τὸ γάρ, χαίρετ’ , ἐγὼ ὃ δ’ ὔμμιν θεὸς ἄμβροτος, οὐκ ἔτι θνητός· καί, ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κούρη τε κόρος τε· καὶ ὁ ἐν Ὀλυμπίᾳ βοῦς, ὃν λέγεται πέμμα ποιησάμενος θῦσαι, τὰ Πυθαγόρου ἐπαινοῦντος εἴη ἄν. καὶ πλείω ἕτερα περὶ τῶν Πυθαγόρου τρόπων, σπεύδοντα ἐπὶ τὸν λόγον. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: