Demosthenes) - urn:cts:greekLit:tlg0014.suda006 (
Against Aristocrates)| alpha | 2184 | [ | Ἀνδροληψία ψία καὶ Ἀνδρολήψιον: ἐὰν ἔξω τῆς Ἀττικῆς ἀνὴρ Ἀθηναῖος ἐτελεύτησε, καὶ μὴ ἐξεδίδοσαν οἱ ἐν ἐκείνη τῇ πόλει, ἐν ᾗ τὸ ἔργον ἐπράχθη, τὸν δοκοῦντα ἐν τῇ αἰτίᾳ εἶναι, ἐφεῖτο ἐκ τοῦ νόμου τρεῖς τῶν ἐκείνῳ ὑπόντων ἄγειν εἰς Ἀθήνας δίκην ὑφέξοντας τοῦ φόνου· καὶ τοῦτο ἀνδρολήψιον ἐκαλεῖτο. Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους· πρὸς δὲ τούτοις ὁ νόμος, ἐὰν μήτε δίκας ὑπόσχωσι, παῤ οἷς ἂν τὸ πάθος γένηται, μήτε τοὺς δεδρακότας ἐκδιδῶσι, κελεύει κατὰ τούτων εἶναι μέχρι τριῶν τὸ ἀνδρολήψιον. Ἀνδροληψία οὖν τὸ ἁρπάζειν ἄνδρας ἔκ τινος πόλεως· ἠνεχύραζον γὰρ τὴν ἔχουσαν πόλιν τὸν ἀνδροφόνον καὶ μὴ προϊεμένην αὐτὸν εἰς τιμωρίαν. καὶ τοῦτο ἐκαλεῖτο ἀνδροληψία. | ] |
| alpha | 2833 | [ | Ἄξονες: οὕτως ἐκάλεσαν Ἀθηναῖοι τοὺς Σόλωνος νόμους, διὰ τὸ ἐγγραφῆναι αὐτοὺς ἐν ξυλίνοις ἄξοσιν. ἦσαν δὲ τετράγωνοι τὸ σχῆμα. μεμνηται τῆς λέξεως Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. Ἄξονες δὲ καὶ κύρβεις διαφέρει. Ἄξονα δὲ λέγει Ὅμηρος τὸν τῆς ἁμάξης. | ] |
| alpha | 3633 | [ | Ἀποφεύγειν· αἰτιατικῇ. καὶ Ἀποφυγγάνειν· ἐν τῷ κατὰ Ἀριστοκράτους Δημοσθένης. | ] |
| alphaiota | 78 | [ | Αἰδέσασθαι· ἀντὶ τοῦ μεταπεισθῆναι. οὕτως Λυσίας καὶ Δημοσθένης. ἐν δὲ τῷ κατὰ Ἀριστοκράτους ἀντὶ τοῦ ἐξιλάσεται καὶ πείσειν. | ] |
| epsilon | 327 | [ | Ἔθνος· τὸ πλῆθος. ἤγοντο μοιχοί, πόρνοι, τοιχωρύχοι, βαλαντιοτόμοι καὶ τὰ τοιαῦτα ἔθνη. Ἔθνος οὐ μόνον τὸ μέγα καὶ πολυάνθρωπον γένος, ἀλλὰ καὶ ἰδίως μέρος τι τῆς πόλεως. οὕτως Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους καὶ ἐν τῷ θʹ τῶν Φιλιππικῶν [+]. ἐθνοπάγκτου ὁ Ἰώσηπος λέγει ἐν τῇ ἱστορίᾳ τῶν Μακκαβαίων. | ] |
| epsilon | 3948 | [ | Ἐφορεία· ἡ ἐπὶ τῶν ὅρων γιγνομένη προαγόρευσις· ὡς Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. | ] |
| eta | 121 | [ | Ἢ ἐν ὁδῷ καθελών· ἀντὶ τοῦ ἐνεχθέντα ἑλών. τουτέστιν ἔν τινι ἐνέδρᾳ καταβαλών. Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. | ] |
| theta | 268 | [ | Θεσμός· ἐκαλεῖτο μὲν πάλαι καὶ εἷς ἕκαστος τῶν νόμων θεσμός, καὶ τὸ ὅλον δὲ τῆς πολιτείας σύνταγμα Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους εἶπε. | ] |
| nu | 448 | [ | Νοθεία· ἡ λαθραία γέννα, ἡ πορνεία. Νοθεῖα, τὰ τοῖς νόθοις ἐκ τῶν πατρῴων διδόμενα οὕτως καλεῖται· ἦν δὲ μέχρι χιλίων δραχμῶν. οὕτως Λυσίας καὶ Ἰσαῖος καὶ Ἀριστοφάνης καὶ Ὑπερίδης καὶ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. | ] |
| omicron | 47 | [ | Ὁδός· Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους· ἢ ἐν ὁδῷ καθελών. ἀντὶ τοῦ ἐν λόχῳ καὶ ἐνέδρᾳ. τοιοῦτον δὲ καὶ τὸ Ὁμηρικόν· ἢ ὁδὸν ἐλθέμεναι. εἰ δὲ ψιλωθείη ἡ προτέρα συλλαβή, σημαίνει τὸν βαθμόν. | ] |
| omicron | 104 | [ | Ὁ κάτωθεν νόμος· Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους ἢ τὴν Ἡλιαίαν λέγει διὰ τὸ τῶν δικαστηρίων τὰ μὲν ἄνω, τὰ δὲ κάτω ὀνομάζεσθαι, ἢ διὰ τὸ σχῆμα τῆς ἐν τοῖς ἄξοσι γραφῆς βουστροφηδὸν γεγραμμένης, ἢ ἀπὸ τῶν εὐωνύμων ἀρχόμενον νόμον κάτωθεν ὀνομάζει ὁ Δημοσθένης· ὅτι γάρ, φησί, βουστροφηδὸν ἦσαν οἱ ἄξονες καὶ οἱ κύρβεις γεγραμμένοι, δεδήλωκεν Εὐφορίων ἐν τῷ Ἀπολλοδώρῳ· ἢ ἐπεί, φησί, τοὺς ἄξονας καὶ τοὺς κύρβεις ἄνωθεν ἐκ τῆς ἀκροπόλεως εἰς τὸ βουλευτήριον καὶ τὴν ἀγορὰν μετέστησεν Ἐφιάλτης, ὥς φησιν Ἀναξιμένης ἐν Φιλιππικῷ [+]. ὅτι διαμαρτάνει Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας λέγων, Πλαταιέας γεγράφθαι ἐν τῇ Ποικίλῃ στοᾷ· οὐδεὶς γὰρ τοῦτο εἴρηκεν. ὅτι ἑξακισχίλια ἦν τάλαντα τὸ τίμημα τῆς Ἀττικῆς. Δημοσθένης δὲ ἐν τῷ Περὶ τῶν συμμοριῶν φησιν οὕτως· ἡμῖν δὲ τῆς χώρας τίμημα ὑπάρχειν ἀφορμὴν τὰ ὀκτακισχίλια τάλαντα ἀκούσεται. ἤτοι οὖν γραφικόν ἐστιν ἁμάρτημα, ἢ ἴσως ὁ ῥήτωρ συναρπάζει, ἵνα δοκῇ πλεῖον τὴν ἀφορμὴν ἔχειν ἡ πόλις τοῦ εἰς τὸν πρὸς βασιλέα πολέμου. | ] |
| omicron | 743 | [ | Ὅτι οἱ ἁλόντες ἐπ’ ἀκουσίῳ φόνῳ εἶχον εἰς διοίκησιν τῶν ἰδίων, Δημοσθένης τε ἐν τῷ κατὰ Ἀριστοκράτους ὑποσημαίνει καὶ Θεόφραστος ἐν τῷ ιγʹ τῶν Νόμων. | ] |
| omicron | 847 | [ | Οὐκ ἀνασχήσομαι· τινὲς τοῦτο ὡς ἔκφυλον νομίζουσιν· ἐχρήσατο δὲ αὐτῷ καὶ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. οὐ δεῖ οὖν μόνον λέγειν ἀνέξομαι. | ] |
| pi | 962 | [ | Πενέσται· οἱ παρὰ Θεσσαλῶν μὴ γόνῳ δοῦλοι, ὑπὸ τῶν ὑπὸ Αἵμονος ἐν Ἄρνῃ νικηθέντων Βοιωτῶν, οὐ φυγόντων τὴν παρ’ αὐτῶν δουλείαν, ἀλλὰ μεινάντων μέχρι τῆς τρίτης γενεᾶς, φιληδούντων ἐπὶ τῇ χώρᾳ. παρέδοσαν δὲ αὑτοὺς ἐφ’ ὅρκῳ, ἐπὶ τῷ μήτε παθεῖν τι ἐργαζόμενοι, μήτε ἐκβῆναι ἀπὸ τῆς χώρας. καὶ ἀπὸ τοῦ μεῖναι Μενέσται καλούμενοι ὕστερον Πενέσται μετωνομάσθησαν, παραφθαρέντος τοῦ χαρακτῆρος. οὓς ἐν Λακεδαίμονι καλοῦσιν Εἵλωτας, τούτους Θετταλοὶ Πενέστας λέγουσι. χρῶνται δὲ τῷ ὀνόματι καὶ Θετταλοὶ καὶ Λακεδαιμόνιοι ἐπὶ τῶν κρατηθέντων ἐν τῷ πολέμῳ καὶ δουλευόντων τοῖς κεκρατηκόσι. Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. Πενέσται δὲ παρὰ Θετταλοῖς καλοῦνται οἱ παρὰ Λακεδαιμονίοις Εἵλωτες. οὐ μόνον δὲ αὐτοὺς Πενέστας καλεῖσθαί φησιν, ἀλλὰ καὶ Θετταλικάς. Ἀριστοφάνης· τοῖς Πενέσταισι ξυνών. | ] |
| sigma | 590 | [ | Σκῆψις· πόλις ἐστὶν ἐν τῇ Τροίᾳ· ἧς μνημονεύει Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. | ] |
| phi | 143 | [ | Φαῦλος· Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. Ὀνόμαρχός τις ἦν Φωκέων τύραννος· τούτῳ δὲ ζῶντι συνῆρχεν ὁ ἀδελφὸς Φαῦλος. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: