Ancient Roman politician (Wikidata)
ancient Roman military personnel (Wikidata)
ruler (Wikidata)
urn:cts:latinLit:phi1221.suda001 - Res Gestae Divi Augusti
urn:cts:latinLit:phi1221.suda002
alpha | 4412 | [ | Αὕγουστος Καῖσαρ, ὁ καὶ Σεβαστὸς καὶ Ὀκταβϊανὸς ἐπικληθεὶς, Περὶ τοῦ ἰδίου βίου καὶ τῶν πράξεων βιβλία ιγʹ, καὶ τραγῳδίαν Αἴαντός τε καὶ Ἀχιλλέως. ὅτι Αὔγουστος Καῖσαρ δόξαν αὐτῷ πάντας τοὺς οἰκήτορας Ῥωμαίων κατὰ πρόσωπον ἀριθμεῖ, βουλόμενος γνῶναι πόσον ἐστὶ πλῆθος. καὶ εὑρίσκονται οἱ τὴν Ῥωμαίων οἰκοῦντες υιʹ μυριάδες καὶ αιζʹ ἄνδρες. | ] |
alpha | 4413 | [ | Αὔγουστος ὁ Καῖσαρ, ἀνεψιὸς Ἰουλίου Καίσαρος· ἀφ’ οὗ καὶ ὁ μὴν Αὔγουστος ἐπικέκληται. αὔγουστα δὲ λέγονται τὰ τίμια καὶ μεγάλα καὶ ἐπίσημα. ἐπ’ αὐτοῦ γὰρ ὁ κύριος Ἰησοῦς Χριστὸς, ὁ θεὸς καὶ σωτὴρ ἡμῶν, τὴν σάρκα ἀνείληφεν ἐκ τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαριάς. ὅτι Αὐγουστεῖον ἐκλήθη, διότι τῇ εʹ τοῦ Ὀκτωβρίου μηνὸς οἱ ῥεγεωνάρχαι καὶ σεβαστοφόροι ἐχόρευον ἐν τῷ Αὐγουστείῳ, οἷον ἐν τῷ ὀψοπωλίῳ, εἰς τιμὴν Τιβερίου· τὸν δὲ τοιοῦτον τόπον οὕτως ἐκάλεσαν ἀπὸ τοῦ Αὔγουστος. ἔστησε δὲ καὶ ὁ μέγας Κωνσταντῖνος εἰς τὸ ἄσκεπον τῆς δάφνης στήλην τῆς ἑαυτοῦ μητρὸς, ἐξ ἧς ὠνόμασε τὸν τόπον Αὐγουστεῖον. Αὐγουστεῖον, ὅπερ λέγεται ὀψοπώλιον καὶ ζήτει ἐν τῷ Ἰουστινιανός. ὅτι Αὐγούστου Καίσαρος ἀποθανόντος, Τιβέριος καὶ Δροῦσος προηγοῦντο τοῦ πένθους τοῦ νεκροῦ παντελῶς μὴ ἁπτόμενοι· οὐ γὰρ ἐξὸν τοῖς μοναρχοῦσιν. τὰς δὲ διαθήκας αἱ Ἑστιάδες εἶχον, ἃς διέθετο. ὅτι Αὔγουστος Καῖσαρ θυσιάσας ἤρετο τὴν Πυθίαν, τίς μετ’ αὐτὸν βασιλεύσει· καὶ εἶπε· παῖς Ἑβραῖος κέλεταί με, θεοῖς μακάρεσσιν ἀνάσσων, τόνδε δόμον προλιπεῖν καὶ ἀοιδὸν αὖθις ἱκέσθαι. λοιπὸν ἄπιθι σιγῶν ἐκ βωμῶν ἡμετέρων. καὶ ἐξελθὼν ἐκ τοῦ μαντείου ὁ Αὔγουστος ἔστησεν ἐν τῷ Καπιτωλίῳ βωμὸν, ἐν ᾧ ἐπέγραψε Ῥωμαϊκοῖς γράμμασιν· ὁ βωμὸς οὗτός ἐστι τοῦ πρωτογόνου θεοῦ. | ] |
gamma | 12 | [ | Γάϊος, Ῥωμαίων βασιλεὺς, τὸ μέν πρῶτον μεγαλοφρόνως διεῖπε τῆς βασιλείας τὰ πράγματα καὶ πᾶσι τοῖς ὑπηκόοις καθηκόντως ἐχρῆτο, μετὰ δὲ δύο χρόνους ἐκστὰς τῆς ἀνθρωπίνης φύσεως κατὰ μίμησιν τοῦ πατρὸς ἑαυτὸν ἀπεθέωσε καὶ ἀνδριάντα ἑαυτοῦ κατὰ πόλιν ἐν τοῖς ναοῖς ἀπέστειλε καθιδρύσασθαι καὶ εἰς τὸν τῶν Ἱεροσολύμων ναὸν θεσπίσας νέου Γαϊου ἱερὸν προσέταξεν ὀνομάζεσθαι. καὶ δουλοκρατίαν νομοθετήσας ἐπέτρεψε κατηγορεῖν τῶν δεσποτῶν, εἴ τι ἂν εἰδοῖεν αὐτοῖς πλημμέλημα. κἀντεῦθεν δεινὴ συμφορὰ κατειλήφει τὴν οἰκουμένην πᾶσαν, τῶν οἰκετῶν μεγάλαις τιμωρίαις ὑποβαλλόντων τούς δεσπότας. ἕκαστος γὰρ ἀμύνεσθαι ἐβούλετο τὸν ἴδιον δεσπότην ὑπὲρ ὧν παρ’ αὐτοῦ βασάνων προέπασχεν. οὐ μὴν δὲ ἀλλὰ καὶ εἰς μανίαν τραπεὶς ἄθεσμον στολὰς γυναικείας ἠμφιέννυτο καὶ τὴν κόμην πλοκάμοις καὶ πλοκῇ τινι περιστέλλων καὶ γυναικιζόμενος καὶ πᾶσαν αἰσχρουργίαν διαπραττόμενος τελετὰς ἐπενόει καὶ ξένα μυστήρια ἐπετέλει. καὶ δὴ λαβών ποτε τὴν ἰδίαν θυγατέρα καὶ εἰς τοὺς κόλπους τοῦ ἀγάλματος αὐτὴν θέμενος ἔφη, σὺ ταύτην γεγέννηκας καὶ πατὴρ αὐτῆς ἔννομος ὑπάρχεις. οὗτος μιαρώτατός τε καὶ ἀνοσιώτατος ἐγένετο καὶ τοσοῦτον ὁρμαθὸν κακῶν συνειληφὼς ἐπεκάλυψε τὰ τοῦ Τιβερίου μειονεκτήματα. ὅσα γὰρ τῷ Αὐγούστῳ ἐν πολλῷ χρόνῳ περιεποιήθη, οὗτος ἐν μιᾷ ἡμέρᾳ ἀπεκτήσατο. μοιχικώτατός τε ἀνθρώπων γενόμενος καὶ γυναῖκας ἡρμοσμένας καὶ γεγαμημένας ἐλάμβανε. τήν τε ἑαυτοῦ τιθήνην ἐπιτιμήσας ἀνοίας ἐς ἀνάγκην ἑκουσίου θανάτου κατέστησεν. ἐχρῆτο δὲ καὶ ταῖς ἀδελφαῖς καὶ παρανόμων ἐκοινώνει μίξεων, ὡς καὶ πατὴρ ἀνοσίας καταστῆναι γονῆς ἐκ μιᾶς αὐτῶν τῶν ἀδελφῶν ἀπογεννηθείσης. ναούς τε καὶ θυσίας ὡς ἡμιθέῳ γίνεσθαι παρεσκεύαζε. τοιούτῳ αὐτοκράτορι οἱ Ῥωμαῖοι παρεδόθησαν, ὥστε τὰ τοῦ Τιβερίου ἔργα καίπερ χαλεπώτατα δόξαντα γεγονέναι τοσοῦτον τὰ Γαΐου, ὅσον τὰ τοῦ Αὐγούστου παρ’ ἐκείνῳ παρήνεγκαν. οὗτος μετὰ Τιβέριον ἐβασίλευσε Καλλιγόλας ὀνομαζόμενος. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: