Solon) - urn:cts:greekLit:tlg0263Classical Athens (Wikidata) (Pleiades)
Classical Athens (Wikidata) (Pleiades)
Classical Athens (Wikidata) (Pleiades)
legislator (Wikidata)
poet (Wikidata)
writer (Wikidata)
philosopher (Wikidata)
elegist (Wikidata)
urn:cts:greekLit:tlg0263.suda001
urn:cts:greekLit:tlg0263.suda002
urn:cts:greekLit:tlg0263.suda003
| alpha | 2418 | [ | Ἀνηνέγκατο: ἐκ βάθους ἐβόησεν. Αἰλιανὸς περὶ Κροίσου· ὁ δὲ ἀνηνέγκατο ἄρα στενάξας καὶ ἐς τρὶς ἐκάλεσε τὸν Σόλωνα. | ] |
| alpha | 2833 | [ | Ἄξονες: οὕτως ἐκάλεσαν Ἀθηναῖοι τοὺς Σόλωνος νόμους, διὰ τὸ ἐγγραφῆναι αὐτοὺς ἐν ξυλίνοις ἄξοσιν. ἦσαν δὲ τετράγωνοι τὸ σχῆμα. μεμνηται τῆς λέξεως Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. Ἄξονες δὲ καὶ κύρβεις διαφέρει. Ἄξονα δὲ λέγει Ὅμηρος τὸν τῆς ἁμάξης. | ] |
| alpha | 3716 | [ | Ἄποινα: λύτρα, ἃ δίδωσί τις ὑπὲρ φόνου ἢ σώματος. οὕτως Σόλων ἐν νόμοις. | ] |
| alpha | 4072 | [ | Ἀρχαῖον: ἐχρήσαντο οἱ ῥήτορες τῷ ἀρχαίῳ ἐπὶ τοῦ δανειζομένου τὸ ἀργύριον, ὅπερ ἔνιοι κατά τινα συνήθειαν κεφάλαιον ὀνομάζουσι. Δημοσθένης ἐν τῷ κατὰ Νικοστράτου· δανείσας ἀργύριον Ἄρχιππον οὐχ οἷός τε ἦν αὐτὸ ἀπολαβεῖν, οὔτε τόκον οὔτε τὸ ἀρχαῖον. παρείληπται δὲ καὶ ἐπὶ τοῦ παλαιοῦ. Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου· ὁ δὲ Σόλων, ὁ τῶν νομοθετῶν μάλιστα εὐδοκιμῶν, γέγραφεν ἀρχαίως. καὶ πάλιν· οὕτως ἦσαν σώφρονες οἱ ἀρχαῖοι ἐκεῖνοι ῥήτορες, ὁ Περικλῆς, Θεμιστοκλῆς καὶ Ἀριστείδης. τάττεται δὲ παρὰ κωμικοῖς καὶ ἐπὶ τοῦ εὐήθους. | ] |
| alpha | 4096 | [ | Ἀρχὴ ἄνδρα δείκνυσιν: ἐπὶ τῶν πρὸ μὲν τῆς ἀρχῆς ἐπιεικῶν, ἐν αὐτῇ δὲ τῇ ἀρχῇ βιαίων γενομένων. Σόλωνος δὲ εἶναί φασιν αὐτὸ ἀπόφθεγμα, Ἀριστοτέλης δὲ καὶ Θεόφραστος Βίαντος. | ] |
| alpha | 4119 | [ | Ἄρχων. Ἄρχοντες· οἱ ἐννέα τινές· θεσμοθέται ἕξ, ἄρχων, βασιλεὺς, πολέμαρχος. καὶ πρὸ μὲν τῶν Σόλωνος νόμων οὐκ ἐξῆν αὐτοῖς ἅμα δικάζειν, ἀλλ’ ὁ μὲν βασιλεὺς καθῆστο παρὰ τῷ καλουμένῳ Βουκολείῳ· τὸ δὲ ἦν πλησίον τοῦ Πρυτανείου· ὁ δὲ πολέμαρχος ἐν Λυκείῳ, καὶ ὁ ἄρχων παρὰ τοὺς Ἐπωνύμους, οἱ θεσμοθέται παρὰ τὸ Θεσμοθέσιον. κύριοί τε ἦσαν ὥστε τὰς δίκας αὐτοτελεῖς ποιεῖσθαι. ὕστερον δὲ Σόλωνος οὐδὲν ἕτερον αὐτοῖς τελεῖται ἢ μόνον ὑποκρίνουσι τοὺς ἀντιδίκους. | ] |
| beta | 367 | [ | Βολίτου δίκην: πρὸς τοὺς ἐπὶ μικροῖς δίκας ὑπέχοντας. ὁ γὰρ Σόλωνος νόμος καὶ τοὺς βόλιτον ὑφελομένους κολάζει. | ] |
| chi | 16 | [ | Χαλεπὰ τὰ καλά· Πιττακὸν ἀποτιθέμενον τὴν ἀρχὴν πρὸς τοὺς θαυμάζοντας εἰπεῖν, χαλεπὸν ἐσθλὸν ἔμμεναι. Σόλωνα δὲ μαλακίαν αὐτοῦ καταγνόντα φάναι, χαλεπὰ τὰ καλά. διὸ καὶ ἑκάτερα παροιμιασθῆναι. Χαλεπὰ τὰ καλά· φασὶ Περίανδρον τὸν Κορίνθιον καταρχὰς μὲν εἶναι δημοτικόν, ὕστερον δὲ τὴν προαίρεσιν μεταβαλόντα, τυραννικὸν γενέσθαι. ὅθεν ἡ παροιμία. οἱ δὲ τὸ χαλεπὰ ἀντὶ τοῦ ἀδύνατα τιθέασιν· ὡς μηδὲ ἐκείνου δυνηθέντος τηρῆσαι τὴν ἑαυτοῦ γνώμην. | ] |
| epsilon | 653 | [ | Ἐκ τιμημάτων· δʹ Ἀθήνησι τιμήματα ὑπὸ Σόλωνος γέγονε, Πεντακοσιομεδίμνων, Ἱππέων, Ζευγιτῶν, Θητῶν. | ] |
| epsilon | 2471 | [ | Ἐπιμενίδης, Φαίστου ἢ Δοσιάδου ἢ Ἀγιασάρχου υἱός, καὶ μητρὸς Βλάστας, Κρὴς ἀπὸ Κνωσσοῦ, ἐποποιός· οὗ λόγος, ὡς ἐξίοι ἡ ψυχὴ ὁπόσον ἤθελε καιρόν, καὶ πάλιν εἰσῄει ἐν τῷ σώματι· τελευτήσαντος δὲ αὐτοῦ, πόρρω χρόνων τὸ δέρμα εὑρῆσθαι γράμμασι κατάστικτον. γέγονε δὲ ἐπὶ τῆς λʹ ὀλυμπιάδος, ὡς προτερεύειν καὶ τῶν ζʹ κληθέντων σοφῶν ἢ καὶ ἐπ’ αὐτοῖς γενέσθαι. ἐκάθηρε γοῦν τὰς Ἀθήνας τοῦ Κυλωνείου ἄγους κατὰ τὴν μδʹ ὀλυμπιάδα, γηραιὸς ὤν. ἔγραψε δὲ πολλὰ ἐπικῶς· καὶ καταλογάδην μυστήριά τινα καὶ καθαρμοὺς καὶ ἄλλα αἰνιγματώδη. πρὸς τοῦτον γράφει Σόλων ὁ νομοθέτης μεμφόμενος τῆς πόλεως κάθαρσιν. οὗτος ἔζησεν ρνʹ ἔτη, τὰ δὲ ϟʹ ἐκαθεύδησεν. καὶ παροιμία τὸ Ἐπιμενίδειον δέρμα, ἐπὶ τῶν ἀποθέτων. | ] |
| iota | 525 | [ | Ἱππάς· ὁ Σόλων τοὺς νόμους Ἀθηναίοις γράψας εἰς εʹ τέλη τὸ πᾶν πλῆθος αὐτῶν διέταξε τῶν κατὰ τὰς οὐσίας τιμημάτων. καὶ τῷ πρώτῳ ὄνομα ἦν Πεντακοσιομεδίμνων, τῷ δευτέρῳ Ἱππέων, τῷ τρίτῳ Ζευγιτῶν, τῷ τετάρτῳ Θητῶν, τῷ εʹ Ἱππάς. | ] |
| kappa | 1586 | [ | Κιγχάνειν· τὸ ἐπεξιέναι οἱ περὶ Σόλωνα. | ] |
| kappa | 1719 | [ | Κλεόβουλος, Εὐαγόρου, Λίνδιος, εἷς τῶν ἑπτὰ ὀνομαζομένων σοφῶν, ῥώμῃ καὶ κάλλει διαφέρων τῶν κατ’ αὐτόν, μετέσχε τε τῆς ἐν Αἰγύπτῳ φιλοσοφίας. ἐγένετο δὲ αὐτῷ θυγάτηρ Κλεοβουλίνη, ἑξαμέτρων αἰνιγμάτων ποιήτρια. οὗτος ἔγραψεν ᾄσματα καὶ γρίφους εἰς ἔπη τρισχίλια. τῶν δὲ ᾀδομένων αὐτοῦ εὐδοκίμησε τάδε· ἀμουσία τὸ πλέον μέρος ἐν βροτοῖσιν. ἔλεγέ τε, τὸν φίλον δεῖν εὐεργετεῖν, ὅπως μᾶλλον ᾖ φίλος· τὸν δὲ ἐχθρὸν φίλον ποιεῖν. εὐτυχῶν μὴ ἔσο ὑπερήφανος, ἀπορήσας μὴ ταπεινοῦ. τὰς μεταβολὰς τῆς τύχης γενναίως ἐπίστασο φέρειν. ἐτελεύτησε δὲ γηραιὸς ἔτη βιοὺς οʹ. ἀπεφήνατο· πάντων μέτρον ἄριστον. καὶ Σόλωνι ἐπέστειλεν οὕτω· πολλοὶ μέν τινές εἰσιν ἑταῖροι, καὶ οἶκος πάντη· φαμὶ δ’ ἐγὼ ποτνιωτάταν ἔσεσθαι Σόλωνι τὰν Λίνδον. δαμοκρατεῖν μὲν οὖν, καὶ ἁ νᾶσος πελαγία. | ] |
| kappa | 2085 | [ | Κορρίδης· ὁ Σόλων ἐκέκλητο πατρωνυμικῶς. | ] |
| kappa | 2499 | [ | Κροῖσος, Λυδῶν βασιλεύς, νομίζων ἑαυτὸν πλουσιώτατον εἶναι καὶ εὐδαιμονέστατον, μεταπεμψάμενος Σόλωνα τὸν Ἀθηναῖον, ἄνδρα σοφόν, ἐπέδειξεν αὐτῷ τοὺς θησαυροὺς καὶ τ ἄλλα τοῦ πλούτου καὶ ἠρώτησεν αὐτόν, τίνα εὐδαίμονα πάντων ἀνθρώπων νενόμικας; ὁ δὲ ἔφη Τέλλον τὸν Ἀθηναῖον, ζήσαντα εὐτυχῶς καὶ ἀποθανόντα ὑπὲρ τῆς πατρίδος μαχόμενον. πυνθανομένου δὲ αὐτοῦ, τίνα οὖν μετὰ Τέλλον; ὁ δὲ ἔφη Κλέοβιν καὶ Βίτωνα, τὸ γένος Ἀργείους, οἵτινες τῆς μητρὸς αὐτῶν Θεανοῦς ἢ Κυδίππης ἱερωμένης καὶ μελλούσης πομπεύειν τῇ πατρίῳ ἑορτῇ ἐπὶ ἀπήνης μέχρι τεμένους τῆς Ἥρας, χρονιζόντων τῶν ὑποζυγίων, ὑποθέντες τοὺς ἰδίους αὐχένας οἱ παῖδες τὴν ἀπήνην εἵλκυσαν καὶ ἤγαγον τὴν μητέρα ἐπὶ τὸ τέμενος. εὐξαμένης δὲ ἐκείνης τῇ Ἥρᾳ γενέσθαι αὑτῆς τοῖς παισὶν ὅ τι κάλλιστον ἀνθρώποις, τῇ ἐπιούσῃ νυκτὶ εὑρέθησαν ἀμφότεροι τετελευτηκότες. ὅτι Αἰλιανὸς περὶ Κροίσου ἔφη· ὁ δὲ ἀνηνέγκατο ἄρα στενάξας καὶ ἐς τρὶς ἐκάλεσε τὸν Σόλωνα. | ] |
| mu | 116 | [ | Μᾶλλον ὁ Φρύξ· ἡ παροιμία ἐνθένδε· οἱ ζʹ σοφοὶ ἐρωτώμενοι ὑπὸ Κροίσου, τίς τῶν ὄντων εὐδαιμονέστατος, οἱ μὲν ἀπεκρίναντο τὰ ἄγρια ζῷα· ὑπὲρ γὰρ τῆς αὐτονομίας ἀποθνήσκει· οἱ δὲ πελαργούς· δίχα γὰρ νόμου τῇ φύσει τὸ δίκαιον ἔχουσι· Σόλων δέ, οὐδένα πρὸ τῆς τελευταίας ἡμέρας. παρεστὼς δὲ Αἴσωπος ὁ Φρύξ, ὁ λογοποιός, τοσοῦτον, εἶπεν, ὑπερέχεις τῶν ἄλλων, ὅσον θάλασσα ποταμῶν. ἀκούσας δὲ Κροῖσος εἶπε, μᾶλλον ὁ Φρύξ. | ] |
| nu | 472 | [ | Νομοθέται· παρ’ Ἀθηναίοις πρῶτος ἐγένετο Δράκων καὶ μετ’ αὐτὸν Σόλων καὶ μετὰ τοῦτον Θαλῆς καὶ μετὰ τοῦτον Αἰσχύλος. | ] |
| nu | 485 | [ | Νόμος κατὰ τὸν Ἀπόστολον σημαίνει δʹ· ὁ τοῦ θεοῦ· περὶ οὗ φησι· συνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ. καὶ ὁ ἀντιστρατευόμενος. τρίτος, περὶ οὗ φησι· τῷ νόμῳ τοῦ νοός μου. τέταρτος, περὶ οὗ λέγει· τῷ νόμῳ τῷ ὄντι ἐν τοῖς μέλεσί μου. ὅτι τοὺς τοῦ Σόλωνος νόμους ἄξονας Ἀθηναῖοι ἐκάλεσαν διὰ τὸ ἐγγραφῆναι αὐτοὺς ἐν ξυλίνοις ἄξοσιν. ἦσαν δὲ τετράγωνοι τὸ σχῆμα, κατὰ δέ τινας μᾶλλον τρίγωνοι. | ] |
| omicron | 511 | [ | Ὀργεῶνες· οἱ τοῖς ἰδίᾳ ἀφιδρυμένοις θεοῖς ὀργιάζοντες. ὀργιάζειν δέ ἐστι τὰ τῶν θεῶν ὄργια τελεῖν, τουτέστι μυστήρια καὶ νόμιμα. Νόμων δʹ· μὴ κεκτῆσθαι ἔσω ἐν ἰδίαις οἰκίαις ἱερά. τὸν δὲ φανέντα κεκτημένον ἕτερα καὶ ὀργιάζοντα πλὴν τὰ δημόσια. Σέλευκος δ’ ἐν τῷ ὑπομνήματι τῶν Σόλωνος [+] Ἀξόνων ὀργεῶνάς φησι καλεῖσθαι τοὺς συλλόγους ἔχοντας περί τινας ἥρωας ἢ θεούς. ἤδη δὲ μεταφέροντες καὶ τοὺς ἱερέας οὕτω καλοῦσιν. ὁ γοῦν Ἀντίμαχος ἐν τῇ Λύδῃ· γενεᾷ Καβάρνους θῆκεν ἀβακλέας ὀργεῶνας. καὶ οἷον ὁ Αἰσχύλος ἐν Μυσοῖς, τὸν ἱερέα τοῦ Καΐκου προσαγορεύων· ποταμοῦ Καΐκου χαῖρε πρῶτος ὀργεών, εὐχαῖς δὲ σώσοις δεσπότας παιωνίαις. περὶ δὲ τῶν ὀργεώνων γέγραφε καὶ Φιλόχορος· τοὺς δὲ φράτορας ἐπάναγκες δέχεσθαι καὶ τοὺς ὀργεῶνας καὶ τοὺς ὁμογάλακτας, οὓς γεννήτας καλοῦμεν. | ] |
| pi | 972 | [ | Πεντακοσιομέδιμνον· τέσσαρα τέλη ἐποίησεν Ἀθηναίων πάντων ὁ Σόλων· ὧν ἦν ἓν τέλος καὶ οἱ Πεντακοσιομέδιμνοι. | ] |
| pi | 1707 | [ | Πλάτων, Ἀρίστωνος τοῦ Ἀριστοκλέους καὶ Περικτιόνης ἢ Ποτώνης, τὸ γένος ἑλκούσης ἀπὸ Σόλωνος· ἕκτη γὰρ ἦν ἀπ’ ἐκείνου, παῖς γενομένη Δρωπίδου ποιητοῦ, τοῦ ἀδελφοῦ Σόλωνος. ὁ δὲ Σόλων εἰς Νηλέα ἀναφέρει τὸ γένος. καὶ Ἀρίστων δὲ ὁ Πλάτωνος πατὴρ ἐκ τοῦ Κόδρου γένους κατήγετο, τοῦ Μελάνθου υἱοῦ. ἱστόρηται δέ, ὡς ἔκ τινος θείας ὄψεως ἡ μήτηρ Πλάτωνος ἔγκυος ἐγένετο, ἐπιφανέντος αὐτῇ τοῦ Ἀπόλλωνος. καὶ ἡνίκα ἔτεκε τὸν Πλάτωνα, τότε αὐτῇ ὁ ἀνὴρ συνεγένετο. ἐτέχθη δ’ ἐν Αἰγίνῃ ἐν τῇ πηʹ ὀλυμπιάδι μετὰ τὰ προοίμια τοῦ Πελοποννησιακοῦ πολέμου, καὶ ἐβίω ἔτη βʹ καὶ πʹ. τελευτᾷ δὲ ἐπὶ τῆς ρηʹ ὀλυμπιάδος, οὐδὲ γάμον τινὰ οὐδὲ ὁμιλίαν καθάπαξ σώματος εἰς πεῖραν δεξάμενος· εὐωχήθη δ’ ἐν ἑορτῇ καὶ ὑπνῶν ἀπεβίω. καὶ ἕτεροι δὲ ἐγένοντο μετ’ αὐτὸν υἱοὶ τῷ Ἀρίστωνι Ἀδείμαντος καὶ Γλαύκων καὶ Ποτώνη θυγάτηρ. καὶ τὰ μὲν πρῶτα γράμματα διδάσκεται παρά τινι Διονυσίῳ, ἐγυμνάσθη δὲ τὰ εἰς παλαίστραν παρ’ Ἀρίστωνι τῷ Ἀργείῳ· εἶτα μαθὼν ποιητικὴν γράφει διθυράμβους καὶ τραγῳδίας· ἀπογνοὺς δὲ τούτων ἐφιλοσόφησε παρὰ Σωκράτει ἐπὶ ἔτη κʹ. καὶ λόγος, ἰδεῖν Σωκράτην, καθ’ ἣν ἡμέραν αὐτῷ παρεδόθη Πλάτων, κύκνον αὐτοῦ τοῖς γόνασιν ἐπικαθήμενον. προσηγορεύετο δὲ Ἀριστοκλῆς, διὰ δὲ τὸ πλατὺς εἶναι τὸ στέρνον Πλάτων ἐπωνομάσθη, ἄλλοι δὲ ὡς πλατὺν ἐν λόγοις Πλάτωνα κληθῆναι. τρὶς δὲ ἐν Σικελίᾳ Πλάτων ἦλθε πρὸς τοὺς τυράννους Διονυσίους [+]· καὶ ἐπράθη ὑπὸ τοῦ τυράννου. ἐπρίατο δὲ αὐτὸν Ἀννίκερίς τις Λίβυς καὶ ἀφῆκε. διέτριβε δὲ ἐν τῇ Ἀκαδημίᾳ παιδεύων· καὶ διεδέξαντο τὴν σχολὴν αὐτοῦ καθ’ ἕνα οἵδε· Σπεύσιππος, Ξενοκράτης, Πολέμων, Κράντωρ, Κράτης. οἱ δὲ Σωκρατίδες, Ἀρκεσίλαος, Λακύδης, Εὔανδρος Φωκαεύς, Δάμων, Λεοντεύς, Μοσχίων, Εὔανδρος Ἀθηναῖος, Ἡγησίνους, Καρνεάδης, Ἁρμάδας. εἰσὶ δὲ οἱ γνήσιοι αὐτοῦ διάλογοι πάντες νϚʹ, ὧν οἱ μέν εἰσι φυσιολογικοί, οἱ δὲ ἠθικοί, οἱ δὲ διαλεκτικοί. καὶ ἡ μὲν Πολιτεία διαιρεῖται εἰς βιβλία ιʹ, οἱ δὲ Νόμοι εἰς ιβʹ. τετραλογίαι δὲ λοιπαὶ θʹ. | ] |
| sigma | 289 | [ | Σεισάχθεια· χρεωκοπία δημοσίων καὶ ἰδιωτικῶν, ἣν εἰσηγήσατο Σόλων. εἴρηται δέ, παρ’ ὅσον ἔθος ἦν Ἀθήνησι τοὺς ὀφείλοντας τῶν πενήτων σώματι ἐργάζεσθαι τοῖς χρήσταις· ἀποδόντας δὲ οἱονεὶ τὸ ἄχθος ἀποσείσασθαι· ὡς Φιλοχόρῳ δὲ δοκεῖ, ἀποψηφισθῆναι τὸ ἄχθος. | ] |
| sigma | 361 | [ | Σίβυλλα Χαλδαία, ἡ καὶ πρός τινων Ἑβραία ὀνομαζομένη, ἡ καὶ Περσίς, ἡ κυρίῳ ὀνόματι καλουμένη Σαμβήθη, ἐκ τοῦ γένους τοῦ μακαριωτάτου Νῶε· ἡ τῶν κατὰ Ἀλέξανδρον τὸν Μακεδόνα λεγομένων προειρηκυῖα· ἧς μνημονεύει Νικάνωρ ὁ τὸν Ἀλεξάνδρου [+] βίον ἱστορήσας· ἡ περὶ τοῦ δεσπότου Χριστοῦ μυρία προθεσπίσασα καὶ τῆς αὐτοῦ παρουσίας. ἀλλὰ καὶ αἱ λοιπαὶ συνᾴδουσιν αὐτῇ, πλὴν ὅτι ταύτης εἰσὶ βιβλία κδʹ, περὶ παντὸς ἔθνους καὶ χώρας περιέχοντα. ὅτι δὲ οἱ στίχοι αὐτῆς ἀτελεῖς εὑρίσκονται καὶ ἄμετροι, οὐ τῆς προφήτιδός ἐστιν ἡ αἰτία, ἀλλὰ τῶν ταχυγράφων, οὐ συμφθασάντων τῇ ῥύμῃ τοῦ λόγου ἢ καὶ ἀπαιδεύτων γενομένων καὶ ἀπείρων γραμματικῶν· ἅμα γὰρ τῇ ἐπιπνοίᾳ ἐπέπαυτο ἡ τῶν λεχθέντων μνήμη. καὶ διὰ τοῦτο εὑρίσκονται καὶ οἱ στίχοι ἀτελεῖς καὶ διάνοια σκάζουσα, εἴτε καὶ κατ’ οἰκονομίαν θεοῦ τοῦτο γέγονεν, ὡς μὴ γινώσκοιντο ὑπὸ τῶν πολλῶν καὶ ἀναξίων οἱ χρησμοὶ αὐτῆς. ὅτι Σίβυλλαι γεγόνασιν ἐν διαφόροις τόποις καὶ χρόνοις τὸν ἀριθμὸν δέκα. πρώτη οὖν ἡ Χαλδαία ἡ καὶ Περσίς, ἡ κυρίῳ ὀνόματι καλουμένη Σαμβήθη. δευτέρα ἡ Λίβυσσα. τρίτη Δελφίς, ἡ ἐν Δελφοῖς τεχθεῖσα. τετάρτη Ἰταλική, ἡ ἐν Κιμμερίᾳ τῆς Ἰταλίας. πέμπτη Ἐρυθραία, ἡ περὶ τοῦ Τρωϊκοῦ προειρηκυῖα πολέμου. ἕκτη Σαμία, ἡ κυρίῳ ὀνόματι καλουμένη Φυτώ· περὶ ἧς ἔγραψεν Ἐρατοσθένης. ἑβδόμη ἡ Κυμαία, ἡ καὶ Ἀμαλθία, ἡ καὶ Ἱεροφίλη. ὀγδόη Ἑλλησποντία, τεχθεῖσα ἐν κώμῃ Μαρμισσῷ, περὶ τὴν πολίχνην Γεργίτιον, αἳ τῆς ἐνορίας ποτὲ Τρῳάδος ἐτύγχανον, ἐν καιροῖς Σόλωνος καὶ Κύρου. ἐνάτη Φρυγία. δεκάτη ἡ Τιγουρτία, ὀνόματι Ἀβουναία. φασὶ δὲ ὡς ἡ Κυμαία ἐννέα βιβλία χρησμῶν ἰδίων προσεκόμισε Ταρκυνίῳ Πρίσκῳ τῷ τηνικαῦτα βασιλεύοντι τῶν Ῥωμαίων· καὶ τούτου μὴ προσηκαμένου, ἔκαυσε βιβλία βʹ. ὅτι Σίβυλλα Ῥωμαϊκὴ λέξις ἐστίν, ἑρμηνευομένη προφῆτις, ἤγουν μάντις· ὅθεν ἑνὶ ὀνόματι αἱ θήλειαι μάντιδες ὠνομάσθησαν. Σίβυλλαι τοίνυν, ὡς πολλοὶ ἔγραψαν, γεγόνασιν ἐν διαφόροις τόποις καὶ χρόνοις τὸν ἀριθμὸν ιʹ. | ] |
| sigma | 502 | [ | Σῖτος· πᾶς ὁ σιτικὸς καρπός, οὐχ ὁ πυρὸς μόνον· καὶ αὐτὰ τὰ σιτία. Θουκυδίδης δʹ· καὶ τῶν νεῶν οὐκ ἐχουσῶν ὅρμον, αἱ μὲν σῖτον ἐν τῇ γῇ ᾑροῦντο, αἱ δὲ μετέωροι ὥρμων. ζήτει ἐν τῷ συνωνή. Σῖτος καλεῖται καὶ ἡ διδομένη πρόσοδος εἰς τροφὴν ταῖς γυναιξὶν ἢ τοῖς ὀρφανοῖς, ὡς ἔστι μαθεῖν καὶ ἐκ τῶν τοῦ Σόλωνος πρώην τοῦ ἄξονος καὶ ἐκ τῆς Ἀριστοτέλους Ἀθηναίων πολιτείας. Τιμαχίδας δὲ ἡγεῖται παρὰ τοῖς Ἀττικοῖς σῖτον λέγεσθαι τὸν τόκον· οὐκ ὀρθῶς ἡγούμενος. | ] |
| sigma | 776 | [ | Σόλων, Ἐξηκεστίδου, Ἀθηναῖος, φιλόσοφος, νομοθέτης καὶ δημαγωγός. γέγονε δὲ ἐπὶ τῆς μζʹ Ὀλυμπιάδος, οἱ δὲ νϛʹ. ἐπιβουλευθεὶς δ’ ὑπὸ Πεισιστράτου τοῦ τυράννου ἀπεδήμησεν ἐν Κιλικίᾳ καὶ ἔκτισε πόλιν, ἣν Σόλους ἐκάλεσεν ἐξ αὑτοῦ. οἱ δὲ καὶ τοὺς ἐν Κύπρῳ Σόλους ἐξ αὐτοῦ φασι καὶ τελευτῆσαι αὐτὸν ἐν Κύπρῳ. ἔγραψε νόμους Ἀθηναίοις, οἵ τινες Ἄξονες ὠνομάσθησαν διὰ τὸ γραφῆναι αὐτοὺς ἐν ξυλίνοις ἄξοσιν Ἀθήνησι· ποίημα δι’ ἐλεγείων, ὃ Σαλαμὶς ἐπιγράφεται· Ὑποθήκας δι’ ἐλεγείας· καὶ ἄλλα. ἔστι δὲ καὶ οὗτος εἷς τῶν ζʹ ὀνομαζομένων σοφῶν. καὶ φέρεται αὐτοῦ ἀπόφθεγμα τόδε, μηδὲν ἄγαν, ἢ τό, γνῶθι σαυτόν. | ] |
| sigma | 777 | [ | Σόλων· τοῦτον εἵλοντο οἱ Κιρραίοις πολεμεῖν ᾑρημένοι σύμβουλον. χρωμένοις δὲ σφίσι περὶ νίκης ἀνεῖπεν ἡ Πυθώ· οὐ πρὶν τῆσδε πόληος ἐρείψετε πύργον ἑλόντες, πρίν κεν ἐμῷ τεμένει κυανώπιδος Ἀμφιτρίτης κῦμα ποτικλύζοι, κελαδοῦν ἐπὶ οἴνοπα πόντον. ἔπεισεν οὖν ὁ Σόλων καθιερῶσαι τῷ θεῷ τὴν Κίρραιαν, ἵνα δὴ τῷ τεμένει τοῦ Ἀπόλλωνος γένηται γείτων ἡ θάλαττα. εὑρέθη δὲ καὶ ἕτερον τῷ Σόλωνι σόφισμα ἐς τοὺς Κιρραίους· τοῦ γὰρ ποταμοῦ τὸ ὕδωρ ῥέον δι’ ὀχετοῦ ἐς τὴν πόλιν ἀπέστρεψεν ἀλλαχόσε. καὶ οἱ μὲν πρὸς τοὺς πολιορκοῦντας ἔτι ἀντεῖχον ἔκ τε φρεάτων καὶ τὸ ὕδωρ τὸ ἐκ θεοῦ πίνοντες. ὁ δὲ τοῦ ἑλλεβόρου τὰς ῥίζας ἐμβαλὼν ἐς τὸν ποταμόν, ἐπειδὴ ἱκανῶς τοῦ φαρμάκου τὸ ὕδωρ ᾔσθετο ἔχον, ἀντέστρεψεν αὖθις ἐς τὸν ὀχετόν, καὶ ἐνεφορήσαντο ἀνέδην οἱ Κιρραῖοι τοῦ ὕδατος. καὶ οἱ μὲν ὑπὸ τῆς διαρροίας ἐξέλιπον, οἱ δὲ ἐπὶ τοῦ τείχους τῆς φρουρᾶς Ἀμφικτύονες εἷλον τὴν φρουρὰν καὶ τὴν πόλιν. | ] |
| sigma | 779 | [ | Σόλων· ὅτι Σόλων ὁ νομοθέτης Ἀθηναίων, φίλων ἡττώμενος ὀφειλόντων, χρεῶν εἰσηγήσατο ἀποκοπάς. | ] |
| sigma | 781 | [ | Σόλοι, πόλις Σικελίας καὶ Κύπρου· ἀφ’ ὧν ὁ σολοικισμός· βαρβαρίζοντες κατὰ τὴν ἰδίαν γλῶσσαν. Σόλων δὲ ταύτην κτίζει, ἀφ’ οὗ τὴν ἐπωνυμίαν ἴσχει. ἢ Σολοικισμός, ὁ τοῦ σῴου λόγου αἰκισμός. σόος καὶ διὰ τοῦ ο μικροῦ. ἔνθεν καὶ λαοσσόος, ἡ τὸν λαὸν σῴζουσα. | ] |
| tau | 288 | [ | Τελώνης· ὁ τῶν τελῶν ἐταστής. ὁ δὲ Σόλων τῆς παρούσης τῷ Κροίσῳ τύχης κατεφρόνησεν ἐκέλευσέ τε τοῦ βίου παντὸς τὸ τέλος ἀναμένειν, μηδὲ προπηδᾶν, μηδὲ ἐπειγόμενον τοῖς εὐδαίμοσιν ἑαυτὸν ἐγκαταγράφειν· ἀτέκμαρτα γὰρ καὶ ἄδηλα τὰ ἀνθρώπινα. | ] |
| tau | 522 | [ | Τὴν κατὰ σαυτὸν ἔλα· ἀπὸ χρησμοῦ τινος ἐλέχθη. τουτέστιν οἷος εἶ, τοιοῦτος καὶ φαίνου καὶ μείζοσι μὴ συμπαρεκτείνου. τοῦτο οἱ μὲν Πυθικὸν εἶναί φασιν ἀπόφθεγμα, οἱ δὲ Σόλωνος· ἔνιοι δὲ αὐτὸ Χίλωνα εἰπεῖν συμβουλευομένῳ τινί, εἰ πλούσιον ἕλοιτο γάμον. | ] |
| upsilon | 457 | [ | Ὑποβολή· ὁμοιότης, προσθήκη. Σόλων δὲ τὰ Ὁμήρου ἐξ ὑποβολῆς ἔγραψε ῥαψῳδεῖσθαι· οἷον ὅπου ὁ πρῶτος ἔληξεν, ἐκεῖθεν ἄρχεσθαι τὸν ἐχόμενον στίχον. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: