Marcus Aurelius) - urn:cts:greekLit:tlg0562Vindobona (Wikidata) (Pleiades)
politician (Wikidata)
philosopher (Wikidata)
writer (Wikidata)
monarch (Wikidata)
urn:cts:greekLit:tlg0562.suda001
urn:cts:greekLit:tlg0562.suda001 -
Meditations
| alpha | 830 | [ | Ἀκενόσπουδον· παρὰ Διογνήτου ἔμαθον τὸ ἀκενόσπουδον καὶ τὸ ἀπιστητικόν. φησὶ Μάρκος ὁ φιλόσοφος βασιλεύς. | ] |
| alpha | 835 | [ | Ἀκέραιον· ἐκ τῆς Μάρκου Ἀντωνίνου συγγραφῆς [+] κἂν τρισχίλια ἔτη βιώσεσθαι μέλλῃς καὶ τοσαυτάκις μύρια, ὅμως μέμνησο, ὅτι οὐδεὶς ἄλλον ἀποβάλλει βίον ἢ τοῦτον ὃν ζῇ, ἢ ἄλλον ζῇ ἢ ὃν ἂν ἀποβάλλῃ. εἰς ταὐτὸν οὖν καθίσταται τὸ μήκιστον τῷ βραχυτάτῳ. τὸ γὰρ παρὸν πᾶσιν ἴσον καὶ τὸ ἀπολλύμενον οὐκ ἴσον. καὶ τὸ ἀποβαλλόμενον οὕτως ἀκαριαῖον ἀναφαίνεται. οὔτε γὰρ τὸ παρῳχηκὸς οὔτε τὸ μέλλον ἀποβάλλοι ἄν τις. ὃ γὰρ οὐκ ἔχει, πῶς ἂν τοῦτο τις αὐτοῦ ἀφέλοιτο; | ] |
| alpha | 1903 | [ | Ἀνακλητικόν: μέλος σάλπιγγος ἀνακαλούσης τοὺς ῥᾳθύμους εἰς πόλεμον. καὶ Μάρκος Ἀντωνῖνός φησιν· ἔσo ἀναμένων τὸ ἀνακλητικὸν ἐκ τοῦ βίου εὔλυτος, μήτε ὅρκου δεόμενος, μήτε ἀνθρώπου τινὸς μάρτυρος. | ] |
| alpha | 3987 | [ | Ἄρνουφις· οὗτος Αἰγύπτιος ἦν φιλόσοφος, ὃς συνὼν Μάρκῳ, τῷ βασιλεῖ Ῥωμαίων, τῷ φιλοσόφῳ, δίψει ποτὲ καμνόντων τῶν Ῥωμαίων ἐξαίφνης ποιῆσαι νέφη τε ἀγερθῆναι ζοφώδη καὶ ὄμβρον ἀφεῖναι λάβρον ἅμα βρονταῖς τε καὶ σέλασιν ἐπαλλήλοις. καὶ τοῦτο σοφίᾳ τινὶ ἐργάσασθαι Ἄρνουφιν. οἱ δέ φασιν Ἰουλιανὸν τὸν Χαλδαῖον τοῦτο πεποιηκέναι τὸ θαυμάσιον. | ] |
| delta | 52 | [ | Δαμόφιλος, φιλόσοφος, σοφιστής· ὃν ἀνεθρέψατο Ἰουλιανός, ὁ ἐπὶ Μάρκου τοῦ βασιλέως ὕπατος· γράψας πάμπολλα, ἐξ ὧν ταῦτά μοι εὕρηται ἐπὶ ταῖς τῶν βιβλίων θήκαις· Φιλόβιβλος πρῶτος περὶ ἀξιοκτήτων βιβλίων πρὸς Λόλλιον Μάξιμον, Περὶ βίου ἀρχαίων, καὶ ἕτερα πάμπολλα. | ] |
| epsilon | 3046 | [ | Ἑρμογένης, Ταρσεύς, ὁ ἐπίκλην Ξυστήρ, σοφιστής· οὗ διήκουσε καὶ Μουσώνιος ὁ φιλόσοφος. γέγονε δὲ ἐπὶ Μάρκου τοῦ βασιλέως, εὐφυέστατος, καὶ τῆς ἡλικίας αὐτοῦ ἐνδεεστέρας ὑπαρχούσης μᾶλλον ἡ φρόνησις ὑπερεῖχεν. ἀλλ’ οὐκ εἰς μακρὸν ταύτης ἀπήλαυσε. γενόμενος γὰρ περὶ τὰ κʹ καὶ δʹ ἔτη ἐξέστη τῶν φρενῶν καὶ ἦν ἀλλοῖος αὑτοῦ, μηδεμιᾶς ἀφορμῆς γενομένης ἢ ἀρρωστίας τοῦ σώματος· ὥστε καί τινας ἀποσκώπτειν εἰς τουτονὶ τὸν τρισάθλιον τόδε τὸ λόγιον· Ἑρμογένης ὁ ἐν παισὶν γέρων καὶ ἐν γέρουσι παῖς. πλὴν περὶ τὸν ιηʹ ἢ κʹ χρόνον γενόμενος γράφει ταῦτα τὰ βιβλία τὰ γέμοντα θαυμάτων, Τέχνην ῥητορικήν, ἣν μετὰ χεῖρας ἔχουσιν ἅπαντες, Περὶ στάσεων βιβλίον αʹ, Περὶ ἰδεῶν λόγου βιβλία βʹ, Περὶ κοίλης Συρίας βʹ. Φιλόστρατος δ’ ὁ Λήμνιος ἐν ταῖς τῶν Σοφιστῶν ἀναγραφαῖς ταῦτά φησιν περὶ αὐτοῦ· Ἑρμογένης δέ, ὃν Ταρσοὶ ἤνεγκαν, πεντεκαίδεκα ἔτη γεγονώς, ἐφ’ οὕτω μέγα προὔβη τῆς τῶν σοφιστῶν δόξης, ὡς καὶ Μάρκῳ βασιλεῖ παρασχεῖν ἔρωτα ἀκροάσεως. ἐβάδισε γοῦν ἐπὶ τὴν ἀκρόασιν αὐτοῦ ὁ Μάρκος καὶ ἥσθη μὲν διαλεγομένου, ἐθαύμαζε δὲ σχεδιάζοντα, δωρεὰς λαμπρὰς ἔδωκεν. ἐς δὲ ἄνδρας ἥκων ἀφῃρέθη τὴν ἕξιν ὑπ’ οὐδεμιᾶς φανερᾶς νόσου. ὅθεν ἀστεϊσμοῦ λόγον παρέδωκε τοῖς βασκάνοις· ἔφασαν γὰρ τοὺς λόγους ἀτεχνῶς καθ’ Ὅμηρον πτερόεντας εἶναι· ἀποβεβληκέναι γὰρ αὐτοὺς τὸν Ἑρμογένη καθάπερ πτερά. καὶ Ἀντίοχος ὁ σοφιστὴς ἀποσκώπτων ποτὲ ἐς αὐτὸν οὕτως ἔφη· Ἑρμογένης ὁ ἐν παισὶ γέρων, ἐν δὲ γηράσκουσι παῖς. ἡ δὲ ἰδέα, ἣν ἐπετήδευε, τοιάδε τις. ἐπὶ γὰρ τοῦ Μάρκου διαλεγόμενος, ἰδού σοι, ἔφη, βασιλεῦ, ῥήτωρ παιδαγωγοῦ δεόμενος, ῥήτωρ ἡλικίαν περιμένων. καὶ πλείω ἕτερα διελέχθη καὶ ὧδε βωμολόχα. ἐτελεύτησε μὲν ἐν βαθεῖ γήρᾳ, εἷς δὲ τῶν πολλῶν νομιζόμενος. κατεφρονήθη γάρ, ἀπολειπούσης αὐτῷ τῆς τέχνης. λέγεται δὲ καὶ τοῦτο ὑπό τινων, ὅτι τελευτήσαντος αὐτοῦ, ἀνετμήθη καὶ εὑρέθη ἡ καρδία αὐτοῦ τετριχωμένη καὶ τῷ μεγέθει πολὺ τῆς ἀνθρωπείας φύσεως ὑπερβάλλουσα. καὶ ταῦτα μὲν τὰ περὶ αὐτοῦ ᾀδόμενα. | ] |
| epsilon | 3571 | [ | Εὔλυτος· Μάρκος Ἀντωνῖνός φησιν· ἔσο ἀναμένων τὸ ἀνακλητικὸν ἐκ τοῦ βίου εὔλυτος μήτε ὅρκου δεόμενος μήτε ἀνθρώπου τινὸς μάρτυρος. | ] |
| epsilon | 3574 | [ | Εὐμάρεια· ἡ εὐκολία. λέγεται δὲ καὶ ἡ εὐκοσμία παρὰ Μάρκῳ Ἀντωνίνῳ. καὶ ἐν Ἐπιγράμμασι· οὐ βαθύπεπλος εὔμαρις. | ] |
| eta | 545 | [ | Ἡρώδης, Ἰούλιος χρηματίσας, υἱὸς Ἀττικοῦ τοῦ Πλουτάρχου, γένος Αἰακίδης, Ἀθηναῖος, τῶν δήμων Μαραθώνιος, σοφιστής, πλούσιος ἐκ θησαυροῦ γενόμενος σφόδρα, ὥστε καὶ στάδιον κατεσκευάσατο Ἀθηναίοις καὶ θέατρον ὑπωρόφιον. ἦρξε τῆς Ἀσίας ὁ αὐτοῦ πατὴρ καὶ τοῖς δισυπάτοις συγκατελέχθη. ἦν δὲ ἐπί τε Τραϊανοῦ καὶ Ἀδριανοῦ καὶ Μάρκου Ἀντωνίνου τῶν αὐτοκρατόρων, διδαχθεὶς ὑπὸ Φαβωρίνῳ καὶ Πολέμωνι. καὶ ἔγραψεν Ἐφημερίδας, σύγγραμμα πολυμαθές, καὶ ἐπιστολάς, καὶ λόγους αὐτοσχεδίους· ὧν μέμνηται Φιλόστρατος ἐν τοῖς βίοις τῶν σοφιστῶν. διεδέξατο δὲ αὐτοῦ τὴν σχολὴν Ἀδριανὸς ὁ σοφιστής. σύγχρονος δὲ ἦν Ἡρώδης Ἀριστείδῃ τῷ σοφιστῇ. φέρονται δὲ αὐτοῦ καὶ ἄλλα πλεῖστα, ἐν οἷς τὸ μεγαλοφυὲς καὶ ὑψίνουν τοῦδε τοῦ ἀνδρὸς κατανοεῖται καὶ διαδείκνυται. τελευτᾷ δὲ ἀμφὶ τὰ ἓξ καὶ ἑβδομήκοντα ἔτη ξυντακὴς γενόμενος. | ] |
| eta | 546 | [ | Ἡρωδιανός, Ἀλεξανδρεύς, γραμματικός, υἱὸς Ἀπολλωνίου τοῦ γραμματικοῦ, τοῦ ἐπικληθέντος Δυσκόλου. γέγονε κατὰ τὸν Καίσαρα Ἀντωνῖνον, τὸν καὶ Μάρκον, ὡς νεώτερον εἶναι καὶ Διονυσίου τοῦ τὴν Μουσικὴν ἱστορίαν γράψαντος καὶ Φίλωνος τοῦ Βυβλίου. ἔγραψε πολλά. | ] |
| iota | 434 | [ | Ἰουλιανός, ὁ τοῦ προλεχθέντος υἱός, γεγονὼς ἐπὶ Μάρκου Ἀντωνίνου τοῦ βασιλέως. ἔγραψε καὶ αὐτὸς Θεουργικά, Τελεστικά, Λόγια δι’ ἐπῶν· καὶ ἄλλα ὅσα τῆς τοιαύτης ἐπιστήμης κρύφια τυγχάνουσιν. ὅτι τοῦτόν φασι δίψει ποτὲ καμνόντων τῶν Ῥωμαίων, ἐξαίφνης ποιῆσαι νέφη τε ἀγερθῆναι ζοφώδη καὶ ὄμβρον ἀφεῖναι λάβρον ἅμα βρονταῖς τε καὶ σέλασιν ἐπαλλήλοις· καὶ τοῦτο σοφίᾳ τινὶ ἐργάσασθαι Ἰουλιανόν. οἱ δέ φασιν Ἄρνουφιν, τὸν Αἰγύπτιον φιλόσοφον, τοῦτο πεποιηκέναι τὸ θαυμάσιον. | ] |
| iota | 448 | [ | Ἰουστῖνος, φιλόσοφος, καὶ τῷ σχήματι τῶν φιλοσόφων χρώμενος, ἀπὸ τῆς Νεαπολιτῶν ἐπαρχίας τῆς Παλαιστίνης, ἐκ πατρὸς Πρίσκου τοῦ Βακχίου. οὗτος ὑπὲρ τῆς θρησκείας τῶν Χριστιανῶν πάνυ ἐκοπίασεν, ὥστε καὶ Ἀντωνίνῳ, τῷ ἐπίκλην Πίῳ, καὶ τοῖς τούτου υἱέσι καὶ τῇ συγκλήτῳ Ῥωμαίων βίβλον κατὰ τῶν ἐθνῶν συνταγεῖσαν ἐπιδοῦναι, τὸν ὀνειδισμὸν τοῦ σταυροῦ μὴ αἰσχυνόμενος. ἔγραψε καὶ ἑτέραν βίβλον, ἣν καὶ ἐπέδωκε τοῖς Ἀντωνίνου [+] διαδόχοις, τουτέστι Μάρκῳ Ἀντωνίνῳ καὶ Λουκίῳ Αὐρηλίῳ Κομόδῳ. ἔστι καὶ ἄλλη αὐτοῦ βίβλος κατὰ τῶν ἐθνῶν, ἐν ᾗ περὶ τῆς φύσεως τῶν δαιμόνων διαλέγεται· καὶ τετάρτη βίβλος ὁμοίως κατὰ τῶν ἐθνῶν, ἣν ἐπέγραψεν Ἔλεγχος· καὶ ἄλλην Περὶ τῆς τοῦ θεοῦ μοναρχίας. καὶ ἄλλην, ἣν ὠνόμασε ψάλτην, καὶ ἑτέραν Περὶ ψυχῆς· διάλογόν τε κατὰ τῶν Ἰουδαίων, ὃν ἐσχεδίασε κατὰ Τρύφωνος, ἀρχηγοῦ τῶν ἐν Ἐφέσῳ Ἰουδαίων. οὐ μὴν ἀλλὰ καὶ κατὰ Μαρκίωνος ἐπίσημα τεύχη ἐξέδωκε· καὶ ἄλλην βίβλον κατὰ πασῶν τῶν αἱρέσεων, ἧς μέμνηται ἐν τῷ Ἀπολογητικῷ, ὃ ἐπέδωκεν Ἀντωνίνῳ τῷ Πίῳ. οὗτος ἐν τῇ Ῥώμῃ ἔχων τὰς διατριβάς, εὐθύνων Κρίσκην τὸν Κυνικὸν τὸν κατὰ τῶν Χριστιανῶν βλασφημοῦντα καὶ καλῶν αὐτὸν λαίμαργον ἄσωτόν τε καὶ ἀκόλαστον καὶ τὸν θάνατον φοβούμενον, τέλος τῇ τούτου ἐνεργείᾳ καὶ ἐπιβουλῇ ὡς Χριστιανὸς ὑπὲρ Χριστοῦ ἔπαθεν. | ] |
| kappa | 1199 | [ | Καῖσαρ· οὕτως ὀνομάζονται οἱ Ῥωμαίων βασιλεῖς ἀπὸ Ἰουλίου Καίσαρος, τοῦ μὴ γεννηθέντος. τῆς γὰρ μητρὸς αὐτοῦ θανούσης ἐν τῷ θʹ μηνί, ταύτην ἀνατεμόντες ἐξέβαλον αὐτὸν καὶ οὕτως ἐκάλεσαν· κατὰ γὰρ τὴν Ῥωμαίων γλῶσσαν Καῖσαρ ἀνατομὴ λέγεται. ὅτι ἐπὶ Ῥωμαίων τῶν πάλαι ὁ δῆμος ἦρχεν, αὖθις οἱ ὀλίγοι, καὶ τὰ τελευταῖα ἐς μοναρχίαν κατέστη Ῥωμαίοις τὰ πράγματα, ἐξέτι Καίσαρος τοῦ πρώτου μοναρχήσαντος καὶ βασιλεύσαντος. καὶ ἀστασίαστα διετέλει τὰ κοινὰ ἄχρι ἐς Μάρκον Ἀντωνῖνον Ῥωμαίων ἄρχοντα· ἐπεὶ δὲ ὁ τούτου παῖς ὁ Κόμοδος τὴν φύσιν οὐ πάνυ φρενήρης καὶ φιληδονίας ἥττων γενόμενος καὶ οὐ μάλα τι ἀγαθὸς τὰ πολέμια καὶ φιλόψυχος, δολοφονηθεὶς ὑπό τινων κατελύθη, ἐπαναστάσεις τε συνεχέσταται ἐγένοντο. | ] |
| mu | 214 | [ | Μάρκος, ὁ καὶ Ἀντωνῖνος, βασιλεὺς Ῥωμαίων ὁ ἐπαινετὸς κατὰ πάντα φιλόσοφος· ἀκροατὴς μὲν καὶ ἄλλων πολλῶν γενόμενος. ὕστερον δὲ διήκουσε Σέξτου, ἐκ Βοιωτίας φιλοσόφου, ἐπ’ αὐτῆς Ῥώμης, θαμίζων αὐτῷ καὶ φοιτῶν ἐπὶ θύρας· πρὸς ὃν καὶ Λούκιός τις ῥήτωρ, γνώριμος Ἡρώδου τοῦ Ἀθηναίου ῥήτορος, ἤρετο προϊόντα, ποῖ βαδίζοι καὶ ἐφ’ ὅ τι. καὶ ὁ Μάρκος, καλόν, ἔφη, καὶ γηράσκοντι τὸ μανθάνειν. εἶμι δὴ πρὸς Σέξτον τὸν φιλόσοφον μαθησόμενος ἃ οὔπω οἶδα. καὶ ὁ Λούκιος ἐξάρας τὴν χεῖρα εἰς τὸν οὐρανόν, ὦ ἥλιε, ἔφη, ὁ Ῥωμαίων βασιλεὺς γηράσκων ἤδη δέλτον ἐφαψάμενος ἐς διδασκάλου φοιτᾷ. ὁ δὲ ἐμὸς βασιλεὺς Ἀλέξανδρος δύο καὶ τριάκοντα ἐτῶν ἀπέθανεν. οὗτος ἔγραψε τοῦ [+] ἰδίου [+] βίου [+] ἀγωγὴν [+] ἐν βιβλίοις ιβʹ. | ] |
| mu | 215 | [ | Μάρκος, βασιλεὺς Ῥωμαίων· ὃν ἐκπλήττεσθαι ἐν σιωπῇ μᾶλλον ἢ ἐπαινεῖν ῥᾴδιον, οὐδενὸς λόγου ταῖς τοῦ ἀνδρὸς ἀρεταῖς ἐξισουμένου. ἐκ πρώτης γὰρ ἤδη τῆς ἡλικίας εὐσταθῆ τε καὶ ἡσύχιον βίον ὑποστησάμενος οὔτε κατὰ δέος οὔτε καθ’ ἡδονὴν τραπεὶς τὸ πρόσωπον ὤφθη πώποτε. ἐπαινεῖ δὲ τῶν φιλοσόφων τοὺς ἀπὸ τῆς Στοᾶς καὶ ἦν ἄρα ἐκείνων μιμητὴς οὐ μόνον κατὰ τὴν τῶν διαιτημάτων ἐπιτήδευσιν, ἀλλὰ καὶ κατὰ τὴν τῶν μαθημάτων σύλληψιν. οὕτω γοῦν ἐκ νέας κομιδῆ τῆς ἡλικίας ἐξέλαμπεν, ὡς πολλάκις τὸν Ἀδριανὸν ἐπὶ τοῦτον ἐθελῆσαι τὸν τῆς βασιλείας ἀγαγεῖν κλῆρον. ἐπεὶ δὲ ἔφθασε τὸν Εὐσεβῆ πρότερον κατὰ νόμον ποιησάμενος, ἐκείνῳ μὲν τὴν ἑαυτοῦ διαδοχὴν ἐφύλαξε, τοῦτον δὲ συνοικεῖν ἔγνω διὰ τῆς ἐπιγαμίας τῷ Εὐσεβεῖ, ὡς ἂν κατὰ τὴν τοῦ γένους διαδοχὴν ἐς τὴν ἡγεμονίαν παρέλθοι. τόν τε γοῦν ἰδιώτην βίον ἐν ἰσηγορίᾳ τοῖς πολλοῖς Ῥωμαίοις ἐβίω, οὐδὲν τῇ ἐσποιήσει τοῦ γένους ἀλλοιωθείς. καὶ ἐπεὶ παρῆλθεν ἐς τὴν ἡγεμονίαν, κατὰ μοναρχίαν ἐξηγούμενος καὶ τὴν ἄκραν δυναστείαν καρπούμενος πρὸς οὐδεμίαν ἀλαζονείαν ὑπήχθη πώποτε, ἀλλ’ ἦν ἐλεύθερος μὲν καὶ δαψιλὴς ἐν τοῖς εὐεργετήμασιν, ἀγαθὸς δὲ καὶ μέτριος ἐν ταῖς τῶν ἐθνῶν διοικήσεσι. | ] |
| mu | 216 | [ | Μάρκος, βασιλεὺς Ῥωμαίων, ὁ Εὐσεβὴς ἐπικληθείς. οὗτος εἶχε μὲν καὶ τὰς ἄλλας ἀρετὰς ἁπάσας, καὶ ἄριστα δὴ πάντων τῶν ἐν κράτει τινὶ γενομένων ἦρξε, πλὴν καθόσον οὐ πολλὰ τῷ σώματι ἀνδρίζεσθαι ἐδύνατο· καὶ τοῦτο ἐξ ἀσθενεστάτου καρτερικώτατον ἀπέδειξε. πλεῖστον δὲ ἐν εὐεργεσίᾳ διῆγεν, ὅθεν που καὶ νεὼν αὐτῆς ἱδρύσατο, ὀνόματί τινι ἰδιωτάτῳ καὶ μήποτε ἀκουσθέντι προσκαλέσας αὐτήν. αὐτὸς μὲν γὰρ πάντων τῶν ἁμαρτημάτων ἀπείχετο καὶ οὔτε ἑκὼν οὔτε ἄκων ἐπλημμέλει, τὰ δὲ δὴ τῶν ἀλλοτρίων ἁμαρτήματα, καὶ μάλιστα τὰ τῆς γυναικός, ἔφερε καὶ οὔτε ἐπολυπραγμόνει οὔτε ἐκόλαζεν. ἀλλ’ εἰ μέν τις χρηστόν τι ἔπραττεν, ἐπῄνει καὶ ἐχρῆτο ἐς ἐκεῖνο αὐτῷ, τῶν δὲ ἑτέρων οὐ προσεποιεῖτο, λέγων, ὅτι ποιῆσαι μέν τινι ἀνθρώπους ὁποίους βούλεται ἔχειν ἀδύνατόν ἐστι, τοῖς δὲ δὴ οὖσι προσήκει, ἐς ὅ τι ἄν τις αὐτῶν τῷ κοινῷ χρήσιμος ᾖ, χρῆσθαι. ἔτη γὰρ νʹ καὶ μῆνας ιʹ ἡμέρας τε κʹ ζήσας καὶ ιθʹ ἔτη ἡμέρας ιαʹ αὐταρχήσας ὅμοιος διὰ πάντων ἐγένετο καὶ ἐν οὐδενὶ ἠλλοιώθη. ἀγαθὸς δὲ ἦν καὶ οὐδὲν προσποιητὸν εἶχε. πάμπολλα γὰρ καὶ ὑπὸ παιδείας ὠφελήθη, ἐν ῥητορικῆς καὶ φιλοσοφίας λόγοις ἀσκηθείς. ἀφ’ οὗ δὴ παμπληθεῖς φιλοσοφεῖν ἐπλάττοντο, ἵνα ὑπ’ αὐτοῦ πλουτίζωνται. πλεῖστον δὲ ὅμως ὑπὸ τῆς φύσεως ἐξήρθη. λέγει καὶ ἄλλους μυρίους ἐπαίνους εἰς αὐτὸν Δίων. | ] |
| omicron | 452 | [ | Ὀππιανός, Κίλιξ, ἀπὸ Κωρύκου πόλεως, γραμματικὸς καὶ ἐποποιός, γεγονὼς ἐπὶ Μάρκου Ἀντωνίνου βασιλέως. Ἁλιευτικὰ ἐν βιβλίοις εʹ, Κυνηγετικὰ ἐν βιβλίοις δʹ, Ἰξευτικὰ βιβλία βʹ. ἀναγνωσθέντων δὲ τῶν ποιημάτων αὐτοῦ ἐπὶ τοῦ αὐτοκράτορος, ἐδωρήσατο αὐτῷ πρὸς ἕνα στίχον ἐν μέτρῳ στατῆρα χρυσοῦν, ἤγουν νόμισμα· ὡς λαβεῖν αὐτὸν ἐπὶ πᾶσι νομισμάτων μυριάδας δύο. | ] |
| omicron | 578 | [ | Ὀρθός· λέγεται καὶ ὄρθιος. Μάρκος· ὀρθὸν δὲ εἶναι καὶ μὴ ὀρθούμενον. | ] |
| pi | 2224 | [ | Πρασιανός· ὅτι Πρασιανὸς λέγεται καὶ Βενετιανὸς καὶ Παλμουλάριος καὶ Σκουτάριος παρὰ Μάρκῳ Ἀντωνίνῳ, | ] |
| pi | 3033 | [ | Πτολεμαῖος, ὁ Κλαύδιος χρηματίσας, Ἀλεξανδρεύς, φιλόσοφος, γεγονὼς ἐπὶ τῶν χρόνων Μάρκου τοῦ βασιλέως. οὗτος ἔγραψε Μηχανικὰ βιβλία γʹ, Περὶ φάσεων καὶ ἐπισημασιῶν ἀστέρων ἀπλανῶν βιβλία βʹ, Ἅπλωσιν ἐπιφανείας σφαίρας, Κανόνα πρόχειρον, τὸν Μέγαν ἀστρονόμον ἤτοι Σύνταξιν· καὶ ἄλλα. | ] |
| sigma | 181 | [ | Σεβῆρος· ὅτι Σεβῆρος, ὁ τῶν Ῥωμαίων βασιλεύς, ἔπεμψε τοὺς πολιορκήσοντας τὸ Βυζάντιον· ἦσαν γὰρ ἔτι ἐκεῖ οἱ στρατηγοὶ τοῦ Νίγρου καταφυγόντες· ὅπερ ἑάλω ὕστερον λιμῷ, πᾶσά τε ἡ πόλις κατεσκάφη, καὶ θεάτρων τε καὶ λουτρῶν παντός τε κόσμου καὶ τιμῆς ἀφαιρεθὲν τὸ Βυζάντιον, κώμη δουλεύειν Περινθίοις δῶρον ἐδόθη· ὥσπερ καὶ Ἀντιόχεια Λαοδικεῦσιν. ὅτι ἀπείρητο στρατιώταις γυναιξὶ μίγνυσθαι. Σεβῆρος δὲ τοῦτο ἐπέτρεψε καὶ χρυσοῖς δακτυλίοις αὐτοὺς ἐφιλοτιμήσατο. ὅτι Σεβῆρος ἧκεν εἰς τὸ Βυζάντιον. ὡς δὲ εἶδε τοὺς πολίτας μετὰ ἐλαιοκλάδων εὐφημοῦντας καὶ δεομένους σωτηρίας καὶ ἀπολογίας προσφέροντας, ἐφείσατο μὲν τοῦ φονεύειν, Περινθίοις δὲ καὶ αὖθις ὑπέταξε καὶ παρέσχεν αὐτοῖς θεάτρου καὶ κυνηγίου στοὰς καὶ τὸ ἱπποδρόμιον ᾠκοδόμησεν, ἰκρίοις καὶ ἐμβόλοις διακοσμήσας, ἀγοράσας οἰκήματα καὶ κήπους ἀπό τινων ἀδελφῶν ὀρφανῶν καὶ τὰ περικείμενα τῷ ἱπποδρομίῳ διακόψας δένδρη εἰς τὸ νῦν ὁρώμενον διεκόσμησε σχῆμα, συζεύξας αὐτῷ καὶ λουτρὸν ἐν τῷ ἱερῷ τοῦ Διός, ὅπερ ἐκαλεῖτο Ζεύξιππον, ἀνενέωσε δὲ καὶ τὸ καλούμενον Στρατήγιον. ἀλλὰ τούτων μὲν ἁπάντων Σεβῆρος προκατήρξατο· ὁ δὲ τούτου υἱὸς Ἀντωνῖνος ἐτελεσιούργησεν. ὅτι Σεβῆρος ἐλθὼν ἐπὶ τὴν Ἀλεξάνδρειαν εὗρεν ἐπιγραφὴν ἐν τῇ πόρτῃ, τοῦ κυροῦ Νίγρου ἡ πόλις. καὶ ἀγανακτοῦντος αὐτοῦ πρὸς τοῦτο, ἀπήντησεν ὁ τῶν Ἀλεξανδρέων δῆμος, κράζων, οἴδαμεν, εἰρήκαμεν τοῦ κυροῦ Νίγρου ἡ πόλις· σὺ γὰρ εἶ ὁ κύριος τοῦ Νίγρου. καὶ δεξάμενος τὸ ἕτοιμον τῆς ἀπολογίας συνεχώρησεν αὐτοῖς. | ] |
| sigma | 235 | [ | Σέξστος, Χαιρωνεύς, ἀδελφιδοῦς Πλουτάρχου, γεγονὼς κατὰ Μάρκον Ἀντωνῖνον τὸν Καίσαρα, φιλόσοφος, μαθητὴς Ἡροδότου τοῦ Φιλαδελφαίου. ἦν δὲ τῆς Πυρρωνείου ἀγωγῆς καὶ τοσοῦτον πρὸς τιμῆς τῷ βασιλεῖ ἦν, ὥστε καὶ συνδικάζειν αὐτῷ. ἔγραψεν Ἠθικά, Ἐπισκεπτικὰ βιβλία ιʹ. ὅτι μετὰ θάνατον Κομοδοῦ ἐτόλμησέ τις Σέξστος τε εἶναι φῆσαι καὶ πρὸς ἀνάληψιν τοῦ τε πλούτου καὶ ἀξιώματος ὁρμῆσαι καὶ πολλά γε ὑπὸ πολλῶν ἀνακριθεὶς ἐκομψεύσατο, ὡς μέντοι καὶ τῶν Ἑλληνικῶν τι αὐτὸν ὁ Περτίναξ, ὧν ἐκεῖνος διεπεφύκει, ἀνήρετο, πλεῖστον ἐσφάλη, μηδὲ συνεῖναι τὸ λεγόμενον δυνηθείς. οὕτω που τὸ μὲν εἶδος ἐκ φύσεως καὶ τ ἄλλα ἐξ ἐπιτηδεύσεως αὐτῷ ἐῴκει, τῆς δὲ δὴ παιδείας αὐτοῦ οὐ μετεσχήκει. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: