Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Ion (Ion of Chios) - urn:cts:greekLit:tlg0308

Place of birth (Wikidata Statement)

Chios (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Athens (Wikidata)

Significant Place (Wikidata Statement)

Chios (Wikidata)

Occupations (Wikidata Statement)

philosopher (Wikidata)

comedy writer (Wikidata)

tragedy writer (Wikidata)

dithyrambic poet (Wikidata)

mathematician (Wikidata)

epigrammatist (Wikidata)

historian (Wikidata)

elegist (Wikidata)

writer (Wikidata)

Works

urn:cts:greekLit:tlg0308.suda001
urn:cts:greekLit:tlg0308.suda002
urn:cts:greekLit:tlg0308.suda003
urn:cts:greekLit:tlg0308.suda004
urn:cts:greekLit:tlg0308.suda005

alpha 731[ Ἀθήναιος, Ναυκρατίτης, γραμματικὸς, γεγονὼς ἐπὶ τῶν χρόνων Μάρκου. ἔγραψε βιβλίον ὄνομα Δειπνοσοφισταί· ἐν ᾧ μνημονεύει, ὅσοι τῶν παλαιῶν μεγαλοψύχως ἔδοξαν ἑστιᾶν. ὁ μέγας Ἀλέξανδρος κἀκείνην νικήσας ναυμαχίαν Λακεδαιμονίους καὶ τειχίσας τὸν Πειραιᾶ καὶ ἐκατόμβην θύσας πάντας εἱστίασεν Ἀθηναίους. καὶ Ἀλκιβιάδης Ὀλύμπια νικήσας τὴν πανήγυριν ἅπασαν εἱστίασε. τὸ αὐτὸ καὶ Λεόφρων Ὀλυμπιάσι. καὶ ἘμπεδοκλῆςἈκραγαντῖνος, Πυθαγορικὸς ὢν καὶ ἐμψύχων ἀπεχόμενος, Ὀλύμπια νικήσας, ἐκ λιβανωτοῦ καὶ σμύρνης καὶ τῶν πολυτελῶν ἀρωμάτων βοῦν ἀναπλάσας διένειμε τοῖς εἰς τὴν πανήγυριν ἀπαντήσασι. καὶ ὁ Χῖος Ἴων τραγῳδίαν νικήσας Ἀθήνησιν ἑκάστῳ τῶν Ἀθηναίων ἔδωκε Χῖον κεράμιον. καὶ ὁ Ἀκραγαντῖνος Τελλίας φιλόξενος ὢν καταλύσασί ποτε φʹ ἱππεῦσιν ὥρᾳ χειμῶνος, ἔδωκεν ἑκάστῳ χιτῶνα καὶ ἱμάτιον. ὅτι Χάρμος ὁ Συρακούσιος εἰς ἕκαστον τῶν ἐν τοῖς δείπνοις παρατιθεμένων στιχίδια καὶ παροιμίας ἔλεγε. Κλέαρχος δὲ ὁ Σολεὺς δειπνολογίαν καλεῖ τὸ ποίημα, ἄλλοι ὀψολογίαν, Χρύσιππος γαστρονομίαν, ἄλλοι ἡδυπάθειαν. ὅτι ἐν τῷ συμποσίῳ Πλάτωνος κηʹ ἦσαν δαιτυμόνες. ]
delta 1029[ Διθυραμβοδιδάσκαλοι περὶ μετεώρων καὶ περὶ τῶν νεφελῶν λέγουσι πολλὰ καὶ συνθέτους δὲ λέξεις ἐποίουν καὶ ἔλεγον ἐνδιαεριαιερινηχέτους· οἷος ἦν ἼωνΧῖος, ὁ ποιητής. ἐποίησε δὲ ποίημα, οὗ ἡ ἀρχή· ἀοῖον ἠεροφοίταν ἀστέρα μῆνα μὲν ἀελίου λευκῇ πτέρυγι πρόδρομον. παίζων δὲ Ἀριστοφάνης ἀοῖον αὐτὸν ἀστέρα φησὶ κληθῆναι. περιβόητος δὲ ἐγένετο. ἔγραψε δὲ κωμῳδίας καὶ ἐπιγράμματα· καταλογάδην καὶ Πρεσβευτικὸν λεγόμενον. καὶ Σωκράτους τοῦ φιλοσόφου ἐστὶ λόγος εἰς αὐτόν. καὶ Καλλίμαχος ἐν Χωλιάμβοις μέμνηται αὐτοῦ, ὅτι πολλὰ ἔγραψε. ]
epsilon 1174[ Ἐνδιαεριανερινηχέτους· λέξεις συνθετικὰς διθυραμβοποιῶν· οἷος ἦν ἼωνΧῖος ποιητής. καὶ ζήτει ἐν τῷ διθυραμβοποιοὶ διδάσκαλοι. ]
iota 487[ Ἴων, Χῖος, τραγικὸς καὶ λυρικὸς καὶ φιλόσοφος, υἱὸς Ὀρθομένους, ἐπίκλησιν δὲ Ξούθου. ἤρξατο δὲ τὰς τραγῳδίας διδάσκειν ἐπὶ τῆς πβʹ ὀλυμπιάδος. δράματα δὲ αὐτοῦ ιβʹ, οἱ δὲ λʹ, ἄλλοι δὲ μʹ φασιν. οὗτος ἔγραψε περὶ μετεώρων, καὶ συνθέτους λόγους. ὃν παίζων Ἀριστοφάνης ὁ κωμικὸς Ἀοῖόν φησι. οὗτος τραγῳδίαν νικήσας Ἀθήνησιν ἑκάστῳ τῶν Ἀθηναίων ἔδωκε Χῖον κεράμιον. ]
iota 489[ Ἴων, τραγῳδίας ποιητής· Χῖος τὸ γένος. ]
theta 380[ Θίασος· τὸ ἀθροιζόμενον πλῆθος ἐπὶ τέλει καὶ τιμῇ θεοῦ. οὕτως Δημοσθένης καὶ Ξενοφῶν. Ἴων δὲ ἐπὶ παντὸς ἀθροίσματος τάττει τοὔ νομα. θιασῶται δὲ ἐκαλοῦντο οἱ κοινωνοῦντες τῶν θιάσων. οὕτως Ἰσαῖος. ]
omicron 654[ Ὀρφεύς, Λειβήθρων τῶν ἐν Θρᾴκῃ( πόλις δ’ ἐστὶν ὑπὸ τῇ Πιερίᾳ) , υἱὸς Οἰάγρου καὶ Καλλιόπης. ὁ δὲ Οἴαγρος πέμπτος ἦν ἀπὸ Ἄτλαντος, κατὰ Ἀλκυόνην μίαν τῶν θυγατέρων αὐτοῦ. γέγονε δὲ πρὸ ιαʹ γενεῶν τῶν Τρωϊκῶν, καί φασι μαθητὴν γενέσθαι αὐτὸν Λίνου· βιῶναι δὲ γενεὰς θʹ, οἱ δὲ ιαʹ φασιν. ἔγραψε Τριασμούς [+]· λέγονται δὲ εἶναι Ἴωνος τοῦ τραγικοῦ· ἐν δὲ τούτοις τὰ Ἱεροστολικὰ [+] καλούμενα· Κλήσεις [+] κοσμικαί [+]· Νεοτευκτικά· Ἱεροὺς [+] [+] λόγους [+] [+] ἐν ῥαψῳδίαις κδʹ· λέγονται δὲ εἶναι Θεογνήτου τοῦ Θεσσαλοῦ, οἱ δὲ Κέρκωπος τοῦ Πυθαγορείου· Χρησμούς [+], οἳ ἀναφέρονται εἰς Ὀνομάκριτον· Τελετάς [+]· ὁμοίως δέ φασι καὶ ταύτας Ὀνομακρίτου· ἐν τούτοις δ’ ἐστὶ περὶ λίθων γλυφῆς, ἥτις Ὀγδοηκοντάλιθος ἐπιγράφεται· Σωτήρια [+] [+]· ταῦτα Τιμοκλέους τοῦ Συρακουσίου λέγεται ἢ Περσίνου τοῦ Μιλησίου· Κρατῆρας [+]· ταῦτα Ζωπύρου φασί· Θρονισμοὺς [+] Μητρῴους [+] καὶ Βακχικά [+]· ταῦτα Νικίου τοῦ Ἐλεάτου φασὶν εἶναι· Εἰς [+] ᾅδου [+] κατάβασιν [+]· ταῦτα Ἡροδίκου τοῦ Περινθίου· Πέπλον [+] [+] καὶ Δίκτυον [+] [+]· καὶ ταῦτα Ζωπύρου τοῦ Ἡρακλεώτου, οἱ δὲ Βροτίνου· Ὀνομαστικὸν ἔπη ͵ασʹ, Θεογονίαν ἔπη ͵ασʹ, Ἀστρονομίαν, Ἀμοκοπία, Θυηπολικόν, ᾨοθυτικὰᾨοσκοπικά, ἐπικῶς· Καταζωστικόν, Ὕμνους· Κορυβαντικόν· καὶ Φυσικά [+], ἃ Βροτίνου φασίν. ]
sigma 511[ Σίφνιοι· οὗτοι πλουσιώτατοι ἐγένοντο, οὐ μόνον τῶν νησιωτῶν, ἀλλὰ καὶ τῶν ἠπειρωτῶν εὖ μάλα συχνῶν. ἕως μὲν οὖν τὴν δεκάτην ἐς Δελφοὺς ἀπέστελλον εὐτάκτως καὶ ἐπείθοντο τῷ χρησμῷ τῷ τοῦτο προστάξαντι, τὰ τοῦ πλούτου αὐτοῖς ἐπίδοσιν εἶχε, φανέντων ἀργυρείων μετάλλων. ἐπεὶ δὲ τὴν φορὰν τὴν τῆς ἀπαρχῆς ἐξέλιπον, θάλασσα ἐπιρρεύσασα καὶ ἐπικλύσασα ἠφάνισεν αὐτοῖς τὴν τοῦ πλούτου χορηγίαν, περιῆλθόν τε εἰς πενίαν νησιωτικὴν καὶ ἀπορίαν δεινήν. ἐκ τῶν Ἴωνος Φρουρῶν. φησὶ δὲ καὶ Ἀριστοφάνης· ποθεῖ μέν, ἐχθαίρει δέ, βούλεται δ’ ἔχειν. τουτέστιν ἡ πόλις τῶν Ἀθηναίων ποθεῖ μὲν ὡς δραστήριον τὸν Ἀλκιβιάδην, μισεῖ δὲ ὡς τυραννικόν. ἐπιφέρει γάρ, μισῶ πολίτην, ὅς τις ὠφελεῖν πάτραν βραδὺς φανεῖται, μεγάλα δὲ βλάπτειν ταχύς· καὶ πόριμον αὑτῷ, τῇ πόλει δ’ ἀμήχανον. καὶ τοῦτο περὶ Ἀλκιβιάδου, βραδέως μὲν ὠφελοῦντος τὴν πατρίδα, ταχέως δὲ βλάπτοντος. ]
upsilon 108[ Ὑμεῖς, ὦ Μεγαρεῖς, οὔτε τρίτοι οὔτε τέταρτοι· χρησμοῦ κομμάτιόν ἐστι παροιμιαζόμενον οὕτως· ἵππον Θεσσαλικὴν Λακεδαιμονίαν τε γυναῖκα, ἄνδρας δ’, οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης. ἀλλ’ ἔτι καὶ τῶν εἰσὶν ἀμείνονες, οἵ τε μεσηγὺ Τίρυνθος ναίουσι καὶ Ἀρκαδίης πολυμήλου, Ἀργεῖοι λινοθώρηκες, κέντρα πτολέμοιο. ὑμεῖς δ’, Αἰγιέες, οὔτε τρίτοι οὔτε τέταρτοι οὔτε δυωδέκατοι, οὔτ’ ἐν λόγῳ οὔτ’ ἐν ἀριθμῷ. ἱστορεῖ δὲ Μνασέας, ὅτι Αἰγιεῖς οἱ ἐν Ἀχαίᾳ καταναυμαχήσαντες Αἰτωλοὺς καὶ λαβόντες πεντηκόντορον αὐτῶν, δεκάτην Πυθοῖ ἀνατιθέντες, ἠρώτων τίνες εἶεν κρείττους τῶν Ἑλλήνων· ἡ δὲ Πυθία ἔχρησεν αὐτοῖς τὰ προκείμενα. καὶ Ἴων δὲ Αἰγιεῦσι δοθῆναι τὸν χρησμὸν ἱστορεῖ. τινὲς δὲ οἴονται Μεγαρεῦσιν εἰρῆσθαι αὐτὸν καὶ προφέρονται, ὑμεῖς δ’, ὦ Μεγαρεῖς, οὔτε τρίτοι οὔτε τέταρτοι. ὡς καὶ Καλλίμαχος ἐπὶ τοῖς Ἐπιγραμματίοις· τῆς δὲ ταλαίνης νύμφης, ὡς Μεγαρέων, οὐ λόγος οὐδ’ ἀριθμός. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License