Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Antiphon Sophista (Antiphon) - urn:cts:greekLit:tlg1147

Place of birth (Wikidata Statement)

Athens (Wikidata)

Place of death (Wikidata Statement)

Athens (Wikidata)

Occupations (Wikidata Statement)

writer (Wikidata)

philosopher (Wikidata)

mathematician (Wikidata)

Works

urn:cts:greekLit:tlg1147.suda001
urn:cts:greekLit:tlg1147.suda002
urn:cts:greekLit:tlg1147.suda003
urn:cts:greekLit:tlg1147.suda004

alpha 47[ Ἄβιος· Ἀντιφῶν τὸν ἄβιον ἐπὶ τοῦ πολὺν τὸν βίον τάττει κεκτημένου. ὥσπερ καὶ Ὅμηρος τὸ ἄξυλον ἀντὶ τοῦ πολύξυλον. ]
alpha 381[ Ἄγοι: πολλὰ σημαίνει. Ἰσαῖος δὲ ἀντὶ τοῦ φέρειν καὶ ἐνάγειν καὶ ἕλκειν ἔλαβεν· ἔβλαψε γάρ με, φησί, Ξενοκλῆς ἀφελόμενος Εὐμάθην εἰς ἐλευθερίαν, ἄγοντος ἐμοῦ εἰς δουλείαν. Ἀντιφῶν δὲ τὸ ἄγοι ἀντὶ τοῦ ἡγεῖτο παρείληφε· φησὶ γὰρ ἐν τῷ περὶ ἀληθείας· τοὺς νόμους μεγάλους ἄγοι. ]
alpha 435[ Ἀδέητος: ὁ μηδενὸς δεόμενος καὶ πάντα ἔχων. Ἀντιφῶν ἐν αʹ Ἀληθείας· διὰ τοῦτο οὐδενὸς δεῖται, οὔτε προσδέχεται οὐδενός τι, ἀλλ’ ἄπειρος καὶ ἀδέητος. ]
alpha 477[ Ἀδιάστατον: τὸ μήπω διεστηκὸς μηδὲ διακεκριμένον. Ἀντιφῶν εἶπεν. ]
alpha 800[ Ἄκαρ: ἀντὶ τοῦ μικρὸν ἢ οὐδέν. οὕτως Ἀντιφῶν. ]
alpha 993[ Ἀκροᾶσθαι· γενικῇ. ἀντὶ τοῦ ὑπακούειν. οὕτως Ἀντιφῶν. ]
alpha 1872[ Ἀναθέσθαι· Ἀντιφῶν ἐν τῷ περὶ προνοίας φησίν· ἀναθέσθαι ὥσπερ πεττὸν τὸν βίον οὐκ ἔστιν. ἀντὶ τοῦ ἄνωθεν βιῶναι μεταννοήσαντας ἐν τῷ προτέρῳ βίῳ. ]
alpha 2164[ Ἀνδρεία: ἡ τῶν ἀνδρῶν ἡλικία. Ἀντιφῶν ἐν τῷ Περὶ ὁμονοίας. καλεῖται δὲ πρός τινων ἀνδρεία καὶ τὸ αἰδοῖον. διαφέρει δὲ ἀνδρία καὶ δικαιοσύνη, ὁμογενεῖς οὖσαι ὑπὸ τὸ αὐτὸ γένος τὴν ἀρετήν. καὶ ζήτει ἐν τῷ δικαιοσύνη. ]
alpha 2405[ Ἀνήκει: Ἀντιφῶν ἀντὶ τοῦ καθήκει, Ἀμειψίας δὲ ἀνῆκα ἀντὶ τοῦ ἀναβέβηκα ἔφη, Θουκυδίδης δὲ ἀνήκουσιν ἀντὶ τοῦ τελευτῶσι, λήγουσι. καὶ Δημοσθένης ἀνήκοντος ἀντὶ τοῦ διαφέροντος. καὶ Ἀνήκοντες, ἀνελθόντες. τῆς μὲν ἐν τῷ λέγειν δυνάμεως οὐκ ἐπὶ τοσοῦτον ἀνήκοντες, ὥστε μέγα τι καὶ λαμπρὸν ἀπ’ αὐτοῦ δυνηθῆναι εἰς ὄχλων προαγωγήν, τῷ γε μὴν κατεσκληκότι τοῦ βίου καὶ τῇ εἰς μετριότητα πλάσει τῶν ἠθῶν μέγα δυνηθέντες οὐκ ἐλάχιστα καὶ οὗτοι πλήθη περιεβάλλοντο. Ἀνῆκον δὲ τὸ πρέπον. ]
alpha 2843[ Ἄοπτα: Ἀντιφῶν. ἀντὶ τοῦ ἀόρατα καὶ οὐκ ὀφθέντα δόξαντα δὲ ὁρᾶσθαι. ]
alpha 2873[ Ἀπαθῆ: ἄλυπον. ὁ δὲ Ἀντιφῶν ἀπαθῆ πληθυντικῶς, τὰ μὴ ὡς ἀληθῶς γεγονότα πάθη. καὶ Ἀπαθής. ἀπαθῆ φασιν εἶναι τὸν σοφὸν διὰ τὸ ἀνέμπτωτον εἶναι. εἶναι δὲ καὶ ἄλλον ἀπαθῆ, τὸν φαῦλον, ἐν ἴσῳ λεγόμενον τῷ σκληρῷ καὶ ἀτέγκτῳ. καὶ Ἀπαθής, ὁ μὴ πείραν κακῶν εἰληφώς. οἱ δὲ κακῶν παντάπασιν ἀπαθεῖς ἔμειναν. καὶ Ἀπαθές. τὸ ὑγιαίνειν ἐν τῷ τεθνάναι μᾶλλον ἢ ἐν τῷ ζῆν. ]
alpha 4441[ Αὐλίζεται: κοιμᾶται, φυλάττει, παρεμβάλλει. καὶ Αὐλιζόμενοι, Ἀντιφῶν ἀντὶ τοῦ κοιμώμενοι. ]
alpha 4675[ Ἀχαριστεῖν: ἀντὶ τοῦ μὴ χαρίζεσθαι. οὕτως Ἀντιφῶν. καὶ Ἀχαριστῆσαι, τὸ μὴ χαρίσασθαι μηδ’ ὑπουργῆσαι. ]
gamma 468[ Γρυπάνιον: γρυπαίνειν τὸ γρυποῦσθαι λέγουσιν. οἶον ἐπὶ τῶν ἁπαλῶν ξυλυφίων, ὅταν κάμψαντες ἀφῶμεν αὐτά. Ἀντιφῶν δέ φησιν ἐν Ἀληθείας δευτέρῳ· καίων γὰρ ἦν τὴν γῆν καὶ συντήκων γρυπάνιον ποιεῖ. καὶ Μελάνθιος· σεισμὸς, φησὶ, γέγονε, καὶ ἔγρυπεν ἡ γῆ. ]
delta 170[ Δεήσεις· ἀντὶ τοῦ ἐνδείας. Ἀντιφῶν Ἀληθείας πρώτῳ. ]
delta 557[ Διάθεσις καὶ Διατίθεσθαι· ἑκάτερον αὐτῶν κεῖται ἐπὶ τοῦ διαθήκας γράφειν. Ἰσαῖος ἐν τῷ πρὸς Ἀριστογείτονα· μετὰ ταύτην τοίνυν τὴν ἀπόκρισιν ἑτέραν διαθήκην ἐκόμισαν, ἣν ἔφασαν Ἀρχέπολιν ἐν Λήμνῳ διαθέσθαι. καὶ Λυσίας ἐν τῷ πρὸς Τιμωνίδην· πῶς δ’ ἂν τῆς διαθέσεως τοῦ τετελευτηκότος ἀμελήσαιμεν, ἣν ἐκεῖνος διέθετο οὐ παρανοῶν οὐδὲ γυναικὶ πεισθείς. ἐχρήσαντο δὲ καὶ ἐπὶ τοῦ πωλεῖν ἑκατέρῳ αὐτῶν. παρ’ Ἰσοκράτει δὲ ἐπὶ τοῦ πάσχειν κεῖται τὸ διατίθεσθαι, ὥς φησιν ἐν Ἑλένης Ἐγκωμίῳ· γνοίη δ’ ἄν τις κἀκεῖθεν, ὅσον διαφέρει τῶν ὄντων, ἐξ ὧν αὐτοὶ διατιθέμεθα πρὸς ἕκαστον τῶν καλῶν. Ἀντιφῶν δὲ τῇ διαθέσει ἐχρήσατο ἐπὶ γνώμης ἢ διανοίας. ὁ αὐτὸς καὶ ἐπὶ τοῦ διαθεῖναι λόγον, τουτέστιν ἐπὶ τοῦ ἐξαγγεῖλαί τι. ἐν τῷ βʹ τῆς Ἀληθείας ὁ αὐτὸς κέχρηται αὐτῷ καὶ ἐπὶ τῆς διακοσμήσεως. ]
delta 558[ Διάθεσις· Ἰσοκράτης ἀντὶ τοῦ πρᾶσις. Ἀντιφῶν δὲ ἀντὶ τοῦ διοίκησις. καὶ διαθέσθαι ἐπὶ τοῦ διοικῆσαι. παραλαμβάνεται δὲ τὸ διαθέσθαι καὶ ἀντὶ τοῦ συνθέσθαι, ὡς Ὑπερίδης καὶ Δημοσθένης. ]
delta 766[ Διάστασις· Ἀντιφῶν ἀντὶ τοῦ διακόσμησις. ]
delta 1593[ Δυσάνισος· Ἀντιφῶν. ὁ ἐπὶ παντὶ ἀνιώμενος, κἂν μικρὸν καὶ εὐκαταφρόνητον ᾖ. ]
alphaiota 103[ Αἰεὶ ἐστώ· Ἀντιφῶν τὴν ἀϊδιότητα καὶ τὸ ἐπὶ τῶν αὐτῶν ἀεὶ ἑστάναι. ὥσπερ καὶ εὐεστὼ ἡ εὐδαιμονία καλεῖται. ἡ λέξις Διογενειανοῦ ἐν Ἀληθείας δευτέρῳ τοῦ Ἀντιφῶντος. ]
epsilon 946[ Ἔμβιον· Ἀντιφῶν τὸ ζῶν καὶ μὴ ξηρανθέν, μηδὲ ἐναποθανόν. ἔμβιόν τι ψυχῆς πάθος ἐνέσταξέ μοι κομίσασα. ]
epsilon 1941[ Ἐπαλλάξεις· ἀντὶ τοῦ συναλλαγάς, ἢ μίξεις. Ἀντιφῶν. ]
epsilon 3758[ Εὐσύμβουλος· ἀντὶ τοῦ ῥᾳδίως καὶ εὖ συμβάλων· τουτέστιν ἀγαθὸς συμβάλλειν. Ἀντιφῶν ἐν τῷ Πολιτικῷ. ]
eta 341[ Ἡμιολιασμός· Ἀντιφῶν ἀντὶ τοῦ τὰ ἡμιόλια δοῦναι. ]
iota 360[ Ἵνα· ὅπου. Ἀντιφῶν ἐν τῷ περὶ τῆς ὁμονοίας· ὀκνεῖν, ἵνα οὐδὲν ἔργον ὀκνεῖν. καὶ Ἀρριανὸς ἀντὶ τοῦ ὅπου· ἵνα ἐπιμαχώτατον τοῦ τείχους ἐφαίνετο, ἐστρατοπεδεύσατο. Ἶνα δὲ τὴν δύναμιν, αἰτιατική, καὶ ψιλοῦται καὶ περισπᾶται· ἀπὸ τῆς ἴς εὐθείας. ]
theta 91[ Θεαιδέστατον· θεοῦ ἰδέαν ἔχον. εἶπε δὲ Ἀντιφῶν ἐν τῷ Περὶ ὁμονοίας οὕτως· ἄνθρωπος, ὅς φησι μὲν πάντων θηρίων θεαιδέστατος γενέσθαι. ]
theta 434[ Θωπεία· κολακεία. ἡ περισσὴ πρός τινας κολακεία, καὶ τὸ μὴ ἐλευθέρως προσφέρεσθαι τῇ κολακείᾳ τοῖς ὑπερέχουσιν. Ἀντιφῶν ἐν τῷ Περὶ ὁμονοίας· πολλοὶ δ' ἔχοντες φίλους οὐ γινώσκουσιν, ἀλλ' ἑταίρους ποιοῦνται θῶπας πλούτου καὶ τύχης κόλακας. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License