Dionysius I of Syracuse) - urn:cts:greekLit:tlg0330Syracuse (Wikidata) (Pleiades)
politician (Wikidata)
urn:cts:greekLit:tlg0330.suda001
urn:cts:greekLit:tlg0330.suda002
urn:cts:greekLit:tlg0330.suda003
urn:cts:greekLit:tlg0330.suda004
| delta | 132 | [ | Δαιτρός· προσδιαιρῶν ἐλάχιστα τοῖς ἑστιωμένοις. οὕτως γὰρ εἱστιῶντο μεριζόμενοι τά τε πρόβατα καὶ τὸν πότον. παρὸ καὶ λέγει· δαιτὸς ἐΐσης. ἰσομοίρου τροφῆς. ἢ Δαιτρός, ὁ διαιρῶν καὶ διανέμων τὰ κρέα. ὅτι Τίμαιός φησι, τοὺς ποιητὰς καὶ τοὺς συγγραφεῖς διὰ τῶν ὑπεράνω πλεονασμῶν ἐμφαίνειν τὰς ἑαυτῶν φύσεις, λέγων ἐκ τοῦ δαιτρεύειν τὸν ποιητὴν πολλαχοῦ τῆς ποιήσεως γαστρίμαργον παρεμφαίνειν, τὸν δὲ Ἀριστοτέλην ὀψαρτύοντα, ὀψοφάγον εἶναι καὶ λίχνον, τὸν δὲ Διονύσιον τὸν τύραννον κλινοκοσμοῦντα καὶ τὰς τῶν ὑφασμάτων ἰδιότητας καὶ ποικιλίας ἐξεργαζόμενον συνεχῶς. ἀνάγκη τὴν ἀκόλουθον ποιεῖσθαι διάληψιν, καὶ δυσαρεστεῖσθαι κατὰ τὴν προαίρεσιν. | ] |
| delta | 1178 | [ | Διονύσιος, Σικελίας τύραννος· ἔγραψε τραγῳδίας καὶ κωμῳδίας καὶ ἱστορικά. ὅτι καὶ ἕτεροι ἐτυράννησαν, ἀλλ’ ἡ τελευταία καὶ μεγίστη κάκωσις πάσαις ταῖς πόλεσιν ἡ Διονυσίου τυραννὶς ἐγένετο. περὶ Διονυσίου τοῦ τυράννου ζήτει περὶ Φιλοξένου διθυραμβοποιοῦ ἐν τῷ ἄπαγέ με εἰς τὰς λατομίας. | ] |
| delta | 1238 | [ | Δίων, Ἱππαρίνου, Συρακούσιος, φιλόσοφος Πλατωνικός, τοῦ Σικελίας τυράννου Διονυσίου τοῦ προτέρου τῆς γαμετῆς Ἀριστομάχης ἀδελφός· ὃς καὶ ἐκράτησε τῆς Σικελίας τυραννίδος, ἐκβαλὼν τὸν τοῦ προτέρου Διονυσίου υἱὸν Διονύσιον· οὗ πάλιν ἀδελφὸς Νισαῖος ἐξέβαλε Δίωνα τοῦτον. ἔγραψεν ἐπιστολὰς πρὸς Πλάτωνα καὶ ἄλλους τινάς. | ] |
| alphaiota | 349 | [ | Αἰσχίνης, ὁ τοῦ Λυσανίου. οὗτος παρὰ Διονύσιον εἰς Σικελίαν ὑπὲρ χρημάτων ᾤχετο. Πλάτων δὲ τρὶς ἀναμετρῆσαι λέγεται τὴν Χάρυβδιν ὑπὲρ πλούτου Σικελικοῦ. Ἀρίστιππος δὲ ὁ Κυρηναῖος καὶ Ἑλίκων ἐκ Κυζίκου καὶ Φοίτων, ὅτε ἔφευγε Ῥήγιον, οὕτω τι ἐς τοὺς Διονυσίου κατέδυσαν θησαυροὺς ὡς μόγις ἀνασχεῖν ἐκεῖθεν. καὶ μὴν καὶ τὸν Κνίδιόν φασιν Εὔδοξον ἐς Αἴγυπτόν ποτε ἀφικόμενον ὑπὲρ χρημάτων τε ὁμολογεῖν ἥκειν καὶ διαλέγεσθαι τῷ βασιλεῖ ὑπὲρ τούτου. καὶ ἵνα μὴ πλείους διαβάλω, Σπεύσιππον τὸν Ἀθηναῖον οὕτω τι ἐρασιχρήματον γενέσθαι φασίν, ὡς ἐπὶ τὸν Κασσάνδρου γάμον ἐς Μακεδόνας κωμάσαι, ποιήματα ψυχρὰ ξυνθέντα δημοσίᾳ ταῦθ’ ὑπὲρ χρημάτων ᾆσαι. | ] |
| epsiloniota | 291 | [ | Εἰς λατομίας· Φιλόξενος ὁ διθυραμβοποιὸς οὐκ ἀνεχόμενος τῶν Διονυσίου τοῦ τυράννου ποιημάτων ὡς φαύλων, ποτὲ πέμψαντος αὐτὸν εἰς λατομίας τοῦ Διονυσίου, τὸ δὲ ὕστερον αὐτὸς ἑκὼν ἐξανέστη, τοῦ δὲ ἐπερωτωμένου τὴν αἰτίαν, τοῦτο εἰπεῖν, ὡς κρεῖττον εἶναι ἐκεῖ διατρίβειν ἢ τῶν αὐτοῦ ποιημάτων ἀνέχεσθαι, τοῦτο ἐπειπόντα· ἦ οἶκος φίλος, οἶκος ἄριστος· ἅπερ ἐστὶ τῆς χελώνης. | ] |
| iota | 165 | [ | Ἱερείας ἐνύπνιον· ἄλλοι δέ φασι δεῖν μᾶλλον Ἱμεραίας ἐνύπνιον λέγεσθαι. Ἱμεραία δὲ γραῦς τις ὥς φασιν ὁρᾶν ἑαυτὴν ἐδόκει ἀναγομένην εἰς οὐρανούς· καὶ δῆτα ἐλθοῦσαν εἰς τὰ τοῦ Διὸς οἰκήματα θεάσασθαι ἄνδρα πυρρὸν δεδεμένον ἁλύσει σιδηρᾷ, ὑπὸ τὸν βασίλειον θρόνον· πυθομένην δὲ τίς εἴη, ὁ ἀλάστωρ, ἀκοῦσαι, τῆς Σικελίας. τὸ μὲν ἐνύπνιον ἐν τούτῳ. ὕστερον δὲ χρόνοις ἰδοῦσα τυραννοῦντα τὸν Διονύσιον τό τε ὄναρ πολλοῖς διηγήσατο καὶ αὐτὸν εἶναι τὸν τεθεαμένον ἀπήγγειλεν· ἣν ὀργισθεὶς ἀπέκτεινε Διονύσιος. | ] |
| kappa | 1810 | [ | Κλινοκοσμοῦντα Διονύσιον· ζήτει ἐν τῷ δαιτρός. | ] |
| kappa | 2804 | [ | Κυψελιδῶν ἀνάθημα ἐν Ὀλυμπίᾳ· Πλάτων ἐν Φαίδρῳ. παρὰ τὸ Κυψελιδῶν ἀνάθημα σφυρήματος ἐν Ὀλυμπίᾳ ἐστάθη κολοσσός· ἀλλ’ οὐ τῶν Κυψελιδῶν. Κυψέλου δέ φασι τὸ ἀνάθημα, ὡς Ἀγακλυτὸς ἐν τῇ πʹ Ὀλυμπιάδι φησὶν οὕτως· ναὸς τῆς Ἥρας παλαιός, ἀνάθημα Σκιλλουντίων· οὗτοι δέ εἰσιν Ἠλείων. ἔνεστι δὲ ἐν αὐτῷ χρυσοῦς κολοσσός, ἀνάθημα Κυψέλου τοῦ Κορινθίου· φασὶ γὰρ τὸν Κύψελον εὐξάμενον, εἰ Κορινθίων τυραννεύσειε, τὰς οὐσίας πάντων εἰς δέκατον ἔτος ἀνιερώσειν, τὰς δεκάτας τῶν τιμημάτων εἰσπραξάμενον κατασκευάσαι τὸν σφυρήλατον κολοσσόν. Δίδυμος δὲ κατασκευάσαι τὸν κολοσσὸν φησὶ Περίανδρον ὑπὲρ τοῦ τῆς τρυφῆς καὶ τοῦ θράσους ἐπισχεῖν τοὺς Κορινθίους. καὶ γὰρ Θεόφραστος ἐν τῷ Περὶ καιρῶν βʹ λέγει οὕτως· ἕτεροι δ’ εἰς ἀνδρωδέστερα καταδαπανῶντες, οἷον στρατιὰς ἐξάγοντες καὶ πολέμους ἐπαναιρούμενοι, καθάπερ καὶ Διονύσιος ὁ τύραννος. ἐκεῖνος γὰρ οὐ μόνον ᾤετο δεῖν τὰ τῶν ἄλλων καταναλίσκειν, ἀλλὰ καὶ τὰ αὑτοῦ, πρὸς τὸ μὴ ὑπάρχειν ἐφόδιον τοῖς ἐπιβουλεύουσιν. ἐοίκασι δὲ καὶ αἱ πυραμίδες ἐν Αἰγύπτῳ καὶ ὁ τῶν Κυψελιδῶν κολοσσὸς καὶ πάντα τὰ τοιαῦτα τὴν αὐτὴν καὶ παραπλησίαν ἔχειν διάνοιαν. φέρεται δέ τι καὶ ἐπίγραμμα τοῦ κολοσσοῦ· αὐτὸς ἐγὼ χρυσοῦς σφυρήλατός εἰμι κολοσσός· ἐξώλης εἴη Κυψελιδῶν γενεά. ὅπερ Ἀπελλᾶς ὁ Ποντικὸς οὕτω προφέρεται· εἰμὶ ἐγὼ Νάξιος, παγχρύσεος εἰμὶ κολοσσός· ἐξώλης εἴη Κυψελιδῶν γενεά. | ] |
| pi | 966 | [ | Πενία· διὰ τὰς ἀδίκους πάθας τῇ πενίᾳ ἐνήθλει. οὐκοῦν τῆς πτωχείας πενίαν φαμὲν εἶναι ἀδελφήν. Ἀριστοφάνης Πλούτῳ. εἴπερ καὶ Θρασυβούλῳ Διονύσιον εἶναι ὅμοιον. ὁ μὲν γὰρ Διονύσιος ἐξώλης τύραννος, ὁ δὲ Θρασύβουλος φιλόπολις καὶ παντὸς λόγου κρείττων. ἐπὶ τῶν μὴ τὰ ὅμοια ὁμοιούντων. | ] |
| pi | 1707 | [ | Πλάτων, Ἀρίστωνος τοῦ Ἀριστοκλέους καὶ Περικτιόνης ἢ Ποτώνης, τὸ γένος ἑλκούσης ἀπὸ Σόλωνος· ἕκτη γὰρ ἦν ἀπ’ ἐκείνου, παῖς γενομένη Δρωπίδου ποιητοῦ, τοῦ ἀδελφοῦ Σόλωνος. ὁ δὲ Σόλων εἰς Νηλέα ἀναφέρει τὸ γένος. καὶ Ἀρίστων δὲ ὁ Πλάτωνος πατὴρ ἐκ τοῦ Κόδρου γένους κατήγετο, τοῦ Μελάνθου υἱοῦ. ἱστόρηται δέ, ὡς ἔκ τινος θείας ὄψεως ἡ μήτηρ Πλάτωνος ἔγκυος ἐγένετο, ἐπιφανέντος αὐτῇ τοῦ Ἀπόλλωνος. καὶ ἡνίκα ἔτεκε τὸν Πλάτωνα, τότε αὐτῇ ὁ ἀνὴρ συνεγένετο. ἐτέχθη δ’ ἐν Αἰγίνῃ ἐν τῇ πηʹ ὀλυμπιάδι μετὰ τὰ προοίμια τοῦ Πελοποννησιακοῦ πολέμου, καὶ ἐβίω ἔτη βʹ καὶ πʹ. τελευτᾷ δὲ ἐπὶ τῆς ρηʹ ὀλυμπιάδος, οὐδὲ γάμον τινὰ οὐδὲ ὁμιλίαν καθάπαξ σώματος εἰς πεῖραν δεξάμενος· εὐωχήθη δ’ ἐν ἑορτῇ καὶ ὑπνῶν ἀπεβίω. καὶ ἕτεροι δὲ ἐγένοντο μετ’ αὐτὸν υἱοὶ τῷ Ἀρίστωνι Ἀδείμαντος καὶ Γλαύκων καὶ Ποτώνη θυγάτηρ. καὶ τὰ μὲν πρῶτα γράμματα διδάσκεται παρά τινι Διονυσίῳ, ἐγυμνάσθη δὲ τὰ εἰς παλαίστραν παρ’ Ἀρίστωνι τῷ Ἀργείῳ· εἶτα μαθὼν ποιητικὴν γράφει διθυράμβους καὶ τραγῳδίας· ἀπογνοὺς δὲ τούτων ἐφιλοσόφησε παρὰ Σωκράτει ἐπὶ ἔτη κʹ. καὶ λόγος, ἰδεῖν Σωκράτην, καθ’ ἣν ἡμέραν αὐτῷ παρεδόθη Πλάτων, κύκνον αὐτοῦ τοῖς γόνασιν ἐπικαθήμενον. προσηγορεύετο δὲ Ἀριστοκλῆς, διὰ δὲ τὸ πλατὺς εἶναι τὸ στέρνον Πλάτων ἐπωνομάσθη, ἄλλοι δὲ ὡς πλατὺν ἐν λόγοις Πλάτωνα κληθῆναι. τρὶς δὲ ἐν Σικελίᾳ Πλάτων ἦλθε πρὸς τοὺς τυράννους Διονυσίους [+]· καὶ ἐπράθη ὑπὸ τοῦ τυράννου. ἐπρίατο δὲ αὐτὸν Ἀννίκερίς τις Λίβυς καὶ ἀφῆκε. διέτριβε δὲ ἐν τῇ Ἀκαδημίᾳ παιδεύων· καὶ διεδέξαντο τὴν σχολὴν αὐτοῦ καθ’ ἕνα οἵδε· Σπεύσιππος, Ξενοκράτης, Πολέμων, Κράντωρ, Κράτης. οἱ δὲ Σωκρατίδες, Ἀρκεσίλαος, Λακύδης, Εὔανδρος Φωκαεύς, Δάμων, Λεοντεύς, Μοσχίων, Εὔανδρος Ἀθηναῖος, Ἡγησίνους, Καρνεάδης, Ἁρμάδας. εἰσὶ δὲ οἱ γνήσιοι αὐτοῦ διάλογοι πάντες νϚʹ, ὧν οἱ μέν εἰσι φυσιολογικοί, οἱ δὲ ἠθικοί, οἱ δὲ διαλεκτικοί. καὶ ἡ μὲν Πολιτεία διαιρεῖται εἰς βιβλία ιʹ, οἱ δὲ Νόμοι εἰς ιβʹ. τετραλογίαι δὲ λοιπαὶ θʹ. | ] |
| pi | 3052 | [ | Πτωχεία πενίας διενήνοχεν· ἧς· ἡ μὲν πενία μεμετρημένη ἐστὶν ἔνδεια, πόνῳ τὰ χρειώδη θηρῶσα, ἡ δὲ πτωχεία παντελὴς τῆς κτήσεως ἔκπτωσις. καὶ ὁ μὲν πένης παρὰ τὸ πένεσθαι, ὅ ἐστι ἐνεργεῖν καὶ ἐκ τούτου πορίζειν τὰ χρειώδη εἴρηται· ὁ δὲ πτωχὸς παρὰ τὸ πτώσσειν πάντας. εἴρηται δὲ πενία παρὰ τὸ διὰ τοῦ πονεῖν ἔχειν τὸ ζῆν, πτωχεία δὲ παρὰ τὸ πτώσσειν πάντας ἀνθρώπους. τῆς πτωχείας πενίαν φαμὲν εἶναι ἀδελφήν· ὑμεῖς γ’ οἵπερ καὶ Θρασυβούλῳ Διονύσιόν φατε εἶναι ὁμοῖον. ὁ μὲν γὰρ τύραννος, ὁ δὲ τυραννοκτόνος. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: