Hypereides) - urn:cts:greekLit:tlg0030Athens (Wikidata)
orator (Wikidata)
politician (Wikidata)
lawyer (Wikidata)
military personnel (Wikidata)
urn:cts:greekLit:tlg0030.suda001 -
Against Aristagoras
urn:cts:greekLit:tlg0030.suda002 -
Against Demosthenes
urn:cts:greekLit:tlg0030.suda003 -
Against Patroclus
urn:cts:greekLit:tlg0030.suda004
| alpha | 303 | [ | Ἀγοράς: Ὑπερίδης ἀντὶ τοῦ συνόδους. λέγει γὰρ ἐν τῷ κατὰ Πολυεύκτου [+]· οὗτοι πολλάκις ἀγορὰς ποιοῦνται. δηλοῖ δὲ καὶ ἄλλα τοὔ νομα. | ] |
| alpha | 304 | [ | Ἀγοράσαι: Ὑπερίδης τὸ ὠνήσασθαι. Ἀγοράσω λέγουσι, τὸ δ’ ἀγορῶ βάρβαρον· παραδειγμάτων δὲ μεστὰ πάντα, εἰλήφθω δ ὅμως Ἀριστοφάνους ἐξ Αἰολοσίκωνος· ἀλλ’ ἄνυσον· οὐ μέλλειν ἐχρῆν, ὡς ἀγοράσω ἁπαξάπανθ’ ὅσα κελεύεις, ὦ γύναι. καὶ Ἀγοράσματα αὐτὰ τὰ ἠγορασμένα. | ] |
| alpha | 901 | [ | Ἀκμάζει: νεάζει. Ἀκμάζεις, τὰ νέων πράττεις. οὕτως Ὑπερίδης καὶ Λυσίας. | ] |
| alpha | 904 | [ | Ἀκμή: ὀξύτης, αὐτὴ ἡ ῥοπὴ τῆς τοῦ πράγματος ἐπιτάσεως, καὶ ἡ δύναμις, καὶ ἡ νεότης. Ἀκμὴ δὲ καιροῦ, ἡ εὐτυχία. οὕτως Ἰσοκράτης· τὸ μὲν τῆς ἀκμῆς τῶν καιρῶν τυγχάνειν. λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ ἔτι. οὕτως Ὑπερίδης. καὶ Σοφοκλῆς· ἀκμὴ γὰρ οὐ μακρῶν ἡμῖν λόγων, μὴ καὶ μάθῃ μ’ ἥκοντα, κἀκχέω τὸ πᾶν σόφισμα. ἀντὶ τοῦ ἔτι. καὶ ἐν Ἐπιγράμμασι· στρούθιον· ἀρρυτίδωτον, ἰσόχνοον ἀρτιγόνοισιν, ἀκμὴν εὐπετάλοις συμφυὲς ἀκρέμοσι. καὶ αὖθις· ὅσσος ἐν ἡρώεσσι πότ’ ἦν χόλος, οὗ μέρος ἀκμὴν ἐχθρὸν ἐν ἀψύχοις σῴζεται ἀκρέμοσιν. ἀντὶ τοῦ ἔτι. | ] |
| alpha | 1282 | [ | Ἀλκίμαχος· στρατηγός ἐστιν οὗτος Ἀναγυράσιος τῶν δήμων. ἕτερος δέ ἐστιν ὁ Μακεδὼν, οὗ μνημονεύει Ὑπερίδης. | ] |
| alpha | 1454 | [ | Ἀλφιτεῖς: οἱ τὰ ἄλφιτα ποιοῦντες. Ὑπερίδης. | ] |
| alpha | 1764 | [ | Ἀμφισβητεῖν καὶ παρακαταβάλλειν: οἱ τὸν κλῆρον ἐπιδικαζόμενοι ἀμφισβητεῖν ἢ παρακαταβάλλειν λέγονται, οἱ μὲν φάσκοντες ἐπίδικον εἶναι τὸν κλῆρον, ὡς ὄντος παιδὸς τῷ τετελευτηκότι ἢ γόνῳ ἢ ποιήσει, οἱ δὲ ὡς ἄπαιδος τελευτήσαντος δικαιότερον λέγοντες ἔχειν αὐτοὺς τὸν κλῆρον τοῦ λαβόντος, ἢ συγγενεῖς ὄντες ἢ κατὰ διαθήκας κληρονόμοι. οὕτως Δημοσθένης καὶ Ὑπερίδης περὶ τοῦ καταβάλλειν διεσάφησαν. | ] |
| alpha | 2091 | [ | Ἀνασυντάξας: ἀντὶ τοῦ ἄνωθεν συντάξας. Ὑπερίδης κατὰ Πολυεύκτου [+]. | ] |
| alpha | 2145 | [ | Ἄνδηρα: τὰ χείλη τῶν ποταμῶν ἄνδηρα λέγουσι, διὰ τὸ εἶναι ἔνικμα καὶ διερά. Ὑπερίδης δὲ τὰ ἀναχώματα λέγει, διὰ τὸ ὑπεράνω εἶναι τῶν διερῶν. | ] |
| alpha | 2303 | [ | Ἀνεπόπτευτον: τὸ μὴ ἐποπτεῦον· οὕτως ’Υπερίδης. τὸ δὲ Ἐποπτεῦσαι δηλοῖ Φιλόχορος λέγων· ἀδικεῖ πάντα τά τε μυστικὰ καὶ τὰ ἐποπτικά. καὶ πάλιν· Δημητρίῳ μὲν οὖν ἴδιόν τι γέγονε παρὰ τοὺς ἄλλους, τὸ μόνον μυηθῆναί τε ἅμα καὶ ἐποπτεῦσαι καὶ τοὺς πατρίους χρόνους τῆς τελετῆς μετακινηθῆναι. | ] |
| alpha | 2340 | [ | Ἄνετον: Ὑπερίδης τὸ ἀνειμένον θεῷ ἱερόν. λέγεται δὲ καὶ ἄνετος βίος, ὁ ἀνειμένος καὶ μαλακός. | ] |
| alpha | 2642 | [ | Ἀντέχει· δοτικῇ. ἀντὶ τοῦ ἐξαρκεῖ. Δείναρχος δὲ ἀντὶ τοῦ σῴζεται· Δημοσθένης καὶ Ὑπερίδης ἀντὶ τοῦ ἀντιλαμβάνεται. καὶ οἱ ἵπποι αὐτοῖς μηδὲ πρὸς τὸ φεύγειν ὑπὸ τοῦ πηλοῦ ἔτι ἀντέχειν. καὶ αὖθις· ἀμελετήτους ὄντας κρύει ἀντέχειν. ἀντὶ τοῦ ὑπομονητικῶς ἔχειν. καὶ αὖθις· ταῖς ἐπιθυμίαις ἀντέχων. καὶ αὖθις· ἡ σύγκλητος ὑπολαβοῦσα τοὺς Αἰτωλοὺς ἀντέχειν ταῖς κατὰ τὸν Ἀντίοχον ἐλπίσιν, ἀπράκτους ἀπέστειλεν εἰς τὴν Ἑλλάδα. καὶ Ἀντεχόμενος· γενικῇ· ἀντιλαμβανόμενος. Ἀντέχομαι δὲ τὸ ἀντιλαμβάνομαι, γενικῇ. | ] |
| alpha | 2703 | [ | Ἀντίπατρος, Ἰολάου, πόλεως δὲ Παλιούρας τῆς Μακεδονίας, στρατηγὸς Φιλίππου, εἶτα Ἀλεξάνδρου, καὶ διάδοχος βασιλείας· μαθητὴς Ἀριστοτέλους. κατέλιπεν ἐπιστολῶν σύγγραμμα ἐν βιβλίοις βʹ, καὶ ἱστορίαν, τὰς Περδίκκου πράξεις Ἰλλυρικάς. καὶ ἐπετρόπευσε μὲν τὸν υἱὸν Ἀλεξάνδρου, τὸν Ἡρακλέα κληθέντα. μόνος δὲ τῶν διαδόχων θεὸν καλέσαι Ἀλέξανδρον οὐχ εἵλετο, ἀσεβὲς τοῦτο κρίνας. ἐβίω δὲ ἔτη οθʹ καὶ κατέλιπεν υἱὸν καὶ διάδοχον Κάσσανδρον, τὸν τὴν μητέρα Ἀλεξάνδρου ἀνελόντα Ὀλυμπιάδα. ὅτι τῶν Ἀθηναίων τὰς Ἀθήνας Ἀντιπάτρῳ τῷ Μακεδόνι παραδόντων, ἐν δέει ὄντες οἱ δημαγωγοὶ πρὸς τὴν ἐπανάστασιν τοὺς Ἀθηναίους ἐπάραντες, μὴ τὴν αἰτίαν ἐπ’ αὐτοὺς ἐνέγκωσιν, ἔφυγον. οἱ δὲ Ἀθηναῖοι θανάτῳ ἐρήμην τούτους κατεδίκασαν, ὧν ἦν Δημοσθένης ὁ ῥήτωρ καὶ Ὑπερίδης καὶ Ἱμεραῖος, τὴν τοῦ θανάτου εἰσήγησιν εἰσενεγκόντος. ἐγεγόνει γὰρ ἐς οὐδὲν μετριώτερος τῇ γνώμῃ· διότι μηδέ ἐστι φύσεως μεταβολὴ κακίᾳ συνελθούσης· ἡττᾶται δὲ αὐτῆς καὶ νόμου ἐπίταξις μὴ παντελῶς κολάζουσα, καὶ ἰσχύς αὐτῇ ἀνανταγώνιστος ἐφ’ ὅπερ ἂν ῥέψῃ· καὶ οὕτε φόβῳ ἀποτρέπεται τὸ θρασύνεσθαι, οὕτε αἰδὼς ἐξείργουσα παραπεῖσαι ἱκανή ἐστιν ἐς τὸ τῷ νόμῳ ὑπήκοον. | ] |
| alpha | 2704 | [ | Ἀντίπατρος· οὗτος ἐπεὶ διεδέξατο τὴν ἀρχὴν τῶν Μακεδόνων, ἐπολιορκήθη μὲν ἐν Λαμίᾳ τῆς Θεσσαλίας ὑφ’ Ἑλλήνων· ἀναχωρησάντων δὲ τῶν Αἰτωλῶν, εἶτα τῶν ἄλλων, ἐσώθη. νικήσας δὲ ἤτει τοὺς ιʹ ῥήτορας, οὓς ἐξέδοσαν Ἀθηναῖοι, Δημοσθένην, Ὑπερίδην, Λυκοῦργον, Πολύευκτον, Ἐφιάλτην, Θρασύβουλον, Χάρητα, Χαρίδημον, Διότιμον, Πατροκλέα, Κάσσανδρον. | ] |
| alpha | 3111 | [ | Ἀπψηφίσατο: τουτέστι κατεδίκασεν. ἡ δὲ βουλὴ τὴν διάγνωσιν ποιουμένη τῶν πεπραγμένων ἀπεψηφίσατο τοῦ ἀνθρώπου, ἐπεὶ αὐτοῦ οὐκ ἐπελθόντος ἀλλ’ ἀμυνομένου τὸ μίασμα γέγονε. καὶ αὖθις· τῶν δὲ στρατηγῶν δύο μὲν ἔφυγον πρὸ κρίσεως, Κόνωνος δὲ ἀπεψηφίσαντο. ἀντὶ τοῦ ἀπεδοκίμασαν. καὶ Ἀπεψηφισμένοι· ἐπὶ τοῖς δήμοις ἀποψηφίσεις ἐγίνοντο τῶν γεγραμμένων μὲν εἰς τὸ ληξιαρχικὸν γραμματεῖον, οὐκ ὄντων δὲ ἀστῶν, ἀλλὰ παρεγγεγραμμένων εἰς τὴν πολιτείαν· καὶ οὗτοι ἐλέγοντο ἀπεψηφισμένοι, ἐπειδὴ ψήφου περὶ αὐτοῖς ἐπαχθείσης οὐκέτι μετεῖχον τῆς πολιτείας. Ὑπερίδης ἐν τῷ πρὸς Ἀριστογείτονα [+]· ὅπως πρῶτον μὲν μυριάδας πλείους ἢ ιε, τοὺς ἐκ τῶν ἔργων τῶν ἀργυρείων καὶ τοὺς κατὰ τὴν ἄλλην χώραν· ἔπειτα τοὺς ὀφείλοντας τῷ δημοσίῳ καὶ τοὺς ἀτίμους καὶ τοὺς ἀπεψηφισμένους καὶ τοὸς ἀποίκους. | ] |
| alpha | 3898 | [ | Ἀρισταῖος: εἰς τῶν Γιγάντων, ὃς περιεσώθη. Ἀριστεὺς δὲ, Ἀριστέως. καὶ Ἀριστίων ὡσαύτως. ἔστι δὲ Σάμιος μὲν ἢ Πλαταιεὺς, ἐκ μειρακυλλίου δὲ ἑταῖρος Δημοσθένους· ἐπέμφθη δὲ ὑπʹ αὐτοῦ πρὸς Ἡφαιστίωνα ἕνεκα διαλλαγῶν. μνημονεύει αὐτοῦ Ὑπερίδης ἐν τῷ κατὰ Δημοσθένους [+]. ὅτι ἐν τῷ ὄρει τῆς Σικελίας, τῷ λεγομένῳ Αἴτνῃ, Ἀρισταῖον μόνον τὸν Γίγαντα περισωθῆναί φασι· καὶ οὕτε πῦρ οὐράνιον ἐπ’ αὐτὸν ῆλθεν, οὕτε Αἴτνη πιέζει αὐτόν. | ] |
| alpha | 3912 | [ | Ἀριστογείτων, Κυδιμάχου ἢ Λυσιμάχου, Ἀθηναῖος, ῥήτωρ, μητρὸς δὲ ἀπελευθερικῆς· ὅστις ἐπεκαλεῖτο κύων διὰ τὴν ἀναίδειαν αὐτοῦ. ἐφονεύθη δὲ ὑπὸ Ἀθηναίων, λόγους ποιήσας, Ἀπολογίαν πρὸς Δημοσθένην [+] τὸν στρατηγὸν, Πρὸς Λυκοῦργον [+], Κατὰ Τιμοθέου, Κατὰ Τιμάρχου, Κατὰ Ὑπερίδου [+], Κατὰ Θρασύλλου, Ὀρφανικόν. ζήτει περὶ τοῦδε τοῦ Ἀριστογείτονος, μήποτέ ἐστιν οὗτος ὁ Ἀρμοδίου ἑταῖρος. | ] |
| alpha | 3913 | [ | Ἀριστογείτων, Σκυδίμου, συκοφάντης. τούτου ὁ πατὴρ ὀφλήσας τῷ δημοσίῳ τελευτῇ ἐν τῷ δεσμωτηρίῳ. καὶ αὐτὸς Ἀριστογείτων μετὰ ταῦτα ὡς κληρονόμος τοῦ ὀφλήματος ἐδέθη. ἡ δὲ μήτηρ ἐπράθη ὑπὸ τοῦ δήμου. ἐν δὲ τῷ δεσμωτηρίῳ κλέψας γραμματεῖον κατεγνώσθη ὑπὸ τῶν δεσμωτῶν, καὶ τὴν ῥῖνα, οὐ τὸ γραμματεῖον κλεψεν, ἔφαγε. καὶ Ζωβίαν ὑποδεξαμένην αὐτὸν φυγόντα, ἀξιοῦσαν εὐ παθεῖν, ὅτε ἴσχυεν, ἐπὶ τὸ τοῦ μετοικίου πωλητήριον ἤγαγε, καὶ τὴν ἀδελφὴν ἐπ’ ἐξαγωγῇ πέπρακεν. Ὑπερίδην δὲ ἐγράψατο παρανόμων ἐπὶ τῷ μετὰ Χαιρώνειαν ψηφίσματι καὶ οὐχ εἷλεν. | ] |
| alpha | 4012 | [ | Ἁρποκρατίων, ὁ Γάϊος χρηματίσας, σοφιστής. ἔγραψε Περὶ τῶν Ἀντιφῶντος [+] σχημάτων, Περὶ τῶν Ὑπερίδου [+] καὶ Λυσίου [+] λόγων, καὶ ἕτερα. | ] |
| alpha | 4031 | [ | Ἀρτεμίσιος: παρὰ Μακεδόσιν ὁ Μάϊος. καὶ Ἀρτεμίσιον ἰδίως μὲν Ὑπερίδης πολλάκις ὠνόμασε τὸ τῆς Ἀρτέμιδος ἄγαλμα. λέγεται δὲ καὶ ἀκρωτήριον τῆς Εὐβοίας, οὗ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος μνημονεύει. | ] |
| alpha | 4434 | [ | Αὐλαία: τὸ τῆς σκηνῆς παραπέτασμα. κέχρηται δὲ αὐτῷ Ὑπερίδης ἐν τῷ κατὰ Πατροκλέους [+]. Πολύβιος· ἀκούων ταῦτα πάντα διὰ τῆς αὐλαίας ἐγέλα ὁ βασιλεύς. καὶ αὖθις· ὁ δὲ λαβὼν ἐκ τῆς παραπεπετασμένης αὐλαίας καλῴδιον ἑαυτὸν ἀπεκρέμασεν. | ] |
| alpha | 4569 | [ | Ἀφαίρεμα: ἀνάθημα, δῶρον, ἢ ξένιον. καὶ Ἀφαίρεσις Ὑπερίδης ἰδίως τὴν εἰς ἐλευθερίαν λέγει. | ] |
| alpha | 4582 | [ | Ἀφέντες τὴν ὑπέραν τὸν πόδα διώκουσιν: ἐπὶ τῶν τὰ ἀναγκαῖα μὲν παραλιμπανόντων, τὰ περιττὰ δὲ προτιμωμένων. παρὰ Ὑπερίδῃ. | ] |
| alpha | 4599 | [ | Ἀφεὶς καὶ Ἀπαλλάξας: τὸ μὲν ἀφείς ἐστιν, ὅταν ἀπολύσῃ τις τῶν ἐγκλημάτων, ὧν ἐνεκάλει αὐτῷ. τὸ δὲ ἀπαλλάξας, ὅταν πείσῃ τὸν ἐγκαλοῦντα ἀποστῆναι καὶ μηκέτι ἐγκαλεῖν. οὕτως Δημοσθένης καὶ Ἰσαῖος. ἔστι δὲ καὶ οὕτως εἰπεῖν, ὡς ἀφίησί τις μόνων ἐκείνων, ὧν ἐγκαλεῖ· ἀπαλλάττει δὲ, ὅταν μηδὲ ἄλλον τινὰ ὑπολίπηται αὑτῷ λόγον πρὸς τὸν ἐγκαλούμενον. ἔστι δὲ καὶ τοῦτο παρὰ τῷ Δημοσθένει. καὶ παροιμία· ἀφεὶς τὴν ὑπέραν τὸν πόδα διώκει. ἡ παροιμία παρὰ Ὑπερίδῃ. ἐπὶ τῶν παρέντων μὲν τὰ σπουδαιότερα, περὶ δὲ τὰ φαῦλα διατριβόντων. ὑπέραι δ’ εἰσὶ ναυτικαὶ σχοῖνοι, αἷς μετάγεται τὸ κέρας. καὶ Ἀφεῖσθαι παίζειν λέγεται ἐπὶ τῶν ἐν ταῖς ἑορταῖς ἀργούντων καὶ πρὸς παιδιὰν ἀφειμένων· μάλιστα δὲ ἐπὶ παίδων ἀφειμένων παίζειν. ζήτει ἐν τῷ ἀντιτυπῆσαι. | ] |
| alpha | 4659 | [ | Ἀφύας: ὀνόματα ἑταιρῶν ἀδελφῶν δύο παρὰ Ὑπερίδῃ. | ] |
| beta | 139 | [ | Βάσανος: λίθος ἐστὶν ἡ τὸ χρυσίον παρατριβόμενον δοκιμάζουσα. οὕτως Ἀντιφῶν καὶ Πίνδαρος καὶ Σοφοκλῆς. Ὑπερίδης δὲ τὰ ἐν ταῖς βασάνοις εἰρημένα ὑπὸ τῶν βασανιζομένων καὶ ἀναγραφομένων βασάνους ὠνόμασε. καὶ παροιμία· Βάσανος λίθος, ἐπὶ τῶν ἐξεταζόντων ἐν λόγοις ἢ ἔργοις· παρόσον ἡ Λυδία λίθος τὸν χρυσὸν δοκιμάζει. ὅτι οἱ ἔξω φασίν· ἡ ἀμφισβήτησις κρίσει ἀναρτάσθω, ἡ δὲ κρίσις τοὺς ἐλέγχους βασανιζέτω, ἡ δὲ βάσανος τὸ δέον ὁριζέτω, ὁ δὲ ὅρος γεγράφθω, τὰ δὲ γεγραμμένα κυρούσθω, τὰ δὲ κυρωθέντα βεβαιούσθω τοῖς ἔργοις, καὶ πᾶσα ἁψιμαχία οἰχέσθω, καὶ πάλιν φιλία χορευέτω. καὶ οὐ δεῖ ἀπερισκέπτως ποιεῖσθαι τὰς κρίσεις. | ] |
| beta | 429 | [ | Βουλεύσεως: ἐγκλήματός ἐστιν ὄνομα, ἐπὶ δυοῖν πραγμάτοιν ταττόμενον. τὸ μὲν γάρ ἐστιν, ὅταν ἐξ ἐπιβουλῆς τίς τινι κατασκευάσῃ θάνατον, ἐάν τε ἀποθάνῃ ὁ ἐπιβουλευθείς ἐάν τε καὶ μή· τὸ δὲ ἕτερον, ὅταν τις ἐγγεγραμμένος ὡς ὀφείλων τῷ δημοσίῳ δικάζηταί τινι ὡς οὐ δικαίως αὐτὸν γεγραφότι. καὶ Ἰσαῖος μὲν ἐπὶ Παλλαδίῳ λέγει εἰσάγεσθαι τῶν δύο τὸ πρῶτον ἔγκλημα· ὡσαύτως καὶ Ἀριστοτέλης, Δείναρχος δὲ ἐν Ἀρείῳ πάγῳ. περὶ δὲ τοῦ ἑτέρου ἐγκλήματος Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος πρώτῳ λέγει. ὁ μέντοι Ὑπερίδης ἰδίως τὸ τῆς βουλεύσεως ὄνομα ἐπὶ ἐνέδρας καὶ ἐπιβουλῆς τῆς εἰς χρήματα λαμβάνει. | ] |
| delta | 558 | [ | Διάθεσις· Ἰσοκράτης ἀντὶ τοῦ πρᾶσις. Ἀντιφῶν δὲ ἀντὶ τοῦ διοίκησις. καὶ διαθέσθαι ἐπὶ τοῦ διοικῆσαι. παραλαμβάνεται δὲ τὸ διαθέσθαι καὶ ἀντὶ τοῦ συνθέσθαι, ὡς Ὑπερίδης καὶ Δημοσθένης. | ] |
| zeta | 185 | [ | Ζυγομαχεῖ· στασιάζει, ὡς οἱ βόες ἐζευγμένοι. μετῆκται ἡ λέξις ἀπὸ τῆς τῶν βοῶν πρὸς ἀλλήλους μάχης. ἐκεῖνοι γὰρ πολλάκις ὅταν ἕλκωσι κάμνοντες, ἐπερείδουσι τὸ βάρος πρὸς ἀλλήλους. κέχρηται Ὑπερίδης. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: