Hypereides) - urn:cts:greekLit:tlg0030Athens (Wikidata)
orator (Wikidata)
politician (Wikidata)
lawyer (Wikidata)
military personnel (Wikidata)
urn:cts:greekLit:tlg0030.suda001
urn:cts:greekLit:tlg0030.suda002 -
Against Demosthenes
urn:cts:greekLit:tlg0030.suda003 -
Against Patroclus
urn:cts:greekLit:tlg0030.suda004
urn:cts:greekLit:tlg0030.suda005
urn:cts:greekLit:tlg0030.suda006 -
Against Demades
urn:cts:greekLit:tlg0030.suda007
urn:cts:greekLit:tlg0030.suda008
urn:cts:greekLit:tlg0030.suda009
urn:cts:greekLit:tlg0030.suda010
urn:cts:greekLit:tlg0030.suda011
| alpha | 303 | [ | Ἀγοράς: Ὑπερίδης ἀντὶ τοῦ συνόδους. λέγει γὰρ ἐν τῷ κατὰ Πολυεύκτου [+]· οὗτοι πολλάκις ἀγορὰς ποιοῦνται. δηλοῖ δὲ καὶ ἄλλα τοὔ νομα. | ] |
| alpha | 304 | [ | Ἀγοράσαι: Ὑπερίδης τὸ ὠνήσασθαι. Ἀγοράσω λέγουσι, τὸ δ’ ἀγορῶ βάρβαρον· παραδειγμάτων δὲ μεστὰ πάντα, εἰλήφθω δ ὅμως Ἀριστοφάνους ἐξ Αἰολοσίκωνος· ἀλλ’ ἄνυσον· οὐ μέλλειν ἐχρῆν, ὡς ἀγοράσω ἁπαξάπανθ’ ὅσα κελεύεις, ὦ γύναι. καὶ Ἀγοράσματα αὐτὰ τὰ ἠγορασμένα. | ] |
| alpha | 901 | [ | Ἀκμάζει: νεάζει. Ἀκμάζεις, τὰ νέων πράττεις. οὕτως Ὑπερίδης καὶ Λυσίας. | ] |
| alpha | 904 | [ | Ἀκμή: ὀξύτης, αὐτὴ ἡ ῥοπὴ τῆς τοῦ πράγματος ἐπιτάσεως, καὶ ἡ δύναμις, καὶ ἡ νεότης. Ἀκμὴ δὲ καιροῦ, ἡ εὐτυχία. οὕτως Ἰσοκράτης· τὸ μὲν τῆς ἀκμῆς τῶν καιρῶν τυγχάνειν. λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ ἔτι. οὕτως Ὑπερίδης. καὶ Σοφοκλῆς· ἀκμὴ γὰρ οὐ μακρῶν ἡμῖν λόγων, μὴ καὶ μάθῃ μ’ ἥκοντα, κἀκχέω τὸ πᾶν σόφισμα. ἀντὶ τοῦ ἔτι. καὶ ἐν Ἐπιγράμμασι· στρούθιον· ἀρρυτίδωτον, ἰσόχνοον ἀρτιγόνοισιν, ἀκμὴν εὐπετάλοις συμφυὲς ἀκρέμοσι. καὶ αὖθις· ὅσσος ἐν ἡρώεσσι πότ’ ἦν χόλος, οὗ μέρος ἀκμὴν ἐχθρὸν ἐν ἀψύχοις σῴζεται ἀκρέμοσιν. ἀντὶ τοῦ ἔτι. | ] |
| alpha | 1282 | [ | Ἀλκίμαχος· στρατηγός ἐστιν οὗτος Ἀναγυράσιος τῶν δήμων. ἕτερος δέ ἐστιν ὁ Μακεδὼν, οὗ μνημονεύει Ὑπερίδης. | ] |
| alpha | 1454 | [ | Ἀλφιτεῖς: οἱ τὰ ἄλφιτα ποιοῦντες. Ὑπερίδης. | ] |
| alpha | 1764 | [ | Ἀμφισβητεῖν καὶ παρακαταβάλλειν: οἱ τὸν κλῆρον ἐπιδικαζόμενοι ἀμφισβητεῖν ἢ παρακαταβάλλειν λέγονται, οἱ μὲν φάσκοντες ἐπίδικον εἶναι τὸν κλῆρον, ὡς ὄντος παιδὸς τῷ τετελευτηκότι ἢ γόνῳ ἢ ποιήσει, οἱ δὲ ὡς ἄπαιδος τελευτήσαντος δικαιότερον λέγοντες ἔχειν αὐτοὺς τὸν κλῆρον τοῦ λαβόντος, ἢ συγγενεῖς ὄντες ἢ κατὰ διαθήκας κληρονόμοι. οὕτως Δημοσθένης καὶ Ὑπερίδης περὶ τοῦ καταβάλλειν διεσάφησαν. | ] |
| alpha | 2091 | [ | Ἀνασυντάξας: ἀντὶ τοῦ ἄνωθεν συντάξας. Ὑπερίδης κατὰ Πολυεύκτου [+]. | ] |
| alpha | 2145 | [ | Ἄνδηρα: τὰ χείλη τῶν ποταμῶν ἄνδηρα λέγουσι, διὰ τὸ εἶναι ἔνικμα καὶ διερά. Ὑπερίδης δὲ τὰ ἀναχώματα λέγει, διὰ τὸ ὑπεράνω εἶναι τῶν διερῶν. | ] |
| alpha | 2303 | [ | Ἀνεπόπτευτον: τὸ μὴ ἐποπτεῦον· οὕτως ’Υπερίδης. τὸ δὲ Ἐποπτεῦσαι δηλοῖ Φιλόχορος λέγων· ἀδικεῖ πάντα τά τε μυστικὰ καὶ τὰ ἐποπτικά. καὶ πάλιν· Δημητρίῳ μὲν οὖν ἴδιόν τι γέγονε παρὰ τοὺς ἄλλους, τὸ μόνον μυηθῆναί τε ἅμα καὶ ἐποπτεῦσαι καὶ τοὺς πατρίους χρόνους τῆς τελετῆς μετακινηθῆναι. | ] |
| alpha | 2340 | [ | Ἄνετον: Ὑπερίδης τὸ ἀνειμένον θεῷ ἱερόν. λέγεται δὲ καὶ ἄνετος βίος, ὁ ἀνειμένος καὶ μαλακός. | ] |
| alpha | 2642 | [ | Ἀντέχει· δοτικῇ. ἀντὶ τοῦ ἐξαρκεῖ. Δείναρχος δὲ ἀντὶ τοῦ σῴζεται· Δημοσθένης καὶ Ὑπερίδης ἀντὶ τοῦ ἀντιλαμβάνεται. καὶ οἱ ἵπποι αὐτοῖς μηδὲ πρὸς τὸ φεύγειν ὑπὸ τοῦ πηλοῦ ἔτι ἀντέχειν. καὶ αὖθις· ἀμελετήτους ὄντας κρύει ἀντέχειν. ἀντὶ τοῦ ὑπομονητικῶς ἔχειν. καὶ αὖθις· ταῖς ἐπιθυμίαις ἀντέχων. καὶ αὖθις· ἡ σύγκλητος ὑπολαβοῦσα τοὺς Αἰτωλοὺς ἀντέχειν ταῖς κατὰ τὸν Ἀντίοχον ἐλπίσιν, ἀπράκτους ἀπέστειλεν εἰς τὴν Ἑλλάδα. καὶ Ἀντεχόμενος· γενικῇ· ἀντιλαμβανόμενος. Ἀντέχομαι δὲ τὸ ἀντιλαμβάνομαι, γενικῇ. | ] |
| alpha | 2703 | [ | Ἀντίπατρος, Ἰολάου, πόλεως δὲ Παλιούρας τῆς Μακεδονίας, στρατηγὸς Φιλίππου, εἶτα Ἀλεξάνδρου, καὶ διάδοχος βασιλείας· μαθητὴς Ἀριστοτέλους. κατέλιπεν ἐπιστολῶν σύγγραμμα ἐν βιβλίοις βʹ, καὶ ἱστορίαν, τὰς Περδίκκου πράξεις Ἰλλυρικάς. καὶ ἐπετρόπευσε μὲν τὸν υἱὸν Ἀλεξάνδρου, τὸν Ἡρακλέα κληθέντα. μόνος δὲ τῶν διαδόχων θεὸν καλέσαι Ἀλέξανδρον οὐχ εἵλετο, ἀσεβὲς τοῦτο κρίνας. ἐβίω δὲ ἔτη οθʹ καὶ κατέλιπεν υἱὸν καὶ διάδοχον Κάσσανδρον, τὸν τὴν μητέρα Ἀλεξάνδρου ἀνελόντα Ὀλυμπιάδα. ὅτι τῶν Ἀθηναίων τὰς Ἀθήνας Ἀντιπάτρῳ τῷ Μακεδόνι παραδόντων, ἐν δέει ὄντες οἱ δημαγωγοὶ πρὸς τὴν ἐπανάστασιν τοὺς Ἀθηναίους ἐπάραντες, μὴ τὴν αἰτίαν ἐπ’ αὐτοὺς ἐνέγκωσιν, ἔφυγον. οἱ δὲ Ἀθηναῖοι θανάτῳ ἐρήμην τούτους κατεδίκασαν, ὧν ἦν Δημοσθένης ὁ ῥήτωρ καὶ Ὑπερίδης καὶ Ἱμεραῖος, τὴν τοῦ θανάτου εἰσήγησιν εἰσενεγκόντος. ἐγεγόνει γὰρ ἐς οὐδὲν μετριώτερος τῇ γνώμῃ· διότι μηδέ ἐστι φύσεως μεταβολὴ κακίᾳ συνελθούσης· ἡττᾶται δὲ αὐτῆς καὶ νόμου ἐπίταξις μὴ παντελῶς κολάζουσα, καὶ ἰσχύς αὐτῇ ἀνανταγώνιστος ἐφ’ ὅπερ ἂν ῥέψῃ· καὶ οὕτε φόβῳ ἀποτρέπεται τὸ θρασύνεσθαι, οὕτε αἰδὼς ἐξείργουσα παραπεῖσαι ἱκανή ἐστιν ἐς τὸ τῷ νόμῳ ὑπήκοον. | ] |
| alpha | 2704 | [ | Ἀντίπατρος· οὗτος ἐπεὶ διεδέξατο τὴν ἀρχὴν τῶν Μακεδόνων, ἐπολιορκήθη μὲν ἐν Λαμίᾳ τῆς Θεσσαλίας ὑφ’ Ἑλλήνων· ἀναχωρησάντων δὲ τῶν Αἰτωλῶν, εἶτα τῶν ἄλλων, ἐσώθη. νικήσας δὲ ἤτει τοὺς ιʹ ῥήτορας, οὓς ἐξέδοσαν Ἀθηναῖοι, Δημοσθένην, Ὑπερίδην, Λυκοῦργον, Πολύευκτον, Ἐφιάλτην, Θρασύβουλον, Χάρητα, Χαρίδημον, Διότιμον, Πατροκλέα, Κάσσανδρον. | ] |
| alpha | 3111 | [ | Ἀπψηφίσατο: τουτέστι κατεδίκασεν. ἡ δὲ βουλὴ τὴν διάγνωσιν ποιουμένη τῶν πεπραγμένων ἀπεψηφίσατο τοῦ ἀνθρώπου, ἐπεὶ αὐτοῦ οὐκ ἐπελθόντος ἀλλ’ ἀμυνομένου τὸ μίασμα γέγονε. καὶ αὖθις· τῶν δὲ στρατηγῶν δύο μὲν ἔφυγον πρὸ κρίσεως, Κόνωνος δὲ ἀπεψηφίσαντο. ἀντὶ τοῦ ἀπεδοκίμασαν. καὶ Ἀπεψηφισμένοι· ἐπὶ τοῖς δήμοις ἀποψηφίσεις ἐγίνοντο τῶν γεγραμμένων μὲν εἰς τὸ ληξιαρχικὸν γραμματεῖον, οὐκ ὄντων δὲ ἀστῶν, ἀλλὰ παρεγγεγραμμένων εἰς τὴν πολιτείαν· καὶ οὗτοι ἐλέγοντο ἀπεψηφισμένοι, ἐπειδὴ ψήφου περὶ αὐτοῖς ἐπαχθείσης οὐκέτι μετεῖχον τῆς πολιτείας. Ὑπερίδης ἐν τῷ πρὸς Ἀριστογείτονα [+]· ὅπως πρῶτον μὲν μυριάδας πλείους ἢ ιε, τοὺς ἐκ τῶν ἔργων τῶν ἀργυρείων καὶ τοὺς κατὰ τὴν ἄλλην χώραν· ἔπειτα τοὺς ὀφείλοντας τῷ δημοσίῳ καὶ τοὺς ἀτίμους καὶ τοὺς ἀπεψηφισμένους καὶ τοὸς ἀποίκους. | ] |
| alpha | 3898 | [ | Ἀρισταῖος: εἰς τῶν Γιγάντων, ὃς περιεσώθη. Ἀριστεὺς δὲ, Ἀριστέως. καὶ Ἀριστίων ὡσαύτως. ἔστι δὲ Σάμιος μὲν ἢ Πλαταιεὺς, ἐκ μειρακυλλίου δὲ ἑταῖρος Δημοσθένους· ἐπέμφθη δὲ ὑπʹ αὐτοῦ πρὸς Ἡφαιστίωνα ἕνεκα διαλλαγῶν. μνημονεύει αὐτοῦ Ὑπερίδης ἐν τῷ κατὰ Δημοσθένους [+]. ὅτι ἐν τῷ ὄρει τῆς Σικελίας, τῷ λεγομένῳ Αἴτνῃ, Ἀρισταῖον μόνον τὸν Γίγαντα περισωθῆναί φασι· καὶ οὕτε πῦρ οὐράνιον ἐπ’ αὐτὸν ῆλθεν, οὕτε Αἴτνη πιέζει αὐτόν. | ] |
| alpha | 3912 | [ | Ἀριστογείτων, Κυδιμάχου ἢ Λυσιμάχου, Ἀθηναῖος, ῥήτωρ, μητρὸς δὲ ἀπελευθερικῆς· ὅστις ἐπεκαλεῖτο κύων διὰ τὴν ἀναίδειαν αὐτοῦ. ἐφονεύθη δὲ ὑπὸ Ἀθηναίων, λόγους ποιήσας, Ἀπολογίαν πρὸς Δημοσθένην [+] τὸν στρατηγὸν, Πρὸς Λυκοῦργον [+], Κατὰ Τιμοθέου, Κατὰ Τιμάρχου, Κατὰ Ὑπερίδου [+], Κατὰ Θρασύλλου, Ὀρφανικόν. ζήτει περὶ τοῦδε τοῦ Ἀριστογείτονος, μήποτέ ἐστιν οὗτος ὁ Ἀρμοδίου ἑταῖρος. | ] |
| alpha | 3913 | [ | Ἀριστογείτων, Σκυδίμου, συκοφάντης. τούτου ὁ πατὴρ ὀφλήσας τῷ δημοσίῳ τελευτῇ ἐν τῷ δεσμωτηρίῳ. καὶ αὐτὸς Ἀριστογείτων μετὰ ταῦτα ὡς κληρονόμος τοῦ ὀφλήματος ἐδέθη. ἡ δὲ μήτηρ ἐπράθη ὑπὸ τοῦ δήμου. ἐν δὲ τῷ δεσμωτηρίῳ κλέψας γραμματεῖον κατεγνώσθη ὑπὸ τῶν δεσμωτῶν, καὶ τὴν ῥῖνα, οὐ τὸ γραμματεῖον κλεψεν, ἔφαγε. καὶ Ζωβίαν ὑποδεξαμένην αὐτὸν φυγόντα, ἀξιοῦσαν εὐ παθεῖν, ὅτε ἴσχυεν, ἐπὶ τὸ τοῦ μετοικίου πωλητήριον ἤγαγε, καὶ τὴν ἀδελφὴν ἐπ’ ἐξαγωγῇ πέπρακεν. Ὑπερίδην δὲ ἐγράψατο παρανόμων ἐπὶ τῷ μετὰ Χαιρώνειαν ψηφίσματι καὶ οὐχ εἷλεν. | ] |
| alpha | 4012 | [ | Ἁρποκρατίων, ὁ Γάϊος χρηματίσας, σοφιστής. ἔγραψε Περὶ τῶν Ἀντιφῶντος [+] σχημάτων, Περὶ τῶν Ὑπερίδου [+] καὶ Λυσίου [+] λόγων, καὶ ἕτερα. | ] |
| alpha | 4031 | [ | Ἀρτεμίσιος: παρὰ Μακεδόσιν ὁ Μάϊος. καὶ Ἀρτεμίσιον ἰδίως μὲν Ὑπερίδης πολλάκις ὠνόμασε τὸ τῆς Ἀρτέμιδος ἄγαλμα. λέγεται δὲ καὶ ἀκρωτήριον τῆς Εὐβοίας, οὗ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος μνημονεύει. | ] |
| alpha | 4434 | [ | Αὐλαία: τὸ τῆς σκηνῆς παραπέτασμα. κέχρηται δὲ αὐτῷ Ὑπερίδης ἐν τῷ κατὰ Πατροκλέους [+]. Πολύβιος· ἀκούων ταῦτα πάντα διὰ τῆς αὐλαίας ἐγέλα ὁ βασιλεύς. καὶ αὖθις· ὁ δὲ λαβὼν ἐκ τῆς παραπεπετασμένης αὐλαίας καλῴδιον ἑαυτὸν ἀπεκρέμασεν. | ] |
| alpha | 4569 | [ | Ἀφαίρεμα: ἀνάθημα, δῶρον, ἢ ξένιον. καὶ Ἀφαίρεσις Ὑπερίδης ἰδίως τὴν εἰς ἐλευθερίαν λέγει. | ] |
| alpha | 4582 | [ | Ἀφέντες τὴν ὑπέραν τὸν πόδα διώκουσιν: ἐπὶ τῶν τὰ ἀναγκαῖα μὲν παραλιμπανόντων, τὰ περιττὰ δὲ προτιμωμένων. παρὰ Ὑπερίδῃ. | ] |
| alpha | 4599 | [ | Ἀφεὶς καὶ Ἀπαλλάξας: τὸ μὲν ἀφείς ἐστιν, ὅταν ἀπολύσῃ τις τῶν ἐγκλημάτων, ὧν ἐνεκάλει αὐτῷ. τὸ δὲ ἀπαλλάξας, ὅταν πείσῃ τὸν ἐγκαλοῦντα ἀποστῆναι καὶ μηκέτι ἐγκαλεῖν. οὕτως Δημοσθένης καὶ Ἰσαῖος. ἔστι δὲ καὶ οὕτως εἰπεῖν, ὡς ἀφίησί τις μόνων ἐκείνων, ὧν ἐγκαλεῖ· ἀπαλλάττει δὲ, ὅταν μηδὲ ἄλλον τινὰ ὑπολίπηται αὑτῷ λόγον πρὸς τὸν ἐγκαλούμενον. ἔστι δὲ καὶ τοῦτο παρὰ τῷ Δημοσθένει. καὶ παροιμία· ἀφεὶς τὴν ὑπέραν τὸν πόδα διώκει. ἡ παροιμία παρὰ Ὑπερίδῃ. ἐπὶ τῶν παρέντων μὲν τὰ σπουδαιότερα, περὶ δὲ τὰ φαῦλα διατριβόντων. ὑπέραι δ’ εἰσὶ ναυτικαὶ σχοῖνοι, αἷς μετάγεται τὸ κέρας. καὶ Ἀφεῖσθαι παίζειν λέγεται ἐπὶ τῶν ἐν ταῖς ἑορταῖς ἀργούντων καὶ πρὸς παιδιὰν ἀφειμένων· μάλιστα δὲ ἐπὶ παίδων ἀφειμένων παίζειν. ζήτει ἐν τῷ ἀντιτυπῆσαι. | ] |
| alpha | 4659 | [ | Ἀφύας: ὀνόματα ἑταιρῶν ἀδελφῶν δύο παρὰ Ὑπερίδῃ. | ] |
| beta | 139 | [ | Βάσανος: λίθος ἐστὶν ἡ τὸ χρυσίον παρατριβόμενον δοκιμάζουσα. οὕτως Ἀντιφῶν καὶ Πίνδαρος καὶ Σοφοκλῆς. Ὑπερίδης δὲ τὰ ἐν ταῖς βασάνοις εἰρημένα ὑπὸ τῶν βασανιζομένων καὶ ἀναγραφομένων βασάνους ὠνόμασε. καὶ παροιμία· Βάσανος λίθος, ἐπὶ τῶν ἐξεταζόντων ἐν λόγοις ἢ ἔργοις· παρόσον ἡ Λυδία λίθος τὸν χρυσὸν δοκιμάζει. ὅτι οἱ ἔξω φασίν· ἡ ἀμφισβήτησις κρίσει ἀναρτάσθω, ἡ δὲ κρίσις τοὺς ἐλέγχους βασανιζέτω, ἡ δὲ βάσανος τὸ δέον ὁριζέτω, ὁ δὲ ὅρος γεγράφθω, τὰ δὲ γεγραμμένα κυρούσθω, τὰ δὲ κυρωθέντα βεβαιούσθω τοῖς ἔργοις, καὶ πᾶσα ἁψιμαχία οἰχέσθω, καὶ πάλιν φιλία χορευέτω. καὶ οὐ δεῖ ἀπερισκέπτως ποιεῖσθαι τὰς κρίσεις. | ] |
| beta | 429 | [ | Βουλεύσεως: ἐγκλήματός ἐστιν ὄνομα, ἐπὶ δυοῖν πραγμάτοιν ταττόμενον. τὸ μὲν γάρ ἐστιν, ὅταν ἐξ ἐπιβουλῆς τίς τινι κατασκευάσῃ θάνατον, ἐάν τε ἀποθάνῃ ὁ ἐπιβουλευθείς ἐάν τε καὶ μή· τὸ δὲ ἕτερον, ὅταν τις ἐγγεγραμμένος ὡς ὀφείλων τῷ δημοσίῳ δικάζηταί τινι ὡς οὐ δικαίως αὐτὸν γεγραφότι. καὶ Ἰσαῖος μὲν ἐπὶ Παλλαδίῳ λέγει εἰσάγεσθαι τῶν δύο τὸ πρῶτον ἔγκλημα· ὡσαύτως καὶ Ἀριστοτέλης, Δείναρχος δὲ ἐν Ἀρείῳ πάγῳ. περὶ δὲ τοῦ ἑτέρου ἐγκλήματος Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος πρώτῳ λέγει. ὁ μέντοι Ὑπερίδης ἰδίως τὸ τῆς βουλεύσεως ὄνομα ἐπὶ ἐνέδρας καὶ ἐπιβουλῆς τῆς εἰς χρήματα λαμβάνει. | ] |
| chi | 238 | [ | Χεῖρα· τὸ χειρόγραφον. Ὑπερίδης. Χεῖρας θεοῦ ὁ Δαβὶδ τὴν τοῦ θεοῦ προμήθειαν φησίν. εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου. λύσις ὀνείρου· χεῖρας καθαίρειν φροντίδων δηλοῖ λύσιν. | ] |
| delta | 558 | [ | Διάθεσις· Ἰσοκράτης ἀντὶ τοῦ πρᾶσις. Ἀντιφῶν δὲ ἀντὶ τοῦ διοίκησις. καὶ διαθέσθαι ἐπὶ τοῦ διοικῆσαι. παραλαμβάνεται δὲ τὸ διαθέσθαι καὶ ἀντὶ τοῦ συνθέσθαι, ὡς Ὑπερίδης καὶ Δημοσθένης. | ] |
| epsilon | 804 | [ | Ἐλευθέριος· ὁ Ζεὺς διὰ τοῦτο ἐκλήθη, διὰ τὸ τοὺς ἐξελευθέρους τὴν στοὰν οἰκοδομῆσαι τὴν πλησίον αὐτοῦ. οὕτως μὲν Ὑπερίδης. ὁ δὲ Δίδυμος οὐ διὰ τοῦτό φησιν, ἀλλὰ διὰ τὸ τῆς Μηδικῆς δουλείας καὶ ἐπικρατείας ἀπαλλαγῆναι τοὺς Ἀθηναίους. τὸν ἐλευθέριον τινὲς εἰς τὸν ἄσωτον μεταλαμβάνουσιν· καὶ ζήτει ἐν τῷ ἐγκράτεια. | ] |
| epsilon | 2455 | [ | Ἐπιμᾶλλον· ἀντὶ τοῦ προθυμότερον. Δέξιππος· τῶν δέ τινων τοῖς Ὑπερίδου λόγοις ἐπιμᾶλλον ἀχθέντων. καὶ ἀντὶ τοῦ περισσοτέρως. ἐνδιδόναι σφᾶς ἐπιμᾶλλον. καὶ αὖθις· ταῦτά τοι ἐπιμᾶλλον ἐξῆψεν αὐτῷ τὸ μῖσος. | ] |
| epsilon | 3468 | [ | Εὐημερήσαντος· Ὑπερίδης. τῷ τε σφῶν αὐτῶν βασιλεῖ ἐγκαλεῖν, οἷς εὐημέρησεν ἐν ταῖς ἡλίου δυσμαῖς, καὶ τὰ ἐγκλήματα ἐπιφέρειν. | ] |
| kappa | 178 | [ | Κακώσεως· δίκης ἐστὶν ὄνομα ταῖς τε ἐπικλήροις κατὰ τῶν γεγαμηκότων καὶ κατὰ τῶν παίδων τοῖς γονεῦσι καὶ κατὰ τῶν ἐπιτρόπων τοῖς ὑπὲρ τῶν ὀρφανῶν. οὕτω Δημοσθένης καὶ Λυσίας καὶ Ὑπερίδης. | ] |
| kappa | 826 | [ | Κατατομή· Ὑπερίδης ἐν τῷ κατὰ Δημοσθένους [+]· καὶ καθήμενος ὑποκάτω ὑπὸ τῇ κατατομῇ. καὶ Φιλόχορος· καὶ ἐπέγραψεν ἐπὶ τὴν κατατομὴν τῆς πέτρας. | ] |
| kappa | 864 | [ | Καταχειροτονίαν· ἔθος ἦν Ἀθήνησι κατὰ τῶν ἀρχόντων καὶ κατὰ τῶν συκοφαντῶν προβολὰς ἐν τῷ δήμῳ γίνεσθαι. εἰ δέ τις καταχειροτονηθείη, οὗτος εἰσήγετο εἰς δικαστήριον. οὕτως Δημοσθένης καὶ Ὑπερίδης καὶ Θεόφραστος. | ] |
| kappa | 1362 | [ | Κεραννύουσι· κιρνῶσιν. Ὑπερίδης. | ] |
| kappa | 2005 | [ | Κομιστικὰ πλοῖα· οὕτως ἐκαλεῖτο, ἐν οἷς ἐκόμιζον οἱ τύραννοι τὰ ληφθέντα λάφυρα, ὡς Ὑπερίδης δηλοῖ. | ] |
| kappa | 2213 | [ | Κωδεία· εἶδος φυτοῦ. ἡ τῆς μήκωνος κεφαλή. Ὑπερίδης καὶ Ἀριστοφάνης. | ] |
| lambda | 618 | [ | Λιτή· τῆς Μακεδονίας· ἧς Ὑπερίδης ἐν τῷ κατὰ Δημάδου [+] μνημονεύει. | ] |
| mu | 928 | [ | Μηλόβιος· εἷς τῶν λʹ τῶν παρὰ Ἀθηναίοις τυραννησάντων· οὗ Ὑπερίδης ἐν τῷ κατ’ Αὐτοκλέους μέμνηται. | ] |
| mu | 1358 | [ | Μοιχίδιον· τὸν ἐκ μοιχοῦ γεγεννημένον. οὐχ ὅτι Ἑκαταῖος, ἀλλὰ καὶ Ὑπερίδης. | ] |
| nu | 56 | [ | Ναύκληρος· Ὑπερίδης οὐ μόνον ὡς ἡ συνήθεια κέχρηται τῷ ὀνόματι, ἀλλὰ καὶ ἐπὶ τοῦ μεμισθωμένου ἐπὶ τῷ τὰ ἐνοίκια ἐκλέγειν ἢ οἰκίας ἢ συνοικίας. | ] |
| nu | 151 | [ | Νεμέας αὐλητρίδος μνημονεύει Ὑπερίδης ἐν τῷ κατὰ Πατροκλέους [+], εἰ γνήσιος. καὶ Νεμέας σέλινα. οἷς ἐστέφοντο οἱ νικηταί. | ] |
| nu | 166 | [ | Νέμειν προστάτην· ἀντὶ τοῦ ἔχειν προστάτην· τῶν γὰρ μετοίκων ἕκαστος μετὰ προστάτου τῶν ἀστῶν τινος τὰ πράγματα αὑτοῦ συνῴκει καὶ τὸ μετοίκιον κατετίθει. καὶ τὸ ἔχειν προστάτην καλεῖται νέμειν προστάτην. Ὑπερίδης· ὥστε κελευστέον τοὺς μαρτυροῦντας τὰ τοιαῦτα καὶ τοὺς παρεχομένους μάτην ἀπατᾶν ὑμᾶς, μὴ τυγχάνωσι δικαιότερα λέγοντες· καὶ νόμον ἡμῖν ἀναγκάζετε παρέχεσθαι, τὸν κελεύοντα μὴ νέμειν προστάτην. | ] |
| nu | 376 | [ | Νικάνωρ· τρεῖς γεγόνασι Νικάνορες, ὁ μὲν υἱὸς Βαλάκρου, ἕτερος δὲ Παρμενίωνος, ἄλλος δὲ Σταγειρίτης τὸ γένος· οὗ καὶ Ὑπερίδης μνημονεύει ἐν τῷ κατὰ Δημοσθένους [+]. | ] |
| nu | 448 | [ | Νοθεία· ἡ λαθραία γέννα, ἡ πορνεία. Νοθεῖα, τὰ τοῖς νόθοις ἐκ τῶν πατρῴων διδόμενα οὕτως καλεῖται· ἦν δὲ μέχρι χιλίων δραχμῶν. οὕτως Λυσίας καὶ Ἰσαῖος καὶ Ἀριστοφάνης καὶ Ὑπερίδης καὶ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. | ] |
| omicron | 9 | [ | Ὀβολοστατεῖ· ἀντὶ τοῦ δανείζει. Λυσίας· οὐδ’ ἂν οἱ πολλοὶ ἐλάττονα τόκον λογίσαιτό τις, ἢ ὅσον οὗτοι ὀβολοστατοῦντες τοὺς ἄλλους πράττονται. ἔλεγον δὲ ὀβολοστάτας τοὺς δανειστάς, ὡς Ὑπερίδης καὶ ἡ κωμῳδία. | ] |
| omicron | 425 | [ | Ὀξυθύμια· Ὑπερίδης ἐν τῷ κατὰ Δημάδου [+] φησί· περὶ οὗ πολλῷ ἂν δικαιότερον ἐν τοῖς ὀξυθύμοις ἡ στήλη σταθείη ἢ ἐν τοῖς ἡμετέροις ἱεροῖς. ἔνιοι μέν, ὧν ἐστι καὶ Ἀρίσταρχος, ὀξυθύμια λέγεσθαί φασι τὰ ξύλα, ἀφ’ ὧν ἀπάγχονταί τινες, ἀπὸ τοῦ ὀξέως τῷ θυμῷ χρῆσθαι, ταῦτα δὲ ἐκκόπτοντες ἐξορίζουσι καὶ καίουσι. Δίδυμος δέ φησιν ὀξυθύμια τὰ καθάρματα λέγεσθαι καὶ ἀπολύματα· ταῦτα γὰρ ἀποφέρεσθαι εἰς τὰς τριόδους, ὅταν τὰς οἰκίας καθαίρωσιν. | ] |
| omicron | 569 | [ | Ὀρθὴν δ’ ἐντυγχάνει· Ὑπερίδης ἀντὶ τοῦ εὐθύς. | ] |
| omicron | 570 | [ | Ὀρθῆς δὲ τῆς πόλεως οὔσης ἐπὶ τούτοις· ἀντὶ τοῦ κεκινημένης καὶ πεφοβημένης. Ὑπερίδης φησίν· ὀρθῆς δ’ ἡμῖν τῆς πατρίδος οὔσης. Αἰσχίνης δὲ ἀντὶ τοῦ ἀπαθοῦς καὶ ἀκεραίου. καὶ Πολύβιος· τούτων δὲ προσαγγελθέντων τοῖς Καρχηδονίοις, ὀρθὴ καὶ περίφοβος ἦν ἡ πόλις διὰ τὴν ἀδηλότητα τῶν προσδοκωμένων. | ] |
| omicron | 687 | [ | Ὅσιον· Ὑπερίδης ἐν τῷ πρὸς Ἀριστογείτονά φησι· καὶ τὰ χρήματα, τά τε ἱερὰ καὶ τὰ ὅσια. καὶ Ἰσοκράτης· τοῖς ἱεροῖς καὶ τοῖς ὁσίοις. τὰ δημόσια ὅσια λέγοντες. καὶ Δημοσθένης δὲ ἐν τῷ κατὰ [+] Τιμοκράτους [+] σαφῶς διδάσκει τοῦτο. Δίδυμος δέ φησι διχῶς λέγεσθαι τὸ ὅσιον, τό τε ἱερὸν καὶ τὸ ἰδιωτικόν. | ] |
| phi | 427 | [ | Φιλοτησία· ἡ φιάλη ἡ διδομένη ἐν τοῖς συμποσίοις. ἐν γὰρ τῷ πότῳ φιλοφρονούμενοι ἀλλήλους ἐπεδίδοσαν οἴνου κύλικα. ἣν φιλοτησίαν ἐκάλουν· ὡς Ὑπερίδης φησί, καὶ Ἄλεξις. καὶ Ὅμηρος· δειδέχατ’ ἀλλήλους. καὶ αὖθις· ἐγχείτω τις τούτῳ φιλοτησίαν. καὶ Φιλοτησίας, τὰς δεξιώσεις διὰ τῆς φιλίας. καὶ Φιλοτησίαν προπίνειν ἐστίν, ἡνίκα τις ἐν ἀρίστῳ ἀπὸ τῆς δοθείσης αὐτῷ φιάλης πιὼν μέρος, τὸ λοιπὸν παράσχῃ φίλῳ, καὶ τὴν φιάλην χαρισάμενος. | ] |
| phi | 584 | [ | Φορβαντεῖον· Ὑπερίδης ἐν τῷ Πατροκλέους. ὅτι τὸ Ἀθήνησι Φορβαντεῖον ὠνομάσθη ἀπὸ Φόρβαντος βασιλεύσαντος Κουρητῶν καὶ ὑπ’ Ἐρεχθέως ἀναιρεθέντος. ἦν δὲ Ποσειδῶνος υἱὸς ὁ Φόρβας. | ] |
| phi | 724 | [ | Φρονηματισθῆναι· οὕτως Ὑπερίδης. ἀντὶ τοῦ φρονήματος καὶ οἰήσεως πληρωθῆναι. οἱ δὲ φρονηματισθέντες ὑπὸ τῶν δεδηλωμένων ἕτοιμοι ἦσαν. | ] |
| pi | 302 | [ | Παράβυστον· οὕτως ἐκαλεῖτό τι τῶν παρ’ Ἀθηναίοις δικαστηρίων, ἐν ᾧ ἐδίκαζον οἱ ιαʹ. ἐκαλεῖτο δέ τις ἐν τοῖς νυμφικοῖς δωματίοις καὶ κλίνη παράβυστος, ἧς μέμνηται καὶ Ὑπερίδης ἐν τῷ κατὰ Πατροκλέους. λέγεσθαι δ’ ἔοικε ταῦτα κατὰ μεταφορὰν ἀπὸ τῶν ἐν τοῖς φορτίοις παραβυσμάτων, τουτέστι παραπληρωμάτων. | ] |
| pi | 320 | [ | Παραγραφή· οὐ μόνον ἐπὶ τοῦ κοινοῦ καὶ γνωρίμου τίθεται παρὰ τοῖς ῥήτορσιν, ἀλλ’ ἰδίως Ἰσοκράτης παραγραφῆς εἶπεν, ἀντὶ τοῦ ἀπὸ τῆς γραφῆς. καὶ ἔστι τὸ λεγόμενον παρ’ αὐτοῦ, ἀφ’ οὗ παρέγραψα· τοῦτο δ’ ἂν εἴη, ἀφ’ οὗ παρεθέμην. ὁ δὲ Ὑπερίδης ἐν τῷ κατὰ Δημοσθένους, οὐδὲ μέχρι παραγραφῆς φησιν· ἀντὶ τοῦ οὐδὲ μέχρι τινὸς ὡρισμένου χρόνου καὶ παραγεγραμμένου, ὅπερ ἐστὶν γεγραμμένου. | ] |
| pi | 585 | [ | Παρεῖαι ὄφεις· ὀνομάζονταί τινες ὄφεις οὕτως, παρὰ τὸ παρειὰς μείζους ἔχειν. ὁ δὲ Ὑπερίδης ἐν τῷ κατὰ Δημάδου [+] φησίν, εἶναι δὲ τοὺς ῥήτορας ὁμοίους τοῖς ὄφεσι· τούς τε γὰρ ὄφεις μισητοὺς μὲν εἶναι πάντας· τῶν δὲ ὄφεων αὐτῶν τοὺς μὲν ἔχεις τοὺς ἀνθρώπους ἀδικεῖν, τοὺς δὲ παρείας αὐτοὺς τοὺς ἔχεις κατεσθίειν. | ] |
| pi | 847 | [ | Παιδάριον· οὐ μόνον ἐπὶ τῶν ἀρρένων κέχρηνται τῷ ὀνόματι οἱ ῥήτορες, ἀλλὰ καὶ ἐπὶ παρθένων. Ὑπερίδης ἐν τῷ πρὸς Τίμανδρον· καταλλαχθέντων γὰρ τούτων δυοῖν ἀδελφοῖν καὶ δυαῖν ἀδελφαῖν ὀρφαναῖν καὶ πρὸς πατρὸς καὶ μητρὸς καὶ παιδαρίων παίδων. | ] |
| pi | 983 | [ | Πεντηκοστὴ καὶ Πεντηκοστεύεσθαι καὶ Πεντηκοστολόγοι· πεντηκοστὴ μὲν τὸ τέλος, ὃ τελοῦσι, πεντηκοστολόγοι δὲ οἱ τοῦτο ἐκλέγοντες, πεντηκοστεύεσθαι δὲ τὸ πράττεσθαι τὴν πεντηκοστήν. ταῦτα δέ ἐστιν εὑρεῖν ἐν τῷ κατὰ Μειδίου καὶ ἐν τῷ πρὸς τὴν Λακρίτου παραγραφὴν Δημοσθένους, καὶ Ὑπερίδους ἐν τῷ περὶ τῶν Εὐβούλου δωρεῶν. | ] |
| pi | 1849 | [ | Ποδοστράβη· ποδοστράβας ἔλεγον μηχανήματά τινα ὑπὸ τῶν κυνηγετῶν κατασκευαζόμενα, εἰς ἃ τὰ θηρία ἐμβαίνοντα ἡλίσκετο. οὕτως Ὑπερίδης καὶ Ξενοφῶν. | ] |
| pi | 2154 | [ | Πωλάς· ἀντὶ τοῦ πρᾶσις. Ὑπερίδης. ἔστι τὸ ὄνομα καὶ ἐν τοῖς Σώφρονος Ἀνδρείοις. | ] |
| pi | 2161 | [ | Πωλητήριον· τὸ πρατήριον. οὕτως Ὑπερίδης. | ] |
| rho | 217 | [ | Ῥόθιον· τὸ μετὰ ψόφου κῦμα· ἢ ῥεῦμα. παρὰ τὸ ταχέως ῥεῖν. σημαίνει καὶ τὴν εἰρεσίαν. καὶ ῥοθιάζειν, τὸ ἐρέσσειν εὐτόνως. οἱ δὲ ἐς τὴν θάλασσαν ἐμπίπτοντες τοῦ ῥοθίου ἐνεφοροῦντο. καὶ αὖθις· αἴρεσθ’ αὐτῷ πολὺ τὸ ῥόθιον. Ὑπερίδης τῷ ῥοθίῳ ἐπ’ εἰρεσίας κέχρηται συντονωτάτης. φησὶν οὖν· τὸ μὲν οὖν τῶν ἐλαυνόντων πλῆθος, καὶ τὸν τοῦ ῥοθίου ψόφον, καὶ τὸ μέγεθος τοῦ σκάφους ἐκπεπληγμένοι δεινῶς ἦσαν. κτύπος τε ῥοθίου καὶ χρεμετισμὸς ἵππων ἀλλήλοις ἀντεπατάγει· φησὶν Ἀρριανός· καὶ αὖθις ὁ αὐτός· στοῖχον ἕνα ὁπλιτῶν προβεβλημένων τὰς ἀσπίδας, πολλῷ τῷ ῥοθίῳ καὶ ἅμα ξυγκελευομένῳ παντοίῳ ἐν χρῷ τοῦ ἀεὶ ἐμπεποιημένου ζεύγματος παραπλέουσαι. καὶ αὖθις· τῆς εἰρεσίας τὸ ῥόθιον. | ] |
| sigma | 563 | [ | Σκεῦος· χωρητικόν τινος εἴδους ἀγγεῖον. Πολύβιος· ἦν δὲ ὁ Δαμοκλῆς σκεῦος εὐφυές, πολλὰς ἔχων ἀφορμὰς εἰς πραγμάτων οἰκονομίαν. καὶ Σκευοποιοῦντα τὸ πρᾶγμα· Ὑπερίδης ἐν τῷ κατὰ Ἀντιθέτου. ἀντὶ τοῦ σκευωρούμενον καὶ κατασκευάζοντα καὶ πλαττόμενον. | ] |
| sigma | 1386 | [ | Συμμορία· Δημοσθένης κατὰ Ἀφόβου. οὐχ ἅπαν τὸ πλῆθος, ὥσπερ παρ’ ἡμῖν, διῄρητο εἰς τὰς συμμορίας Ἀθήνησιν, ἀλλὰ μόνοι οἱ πλούσιοι καὶ εἰσφέρειν τῇ πόλει δυνάμενοι. ὁ γοῦν Δημοσθένης ἐν τῷ περὶ τῶν συμμοριῶν φησὶ περὶ τῶν ͵αʹ καὶ σʹ ἀνδρῶν τῶν πλουσιωτάτων· ἐκ τοίνυν τούτων οἶμαι δεῖν ποιῆσαι συμμορίας κʹ ναῦς εἰσιν ξʹ σώματα ἑκάστην ἔχουσαν. Ὑπερίδης δὲ ἐν τῷ πρὸς Πολύευκτόν [+] φησιν· εἰσὶ γὰρ ἐν τῇ συμμορίᾳ ἑκάστῃ ιεʹ ἄνδρες. οὐ δεῖ δὲ θαυμάζειν, πῶς ὁ μὲν Δημοσθένης φησὶν ξʹ ἄνδρας ἔχειν τὴν συμμορίαν, ὁ δὲ Ὑπερίδης ιεʹ· ἐν γὰρ τῷ κατὰ Πασικλέους λέγει τὴν αἰτίαν, γράφων ταυτί· ἕως μὲν οἱ πλουσιώτατοι παρακρουόμενοι τὴν πόλιν σὺν εʹ καὶ ϛʹ τριηραρχοῦντες μέτρια ἀνήλισκον, ἡσυχίαν ἦγον οὗτοι· ἐπειδὴ δὲ ταῦτα κατεῖδε Δημοσθένης, νόμους ἔθηκε τοὺς τʹ τριηραρχεῖν, καὶ βαρεῖαι γεγόνασιν αἱ τριηραρχίαι. ὅτι δὲ καὶ οἱ δημοποίητοι ἐνεγράφοντο εἰς τὰς συμμορίας, δεδήλωκεν Ὑπερίδης ἐν τῷ κατὰ Πολυεύκτου [+]. συμμορῖται δ’ εἰσὶν οἱ τῆς αὐτῆς αὑτοῖς μετέχοντες συμμορίας. διῃρέθησαν δὲ πρῶτον Ἀθηναῖοι κατὰ συμμορίας ἐπὶ Ναυσινίκου ἄρχοντος, ὡς Φιλόχορος. | ] |
| sigma | 1625 | [ | Σύνταξις· ἀντὶ τοῦ συντεταγμένη οἴκησις. Δημοσθένης Φιλιππικοῖς· καὶ μίαν σύνταξιν εἶναι τὴν αὐτὴν τοῦ τε λαμβάνειν καὶ τοῦ ποιεῖν τὰ δέοντα. ἔλεγε δὲ ἑκάστους φόρους συντάξεις, ἐπειδὴ χαλεπῶς ἔφερον οἱ Ἕλληνες τὸ τῶν φόρων ὄνομα, Καλλιστράτου οὕτως καλέσαντος. καὶ Ὑπερίδης δέ φησι· σύνταξιν ἐν τῷ παρόντι οὐδενὶ διδόντες, ἡμεῖς δέ ποτε ἠξιώσαμεν λαβεῖν. | ] |
| tau | 938 | [ | Τριακάς· τοῖς τετελευτηκόσιν ἤγετο ἡ τριακοστὴ ἡμέρα διὰ θανάτου καὶ ἐλέγετο τριακάς. Ὑπερίδης δηλοῖ, ἑνικῶς τε καὶ πληθυντικῶς τριακάδα καὶ τριακάδας τὴν ἡμέραν καλῶν. | ] |
| theta | 47 | [ | Θαρραλέον· θάρσος. Θρασὺς θαρραλέου διαφέρει· ὅτι ὁ μὲν θρασὺς διαβολὴν ἔχει κακὸς ὤν, ὁ δὲ θαρραλέος ὡς ἀγαθὸς ἐπαινεῖται. Ὑπερίδης φησὶν ἐν τῷ Κυθνιακῷ· οἱ μὲν θρασεῖς ἄνευ λογισμοῦ πάντα πράττουσιν, οἱ δὲ θαρραλέοι μετὰ λογισμοῦ τοὺς προσπεσόντας κινδύνους ἀνέκπληκτοι ὑπομένουσιν. | ] |
| theta | 264 | [ | Θέσθαι· ἀντὶ μὲν τοῦ ὑποθήκην λαβεῖν Ὑπερίδης, ἀντὶ δὲ τοῦ προέσθαι καὶ κυρῶσαι μόνον Δημοσθένης ἐν τῷ περὶ τῶν ἀτελειῶν. ἐν μέντοι τῷ κατὰ Στεφάνου φησίν· ἑαυτῷ νόμους ἰδίως θέμενον. ἀντὶ τοῦ θέντα. | ] |
| theta | 503 | [ | Θριπηδέστατον· ἀντὶ τοῦ βεβρωμένον καὶ διεφθαρμένον. ἢ ξύλα ἀπὸ θριπῶν βεβρωμένα, οἷς ἐσφράγιζον. θρίπες δὲ εἶδος σκωλήκων. θρὶψ γὰρ ζῷόν ἐστι κατεσθίον ξύλα καὶ κέρατα. μέμνηται Ὑπερίδης ἐν τῷ κατὰ Δημάδου [+]. | ] |
| theta | 504 | [ | Θριπήδεστον Ὑπερίδης τὴν Ἑλλάδα εἶπεν· ἀντὶ τοῦ διεφθαρμένην. ἀπὸ τῶν ὑπὸ θριπῶν κατεδηδεσμένων ξύλων. | ] |
| upsilon | 294 | [ | Ὑπερίδης, υἱὸς Γλαυκίππου τοῦ ῥήτορος, οἱ δὲ Πυθοκλέους, Ἀθηναῖος, ῥήτωρ, τῶν πρώτων κεκριμένων δέκα εἷς· μαθητεύσας ἅμα Λυκούργῳ[ καὶ] Πλάτωνι τῷ φιλοσόφῳ[ καὶ] Ἰσοκράτει τῷ ῥήτορι. καὶ ἀπέβη μὲν δεξιὸς ῥήτωρ, γυναικῶν δὲ ἡττήθη· ἀνῃρέθη δὲ καὶ αὐτὸς ὑπὸ Ἀντιπάτρου τοῦ βασιλέως, ἐξαγαγόντος αὐτὸν τοῦ ἐν Ἑρμιόνῃ ναοῦ τῆς Δήμητρος, δι’ Ἀρχίου τοῦ ἐπικληθέντος Φυγαδοθήρα, καὶ ἀποτμηθεὶς τὴν γλῶτταν ἀπέθανεν. ὁ δὲ υἱὸς αὐτοῦ Γλαύκιππος τὰ ὀστᾶ λαβὼν εἰς τὸ πατρῷον ἔθαψε μνῆμα. εἰσὶ δὲ οἱ πάντες λόγοι αὐτοῦ νϛʹ. | ] |
| upsilon | 295 | [ | Ὑπερίδης, δημαγωγὸς ἄριστος· ὃς καὶ φίλος ὢν Δημοσθένει ἐγράψατο αὐτὸν ἐπὶ τοῖς Ἁρπαλείοις χρήμασιν. ἔσχε δὲ καὶ παῖδα Γλαύκιππον. | ] |
| upsilon | 339 | [ | Ὑπερόριον· τὸ σῶμα τοῦ Ὑπερίδου ἔρριψαν Ἀθηναῖοι ὑπερόριον. τουτέστι μακρὰν ἀπὸ τῆς πόλεως. καὶ αὖθις· καὶ ἀναπείθει τοὺς Ἀθηναίους ὑπερόριον τὸ σῶμα τοῦ ῥήτορος Ὑπερίδου ῥῖψαι. ἀντὶ τοῦ ἔξω τῶν ὅρων. | ] |
| upsilon | 593 | [ | Ὑποστήσας· ἀντὶ τοῦ ὑποβαλλόμενος. Ὑπερίδης. | ] |
| zeta | 185 | [ | Ζυγομαχεῖ· στασιάζει, ὡς οἱ βόες ἐζευγμένοι. μετῆκται ἡ λέξις ἀπὸ τῆς τῶν βοῶν πρὸς ἀλλήλους μάχης. ἐκεῖνοι γὰρ πολλάκις ὅταν ἕλκωσι κάμνοντες, ἐπερείδουσι τὸ βάρος πρὸς ἀλλήλους. κέχρηται Ὑπερίδης. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: