Digital Suda
Suidae Lexicon edidit Ada Adler

Works Catalog

Aeschines (Aeschines) - urn:cts:greekLit:tlg0026.suda002 (Against Timarchus)

alpha 360[ Ἀγρίους: Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου τοὺς σφόδρα ἐπτοημένους περὶ τὰ παιδικὰ οὕτως ὠνόμασε. καὶ Μένανδρος δὲ ἄγριον εἶπε κυβευτὴν τὸν λίαν περὶ τὸ κυβεύειν ἐσπουδακότα. ἀγρίους καὶ κολλοποδιώκτας ἐκάλουν οἱ παλαιοὶ τοὺς παιδεραστάς. ὅτι ἐκωμῳδοῦντο οἱ Ἀχαρνεῖς ὡς ἄγριοι καὶ σκληροί· καὶ ζήτει ἐν τῷ δραχαρνεῦ. ]
alpha 4072[ Ἀρχαῖον: ἐχρήσαντο οἱ ῥήτορες τῷ ἀρχαίῳ ἐπὶ τοῦ δανειζομένου τὸ ἀργύριον, ὅπερ ἔνιοι κατά τινα συνήθειαν κεφάλαιον ὀνομάζουσι. Δημοσθένης ἐν τῷ κατὰ Νικοστράτου· δανείσας ἀργύριον Ἄρχιππον οὐχ οἷός τε ἦν αὐτὸ ἀπολαβεῖν, οὔτε τόκον οὔτε τὸ ἀρχαῖον. παρείληπται δὲ καὶ ἐπὶ τοῦ παλαιοῦ. Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου· ὁ δὲ Σόλων, ὁ τῶν νομοθετῶν μάλιστα εὐδοκιμῶν, γέγραφεν ἀρχαίως. καὶ πάλιν· οὕτως ἦσαν σώφρονες οἱ ἀρχαῖοι ἐκεῖνοι ῥήτορες, ὁ Περικλῆς, Θεμιστοκλῆς καὶ Ἀριστείδης. τάττεται δὲ παρὰ κωμικοῖς καὶ ἐπὶ τοῦ εὐήθους. ]
delta 288[ Δεῦρο· τοῦτο τὸ ἐπίρρημά τινες ἐπὶ χρόνου τετάχθαι νομίζουσιν. οἱ δὲ ῥήτορες ἐπὶ τόπου πάντες αὐτῷ χρῶνται· ὡς Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου· καὶ παρασχεῖν τῷ μὲν φεύγοντι θαρρεῖν, ὅταν αὐτὸς δεῦρο παρέλθῃ. καὶ Ἀντιφῶν ἐν τῇ Παρανόμων κατηγορίᾳ· ναυμάχους ὡς περὶ δωρεῶν μὲν εἰπεῖν κατάγειν δεῦρο. καὶ Δείναρχος ἐν τῷ κατὰ Λεωχάρους· περὶ τοῦ ταλαιπώρου Διδύμου νῦν πρὸς ὑμᾶς ἐρῶ. καί μοι δεῦρο αὐτοῦ τὸ παιδίον κάλεσον. καὶ Δημοσθένης· ἀπόκριναι γὰρ δεῦρο ἀναστάς μοι. καὶ ἄλλοι ἕτεροι. ]
xi 61[ Ξηραλοιφεῖν· Αἰσχίνης κατὰ Τιμάρχου. ξηραλοιφεῖν ἔλεγον τὸ χωρὶς λουτρῶν ἀλείφεσθαι. μήποτε δὲ καὶ τὸ ὑπὸ τῶν ἀλειπτῶν λεγόμενον ξηροτρίβεσθαι οὕτως ἐλέγετο. ]
pi 636[ Παρρησία· ἐξουσία, ἄδεια. οἱ δὲ τῇ μαχαίρᾳ τὴν παρρησίαν ἐδίδοσαν. οἱ ῥήτορες τῇ παρρησίᾳ κατεχρήσαντο ἐπὶ τῶν ὀνειδίζειν μελλόντων τοὺς ἀκούοντας, ὅταν οἱ διαλεγόμενοι τῶν οὐ δεόντως ποτὲ πεπραγμένων μνημονεύωσιν· ὡς Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου· Νικόδημος δὲ ὑπὸ Ἀρισταγόρου τετελεύτηκε βιαίῳ θανάτῳ, ἐκκοπεὶς ὁ δείλαιος ἀμφοτέρους τοὺς ὀφθαλμοὺς καὶ τὴν γλῶτταν ἐκτμηθείς, ᾗ ἐπαρρησιάζετο, πιστεύων τοῖς νόμοις. καὶ ἐν τῷ τῆς παραπρεσβείας [+] [+]· προῄρημαι δὲ παρρησιάσασθαι καὶ ἐλευθέρως ἅμα καὶ τἀληθῆ εἰπὼν σῴζεσθαι. ]
pi 2920[ Προφερεῖς· οἱ νέοι μὲν ὄντες, πρεσβύτεροι δὲ φαινόμενοι. Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. ]

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License