Chrysippus of Soli) - urn:cts:greekLit:tlg1264Athens (Wikidata)
philosopher (Wikidata)
writer (Wikidata)
mathematician (Wikidata)
urn:cts:greekLit:tlg1264.suda001
urn:cts:greekLit:tlg1264.suda002
urn:cts:greekLit:tlg1264.suda003
urn:cts:greekLit:tlg1264.suda004
urn:cts:greekLit:tlg1264.suda005
urn:cts:greekLit:tlg1264.suda006
| alpha | 731 | [ | Ἀθήναιος, Ναυκρατίτης, γραμματικὸς, γεγονὼς ἐπὶ τῶν χρόνων Μάρκου. ἔγραψε βιβλίον ὄνομα Δειπνοσοφισταί· ἐν ᾧ μνημονεύει, ὅσοι τῶν παλαιῶν μεγαλοψύχως ἔδοξαν ἑστιᾶν. ὁ μέγας Ἀλέξανδρος κἀκείνην νικήσας ναυμαχίαν Λακεδαιμονίους καὶ τειχίσας τὸν Πειραιᾶ καὶ ἐκατόμβην θύσας πάντας εἱστίασεν Ἀθηναίους. καὶ Ἀλκιβιάδης Ὀλύμπια νικήσας τὴν πανήγυριν ἅπασαν εἱστίασε. τὸ αὐτὸ καὶ Λεόφρων Ὀλυμπιάσι. καὶ Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος, Πυθαγορικὸς ὢν καὶ ἐμψύχων ἀπεχόμενος, Ὀλύμπια νικήσας, ἐκ λιβανωτοῦ καὶ σμύρνης καὶ τῶν πολυτελῶν ἀρωμάτων βοῦν ἀναπλάσας διένειμε τοῖς εἰς τὴν πανήγυριν ἀπαντήσασι. καὶ ὁ Χῖος Ἴων τραγῳδίαν νικήσας Ἀθήνησιν ἑκάστῳ τῶν Ἀθηναίων ἔδωκε Χῖον κεράμιον. καὶ ὁ Ἀκραγαντῖνος Τελλίας φιλόξενος ὢν καταλύσασί ποτε φʹ ἱππεῦσιν ὥρᾳ χειμῶνος, ἔδωκεν ἑκάστῳ χιτῶνα καὶ ἱμάτιον. ὅτι Χάρμος ὁ Συρακούσιος εἰς ἕκαστον τῶν ἐν τοῖς δείπνοις παρατιθεμένων στιχίδια καὶ παροιμίας ἔλεγε. Κλέαρχος δὲ ὁ Σολεὺς δειπνολογίαν καλεῖ τὸ ποίημα, ἄλλοι ὀψολογίαν, Χρύσιππος γαστρονομίαν, ἄλλοι ἡδυπάθειαν. ὅτι ἐν τῷ συμποσίῳ Πλάτωνος κηʹ ἦσαν δαιτυμόνες. | ] |
| alpha | 3637 | [ | Ἀποφθέγματα Χρυσίππου ἀπόρρητα· ζήτει ἐν τῷ Χρύσιππος. | ] |
| alpha | 3911 | [ | Ἀριστογένης, Κνίδιος, ἰατρὸς, δοῦλος Χρυσίππου τοῦ φιλοσόφου. ἰάτρευσεν Ἀντιγόνῳ τῷ ἐπικληθέντι Γονατᾷ. | ] |
| alpha | 3917 | [ | Ἀριστοκλῆς, Λαμψακηνὸς, φιλόσοφος Στωϊκός. ἔγραψεν Ἐξήγησιν τῶν Χρυσίππου [+] Περὶ τοῦ πῶς ἕκαστα λέγομεν καὶ διανοούμεθα, βιβλία δʹ. | ] |
| epsilon | 3504 | [ | Εὐθύδημος, διδάσκαλος Ἀπολλωνίου τοῦ Τυανέως, ἐκ Ταρσῶν τῆς Κιλικίας. ὁ γὰρ Ἀπολλώνιος προϊὼν εἰς ἡλικίαν, ἐν ᾗ συγγράμματα, μνήμης τε ἰσχὺν ἐδήλου καὶ μελέτης κράτος, καὶ ἡ γλῶττα Ἀττικῶς εἶχεν, οὐδὲ ἀπήχθη τὴν φωνὴν ὑπὸ τοῦ ἔθνους, ὀφθαλμοί τε πάντες ἐς αὐτὸν ἐφέροντο· καὶ γὰρ περίβλεπτος ἦν τὴν ὥραν. γεγονότα δὲ ἔτη ιδʹ παρ’ Εὐθύδημον ἄγει ἐς Ταρσοὺς τῆς Κιλικίας, ὃς τοῦτον ἐπαίδευεν· ὁ δὲ τοῦ μὲν διδασκάλου εἴχετο, τὸ δὲ τῆς πόλεως ἦθος ἄτοπόν τε ἡγεῖτο καὶ οὐ χρηστὸν ἐμφιλοσοφῆσαι· τρυφῆς τε γὰρ οὐδαμοῦ μᾶλλον ἅπτονται σκωπτόλαι τε καὶ ὑβρισταὶ πάντες καὶ δεδώκασι τῇ ὀθόνῃ μᾶλλον ἢ τῇ σοφίᾳ Ἀθηναῖοι. ποταμός τε αὐτοὺς διαρρεῖ Κύδνος, ᾧ παρακάθηνται καθάπερ τῶν ὀρνίθων οἱ ὑγρότατοι μεθύοντες τῷ ὕδατι. μεθίστησιν οὖν τὸν διδάσκαλον δεηθεὶς τοῦ πατρὸς ἐς Αἰγὰς τὰς πλησίον, ἐν αἷς ἡσυχία τε πρόσφορος τῷ φιλοσοφήσοντι καὶ σπουδαὶ νεανικώτεραι καὶ ἱερὸν Ἀσκληπιῷ ἐπίδηλον τοῖς ἀνθρώποις. ἐνταῦθα ξυνεφιλοσόφουν μὲν αὐτῷ Πλατώνειοί τε καὶ Χρυσίππειοι καὶ οἱ ἀπὸ τοῦ Περιπάτου· οὐδὲ τῶν Ἐπικούρου λόγων ἀπεσπούδαζε. διδάσκαλος δὲ ἦν αὐτῷ τῶν Πυθαγόρου λόγων Εὔξενος. | ] |
| zeta | 80 | [ | Ζήνων, Διοσκορίδου, Ταρσεύς, ὡς δέ τινες Σιδώνιος, φιλόσοφος, μαθητὴς Χρυσίππου τοῦ Ταρσέως, φιλοσόφου Στωϊκοῦ, καὶ διάδοχος. | ] |
| theta | 263 | [ | Θέσις· κατὰ Ἀριστοτέλην ὑπόληψις παράδοξος τῶν γνωρίμων τινὸς κατὰ φιλοσοφίαν, τουτέστι πρόβλημα. οὐ πᾶν δὲ πρόβλημα θέσις ἐστίν, ἀλλ' ἡ παρὰ τὰς κοινὰς δόξας ὑπόληψις τινὸς τῶν ἐνδόξων κατὰ φιλοσοφίαν. διὸ δεῖ καὶ τὸν προστάτην τῆς δόξης τὸν συνιστάντα τὴν θέσιν προσκεῖσθαι τῷ τοιούτῳ προβλήματι· οἷον πότερον πάντα συγχωρεῖ καὶ ἀεὶ γίνεται, οὐδέποτε δὲ οὐδέν ἐστι καθ' Ἡράκλειτον, ἢ οὔ· καὶ πότερόν ἐστιν ἓν καὶ ἀκίνητον τὸ ὄν, ὡς Παρμενίδῃ δοκεῖ, ἢ οὔ· καὶ πότερον κίνησίς ἐστιν ἢ οὔ, ὡς δοκεῖ Ζήνωνι· καὶ πότερον ἡ ὑγεία ἀγαθὸν ἢ οὔ, ὡς Χρύσιππος λέγει· καὶ πότερόν ἐστιν ἀντιλέγειν ἢ οὔ, ὡς Ἀντισθένει δοκεῖ. ὅτι ἀντιδιαιρεῖται τὸ θέσει τῷ φύσει, ὥσπερ καὶ ἐπὶ τῆς τῶν ὀνομάτων θέσεως· καὶ γὰρ ἐκεῖ θέσει λέγομεν τὰ ὀνόματα, σημαίνοντες, ὅτι μὴ φύσει. ἤδη δέ τινες καὶ τὰ ῥητορικὰ προβλήματα θέσεις καλοῦσιν, ἐφ ' ὧν τὸ τῆς ὑποθέσεως ὄνομα συνηθέστερον, τῷ δοκεῖν τὰ τοιαῦτα ἐπὶ ὑποκειμένοις τισὶ καὶ ὡρισμένοις συνίστασθαι. τὰς δὲ θέσεις καὶ ὑποθέσεις λέγει Ἀριστοτέλης. | ] |
| kappa | 1405 | [ | Κέρκωπες· δύο ἀδελφοὶ ἦσαν ἐπὶ γῆς, πᾶσαν ἀδικίαν ἐπιδεικνύμενοι, καὶ ἐλέγοντο Κέρκωπες, ἐκ τῆς τῶν ἔργων δεινότητος οὕτως ἐπονομαζόμενοι. ὁ μὲν γὰρ αὐτῶν Πάσσαλος ἐλέγετο, ὁ δὲ Ἄκμων. ἡ δὲ μήτηρ Μεμνονὶς ταῦτα ὁρῶσα ἔλεγε, μὴ περιτυχεῖν Μελαμπύγῳ, τουτέστι τῷ Ἡρακλεῖ. φησὶ δὲ αὐτοὺς ὁ Ξεναγόρας εἰς πιθήκους μεταμορφωθῆναι διὰ τὴν κακοήθειαν, καὶ τὰς Πιθηκούσας ἀπ’ αὐτῶν ὀνομασθῆναι νήσους. τὰ δὲ ὀνόματα αὐτῶν Κάνδουλος καὶ Ἄτλας. οὗτοι οἱ Κέρκωπες Θείας καὶ Ὠκεανοῦ· οὕς φασιν ἀπολιθωθῆναι διὰ τὸ ἐγχειρεῖν ἀπατῆσαι τὸν Δία. ἡ δὲ παροιμία, Κερκωπίζειν· ἣν ὁ Χρύσιππος ἀπὸ τῶν σαινόντων τῇ κέρκῳ ζῴων φησὶ μετενηνέχθαι. | ] |
| kappa | 1711 | [ | Κλεάνθης, ὁ Κάσσιος χρηματίσας, Φανίου, Ἄσσιος, μαθητὴς Κράτητος, εἶτα Ζήνωνος, οὗ καὶ διάδοχος γέγονε· διδάσκαλος δὲ τοῦ φιλοσόφου Χρυσίππου, τοῦ Σολέως, καὶ Ἀντιγόνου τοῦ βασιλέως. οὗτος πρότερον ἦν πύκτης, ἐλθὼν δὲ εἰς Ἀθήνας ἠράσθη φιλοσοφίας καὶ τοσοῦτον γέγονε φιλόπονος, ὡς καὶ δεύτερος Ἡρακλῆς κληθῆναι. μὴ ἔχων γὰρ ὅθεν τραφείη, τὰς μὲν νύκτας ἤντλει ὕδωρ μισθῷ καὶ μεθ’ ἡμέραν τοῖς μαθήμασι καὶ τοῖς βιβλίοις ἐσχόλαζεν· ὅθεν ἐπωνομάσθη καὶ Φρεάντλης. ἔγραψε δὲ πάνυ πολλά. | ] |
| lambda | 140 | [ | Λασταυροκάκκαβον· βρῶμά τι ἐστι παρὰ Χρυσίππῳ εἰρημένον, ἐν τῷ Περὶ καλοῦ καὶ ἡδονῆς· ὡς ἂν τῆς κατασκευῆς αὐτοῦ οὔσης περιεργοτέρας. | ] |
| lambda | 658 | [ | Λόγος· λόγος ἐστὶ φωνὴ σημαντικὴ ἀπὸ διανοίας ἐκπεμπομένη. λόγος δὲ σημαίνει ϛʹ. διαφέρει δὲ λέξις καὶ λόγος· λέξις μὲν γὰρ ἄσημος γίνεται ὡς βλίτυρι, λόγος δὲ οὐδαμῶς. διαφέρει δὲ καὶ τὸ λέγειν τοῦ προφέρεσθαι· προφέρονται μὲν γὰρ αἱ φωναί, λέγεται δὲ τὰ πράγματα, ἃ δὴ καὶ λεκτὰ τυγχάνει. ἀρεταὶ δὲ τοῦ λόγου εʹ· Ἑλληνισμός, σαφήνεια, συντομία, πρέπον, ἀποσκευή. Λόγος καὶ ἡ ὑπόθεσις. Ἀριστοφάνης· Εὐριπίδῃ λόγον παράσχῃς, καὶ τραγῳδία γένῃ. ζήτει λόγους ἀπορρήτους Χρυσίππου ἐν τῷ Χρυσίππος. | ] |
| nu | 214 | [ | Νεοττός· ἡ τοῦ ᾠοῦ λέκιθος, καὶ τὸ πυρρόν. Μένανδρος Ἀνδρίᾳ· καὶ τεττάρων ᾠῶν μετὰ τοῦτο, φιλτάτη, τὸν νεοττόν. Κλέαρχος ἐν τῷ Περὶ οἴνων συγγράμματί φησιν· ὃ διαδίδοται ἀρχὴ ὑπὸ τὸν ὑμένα λευκόν· ἐν τούτῳ γὰρ τὸ σπέρμα καὶ οὐκ ἐν τῷ καλουμένῳ νεοττῷ. διεψεύσθησαν γὰρ οἱ πρῶτοι τοῦτο φήσαντες. καὶ ἔστι τὸ ὠχρὸν περίττωμα τοῦ σπέρματος. ὅτι δὲ τὸ ὠχρὸν νεοττὸν ἔλεγον, μαρτυρεῖ καὶ Χρύσιππος ἐν τῷ Περὶ χρησμῶν. ὄναρ γάρ τινά φασι θεασάμενον ἐκ τῆς κλίνης αὐτοῦ κρέμασθαι ᾠά, προσαναθέσθαι ὀνειροκρίτῃ· τὸν δὲ εἰπεῖν, ὀρύττων θησαυρὸν εὑρήσεις κατὰ τὸν τόπον ἐκεῖνον. εὑρόντα δὲ σταμνίον ἐν ᾧ ἀργύριον ἦν καὶ χρυσίον, ἐνεγκεῖν τι τοῦ ἀργυρίου τῷ μάντει· τὸν δὲ μάντιν εἰπεῖν· τοῦ δὲ νεοττοῦ οὐδέν μοι δίδως; καὶ Δίφιλος κέχρηται τῇ λέξει· ᾠῶν δ’ ἐν αὐτῇ διέτρεχεν νεόττια. | ] |
| pi | 2495 | [ | Περὶ προλήψεως· διαφορά ἐστιν ἀληθείας καὶ συνηθείας· ἡ μὲν γὰρ ἀλήθεια γνησίως ζητουμένη πάντως εὑρίσκεται. τὸ δὲ ἔθος, ὁποῖον ἂν παραληφθείη, εἴτε ἀληθὲς εἴθε ψευδές, ἀκρίτως ὑφ’ ἑαυτοῦ κρατύνεται· καὶ οὔτε ἀληθεῖ ὄντι αὐτῷ ἥδεται ὁ παραλαβὼν οὔτε ψευδεῖ ἄχθεται. οὐ γὰρ κρίσει, ἀλλὰ προλήψει ὁ τοιοῦτος πεπίστευκε, γνώμῃ τῶν πρὸ αὐτοῦ ἐπ’ ἀδήλῳ τύχῃ τὴν ἰδίαν ἐπιδεδωκὼς ἐλπίδα. καὶ οὐκ ἔστι ῥᾳδίως ἀποδύσασθαι τὴν πάτριον περιβολὴν, κἂν πάνυ αὐτῷ δείκνυται λυπρὰ καὶ καταγέλαστος οὖσα. ὁ δὲ Χρύσιππος ἐν τῷ ιβʹ φυσικῷ λόγῳ δύο φησὶν εἶναι κριτήρια, αἴσθησιν, γνῶσιν καὶ πρόληψιν. ἔστι δὲ πρόληψις ἔννοια φυσικὴ τῶν καθόλου. Ἐπίκουρος δὲ ὁ φιλόσοφος πρόληψιν λέγει, οἱονεὶ κατάληψιν ἢ δόξαν ὀρθὴν ἢ ἔννοιαν ἢ καθολικὴν νόησιν ἐναποκειμένην, τουτέστι μνήμην τοῦ πολλάκις ἔξωθεν φανέντος. οἷον τὸ τοιοῦτόν ἐστιν ἄνθρωπος· ἅμα γὰρ τῷ ῥηθῆναι ἄνθρωπος, εὐθὺς κατὰ πρόληψιν καὶ ὁ τύπος αὐτοῦ νοεῖται, προηγουμένων τῶν αἰσθήσεων. παντὶ οὖν ὀνόματι τὸ πρώτως ἐπιτετευγμένον ἐναργές ἐστι· καὶ οὐκ ἂν ἐζητήσαμεν τὸ ζητούμενον, εἰ μὴ πρότερον ἐγνώκειμεν αὐτό. οἷον τὸ πόρρω ἑστώς, βοῦς ἐστιν ἢ ἵππος; δεῖ γὰρ κατὰ πρόληψιν ἐγνωκέναι ποτὲ ἵππου καὶ βοὸς μορφήν. οὐδ’ ἂν οὖν ὠνομάσαμέν τι, μὴ πρότερον αὐτοῦ κατὰ πρόληψιν τὸν τύπον μαθόντες. Ἐναργεῖς οὖν εἰσὶν αἱ προλήψεις· καὶ τὸ δοξαστὸν ἀπὸ προτέρου τινὸς ἐναργοῦς ἤρτηται· ἐφ’ ὃ ἀναφέροντες λέγομεν, οἷον πόθεν ἴσμεν εἰ τοῦτό ἐστιν ἄνθρωπος. τὴν δὲ δόξαν καὶ ὑπόληψιν λέγουσι. | ] |
| tau | 636 | [ | Τιμωροῦντος· βοηθοῦντος, ἐκδικοῦντος. Αἰλιανός· ἐμοὶ δοκεῖν τοῦ Διονύσου τιμωροῦντος παρθένῳ δυστυχεῖ καὶ παθούσῃ τραγῳδίας ἄξια. ἀποθανόντων τῶν ἀγαθῶν ἀνθρώπων ὁ θεὸς τίθεται πρόνοιαν καὶ ὤραν καὶ τιμωρεῖ τοῖς ἀδίκως ἀνῃρημένοις. λέγει γοῦν Χρύσιππος ἐν Μεγάροις καταχθῆναί τινα, χρυσίου ζώνην πεπληρωμένην ἐπαγόμενον. ἀπέκτεινε δὲ ἄρα αὐτὸν πανδοκεὺς ὁ ὑποδεξάμενος ὀψισθέντα, ἐποφθαλμίσας τῷ χρυσίῳ· εἶτα ἔμελλεν ἐκκομίζειν ἐφ’ ἁμάξης ἀγούσης κόπρον, ὑποκρύψας ἐν ταύτῃ τὸν πεφονευμένον. ἡ τοίνυν ψυχὴ τοῦ τεθνεῶτος ἐφίσταται Μεγαρεῖ τινι καὶ λέγει ὅσα τε ἔπαθε καὶ ὑφ’ ὅτου καὶ ὅπως ἐκκομίζεσθαι μέλλοι καὶ κατὰ ποίας πύλας. ὁ δὲ οὐκ ἤκουσε ῥᾳθύμως τὰ λεχθέντα, κνεφαῖος δὲ διαναστὰς καὶ παραφυλάξας τοῦ ζεύγους ἐπελάβετο καὶ ἀνίχνευσε τὸν νεκρόν. καὶ ὁ μὲν ἐτάφη, ὁ δὲ ἐκολάσθη. | ] |
| chi | 132 | [ | Χάρμος· ὅτι Χάρμος ὁ Συρακούσιος εἰς ἕκαστον τῶν ἐν τοῖς δείπνοις παρατιθεμένων στιχίδια καὶ παροιμίας ἔλεγε. Κλέαρχος δὲ ὁ Σολεὺς Δειπνολογίαν καλεῖ τὸ ποίημα, ἄλλοι Ὀψολογίαν, Χρύσιππος Γαστρονομίαν, ἄλλοι Ἡδυπάθειαν. | ] |
| chi | 567 | [ | Χρυσίππειοι μαθηταί· οἱ τοῦ Χρυσίππου. | ] |
| chi | 568 | [ | Χρύσιππος, Ἀπολλωνίδου, Σολεὺς ἢ Ταρσεύς, φιλόσοφος, μαθητὴς Κλεάνθους, καθηγησάμενος τῆς Στωϊκῆς σχολῆς μετὰ Κλεάνθην. καὶ τελευτήσας οʹ καὶ τρίων ἐτῶν, ὑπὸ τοῦ πιεῖν ἄκρατον καὶ ἰλιγγιάσαι· κατὰ δὲ ἄλλους ὑπὸ γέλωτος ἀπείρου· ἐπὶ ρμγʹ ὀλυμπιάδος. συντέταχε δὲ βιβλία πλεῖον ἢ ψʹ φιλόσοφά τε καὶ ἱστορικὰ καὶ γραμματικά. | ] |
| chi | 569 | [ | Χρύσιππος· ὄνομα κύριον. ὅτι Χρύσιππος ὁ φιλόσοφος τοιούτους τινὰς ἠρώτα λόγους· ὁ λέγων τοῖς ἀμυήτοις τὰ μυστήρια ἀσεβεῖ· ὁ δέ γε ἱεροφάντης τοῖς ἀμυήτοις λέγει· ἀσεβεῖ ἄρα ὁ ἱεροφάντης. ὅ ἐστιν ἐν τῇ πόλει, τοῦτο καὶ ἐν τῇ οἰκίᾳ· οὐκ ἔστι δὲ φρέαρ ἐν τῇ πόλει· οὐδ’ ἄρα ἐν τῇ οἰκίᾳ. ἔστι τις κεφαλή· ἐκείνην δὲ οὐκ ἔχεις· ἔστι δέ γε τις κεφαλή, ἣν οὐκ ἔχεις· οὐκ ἄρα ἔχεις κεφαλήν. εἴ τίς ἐστιν ἐν Μεγάροις, οὐκ ἔστιν ἐν Ἀθήναις· ἄνθρωπος δέ ἐστιν ἐν Μεγάροις· οὐκ ἄρα ἐστὶν ἄνθρωπος ἐν Ἀθήναις. εἴ τι λαλεῖς, τοῦτό σου διὰ στόματος διέρχεται· ἅμαξαν δὲ λαλεῖς· ἅμαξά σου ἄρα διὰ τοῦ στόματος διέρχεται. εἴ τι οὐκ ἀπέβαλες, τοῦτο ἔχεις· κέρατα δὲ οὐκ ἀπέβαλες· κέρατα ἄρα ἔχεις. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: