urn:cts:greekLit:tlg0263.suda001
alpha | 2418 | [ | Ἀνηνέγκατο: ἐκ βάθους ἐβόησεν. Αἰλιανὸς περὶ Κροίσου· ὁ δὲ ἀνηνέγκατο ἄρα στενάξας καὶ ἐς τρὶς ἐκάλεσε τὸν Σόλωνα. | ] |
alpha | 2833 | [ | Ἄξονες: οὕτως ἐκάλεσαν Ἀθηναῖοι τοὺς Σόλωνος νόμους, διὰ τὸ ἐγγραφῆναι αὐτοὺς ἐν ξυλίνοις ἄξοσιν. ἦσαν δὲ τετράγωνοι τὸ σχῆμα. μεμνηται τῆς λέξεως Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. Ἄξονες δὲ καὶ κύρβεις διαφέρει. Ἄξονα δὲ λέγει Ὅμηρος τὸν τῆς ἁμάξης. | ] |
alpha | 3716 | [ | Ἄποινα: λύτρα, ἃ δίδωσί τις ὑπὲρ φόνου ἢ σώματος. οὕτως Σόλων ἐν νόμοις. | ] |
alpha | 4072 | [ | Ἀρχαῖον: ἐχρήσαντο οἱ ῥήτορες τῷ ἀρχαίῳ ἐπὶ τοῦ δανειζομένου τὸ ἀργύριον, ὅπερ ἔνιοι κατά τινα συνήθειαν κεφάλαιον ὀνομάζουσι. Δημοσθένης ἐν τῷ κατὰ Νικοστράτου· δανείσας ἀργύριον Ἄρχιππον οὐχ οἷός τε ἦν αὐτὸ ἀπολαβεῖν, οὔτε τόκον οὔτε τὸ ἀρχαῖον. παρείληπται δὲ καὶ ἐπὶ τοῦ παλαιοῦ. Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου· ὁ δὲ Σόλων, ὁ τῶν νομοθετῶν μάλιστα εὐδοκιμῶν, γέγραφεν ἀρχαίως. καὶ πάλιν· οὕτως ἦσαν σώφρονες οἱ ἀρχαῖοι ἐκεῖνοι ῥήτορες, ὁ Περικλῆς, Θεμιστοκλῆς καὶ Ἀριστείδης. τάττεται δὲ παρὰ κωμικοῖς καὶ ἐπὶ τοῦ εὐήθους. | ] |
alpha | 4096 | [ | Ἀρχὴ ἄνδρα δείκνυσιν: ἐπὶ τῶν πρὸ μὲν τῆς ἀρχῆς ἐπιεικῶν, ἐν αὐτῇ δὲ τῇ ἀρχῇ βιαίων γενομένων. Σόλωνος δὲ εἶναί φασιν αὐτὸ ἀπόφθεγμα, Ἀριστοτέλης δὲ καὶ Θεόφραστος Βίαντος. | ] |
alpha | 4119 | [ | Ἄρχων. Ἄρχοντες· οἱ ἐννέα τινές· θεσμοθέται ἕξ, ἄρχων, βασιλεὺς, πολέμαρχος. καὶ πρὸ μὲν τῶν Σόλωνος νόμων οὐκ ἐξῆν αὐτοῖς ἅμα δικάζειν, ἀλλ’ ὁ μὲν βασιλεὺς καθῆστο παρὰ τῷ καλουμένῳ Βουκολείῳ· τὸ δὲ ἦν πλησίον τοῦ Πρυτανείου· ὁ δὲ πολέμαρχος ἐν Λυκείῳ, καὶ ὁ ἄρχων παρὰ τοὺς Ἐπωνύμους, οἱ θεσμοθέται παρὰ τὸ Θεσμοθέσιον. κύριοί τε ἦσαν ὥστε τὰς δίκας αὐτοτελεῖς ποιεῖσθαι. ὕστερον δὲ Σόλωνος οὐδὲν ἕτερον αὐτοῖς τελεῖται ἢ μόνον ὑποκρίνουσι τοὺς ἀντιδίκους. | ] |
beta | 367 | [ | Βολίτου δίκην: πρὸς τοὺς ἐπὶ μικροῖς δίκας ὑπέχοντας. ὁ γὰρ Σόλωνος νόμος καὶ τοὺς βόλιτον ὑφελομένους κολάζει. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: