Diodorus Siculus) - urn:cts:greekLit:tlg0060Agyrion (Wikidata)
historian (Wikidata)
geographer (Wikidata)
mythographer (Wikidata)
urn:cts:greekLit:tlg0060.suda001 -
The Historical Library of Diodorus the Sicilian
| alpha | 2668 | [ | Ἀντικατέστησαν: ἠναντιώθησαν. Διόδωρος· οἱ δὲ ὑπολειφθέντες ἀλλήλοις ἀντικατέστησαν. | ] |
| gamma | 8 | [ | Γάζα. καὶ Γαζοφυλάκιον, θησαυροφυλάκιον. γάζα γὰρ θησαυρός. πολλὴν δὲ εὗρεν ἀφθονίαν τροφῆς καὶ γάζαν βαρβαρικήν, ἀργυρίου δὲ τάλαντα γʹ. ὁ δὲ Πτολεμαῖος τὰ βασίλεια περιάγων ἐπεδείκνυτο καὶ τὴν ἄλλην τὴν βασιλικὴν γάζαν. Διόδωρός φησι. | ] |
| delta | 1151 | [ | Διόδωρος, Σικελιώτης, ἱστορικός. ἔγραψε Βιβλιοθήκην· ἔστι δὲ ἱστορία Ῥωμαϊκή τε καὶ ποικίλη ἐν βιβλίοις μʹ. γέγονε δὲ ἐπὶ τῶν χρόνων Αὐγούστου Καίσαρος καὶ ἐπάνω. | ] |
| epsilon | 1471 | [ | Ἐντείνας ἑαυτόν· Διόδωρος· ἐς τὸν στρατιωτικὸν καὶ εὐτελῆ βίον ἐντείνας. ἀντὶ τοῦ ἐπιδούς. καὶ Ἐντεῖναι, τανύσαι. καὶ Ἐντείναντες, ἐπιθέντες. πληγάς τε ἐντείναντες τῆς κεφαλῆς ἀπετέμοντο. ἀντὶ τοῦ αἰκισάμενοι. καὶ αὖθις· πληγάς τε τοῖς προσπίπτουσιν ἐντεινόμενοι. | ] |
| epsilon | 1521 | [ | Ἐξακριβωθέντες· ἐρευνηθέντες. Διόδωρος· ἄνδρες ἐξακριβωθέντες ὑπὸ βασιλέως εἰς μέγεθός τε καὶ ὕψος σωμάτων καὶ τόλμης ὀξύτητα καὶ ἀγερωχίαν. | ] |
| kappa | 1803 | [ | Κλίμακες· ξύλα ὀρθά. Διόδωρος· ἑξῆς δ’ ἐκομίζοντο κλίμακες ωʹ, παντευχίας πολυτελεῖς ἔχουσαι. καὶ Ξενοφῶν· οἱ δὲ ἄνθρωποι κατέβαινον κατὰ κλίμακας εἰς τὰς καταγείους οἰκίας. | ] |
| lambda | 865 | [ | Λυσιτελές· ἀγαθὸν, ὠφέλιμον, ἢ συμφέρον· ὅτι λύει τὰ τελούμενα εἰς αὐτὸ, ὥστε τὴν ἀντικατάλλαξιν τὴν ἐκ τῆς πραγματείας ὑπεραίρειν τῇ ὠφελείᾳ. καὶ Διόδωρος ὁ Σικελιώτης φησίν· ὁ δὲ Τρύφων Νίκην χρυσῆν κατασκευάσας ἐξαπέστειλεν εἰς τὴν Ῥώμην· ὑπελάμβανε γὰρ τοὺς Ῥωμαίους, ἅμα μὲν διὰ τὸ λυσιτελές, ἅμα δὲ διὰ τὸ εὐοιώνιστον εἶναι, προσδέξασθαι τὴν Νίκην. | ] |
| sigma | 1021 | [ | Στεγανόν· πυκνόν, σφιγκτόν. καὶ Διόδωρος· οἱ δὲ Ῥωμαῖοι στεγανὰ ποιήσαντες παρεχείμαζον. καὶ παροιμία· Βάκχης τρόπον. ἐπὶ τῶν στεγανῶν καὶ σιωπηλῶν· αἱ γὰρ Βάκχαι ἐσίγων. | ] |
| sigma | 1337 | [ | Σύλλας, Σύλλου· ὄνομα κύριον. ὅτι ἐπὶ Σύλλα τοῦ ὑπάτου ὁ ἐμφύλιος Ῥωμαίων ἀνήφθη πόλεμος. ἐπισημῆναι δὲ τὴν τῶν μελλόντων κακῶν φορὰν Λίβιός φησι καὶ Διόδωρος. ἐξ ἀνεφέλου τοῦ ἀέρος καὶ αἰθρίας πολλῆς ἦχον ἀκουσθῆναι σάλπιγγος, ὀξὺν ἀποτεινούσης καὶ θρηνώδη φθόγγον. καὶ τοὺς μὲν ἀκούσαντας ἅπαντας ἔκφρονας ὑπὸ δέους γενέσθαι· τοὺς δὲ Τυρρηνῶν μάντεις μεταβολὴν τοῦ γένους καὶ μετακόσμησιν ἀποφήνασθαι σημαίνειν τὸ τέρας. εἶναι μὲν γὰρ ἀνθρώπων ηʹ γένη, διαφέροντα τοῖς βίοις καὶ τοῖς ἤθεσιν ἀλλήλων· ἑκάστῳ δὲ ἀφωρίσθαι χρόνον ὑπὸ τοῦ θεοῦ, συμπεραινόμενον ἐνιαυτοῦ μεγάλου περιόδῳ. τῆς γοῦν προτέρας περιόδου τελευτώσης καὶ ἑτέρας ἐνισταμένης, κινεῖσθαί τι σημεῖον ἐκ γῆς ἢ οὐρανοῦ θαυμάσιον, ὃ δῆλον εὐθὺς τοῖς τὰ τοιαῦτα σοφοῖς γίνεσθαι, ὅτι καὶ τρόποις ἄλλοις καὶ βίοις ἄνθρωποι χρώμενοι γεγόνασι καὶ θεοῖς ἧττον τῶν προτέρων μέλονται. ταῦτα μὲν οὖν εἴτε οὕτως εἴτε ἄλλως πως ἔχει, σκοπεῖν παρίημι. ὅτι Σύλλας ὁ ὕπατος ἀπάρας ἐξ Ἐφέσου προσσχών τε ταῖς Ἀθήναις ἐνδιέτριψε τῇ πόλει χρόνου τινὸς καὶ τὴν Ἀπελλικῶντος τοῦ Τηΐου καταλαβὼν ἐνταῦθα βιβλιοθήκην ἀνείλετο· ἐν ᾗ πλεῖστα τῶν Ἀριστοτέλους καὶ Θεοφράστου βιβλίων ἦν, οὔπω τότε τοῖς πολλοῖς, ᾗ φησι Πλούταρχος, γνωριζόμενα, ἀλλ’ ἐντεῦθεν ἐς τὴν τῶν ἀνθρώπων ἐκφοιτήσαντα γνῶσιν. ὅτι Σύλλας ὁ ὕπατος ἐπιλογισμὸν τῶν ἑαυτοῦ πράξεων ποιήσας Εὐτυχῆ ἑαυτὸν ἐκάλει καὶ ἔγραφε. καί ποτε Λαβερία, Ῥωμαία γυνὴ οὐκ ἀφανής, ἐξόπισθεν τοῦ Σύλλου πορευομένη ἐπιβάλλει τὴν χεῖρα καὶ κροκύδα τοῦ ἱματίου σπᾷ. τοῦ δὲ ἐπιστραφέντος, οὐδὲν δεινόν, εἰπεῖν, αὐτόκρατορ· ἀλλὰ βούλομαι τῆς σῆς κἀ γὼ μικρὸν εὐτυχίας μεταλαβεῖν. τὸν δὲ ὑπερησθῆναί τε τῷ ῥηθέντι καὶ μετὰ μικρὸν ἀγαγέσθαι ταύτην γυναῖκα, τῆς Μετέλλης ἤδη τεθνηκυίας. | ] |
| sigma | 1544 | [ | Συνεῖχεν· ἐξήσκει, ἐγύμναζε. Διόδωρος· ὁ δὲ συνεῖχεν αὐτοὺς εἶναι στρατιώτας, παράδειγμα ὑποθεὶς ἑαυτόν. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: