Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

Claudius Aelianus (Aelian) - urn:cts:greekLit:tlg0545

Place of birth (Wikidata Statement)

Palestrina (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Rome (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

writer (Wikidata)

orator (Wikidata)

historian (Wikidata)

zoologist (Wikidata)

teacher (Wikidata)

poet (Wikidata)

Works

urn:cts:greekLit:tlg0545.suda001 - On Providence
urn:cts:greekLit:tlg0545.suda002 - Divine Manifestations
urn:cts:greekLit:tlg0545.suda003 - Varia historia
urn:cts:greekLit:tlg0545.suda004 - De natura animalium

alpha 21[ Ἀβασάνιστος: ἀγύμναστος ἢ ἀνεξέταστος, ἀδοκίμαστος. εἴρηται δὲ ἀπὸ τῆς βασάνου τῆς χρυσοχοϊκῆς λίθου, ἐν ᾗ δοκιμάζουσι τὸ χρυσίον. ἐχρήσατο δὲ Αἰλιανὸς ἐν τῷ περὶ προνοίας τῷ ἀβασάνιστος ἀντὶ τοῦ ἄνευ ὀδύνης. ]
alpha 58[ Ἀβληχρήν: ἀσθενῆ. βληχρὸν γὰρ τὸ ἰσχυρόν. Αἰλιανός· κατέστρεψεν οὖν τὸν βίον πράως τε καὶ σὺν γαλήνῃ καὶ ἀβληχρῷ θανάτῳ, ὅνπερ οὖν ἐπαινεῖν καὶ Ὅμηρος δοκεῖ μοι. ]
alpha 73[ Ἁβραῖς: ἁπαλαῖς, τρυφεραῖς. Αἰλιανός· ἐπὶ κλίναις μάλα ἁβραῖς καὶ στρωμναῖς ὕφει τινὶ ὑπερηφάνῳ κεκοσμημέναις ἐπιθέντας. ]
alpha 138[ Ἄγαμαι καρδίας: Ἀττικῶς, ἀντὶ τοῦ θαυμάζω. Αἰλιανός· ἐπεὶ καὶ τὴν τοῦ Μενέλεω πρὸς τὸν τοῦ Πριάμου Πάριν οὔτε ἐπαινῶ οὔτε ἄγαμαι. ἐγὼ δὲ ἄγαμαι καὶ τούσδε τοὺς ἄνδρας· τὸν δὲ Ἀκαρνᾶνα μέγιστον καὶ πρὸ τούτων. ἃ γὰρ πεισομένους ἐγίνωσκε, τούτων ἐπεθύμησε τοῖς ἀνδράσι κοινωνῆσαι. ]
alpha 204[ Ἄγεται: μνηστεύεται, ἐπὶ γάμον λαμβάνει. Αἰλιανός· τὴν δὲ ἀδελφὴν αὐτῷ Ἰόβας ὁ Μαυρούσιος ἄγεται. ]
alpha 287[ Ἀγνῶτας: μὴ ἐπιγινωσκομένους. ἀγνῶτα δέ μοι προσεκόμιζεν ἄνθρωπον, ὃς καὶ ἑαυτοῦ ἀγνὼς ἐτύγχανεν ὤν. οἱ δὲ ἄρτι τῆς γεωργίας ἀφέμενοι, ἐς κίνδυνον τοῦ πολέμου κατέστησαν, ἀγνῶτα σφίσι τὰ πρότερα ὄντα. καὶ αὖθις· φάσκουσα εἶναι μίσθωμα τὸ ἑαυτὴν παραβαλεῖν ἀνδρὶ ἀγνῶτι. φησὶν Αἰλιανὸς ἐν τῷ Περὶ προνοίας. Ἀγνὼς γὰρ ἁγνῶτος, ὁ ἄγνωστος. ]
alpha 295[ Ἀγονία: ἀτεκνία, ἀγεννησία. Αἰλιανός· διεφθείρετο ἡ νεολαία, καὶ ἦν ἀγονία καὶ μέντοι καὶ γυναικῶν καὶ τῆς ἀγέλης τῆς τετράποδος. ]
alpha 359[ Ἄγριος: ὄνομα κύριον. καὶ Ἄγριος, ἄμικτος, ἀνήμερος. λέγεται δὲ καὶ ἐπὶ κακίας ὑπερβολῇ. Αἰλιανός· ἀποστείλας τοὺς ἀγριωτάτους τῶν δορυφόρων ἐξήρπασε τὴν γυναῖκα καὶ πρὸς βίαν ἤσχυνε ποτνιωμένην καὶ θρηνοῦσαν. καὶ, ὁ Ἅδης, δημιουργὸς ἄγριος. ]
alpha 519[ Ἄδωρα: κακόδωρα, τὰ ἐπὶ κακῷ διδόμενα. Σοφοκλῆς· ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα. ὁ δὲ νοῦς, ὅτι μηδὲ τὰ μέγιστα τῶν ἐχθρῶν ἐφίεσο ἔχειν, τῶν δὲ φίλων καὶ τὰ ἐλάχιστα. καὶ Αἰλιανός· λαβόντες ἑκάτερος τῆς κόρης τὴν ἄδωρον μοῖραν τῷ ἑαυτῶν λάχει, τραγικὸς ἂν εἶπε ποιητὴς, ἑαυτοὺς κατέσφαξαν. ]
alpha 533[ Ἁδρόν: πολὺ. μέγα, δαψιλὲς, πλούσιον. καὶ Ἁδρότης, ἡ ὑψηλότης. ἁδροῖς μισθοῖς προαγαγὼν εἰς τὸ τόλμημα, τοῦτον ἀναιρεῖ. καὶ Αἰλιανός· τινὰς παραλαβὼν ἁδροῦ μισθοῦ ἐς Βυζάντιον ἐλθεῖν πείθει. καὶ αὖθις· ἑκάστου τὴν τέχνην ἐπιδεικνυμένου ἐπὶ μισθοῖς ἁδροῖς. ]
alpha 570[ Ἀετιδεῖς: οἱ ἀετοῦ παῖδες. Αἰλιανός. καὶ πελαργιδεῖς, πελαργῶν παῖδες. ]
alpha 740[ Ἀθλητάς: ἀγωνιστὰς, ἀσκητάς. Αἰλιανός· τοιγαροῦν οὐ μόνον ταῦτ’ ἔχειν αὐτοὺς παρεσκεύαζεν, ἀλλὰ καὶ τῆς ἄλλης ἀδικίας καὶ βδελυρίας ἀθλητὰς παρεσκεύαζεν. τί γὰρ τῶν αἰσχρῶν καὶ δεινῶν αὐτοῖς οὐ προσῆν; ἢ τί τῶν καλῶν καὶ σπουδαίων οὐκ ἀπῆν; ]
alpha 878[ Ἀκκιζόμενος: προσποιούμενος, γυναικιζόμενος, ἢ μωραίνων, ἀπό τινος γυναικὸς μωρᾶς, ἥτις ἐκαλεῖτο Ἀκκώ. σημαίνει δὲ καὶ τὸν λέγοντά τι προσποιεῖσθαι μὴ ἐθέλειν. καὶ Αἰλιανός· οὐδενός τε τῶν ἐπ’ ᾄσμασι θαυμαζομένων ἐκρίθη δευτέρα, ἅτε δὴ οὐκ ἄπειρος ἐρωτικῆς περιεργίας ἀκκιζομένη σὺν καιρῷ καὶ πρὸς ζηλοτυπίαν εὐφυῶς ἄγουσα τὸν ἄνδρα. καὶ παροιμία· Ἀκκιζόμενος Σκύθης τὸν ὄνον. ἐπὶ τῶν βδελυττομένων λόγῳ, ἔργῳ δὲ ἐφιεμένων. ἰδὼν γάρ τις νεκρὸν ὄνον ἔφη πρὸς Σκύθην παρόντα, δεῖπνόν τι, ὦ Σκύθα. ὁ δὲ ἐμυσάξατο μὲν, ὕστερον δὲ ἐπονεῖτο. καὶ Ἀκκισμούς, προσποιήσεις. Ἀκκισμὸς γὰρ καὶ ἡ μωρία. ]
alpha 905[ Ἀκμὴ καλεῖ: καιρὸς καλεῖ. ἐπὶ οὖν τῆς ὀξύτητος Αἰλιανός φησιν· ἐν ἀκμῇ δὲ ὢν τῆς τε ὀδύνης καὶ ὧν ἤλγει, οὐκ ᾔδει τὴν ὁδὸν τὴν πορεύουσαν εἰς αὐτοῦ. εἰ δέ τινι καὶ θῦσαι ἐξ ἐνυπνίου ἐκελεύετο, καὶ τούτων ὀλίγωρος ἦν φύσει τε ἀμαθής ὢν καὶ φιλοχρήματος ἐν ἀκμῇ τοῦ κακοῦ μνήμη τις εἰσῆλθε τῶν Σαμοθρᾴκων· καὶ γὰρ οὖν τετελεσμένω αὐτοῖς ἤστην. ἀντὶ τοῦ ὑπῆρχον δυϊκῶς. καὶ αὖθις· ὑπὸ πολλῶν δακρύων τὴν ἀκμὴν τῶν ὀμμάτων ἀφῄρημαι. καὶ αὖθις Αἰλιανός· καὶ αὐτὸ τὸ κράτος ἐπὶ ξυροῦ ἀκμῆς ἦν. ]
alpha 916[ Ἀκόλαστος: κολάσεως ἄξιος. Ἀριστοφάνης Πλούτῳ· ὃς κἄλλ’ ἀκόλαστός ἐστι τοὺ τρόπους. λέγεται καὶ ὁ τολμηρός. καὶ Ἰάμβλιχος· ἡ δὲ ἐγέλα νῦν μὲν ἰταμόν τε καὶ ἀκόλαστον γέλωτα, νῦν δὲ ἐφθέγγετο ῥήματα αὐθάδη. καὶ Αἰλιανός· ἀνὴρ Ἀρκὰς, Εὐτελίδας ὄνομα, ἀκολάστῳ τῇ γλώττῃ καὶ ἀκράτορι κακῶς πάντας ἀγορεύειν ἀρρώστημα ἔσχεν· ἐμίσει δὲ καὶ τοὺς εὖ πράττοντας. ]
alpha 1201[ Ἀλῆται: πλανῆται. Αἰλιανός· οἱ δὲ ὑπὸ Ῥωμαίων ἐκτριβέντες διεξάνθησαν ἀλῆται δεῦρο καὶ ἐκεῖσε τὸ ζῆν τελοῦντες. ]
alpha 1330[ Ἀλοῶ: τὸ κλῶ. καὶ Ἀλοῶν, ἔξωθεν ἐν κύκλῳ περιάγων, ὡς οἱ ἐν ταῖς ἅλωσιν. ἢ τύπτων, ἀπὸ τῶν κοπτόντων τοὺς στάχυας. Ἀριστοφάνης· ἀπολεῖ μ’ ἀλοῶν ἄνθρωπος ἐξ ἑωθινοῦ. Αἰλιανός· οἱ μέν τινες πυγμαῖς, οἱ δὲ κορύναις, οἱ δὲ λίθοις, οἱ δὲ ὅτι ποτὲ παρέπιπτεν αὐτοῖς ὑποχείριον ἀλοῶντες αὐτὸν, ἀπορραγῆναι τὴν ψυχὴν ἠνάγκασαν. καὶ Ἀλοώμενος, πατούμενος, συντριβόμενος. ἐλέφαντι ἡμέρῳ ὑπέκλιναν αὐτὸν, ἵνα δεδιὼς, ὡς μέλλων ὑπὸ τοῦ θηρὸς ἀλοώμενος ἀποθνήσκειν, ὕπνου μὴ τύχῃ. ]
alpha 1514[ Ἄμαχον: δυσκαταμάχητον. Πίνδαρος· ἄμαχον δὲ κρύψαι τὸ συγγενὲς ἦθος. Αἰλιανός· ἰχθύων δὲ ἀπηνέγκαντο πλῆθος ἄμαχον καὶ ἀνέστησαν τρόπαιον καὶ βωμοὺς ὤρθωσαν. καὶ αὖθις· ἐτίθετο ἕκαστος τὸ ἔργον ἐαυτοῦ ἀποδεῖξαι. ἑώρων γὰρ τὸν βασιλέα σπεύδοντα τοῦτο ἀμάχως. καὶ αὖθις· ἦν δὲ ἱέρεια τῷ θεῷ κάλλος ἄμαχος. καὶ αὖθις· ἀδοκήτου χειμῶνος καταρραγέντος κατήνεχθη πλῆθος χιόνος ἄμαχον. καὶ αὖθις οὐ δυναστεία ἄμαχος. καὶ αὖθις· ἐς ὑπεροψίαν δὲ ἐξαφθεὶς ἄμαχον, τοῦ μὲν ἔτι ἄνθρωπος εἶναι κατεφρόνει. ]
alpha 1763[ Ἀμφισβητεῖν: μὴ συμφωνεῖν, ἀλλ’ οἷον χωρὶς βαίνειν καὶ ἀμφιβάλλειν. ὁ δὲ Πτολεμαῖος εἰδὼς τοὺς ἑαυτοῦ προγόνους ἐσχηκότας τὴν Κοίλην Συρίαν παρασκευὰς ἐποιεῖτο μεγάλας ἀμφισβητῶν ταύταις· ἤλπιζε γὰρ τὴν ἀδίκῳ πολέμῳ πρότερον ἀνειμένην τότε δικαίως τοῖς αὐτοῖς νόμοις ἀνακτήσασθαι. καὶ Αἰλιανός· ἠμφισβήτουν γὰρ τοὺς ἑτέρους ἕτεροι προβαλλόμενοι. οὐκέτι οὖν ἦν ἀμφισβητήσιμα τὸ μὴ οὐ τοῦτον ἐκεῖνον εἶναι τὸν τεθνηκότα. ]
alpha 1812[ Ἀναβολή: ἀνοχή. Αἰλιανός· Λοξίας δὲ καὶ Ζεὺς πατὴρ ἀναβολὴν θανάτου ἐψηφίσαντο Φαλάριδι ἔτη δύο, ἀνθ’ ὧν ἡμέρως Χαρίτωνι καὶ Μελανίππῳ προσηνέχθη. ]
alpha 1851[ Ἀναδεύειν: φυρᾶν. καὶ Ἀναδεύσει, φυράσει, μαλάξει. Αἰλιανός· εἴπερ οὖν τὰ Ἐπικούρου βιβλία καταφλέξας, καὶ τῶν ἀθέων τε καὶ ἀσεβῶν καὶ ἐκτεθηλυμμένων στιγμάτων τὴν σποδὸν ἀναδεύσει κηρῷ ὑγρῷ, καὶ ἐπιπλασάμενος τὴν νηδὺν καὶ τὸν θώρακα πάντα καταδήσει ταινίαις. ]
alpha 2030[ Ἀναπολεῖ: ἀναμιμνήσκεται. τάττεται δὲ καὶ ἐπὶ τοῦ μηρυκίζεσθαι. Αἰλιανός· μόνος ὁ θαλάσσιος σκάρος τὴν τροφὴν ἀναπολεῖ, ὥσπερ καὶ τὰ βληχητὰ, ἃ δὴ μηρυκᾶται. ]
alpha 2073[ Ἀνασώσων: αἰτιατικῇ. ἀνακτησόμενος. τὴν τε χώραν, καὶ τὰς πόλεις, ἃς ὑπὸ Ῥωμαίων ἀπολωλεκότες ἕκαστοι τυγχάνουσιν, ἀνασώσων. τουτέστιν ἀναλαβών. καὶ Αἰλιανός· οὔ τι προσδοκῶν τὸν τόπον τὸν προειρημένον δυνήσεσθαι αὐτοὺς ἀνασῶσαι καὶ κομίασθαί ποθεν· ἀλλ’ ἵνα ὑπὲρ ὧν ἐπλημμέλησαν κακίᾳ φθάνοντες, ἐν τῷ δευτέρῳ κινδύνῳ τε ἰσωθῶσι κολασθέντες. ]
alpha 2199[ Ἀνεμάξατο· πάντα ὅσα ἔδρασεν ἀνεμάξατο καὶ ἔτισε τῇ ἑαυτοῦ κεφαλῇ. οὕτως Αἰλιανὸς ἐν τῷ Περὶ θείων ἐναργείων. ]
alpha 2253[ Ἀνεμάξατο· πάντα ὅσα ἔδρασεν ἀνεμάξατο καὶ ἔτισε τῇ ἑαυτοῦ κεφαλῇ. οὕτως Αἰλιανὸς ἐν τῷ Περὶ θείων ἐναργειῶν. ]
alpha 2417[ Ἀνήνασθαι: ἀπαρνήσασθαι. Ὅμηρος· αἴδεσθεν μὲν ἀνήνασθαι. δεῖσαν δ’ ὑποδέχθαι. καὶ Αἰλιανός· οἱ δὲ, οὐδὲ γὰρ ἔσχον ἀνήνασθαι τὸ πρόσταγμα, ἐπ’ Ἀντιγόνῳ τίθενται τὴν κρίσιν, ὑπὲρ τοῦ τίνα χρὴ Λοκρικὴν πόλιν πέμπειν δασμόν. ]
alpha 2418[ Ἀνηνέγκατο: ἐκ βάθους ἐβόησεν. Αἰλιανὸς περὶ Κροίσου· ὁ δὲ ἀνηνέγκατο ἄρα στενάξας καὶ ἐς τρὶς ἐκάλεσε τὸν Σόλωνα. ]
alpha 2569[ Ἀνόσιον: βέβηλον, ἀνίερον, ἄθυτον. Αἰλιανός· ὁ δὲ τὰ ἄλλα ὢν ἀνόσιος τοῦτο γοῦν πείθεται τῷ θεῷ. καὶ Ἀνοσιώτατος, ὁμοίως. ]
alpha 2571[ Ἀνόστους: ἀνυποστρέπτους. νόστος γὰρ ἡ εἰς τὰ οἰκεῖα ἐπάνοδος, παρὰ τὸ τῆς πατρίδος ἡδύ. Αἰλιανός· ὁ δὲ τοὺς θεοσύλας ἀπέκτεινε καὶ ἔθηκεν ἀνόστους τοῦτο δὴ τὸ Ὁμηρικόν. ]
alpha 2830[ Ἀξίωσιν: τιμήν. αὐτὸν δὲ βασιλέα ὄντα κατ’ ἀξίωσιν μὲν τῆς τρίτης μοίρας, μεγέθει τε χώρας καὶ πλήθει τῶν ὑπηκόων. ἀπῆγε δὲ αὐτὴν τῆς δίκης κατάπλαστος σωφροσύνη καὶ ἀξίωσις ὑπέρογκος καὶ ἡ τῶν συναδικούντων παρασκευή. καὶ ἀξιώσει τοῦτον περιέβαλε, κακίᾳ δοὺς ἀκερδὲς μὲν, σεμνὸν δὲ ὅμως τόδε ἆθλον. Αἰλιανός φησιν. ἀντὶ τοῦ τιμῇ. ]
alpha 2854[ Ἀωρίαι: ἀντὶ τοῦ ἀκαίρως καὶ παρὰ τὸν δέοντα καιρόν. ἄωρα γὰρ τὰ παρὰ τὸν καιρὸν τρυγώμενα. Ἀριστοφάνης· οἱ δὲ πρυτάνεις ἥκουσιν, ἀλλ’ ἀωρίᾳ. οὐκ ἔξεστι γὰρ Βαβυλωνίοις ἀωρίᾳ τάφον ὑπερβῆναι. σημαίνει δὲ καὶ τὴν σκοτίαν. καὶ Αἰλιανός· ἐπεὶ δὲ ἀωρία ἦν, ὁ μὲν ἐπὶ τὸν φόνον ὑπεθήγετο. καὶ Ἀωρὶ τῶν νυκτῶν. ]
alpha 2900[ Ἀπαντᾶν καὶ συναντᾶν: λέγουσιν ἑκατέρως, τὸ παραγίνεσθαι εἴς τινα τόπον. καὶ Ἀ παντήσαντος, γενέσθαι φθάσαντος. Αἰλιανός· ἀνεσταύρωτο δὲ ὁ πολιορκῶν· καὶ ἐς τοῦτό οἱ τὸ τοῦ χειμῶνος, τοῦ μὴ καθ’ ὥραν ἀπαντήσαντος, τὸ τέλος ὡρμήσατο. καὶ Ἀπαντῶσιν, ἀντὶ τοῦ παραγίνονται. ἅμα τῷ περὶ ὄρθρον εἰς τοὺς τῶν δεσποτῶν οἴκους ἀπαντῶσι. καὶ Ἀπαντωμένων, ἀντὶ τοῦ συμβαινόντων, γιγνομένων. οὐ μὴν ἀλλὰ τοιούτων ἀπαντωμένων οὐδὲν ἱκανὸν ἦν πρὸς τὸ κωλύειν τὴν ὁρμὴν τῶν Ῥωμαίων. ]
alpha 3116[ Ἀπειθεῖν· δοτικῇ. ἀπιστεῖν. καὶ Ἀπειθὴς οὐ μόνον ἐπὶ τοῦ δυσπειθοῦς ἀνθρώπου, ἀλλὰ καὶ ἐπὶ τόπου. Αἰλιανός· οἱ γὰρ Ῥωμαῖοι, ἔνθα ἂν τοῖς ἐχθροῖς ἐνέτυχον, ἐνταῦθα δήπου καὶ ἠγωνίζοντο, εἴτε εἶεν ἀπειθεῖς οἱ τόποι καὶ τραχεῖς, εἴτε καὶ εὐφυεῖς δέξασθαι ὁπλίτας καὶ εὐήλατοι. ]
alpha 3125[ Ἀπειπών: ἐντειλάμενος. ἀπειπὼν μηδενὶ φράζειν τὸ γεγονός. καὶ Αἰλιανός· ὀλίγοι μὲν ἀπεῖπον πεμφθῆναί οἱ τὸν θρίαμβον. ἢ Ἄπειπών, ἀποκαμὼν, ἀπαγορεύσας. ὀρρωδοῦντες, μή τις αὐτῶν ἀπειπιὼν τοῖς παροῦσι, κίνδυνον ἀναρρίψας ὑπαναφῆναι δυνηθῇ τρίτος, ὅσπερ ἔμελλε δικαιώσειν αὐτούς. ]
alpha 3172[ Ἀπήντα, καὶ Ἄπήντηκα, πέφθακα. καὶ Ἄιπήντησεν, ἐτελέσθη, ἐξέβην. πάντα αὐτῷ κατὰ τὰς προφητείας ἀπήντησεν. ἀντὶ τοῦ ἐγένετο. ὁ δὲ Θεολόγος, ὅτε λέγει· εἰ δὲ τοσοῦτον ἀπήντηκα τοῦ καιροῦ δεύτερος καὶ μετὰ τοσούτους ἐπαινέτας· ἀντὶ τοῦ ἧκον εἰς τὸ ἐγκωμιάζειν. καὶ Αἰλιανὸς περὶ τῆς ἐν Κάνναις τῶν Ῥωμαίων ἥττης· τοσοῦτον ἄρα αὐτοῖς ἀπήντησε τὸ πταῖσμα. καὶ αὖθις· μέγιστον δὲ πάθος τῇ Λακεδαίμονι τοῦτο ἀπήντησε. καὶ αὖθις· οὐ μὴν ἀπήντησέν οἱ τὰ τῆς ἐλπίδος. ]
alpha 3674[ Ἀπώνατο: εὐεργετεῖτο, ὠφελεῖτο. Ἀγαθίας· ἀπώνατο οὖν τῆς προπετείας οὐκ ἐν καλῷ. περὶ Θευδέρτου λέγων τοῦ Φράγγων βασιλέως. καὶ Ἀπώνητο, ὠφελείας ἔτυχεν, ἀπήλαυσεν, ὠφελήθη. Αἰλιανός· οὐ μὴν ἀπώνητο οὐδὲν, ἀλλὰ ἐξέζεσε ζῶν κακοῖς θηρίοις, οἱ μὲν εὐλαῖς, οἱ δὲ ὅτι οὐ ταύταις, φθειρσί γε μήν. ]
alpha 4140[ Ἀσέλγεια: ἀντὶ τοῦ πολυτέλεια. οὕτως Αἰσχίνης. ἢ Ἀσέλγεια, πορνεία, ἀκαθαρσία. μιαρία. παρῆκται δὲ, ὥς φασιν, ἐξ αἰτίας τοιαύτης. Σέλγη πόλις ἐστὶ τῆς Πισιδίας, ὅπου κακῶς ἔζων οἱ ἄνθρωποι καὶ ἀλλήλοις ἐκοινώνουν. κατ’ ἐπίτασιν οὖν τὸ ἀσελγαίνειν. καὶ Ἀσελγὲς οὐ μόνον ἐπὶ τοῦ ἀκολάστου ἔταττον οἱ παλαιοὶ, ἀλλ’ ἔστιν ὅτε καὶ ἐπὶ τοῦ μεγάλου. καὶ γὰρ ἄνεμον ἀσελγῆ λέγουσι· καὶ Ἀσελγόκερως τράγος, ὁ μέγας. ἢ Ἀσελγόκερως, ὁ κυρίττων. πίονές εἰσιν ἀσελγῶς· Ἀριστοφάνης φησὶν ἐν Πλούτῳ. ἀντὶ τοῦ κατωφερεῖς. θορυβούμενοι καὶ κεκραγότες μετὰ ἀσελγείας, οἷον οἱ κόρακες λαρυγγίζουσιν. ἀντὶ τοῦ μεγάλως φωνοῦσι. καὶ Ἀσελγής, ἐπὶ ἀνέμου ὁ σφοδρῶς πνέων. πολὺς δὲ καὶ ἀσελγὴς τίκτεται ἐκεῖθι( φησὶν Αἰλιανὸς ἐν τῷ περὶ ποικίλης ἀφηγήσεως) · γένεσις δὲ αὐτῷ αὐλῶνες βαθεῖς καὶ φάραγγες, δι’ ὧν ὠθούμενος ἐκτείνει λαβρότατος. ]
alpha 4173[ Ἀσκληπιάδης, Διοτίμου, Μυρλεανός( πόλις δέ ἐστι Βιθυνίας, ἡ νῦν Ἀπάμεια καλουμένη) , τὸ δὲ ἄνωθεν γένος ἦν Νικαεύς· γραμματικὸς, μαθητὴς Ἀπολλωνίου. γέγονε δὲ ἐπὶ τοῦ Ἀττάλου καὶ Εὐμενοῦς τῶν ἐν Περγάμῳ βασιλέων. ἔγραψε φιλοσόφων βιβλίων διορθωτικά· ἐπαίδευσε δὲ καὶ εἰς Ῥώμην ἐπὶ Πομπηΐου τοῦ μεγάλου καὶ ἐν Ἀλεξανδρείᾳ ἐπὶ τοῦ τετάρτου Πτολεμαίου νέος διέτριψεν. ἔγραψε πολλά. καὶ Ἀσκληπίειον φάρμακον καὶ Ασκλήπειον φάρμακον, Ἀσκληπήϊον δὲ ἱερόν. καὶ Ασκληπιάδαι, οἱ ἰατροὶ, ἀπὸ Ἀσκληπιοῦ. οὗτος δὲ παρὰ τὸ ἀσκελῆ καὶ ἤπια φυλάττειν τὰ σώματα. ὅτι Ἁσκληπιὸς, ἔφορος τῆς ἰατρικῆς, Παύσωνα καὶ Ἶρον κἂν ἄλλον τινὰ τῶν ἀπόρων ἰάσαιτο. ζήτει ἐν τῷ Παύσων καὶ Ἶρος. καὶ Αἰλιανός· ὁ δὲ ἀθλίως νόσῳ( περιπνευμονίαν καλοῦσιν Ἀσκληπιαδῶν παῖδες αὐτὴν) πιεζόμενος τὰ μὲν πρῶτα ἐδεῖτο τῆς ἀνθρώπων ἰατρικῆς. ]
alpha 4313[ Ἀταλαίπωρον: ἄπονον. ἡ τὸ ἐξ ἑτοίμου λεγόμενον καὶ οὐ μετὰ ἀποδείξεως. ἢ τὸ εὐχερὲς καὶ φανερόν. Αἰλιανός· εἴ τι τοῦ προτέρου λόγου ὑγιὲς ἦν. ἀλλ’ ἐκεῖνός τε ἀβασανίστῳ γραφῇ, ἀταλαιπώρῳ τῆς ἀληθείας ἀκοῇ διεσπαρμένος ἐς τὸ πλῆθος ἀλᾶται ἄλλως. ὁ δέ μοι ἀληθὴς ἔστω. καὶ Ἀταλαιπώρως, ῥᾳθύμως, ὀλιγώρως. Ἀριστοφάνης Δαναίσιν· οὕτως αὐτοῖς ἀταλαιπώρως ἡ ποίησις διέκειτο. ]
alpha 4326[ Ἀτασθαλία: ἡ φρενοβλάβεια. τῶν τις νεωστὶ καταλεγέντων στρατιωτῶν ὑπὸ νεότητος καὶ ἀτασθαλίας ἐπιθυμεῖ τῶν ἄρτων. Αἰλιανός· ὁ δὲ Σερουήλιος πολλὰ καὶ ἀτάσθαλα ἐθρασύνετο κατὰ τοῦ Παύλου. ]
alpha 4329[ Ἄτεγκτος ἄνθρωπος παρηγορήμασιν: ὁ μὴ βρεχόμενος μήτε προσιέμενος παραμυθίαν, ἀλλὰ σκληρὸς ὢν ὡς ἡ πέτρα ἢ ἄλλο τι τῶν σκληρῶν, ὡς μηδὲ ὑπὸ ὕδατος βρέχεσθαι. Σοφοκλῆς· ἀλλ’ ὧδ’ ἄτεγκτος καὶ ἀτελεύτητος φανείς. ἀντὶ τοῦ ἀσυμπαθὴς, ἀδάκρυτος. τέγγειν γὰρ τὸ βρέχειν. ἀτελεύτητος δὲ δυσαξίωτος, δυσπαράκλητος κλητος, ἀμείλιχος. καὶ αὖθις· ὁ δὲ Μάρκος ἄτεγκτος ὢν καὶ στερρὸς, οἷος ἅπασι τοῖς ἀνιαροῖς ἀντέχειν, ᾤχετο φερόμενος ὑπὸ τῶν παθῶν ἐπὶ τὸ ἀνθρώπινον. καὶ αὖθις· λίθους τῶν ποδῶν ἐξαρτήσαντες ἔρριψαν εἰς τὸ πέλαγος ἀτέγκτως καὶ ἀφειδῶς. Ἀτέγκτοις, τοῖς μήτε δάκρυσι μήτε ἱδρῶσιν ἀβρόχοις. Αἰλιανός· οἶκτόν γε μὴν καὶ δάκρυα ἐμβαλοῦσαι πάντας, ὡς καὶ τοὺς ἀτέγκτους τε καὶ ἀτεράμονας τέγξαι. καὶ Ἀτέγκτως, ἐσχάτως. καὶ τὰ μὲν πρῶτα ἱέρειαι ἐπειρῶντο αὐτὸν πραΰνειν καὶ ἀντέχειν τῆς ὁρμῆς. βιαίως δὲ καὶ ἀτέγκτως διακειμένου, τῶν μὲν ἀπορρήτων καὶ ἃ μὴ ἰδεῖν λῷον ἦν, τούτων οὐκ ἐκοινώνουν οἱ· τῶν δὲ πρώτων καὶ ἐξ ὧν οὔτε τοῖς θεασαμένοις οὔτε τοῖς δείξασιν ἔμελλέ τι ἀπαντήσεσθαι δεινὸν, παρεῖχόν οἱ βλέπειν ταῦτα. καὶ αὗθις· ἱκανὰ πείθειν καὶ δυσωπεῖν τὰς ψυχὰς τῶν μὴ παντάπασιν ἀτέγκτους καὶ ἀτεράμονας ταύτας ἐχόντων. Αἰλιανός· ἦν δὲ ἄτεγκτος ὅδε ὁ παῖς καὶ ἀμείλικτος, καί οἱ ἐπέταττεν ἐπίπονα καὶ κινδύνων ἐχόμενα τῶν ἐσχάτων. ]
alpha 4335[ Ἀτέλεστος: ἀμύητος, βέβηλος, ἀνοργίαστος, τελετὰς μὴ πεποιημένος. Αἰλιανός· μυστηρίων τελουμένων τοῖν Θεοῖν, ἀτέλεστος μὲν ἀνθρώποις, ἀνόσιος δὲ οὐκ ἐβουλήθη μυηθῆναι κατὰ τοὺς νόμους, ἀλλὰ δοῦναι πολυπραγμοσύνης δυστυχοῦς ἀρρωστήματι χάριν. καὶ ἐπί τινος ἀνελθὼν λίθου ἑώρα τὰ γινόμενα· ἐκ γάρ τοι τοῦ λίθου κατώλισθε καὶ βιαίᾳ τῇ πλήγῃ περιπεσὼν ἀπέθανεν. ]
alpha 4343[ Ἀτέραμνον: σκληρὸν, δυσμετάβλητον. Ἀτεράμονες, οὐχὶ ἀτέραμνοι. καὶ τὸ ἑνικὸν ἀτεράμων, οὐχὶ ἀτέραμνος. καὶ ὄσπρια ἀτεράμονα, οὐχὶ ἀτέραμνα. Ἀριστοφάνης Ἀχαρνεῦσιν· ἀτεράμονες, Μαραθωνομάχαι, σφενδάμνινοι. καὶ Ἀτεράμων, ἀκαταπόνητος. σκληρός. Αἰλιανός· ὁ δὲ ἀτεράμων ὢν ἀπεώσατο ἄρα τὸ δῶρον. οὐδεὶς δὲ ἦν οὕτως ἀτεράμων καὶ βάρβαρος τὴν ψυχὴν, ὃς οὐκ ἐπείθετο καὶ κατεκηλεῖτο τοῖς ἀπὸ τοῦ ἱεροῦ στόματος ἐκείνου ῥέουσι λόγοις. ]
alpha 4363[ Ἀτιμάζω· αἰτιατικῇ. τὸ καταφρονῶ, τὸ ἀναδύομαι. Αἰλιανός· ταῦτά τοι οἱ Διόσκουροι οὐκ ἠτίμασάν οἱ φανῆναι πάλιν. καὶ Ἀτιμῆσαι, ἀτίμως ὑβρίσαι. ὁ δὲ Δημοσθένης ἐδέετο συγγνῶναι τῷ παιδὶ καὶ μὴ αὐτὸν ἀτιμῆσαι. ]
alpha 4367[ Ἀτιμώρητος: ἀβοήθητος, ἢ θαυμαστός. ἐστι δ’ ὅτε καὶ ὁ κακός. ἐπὶ οὖν τοῦ ἀβοηθήτου Αἰλιανός· οὐ μὴν ἀτιμωρήτους ἐγένετο μεῖναι τοὺς παῖδας τοὺς ἀλοηθέντας, ἑτεραλκὴς γὰρ ἡ νίκη γενομένη τῶν πλησίον ἦν. ]
alpha 4386[ Ἀτρέπτως: ὀρθῶς. Αἰλιανός· ὑπὲρ τῶν μελλόντων ἀτρέπτως τε καὶ παναληθῶς προθεσπίζουσα. ]
alpha 4398[ Ἀτυφία: ταπεινοφροσύνη. καὶ Ἄτυφον ἐν Φαίδρῳ τὸ ἀβλαθές· ἐπεὶ τὸ τῦφον βλάπτει. καὶ ἐπιτεθυμμένον ὁμοίως· τὸ γὰρ θύψαι, ἐπικαῦσαι. καὶ θυμάλωπες, οἱ ἀπολελειμμένοι τῆς θύψεως ἄνθρακες, οἱ ἡμίκαυτοι. καὶ Ἀτύφου μοίρας, τῆς ἀβλαβοῦς ὑπὸ τύφου. ἄτυφόν φασιν εἶναι τὸν σοφόν. ἴσως γὰρ ἔχειν πρός τε τὸ ἔνδοξον καὶ ἄδοξον. εἶναι δὲ καὶ ἄλλον ἄτυφον, κατὰ τὸν εἰκαῖον τεταγμένον, ὅ ἐστι φαῦλον. οἱ δὲ εἰρηναίως ἐσταλμένοι ἄνευ δορυφόρων ἄγοντες τὴν ἱερουργίαν ἧκον ἀτυφότατα ἐκεῖνοι. Αἰλιανός φησι. ]
alpha 4528[ Αὐτοσχἐδιον: ἐκ τοῦ σύνεγγυς τόπου. ἢ τὸ ἐκ συντόμου. καὶ Αὐτοσχεδίως, αὐτομάτως, συντόμως. καὶ Αὐτοσχεδιάζωσιν, αὐτονόμως πράττωσιν. Αἰλιανός· Ῥωμαῖοι δὲ εὐπραγίαν παρά νομον οὔτε νίκην τελεσθεῖσαν, ἧς ὁ ἄρχων μὴ ἐκοινώνησεν, ἠσπάζοντο, ἵνα μὴ αὐτοσχεδιάζωσιν ἐν ταῖς πράξεσιν οἱ ὑπήκοοι. καὶ αὖθις· ὑπὲρ μεγάλων ἥκειν καὶ ἀδυνάτων αὐτοσχεδιασθῆναι. ]
alpha 4537[ Αὐτόχρημα ὅμοιον: παντελῶς ὅμοιον. Αἰλιανός· αὐτόχρημα πηδῶν ὑπὲρ τὰ ἐσκαμμένα, τὴν ναῦν Ἀσδρούβα φεύγειν ἐπειγομένην τὰς χεῖρας ἐπιβαλὼν εἴχετο ἐρρωμένως τῆς πρύμνης ὁ Κλάτιος ὄνομα. καὶ Ἀριστοφάνης· τὸν Παφλαγόνα λαθεῖν οὐχ οἷόν τε. ἐφορᾷ γὰρ αὐτὸς πάντ’· ἔχει γὰρ τὸ σκέλος τὸ μὲν ἐν Πύλῳ, τὸ δὲ ἕτερον ἐν τῇ ἐκκλησίᾳ. τοσὸν αὐτοῦ τὸ βῆμα διαβεβηκότος, ὁ πρωκτός ἐστιν αὐτόχρημ’ ἐν Χαόσιν. ἀντὶ τοῦ πάνυ ἀληθῶς, ἀψευδῶς. Χαόνες δὲ ἔθνος Ἠπειρωτικόν. ]
alpha 4610[ Ἀφῖγμαι: παραγέγονα. ἀφίξομαι ὑμῖν δύο ἡμερῶν ὕστερον· οὐδὲ ἐψεύσατο. καὶ αὖθις Αἰλιανός· ὁ δὲ ὄναρ εἶδε τοὺς ὀφθαλμοὺς. ἐξορύττεσθαι καὶ ἠντιβόλει ῥυόμενος τὴν πήρωσιν τῆς ὄψεως, λέγων, ἀφίξομαι ὑμῖν δύο ἡμερῶν ὕστερον. ἀνῃρέθη γοῦν μετὰ τοσαύτας ἡμέρας. ]
alpha 4652[ Ἀφροδίσιον: ἰδίως τὸ τῆς Ἀφροδίτης ἕδος. ὁ δὲ διῆλθε τῷ λόγῳ φιλοτίμως τε καὶ σὺν Ἀφροδίτῃ οὐ μάλα περιττῇ. Αἰλιανός. καὶ παροιμία· Ἀφροδίσιος ὅρκος οὐκ ἐμποίνιμος, ἐπὶ τῶν δι’ ἔρωτα ὀμνυόντων πολλάκις καὶ ἐπιορκούντων. ]
alphaiota 178[ Αἰλιανός, ἀπὸ Πραινεστοῦ τῆς Ἰταλίας, ἀρχιερεὺς καὶ σοφιστής, ὁ χρηματίσας Κλαύδιος· ὃς ἐπεκλήθη μελίγλωσσοςμελίφθογγος· καὶ ἐσοφίστευσεν ἐν Ῥώμῃ αὐτῇ ἐπὶ τῶν μετὰ Ἀδριανὸν χρόνων. ]
beta 42[ Βαθύτατα: παχέα. Αἰλιανός· αἰθρίας γὰρ οὔσης καὶ πανηλίῳ ἡμέρᾳ ἄφνω καὶ ἀδοκήτως νέφη συνδραμεῖν οἷα δή που βαθύτατα καὶ καταρρῆξαι πάμπολυν ὑετόν. ]
beta 204[ Βδελυρός: αἰσχροποιός. Αἰλιανός· καὶ ἥ γε πασῶν βδελυρωτέρα καὶ τὸν παναγέστατον παρθενῶνα τῶν ἑαυτῆς ἐνέπλησε κακῶν. καὶ Βδελυρία, ἡ ἀκολασία. ]
beta 444[ Βουλυτός: ἡ δειλινὴ ὀψία, ὅτε οἱ βόες ἀπολύονται τῶν ἔργῶν. Ἀρριανός· γίνεται μάχη καρτερὰ ἔστε ἐπὶ βουλυτὸν ἀγχώμαλος. καὶ αὖθις Αἰλιανός· καὶ ὁ μὲν ἔδρασε τὸ προσταχθέν· ὁ δὲ ὄρνις πρὸ βουλυτοῦ ἐπ’ ἀμφοῖν βαδίζων καὶ τῶ πτέρυγε κρούων καὶ βαίνων μακρὰ καὶ αἴρων τὸν τράχηλον καὶ τὸν λόφον ἐπισείων, οἷον ὁπλίτης γαῦρος, τὴν ἐς τὰ ἄλογα προμήθειαν ἀπεδείκνυτο. ]
beta 587[ Βύβλον: πάπυρον. Αἰλιανός· κελεύει τὸν μὲν ἀποδόσθαι τῷ Νικάνορι φάκελλον βύβλου τετρακοσίων χρυσῶν· ἐὰν δὲ μὴ ἐθέλῃ, ἀεὶ προσεπιτιμᾶν καὶ ἐπαιτεῖν τοῦ χρυσίου προστιθέντα, ἕως ἂν ἀπειπὼν δῷ ὅσον ἂν αἰτηθεὶς τύχῃ τῇ ἐπὶ πάσαις φωνῇ. καὶ παροιμία· Bύβλου δὲ καρπὸς οὐ κρατεῖ στάχυν μέγαν, ἐπὶ τῶν οὐ δυναμένων τοῖς ἰδίοις χρῆσθαι καλοῖς, παρόσον ἀσθενὴς οὖσα ἡ βύβλος οὐ δύναται μέγαν φέρειν καρπὸν. ]
chi 272[ Χειρώσασθαι· ὑποτάξαι. Αἰλιανός· καὶ ἐκ τούτων χειρώσασθαι τὸν ἄνδρα καὶ ἔχειν αὐτὸν ὡς εἰπεῖν ἰδιόξενον. ]
chi 338[ Χλευασία· ὕβρις τις, εἶδος οὖσα τῆς ὕβρεως. καὶ ἐν τῷ τί ἐστι κατηγορεῖται αὐτῆς· τῆς γὰρ ὕβρεως ἡ διὰ καταγέλωτος γινομένη χλευασία καλεῖται, ἡ δὲ διὰ πληγῶν ὕβρις ὁμωνύμως. καὶ αὖθις Αἰλιανός· περιϊὼν δὲ ἐς τὸν νεών, χλευάζων γε μὴν τοὺς θεοῦ θεραπευτῆρας καὶ ἐπετώθαζεν. ]
chi 461[ Χρεών· εἱμαρμένον, τέλος ζωῆς. Αἰλιανός· ἐπεὶ δὲ ἐς γῆρας ἀφίκετο, τὸ κοινὸν τῇ πεπρωμένῃ χρεὼν ἐξέτισε καὶ τῆς προσηκούσης κηδεύσεως ἔτυχε. τὸ δὲ χρεὼν μετοχή ἐστιν, ἀπὸ τοῦ χρῶ, χρέω γινόμενον, οὐδέτερον χρέον. παρατροπὴ δὲ παρηκολούθησε τοῦ τόνου, καὶ κατὰ Ἀττικὴν ἔκτασιν ἐτράπη τὸ ο εἰς ω, καί ἐστιν ἄκλιτον. τὰ δὲ εἰς ον ἐπιρρήματα διὰ τοῦ ο μικροῦ γράφεται, πλὴν τοῦ χρεὼν καὶ ἐμποδών. ]
chi 485[ Χρημάτισις· χρημάτων συναγωγή. Αἰλιανός· ὁ δὲ τῆς θεοσυλίας τε καὶ ἀθέσμου χρηματίσεως διαφθαρεὶς τὸν μισθὸν ἠνέγκατο τοῦτον πικρότατόν τε καὶ πικρωδέστατον. ]
delta 108[ Δαιδαλόχειρ· ὁ ποικίλα καὶ ἐξαίσια ταῖς χερσὶν ἐργαζόμενος. Δῆρις ὁ δαιδαλόχειρ τῇ Παλλάδι πῆχυν ἀκαμπῆ ἄνθετο. καὶ αὖθις Αἰλιανός· ἦν δὲ τὰ λυχνία ἀργύρου πεποιημένα καὶ τέχνης θαυμαστῆς δαίδαλα. καὶ Ἀριστοφάνης· ὦ χρυσοδαίδαλτον ἐμὸν μέλημα, Κύπριδος ἔρνος. ]
delta 174[ Δεκάζεσθαι· δωροδοκεῖσθαι. καὶ Δεκάζειν, διαφθείρειν χρήμασιν, ἢ δώροις. Αἰλιανός· πολλοὺς διέφθειρε νομάδων δεκάσας εἰς προδοσίαν. καὶ Δεκάζων, τὸ σημαινόμενον δῆλον. ἐποιήθη δὲ τὸ ὄνομα ἐντεῦθεν. Λύκος μέν ἐστιν ἥρως μορφὴν ἔχων τοῦ θηρίου. πρὸς δὲ τοῖς ἐν Ἀθήναις ἀνεστήλωται δικαστηρίοις· πρὸς ὃν οἱ δωροδοκοῦντες κατὰ ιʹ γινόμενοι ἀνεστρέφοντο. ἔνθα καὶ ἡ παροιμία· λύκου δεκάς. ἐξ οὖν τῆς δεκάδος τὸ δεκάζειν καὶ δεκάζεσθαι. ]
delta 282[ Δευθέντα· βραχέντα. καὶ Δευόμενος, βρεχόμενος. Αἰλιανός· αἵματί τε δευόμενοι οἱ τοῖχοι τῶν δωματίων, καὶ ἐκ τῶν δαπέδων ἀνέβρυε λύθρον, καὶ πάντων τὰς διανοίας ἐξέπληττον. ]
delta 732[ Διαρκῶς· καρτερῶς. δαψιλῶς. Αἰλιανός· ὁ δέ, οὐ γὰρ ἐλελήθει τὰ ἔνδον, ὑπερήδετο καὶ τὴν ἐλπίδα ὑπὲρ τῶν παρόντων ἐλάμβανεν εἰς τὸ κρεῖττον καὶ ἔτι μᾶλλον τῇ πολιορκίᾳ διαρκῶς ἐνεκαρτέρει. ]
delta 832[ Διαφορότης· ἡ διαφορὰ παρὰ Αἰλιανῷ. ]
delta 836[ Διὰ φροντίδος ἦν αὐτῷ· ἀντὶ τοῦ ἐβουλεύετο, ἐσκέπτετο. Αἰλιανός· ὁ δὲ θεὸς λέγει ἐκείνους μὴ πολυπραγμονεῖν, αὐτῷ γὰρ εἶναι διὰ φροντίδος. ]
delta 951[ Διερρύη· διέδραμε, διῆλθε. τὸ γάρ τοι κλέος τῶν τετολμημένων διερρύη πολύ. λέγεται καὶ διέρρει. Αἰλιανός· διέρρει τοίνυν ὑπὲρ τῆς ἀνθρώπου κλέος σοβαρώτατον. ἀντὶ τοῦ λαμπρόν, ἐπηρμένον. ]
delta 1188[ Διοπείθης· ὄνομα κύριον, καὶ κλίνεται εἰς ους. Ἀθηναῖος. Αἰλιανὸς περὶ Διοπείθους· οὗτος νόμον εἰσάγει τὸν ἀπὸ τοῦ ἄστεος ἐν Πειραιεῖ μείναντα, τοῦτον τεθνάναι. οὗτος οὖν ὠψίσθη ποτὲ ἄκων καὶ κατέμεινεν ἐν τῷ Πειραιεῖ· καὶ αὐτὸν οἱ ἐχθροὶ εἰς δίκην ὑπάγουσιν. ]
delta 1209[ Διόσκουροι· Κάστωρ καὶ Πολυδεύκης. Αἰλιανός· καὶ μέντοι καὶ Διοσκούρων ἦν ἀγάλματα βʹ νεανίαι μεγάλοι, γυμνοὶ τὰς παρειὰς ἑκάτερος, ὅμοιοι τὸ εἶδος καὶ χλαμύδας ἔχοντες ἐπὶ τῶν ὤμων, ἐφημμένην ἑκάτερος· καὶ ξίφη ἔφερον τῶν χλαμύδων ἠρτημένα καὶ λόγχας εἶχον παρεστώσας, καθ’ ἃς ἠρείδοντο, ὁ μὲν κατὰ δεξιάν, ὁ δὲ κατὰ λαιάν. ]
delta 1337[ Δολιχεύουσι· περιοδεύουσιν. Αἰλιανός· Διονύσιος τοὔ νομα, ἔμπορος τὸ ἐπιτήδευμα, δολιχεύσας πολλοὺς πολλάκις πλοῦς περιβάλλεται πλοῦτον εὖ μάλα ἁδρόν. ]
delta 1345[ Δόλων· οὕτω καλεῖται ὁ παρὰ τοῖς Κυζικηνοῖς τὴν Ἄρτεμιν θεραπεύων γυναικεῖος θίασος, ὥς φησιν Αἰλιανός. καὶ Δόλων, ὃ παρὰ Ὁμήρῳ. καὶ φυλάττει. ]
delta 1478[ Δώς· ἡ δόσις, ἡ δωρεά. δὼς ἀγαθή, ἅρπαξ δὲ κακή, θανάτοιο δότειρα. καὶ Αἰλιανὸς Ποικίλῃ ἱστορίᾳ περὶ τῶν Ῥωμαίων γυναικῶν· αἳ δεξάμεναι παρὰ Πύρρου τὰ δῶρα, ἔφασαν, ἡ δὼς αὐταῖς πρέπειν καὶ ἀξία εἶναι τοῦ πέμψαντος Πύρρου, ἀνόσιον δὲ αὐταῖς εἶναι φορεῖν. ]
epsilon 296[ Ἐθέλγετο· ἐπείθετο, ἐθηλύνετο. Αἰλιανός· οὐ μὴν ἐθέλγετο ὁ ὕπατος τοῖς ὑπηρέταις σὺν ὀργῇ βριμούμενος. ]
epsilon 358[ Ἐκ καταλόγου· τῶν εἰς στρατιώτας τελούντων. τὴν γάρ τοι πληθὺν καὶ τοὺς ἐκ καταλόγου ἐῶ νῦν. Αἰλιανός φησιν. ]
epsilon 398[ Ἔκδικον· τὸ ἔξω τοῦ δικαίου. Αἰλιανός· τετόλμητο μὲν αὐτῷ τὸ ἔκδικον ἐκεῖνο καὶ παράνομον ἔργον. ]
epsilon 553[ Ἐκπαθής. Αἰλιανός· ἐκπαθῆ δὲ γεγονότα καὶ πρὸς τὰς ἀκρατοποσίας ὥστε καὶ μεθ’ ἡμέραν πλεονάκις μεθύοντα καταφανῆ γενέσθαι τοῖς φίλοις. ]
epsilon 575[ Ἔκπλεα· πλήρη. ἐσθῆτας δὲ καὶ τὰ ἐπιτήδεια ἔκπλεα παρεῖχεν. ἀντὶ τοῦ αὐτάρκη. καὶ αὖθις Αἰλιανός· οἱ δὲ κατάραντες εἰς αὐτόν, καὶ φιλοφροσύνης ἐκπλέας ἀπολαύσαντες. ]
epsilon 720[ Ἔκφυλος· ξένος, παρηλλαγμένος. Αἰλιανός· ἑκάτερος δι’ ἁρπαγῆς τὴν κόρην ποιήσασθαι ἐμαίνοντο. πόλεμος οὖν ἔκφυλος ἐγένετο καὶ ἐνακμάζει καὶ μάλα ἀδόκητος, οὐκ ἔχων οὔτε γενναίαν οὔτε εὐπρεπῆ τὴν ὑπόθεσιν. ]
epsilon 780[ Ἐλεδώνη· εἶδος πολύποδος. ἥτις ἔχει μίαν κοτυληδόνα καί ἐστιν ἑπτάπους, ὥς φησιν Αἰλιανός. ἔστι δὲ τὸ λ περισσόν. καλεῖται δὲ ἐλεδώνη ἀπὸ τοῦ ἑαυτὴν ἔδειν, ὅ ἐστιν ἐσθίειν. καὶ Ἡσίοδος· ὅτ’ ἀνόστεος ὃν πόδα τένδει. ]
epsilon 916[ Ἐλοιδόρησε· διέβαλεν, ἐσυκοφάντησεν. Αἰλιανός· ὁ δὲ Κλέανδρος ἐλοιδόρησε τὸν ὕπατον τῆς ἐν Αἰγύπτῳ ἀρχῆς Κομόδῳ καὶ παραλύει αὐτὸν τῆς ἀρχῆς οὐδὲν ἀδικοῦντα. ]
epsilon 974[ Ἐμμελῶς· συνετῶς, εὐρύθμως. καὶ Ἐμμελής, συνετός, εὔρυθμος. Αἰλιανός· οἱ δὲ ὁμολογίας ἐμμελεῖς ποιησάμενοι πρὸς τοὺς Ἀρκάδας τοὺς αἰχμαλώτους ἐκομίσαντο. ]
epsilon 1021[ Ἐμπλασσόμενοι· ἐπεμβαίνοντες, συρρηγνύμενοι. Αἰλιανός· τοῖς φίλοις καὶ οἰκείοις ἐμπλασσόμενοι ἀπέσφαττον αὐτοὺς ὡς πολεμίους. ]
epsilon 1136[ Ἐναύειν· πυρὸς μεταδιδόναι. Πολύβιος· εἰ δέ τις λειπόμενος μὴ θάνοι, φύγοι δὲ τὸν κίνδυνον, τοῦτον μήτε πόλει δέχεσθαι μήτε πῦρ ἐναύειν. περὶ τούτων ἀρὰς ἐποιήσαντο πᾶσι μέν, μάλιστα δὲ τοῖς Ἠπειρώταις, εἰς τὸ μηδένα τῶν φυγόντων δέξασθαι τῇ χώρᾳ. καὶ αὖθις Αἰλιανός· εἴ ποτε δημοσία νόσος ἐπεπόλασεν, ἐπὶ τὸν σηκὸν τοῦδε φοιτῶντες οἱ ἱερογραμματεῖς, εἶτα μέντοι τὰς δεούσας ἱερουργίας ἐπιτελοῦντες ἐκ τοῦ βωμοῦ πῦρ ἐναύονται καὶ ἐξῆπτον πυρὰς κατὰ πόλεις καὶ τοῦ δυσώδους ἀέρος τὴν φθοροποιὸν ἐκείνην νόσον μαραίνουσι καὶ λεπτύναντες τοῦτο δὴ τὸ καινότατον τὴν νόσον ἔσβεσαν τῷ πυρί. καὶ αὖθις· Καλλίξενος ὁ Ἀθηναῖος διὰ συκοφαντίαν ἆθλα ἀπηνέγκατο τῆς ἀναισχυντίας καὶ ἀσεβείας, ἐν ἄστει μισούμενος καὶ πενόμενος καὶ ἀποκλειόμενος λιμῷ ἀποθανεῖν· ἐπεὶ μήτε ὕδατος ἐκοινώνουν αὐτῷ, μήτε πυρὸς ἐναύειν ἐβούλοντο, ὥσπερ οὖν κοινωνεῖν τοῖς βουλομένοις καὶ δεομένοις. ]
epsilon 1143[ Ἐναύσματα· ἀρχάς, ἐμπυρεύματα, ὑπεκκαύματα. καί τινα ἐξ αὐτοῦ διδασκαλίαν ἐναυσάμενοι κ ᾆτα ἐμιμήσαντο ἐς τὸ εὖ καὶ καλῶς. Αἰλιανός φησιν. ]
epsilon 1231[ Ἐνέκρινον· τοῖς καλοῖς συνηρίθμησαν· ὡς ἀπέκρινον, ἀπεδοκίμαζον. Αἰλιανός· Ῥωμαῖοι πολεμοῦντες οὐδένα τόπον οὔτε ἐνέκρινον οὔτε ἀπέκρινον, ἀλλ’ ἔνθα ἔτυχον, ἠγωνίζοντο. ]
epsilon 1348[ Ἔννιος, Ῥωμαῖος ποιητής· ὃν Αἰλιανὸς ἐπαινεῖν ἄξιόν φησι. Σκιπίωνα γὰρ ᾄδων καὶ ἐπὶ μέγα τὸν ἄνδρα ἐξᾶραι βουλόμενός φησι μόνον ἂν Ὅμηρον ἐπαξίους ἐπαίνους εἰπεῖν Σκιπίωνος. δῆλον δὲ ὡς ἐτεθήπει τοῦ ποιητοῦ τὴν μεγαλόνοιαν καὶ τῶν μέτρων τὸ μεγαλεῖον καὶ ἀξιάγαστον· καὶ ὡς ἐπαινέσαι δεινὸς Ὅμηρός ἐστι καὶ κλέος ἀνδρὸς πυργῶσαί τε καὶ ἆραι, ἐξ ὧν ἐπῄνεσε τὸν Ἀχιλλέα, καλῶς ἠπίστατο ὁ ποιητὴς ὁ Μεσσάπιος. ]
epsilon 1441[ Ἐνστάτης· ὁ κατὰ πάντα ἐνιστάμενος, ἰδικῶς δὲ ἐπὶ τῆς κρίσεως, οἷον ἀντίδικος· κυρίως δὲ ἐνστάτης λέγεται, ὁ ἐν τῇ ὁδῷ ἀντιστήκων τινί, ὡς εἰ λέγοι τις τὸν Οἰδίποδα τοῦ Λαΐου ἐνστάτην γεγενημένον. καὶ Αἰλιανὸς ἐν τῷ Περὶ θείων ἐναργειῶν φησί· κατά τινα χρησμὸν βουληθεὶς ἱλεώσασθαι τὸν τῷ οἴκῳ αὐτῷ γεγενημένον ἐνστάτην δαίμονα. καὶ αὖθις· πικρότατος αὐτοῖς ἐνστάτης ἦν. ]
epsilon 1531[ Ἐξαμβλίσκειν· ἐκτιτρώσκειν. Αἰλιανός· καὶ τὴν τῶν τετραπόδων ἀγέλην ἐξαμβλίσκειν ἔφασαν. ]
epsilon 1546[ Ἐξάντη· ὑγιῆ, καὶ ἔξω ἄτης. ὦ Ζεῦ, γενέσθαι με τῆσδ’ ἐξάντη νούσου. τὸ ν ἔγκειται δι’ εὐστομίαν. ἀτὰρ ἐξάντης τοῦ πτώματος ὁ τραυματίας γενόμενος καὶ τρίτον ἆθλον ἀσπάζεται. καὶ Αἰλιανός· θυγάτηρ δέ, ἥπερ ἦν οἱ τῶν ἐκείνου μηχανῶν τε καὶ ἐπιβουλῶν ἀμαθής, ἐξάντης γίνεται τοῦ κακοῦ. ἔστι δὲ καὶ ἐπιφώνημα. ἐξάντης λεύσω τοὐμὸν κακὸν ἄλλον ἔχοντα. Πλάτων ἐν Φαίδρῳ. ]
epsilon 1612[ Ἐξεκύκλησαν· ἐξήνεγκαν. Αἰλιανός· ἐπεὶ δὲ εἰς τὸ θέατρον ἐξεκύκλησαν αὐτόν, ἐπηλυγασάμενος τὴν κεφαλὴν ἦν τὸ ἄσωτον. ]
epsilon 1720[ Ἐξῆκον· Αἰλιανός. ἀντὶ τοῦ ὑπερέχον. καὶ ἑώρων φάσμα τὸ μέγεθος ἐξῆκον πέρα καὶ ἀνωτέρω τοῦ ἱστοῦ. ]
epsilon 1731[ Ἐξήμβλωσεν· ἐξέτρωσεν. Ἀριστοφάνης Νεφέλαις· ἐξήμβλωκας, ἀντὶ τοῦ ἀτελῆ ἐποίησας. καὶ αὖθις· καὶ οὐκ ἐξήμβλωτό οἱ ἡ ἐλπίς. ἀντὶ τοῦ ἀτελὴς ἐγένετο. οὕτω φησὶν Αἰλιανός· ἀλλ’ αὕτη γε ἡ ἐλπὶς ἐξήμβλω αὐτῇ. καὶ αὖθις Αἰλιανός· ἐξήμβλωτο δὲ ἡ ἔννοια τῆς θεοσυλίας τῷ ἀνοσίῳ ἀποσφαγέντος αὐτοῦ. καὶ τὰ ἐξημβλωμένα ἔμβρυα. ]
epsilon 1832[ Ἐξωλέστερον· Ἀριστοφάνης Πλούτῳ· πενία γάρ ἐστιν, ἧς οὐδὲν θηρίον ἐξωλέστερον. ἀντὶ τοῦ ἀπολέσθαι ὀφεῖλον, ἢ ἐξολοθρευτικώτερον, ἢ χεῖρον. Αἰλιανός· σύνοδοί τινες εἰς αὐτῆς ἐγίνοντο καὶ συμφοιτήσεις ἀκολάστων ἀνδρῶν καὶ γυναικῶν ἀσελγῶν καὶ μειρακίων ἐξώλη βίον προῃρημένων. ]
epsilon 1982[ Ἐπαρτήσας· ἐπικρεμάσας. ὁ δὲ εἰς Πέρσας ἤγαγεν αὐτοὺς κακὴν δουλείαν ἐπαρτήσας αὐτοῖς. καὶ αὖθις Αἰλιανός· μὴ ὑποδέξασθαι τὰς ψυχὰς αὐτῶν σὺν εὐμενείᾳ, ἀλλ’ ἐπαρτῆσαι τὰς δι’ αἰῶνος τιμωρίας αὐτοῖς. ]
epsilon 2490[ Ἐπινησθέντα· τὸν ἐπινησθέντα ἐνίοις βίον. τὸν ὁρισθέντα. καὶ αὖθις Αἰλιανός· καὶ ὅτε ἔμελλε τὴν ἐπινησθεῖσάν οἱ καὶ τελευταίαν ὁδὸν ἰέναι, ᾤχοντο ἀπιοῦσαι. ]
epsilon 3017[ Ἕρκος· περίφραγμα, περιτείχισμα. Αἰλιανός· βίου παντὸς τὸ τέλος ἀναμένειν, μηδὲ προπηδᾶν μηδὲ τοῖς εὐδαίμοσιν ἑαυτὸν ἐγκαταγράφειν. ἄδηλα γὰρ εἶναι τὰ ἀνθρώπινα, ἕως ἂν ἑκάστῳ ἡ ψυχὴ εἴσω τοῦ τῶν ὀδόντων ἕρκους ᾖ. ]
epsilon 3105[ Ἐρυμβόνα τὰ τιμιώτατα εἰς ἀσωτίαν ἀφειδεστάτην· ἀπὸ τοῦ ῥυμβονῶ ῥήματος. Αἰλιανός. ]
epsilon 3116[ Ἐσάλευε καὶ Ἀπεσάλευεν· τοῦτο καὶ ἐπὶ νεῶν λέγεται καὶ ἐπ’ ἀνθρώπων. ἐπὶ μὲν πλοίων, ὡς Δίων ἐν Ῥωμαϊκοῖς· ὀλίγα μὲν γὰρ καὶ τὰ κουφότατα τῶν πλοίων πρὸς τῇ γῇ ὥρμει, τὰ δὲ δὴ πλείω καὶ μείζω μετέωρα διὰ τὰ τενάγη ἀπεσάλευεν. ἐπὶ δὲ ἀνθρώπων, ὡς τό, ἐφ’ ἑνὶ δὲ τῶν παίδων ἀπεσάλευεν. σημαίνει δὲ ἡ λέξις, τὸ τὰς ἐλπίδας ἐπὶ τούτοις εἶχεν. καὶ Αἰλιανός· ἐπεὶ τοίνυν ὑπὲρ τῶν ἐσχάτων ἐσάλευεν ἤδη, κομίζουσιν αὐτὸν οἱ προσήκοντες εἰς Ἀσκληπιοῦ. ]
epsilon 3136[ Ἔσθενε· σθένους καὶ δυνάμεως μετεῖχεν, ἠδύνατο. Αἰλιανός· ὁ δὲ ἀλέκτωρ ὕμνει τὸν σωτῆρα, ᾗπερ οὖν ἔσθενε φωνῇ, καὶ ἐδεῖτο ἀρτίπουν θεῖναι αὐτόν. ]
epsilon 3257[ Ἔσχε· κατέπαυσε. Θουκυδίδης· αἱ δὲ τριήρεις πλέουσαι εἰς Αἴγυπτον ἔσχον κατὰ τὸ Μενδήσιον κέρας. καὶ Αἰλιανός· οὐ γὰρ ἔσχον ἀνήνασθαι τὸ πρόσταγμα. ἀντὶ τοῦ ἠδυνήθησαν. ]
epsilon 3322[ Ἔτισαν· ἔδωκαν. Αἰλιανός· ἀνθ’ ὧν οἱ Φωκεῖς ἔτισαν δίκας βαρυτάτας. ]
epsilon 3362[ Εὐάγκαλον· ἐλαφρόν, εὐμαρῆ. ὁ δὲ Αἰνείας τὸν πατέρα ἐπιθέμενος τοῖς ὤμοις ἐξῆγε, φόρτον ὡς υἱεῖ φιλοπάτορι καὶ τοῦτον εὐάγκαλον. οὕτω φησὶν Αἰλιανός. ]
epsilon 3442[ Εὐερμία· ἐπιτυχία, εὐτυχία. ὡς δυσερμία, ἡ ἀτυχία. ἐντεῦθεν καὶ τὰ ἀπὸ τῆς τύχης εὑρήματα κοινὸν Ἑρμῆν ἔλεγον. Αἰλιανός· Μιθριδάτης δὲ τὴν ἀποδημίαν Λευκούλλου ἑαυτῷ κατέγραψεν εὐερμίαν εἶναι. καὶ αὖθις· ἀσπαζόμενος εὐερμίαν καιροῦ καὶ ἀνάγκης καλούσης μὴ εἴκων κάκῃ. ]
epsilon 3894[ Ἐφήδοιτο· τέρποιτο. καὶ Ἐφήδοντο· δοτικῇ. ἐπέχαιρον. Αἰλιανός· καὶ αὐτῷ τῶν συγγενῶν τινες ἐφήδοντο ὡς τὰ αὐτοῦ διαδεξόμενοι. ἐκείνῳ γὰρ μὴ εἶναι παῖδας, ἅτε ῥᾴθυμον βίον καὶ λάγνον, τὸν εἰς ἑταίρας καὶ πότους, προῃρημένῳ. καὶ αὖθις· ὁ δὲ ἔσπευδε θέλων ἐφησθῆναι αὐτοῖς. ]
epsilon 3938[ Ἐφλέγετο· ἐν ἐπιθυμίᾳ ἦν. Αἰλιανός· ὁ δὲ Ἰάσων ὁ Θετταλὸς ἐπὶ τοῖς ἀναθήμασιν ἐν Δελφοῖς ἐφλέγετο. ]
eta 378[ Ἠνεμόεσσαν· ὑψηλήν. καὶ Ἠνεμῶσθαι, τὸ περὶ ἔρωτα ἐπτοῆσθαι. Αἰλιανός· καὶ ἐδόκει περὶ τὴν ἄνθρωπον ἀκρατῶς ἠνεμῶσθαι. ]
eta 554[ Ἡρῷναι· Ἀριστοφάνης Νεφέλαις· ἡρῷναί τινές εἰσι. τρισυλλάβως τὸ ἡρῷναι προήνεγκαν, ὡς ἠΐθεοι, ᾔθεοι. Αἰλιανός· γενναῖον ἔργον καὶ τολμηρὸν ἡρωΐνης ἄντικρυς τοῦτο δράσασα. ]
gamma 136[ Γένεσις: γένεσις λέγεται καὶ ἡ εἱμαρμένη. ἔστι δὲ πρεσβύτερον τῆς γενέσεως ἔννοια καὶ αὐτεξουσιότης. Γένεσις καὶ ἡ ἀρχή. Αἰλιανός· ἔνθεν οἱ καὶ τὸ ἀρρώστημα ἦν τὴν γένεσιν λαβόν. ]
gamma 392[ Γοργόνη· Ἀριστοφάνης· καὶ Γοργόν’ ἐξήγειρεν ἐκ τῆς ἀσπίδος. ὡσεὶ ἔλεγεν, οἴδημα ἐποίησεν ἐπὶ τῆς κεφαλῆς· παῤ ὑπόνοιαν. θέλων γὰρ εἰπεῖν, καὶ ἀπὸ τῆς πληγῆς κορδύλην ἐποίησεν, ἔφη, Γοργόνα ἐξήγειρε. καὶ Αἰλιανός· καὶ ἐνέκειντο αὐτῷ τὴν ἐξ αὐτοῦ προφέροντες, καὶ προσιόντες ὡς εἰπεῖν Γοργόνα κατεσίγασαν ἄλλως πρόλαλον ὄντα καὶ ἰταμόν. λέγει δὲ περὶ Διοπείθους τοῦ Ἀθηναίου, ὃς νόμον εἰσάγει, τὸν ἀπὸ τοῦ ἄστεος ἐν Πειραιεῖ μείναντα, τοῦτον τεθνάναι. οὗτος οὖν ὠψίσθη ποτὲ ἄκων καὶ κατέμεινεν ἐν τῷ Πειραιεῖ, καὶ αὐτὸν οἱ ἐχθροὶ εἰς δίκην ὑπάγουσι. διὰ τοῦτο λέγει, προσιόντες Γοργόνα. καὶ σκώπτων ὁ αὐτὸς Μόρσιμον καὶ Μελάνθιόν φησι. Γοργόνες, ἀντὶ τοῦ φοβεροὶ εἰς γαστριμαργίαν. ]
iota 372[ Ἰνδάλματα· φαντάσματα, ὀνείρατα, ἅπερ μὴ παρόντα ὑπονοεῖ τις, ὁμοιώματα, ἀπεικονίσματα. Αἰλιανός· ὄψις οὖν ἰνδάλματος ἱεροῦ ὄναρ ἐπιστᾶσα λέγει ποιήσασθαι μεταβολὴν βίου. ]
iota 730[ Ἰσχυρός· ἰσχύος καὶ δυνάμεως εὖ ἔχων. Ἰώσηπος· ὁ δὲ Σαμψών, ἔτι γὰρ φρονεῖν ἰσχυρὸς ἦν, ἀντηπάτα τὴν γυναῖκα. καὶ αὖθις· ἰσχυρῶς εἴχετο τοῦ ἀνδρός. ἐρωτικῶς. καὶ Αἰλιανός φησιν· οὕτως ἄρα αἱ ἰσχυραὶ τιμωρίαι πολλάκις εἰς τοὺς εὑρόντας αὐτὰς περιτρέπονται, καὶ ὅσα προσέταξαν παθεῖν ἕτερον, αὐτοὶ πεπόνθασιν. ]
kappa 82[ Καθημαξευμένος· τετριμμένος, ἐγγεγυμνασμένος. Αἰλιανός· γύναιον ἐκ Συρίας καὶ καθημαξευμένον ὑπὸ παντὸς τοῦ προσιόντος. ἑταίρα γὰρ ἦν ἐμφανὴς καὶ τῶν ἐν τοῖς μίμοις δι’ ἀκολασίαν περιπαθεστέρα τοῖς τε φαινομένοις ἐς τὴν κοινὴν ὄψιν σχήμασιν ἐκκαλουμένη τοὺς ὁρῶντας ἐς τὰ πάθη τοῦ σώματος, καὶ κατατείνουσα τὸν δῆμον, καὶ ὅσον μετὰ τοῦ δήμου, πρὸς συώδη τινὰ καὶ μανικὴν ἀσέλγειαν. ]
kappa 146[ Κάκη· κακία. οὕτως Πλάτων. Αἰλιανός· ὅστις τάξιν ἔλειπε, θανατοῖ ἄρα ὁ νομοθέτης αὐτόν, κάκῃ τὴν στάσιν, ἣν ἐτάχθη, προδόντα. Αἰλιανὸς Ποικίλῃ ἱστορίᾳ· οὐδεὶς οἰκέτης μνημονεύεται κάκῃ εἴξας προδοῦναι τὸν δεσπότην. καὶ αὖθις· ἀνάγκης καλούσης μὴ εἴκειν κάκῃ. ]
kappa 156[ Κακοδαίμων· ὁ θεῷ ἐπαχθής, καὶ ὁ τὴν ψυχὴν ἔχων ἐμπαθῆ. Αἰλιανός· ἀνὴρ Εὐφρόνιος, κακοδαίμων ἀνήρ, καὶ ἔχαιρεν ἐπὶ ταῖς Ἐπικούρου φλυαρίαις καὶ ἐξ ἐκείνων κακὰ εἰρύσατο δύο, ἄθεός τε καὶ ἀκόλαστος εἶναι. ]
kappa 216[ Καλλιγόλας· οὕτως ἐκαλεῖτο Γάϊος, ὁ βασιλεὺς Ῥωμαίων, ἐπειδὴ ἐκ μικρᾶς ἡλικίας τὰ πολλὰ ἐν τῷ στρατοπέδῳ ἐτρέφετο καὶ τοῖς στρατιωτικοῖς ἐχρῆτο ὑποδήμασιν. ἐκ τῶν καλλίγων οὖν Καλλιγούλαν αὐτὸν ὠνόμασαν. ἢ ΚαλλιγόλαςΓάϊος, διὰ τὸ ἐν στρατοπέδῳ γεννηθῆναι· ὥς φησιν Αἰλιανὸς ἐν τῷ Περὶ θείων ἐναργειῶν. ]
kappa 458[ Κάσος· Ῥωμαίων γοῦν ὁ νικήσας τὴν μουνὰξ μάχην ἀνεδεῖτο στεφάνῳ ἀγρώστεως· καὶ ἦν Κάσος ἄμαχος. φησὶν Αἰλιανός. ]
kappa 514[ Καταγράφων· προμηθούμενος, προξενῶν. Αἰλιανός· ὁ τοίνυν Διονύσιος καταγράφων ἑαυτῷ λύτρα πλεῖστα ὑπὲρ τῆς κόρης, ἢ χρυσίον πάμπολυ, ἢν ἀπόλοιτο αὐτή. ]
kappa 518[ Καταδαρθάνειν· κατακοιμίζεσθαι. κυρίως δὲ καταδαρθεῖν ἐστι τὸ ἐν δέρμασι κατακοιμηθῆναι. Ἀριστοφάνης Πλούτῳ· ἔτι δ’ οὐχ ἕξεις οὔτ’ ἐν κλίνῃ καταδαρθεῖν. βαρυτόνως δὲ οἱ Ἀττικοὶ καταδάρθειν. καὶ Αἰλιανός· καὶ καταδαρθόντι οἱ τῶν τις ἱερέων ἐδόκει λέγειν μίαν εἶναι σωτηρίας ὁδὸν τῷ ἀνδρὶ καὶ ἓν τῶν ἐφεστώτων κακῶν φάρμακον. ]
kappa 520[ Καταδεύσῃ· φυράσῃ, μαλάξῃ. Αἰλιανός· εἴπερ οὖν τὰ Ἐπικούρου βιβλία καταφλέξας, καὶ τῶν ἀθέων τε καὶ ἀσεβῶν καὶ ἐκτεθηλυμμένων στιγμάτων τὴν σποδὸν ἀναδεύσει κηρῷ ὑγρῷ, καὶ ἐπιπλασάμενος τὴν νηδὺν καὶ τὸν θώρακα πάντα καταδήσει ταινίαις. ]
kappa 630[ Κατάλογος· ἡ ἀπογραφὴ τῶν ὀφειλόντων στρατεύεσθαι, καὶ ἡ ἐξαρίθμησις. ὁ πίναξ ἐφ’ οὗ ἐνέγραφον τῶν ἐκστρατευομένων τὰ ὀνόματα. Ἀριστοφάνης· ἔπειθ’ ὁ πολίτης ἐντεθεὶς ἐν καταλόγῳ οὐδεὶς κατὰ σπουδὰς μετεγγραφήσεται. ἀντὶ τοῦ κατὰ ἄλλου σπουδήν. ὁ δὲ Τραιανὸς δύο στρατεύματα καὶ τοῦ μεγάλου καταλόγου, καὶ ξενικά. τὴν γάρ τοι πληθὺν καὶ τοὺς ἐκ τοῦ καταλόγου ἐῶ νῦν. οὕτω φησὶν Αἰλιανός. ]
kappa 985[ Κατέσειε· λέγουσιν ἐπὶ τῶν ἐν τοῖς πότοις προπινόντων. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν τοὺς καρποὺς κατασειόντων. καὶ Κατεσείσθη, ἀντὶ τοῦ κατέπεσεν. Αἰλιανός· καὶ παραχρῆμα ἡ οἰκία κατεσείσθη πρηνής. ]
kappa 1015[ Κατεύχεσθαι· τὸ καταρᾶσθαι. οὕτως Πλάτων. καὶ Σοφοκλῆς· κατεύχομαι δὲ τὸν δεδρακότα τάδε. ἀντὶ τοῦ καταρῶμαι. καὶ Αἰλιανός· αἱ δὲ κατευξάμεναι τὸν χῶρον πάντα ἐκεῖνον Λακωνικῷ αἵματι ἐπικλυσθῆναι ἑαυτὰς ἀπέσφαξαν. Κατεύχομαι δὲ τὸ ὑπερεύχομαι γενικῇ. ]
kappa 1489[ Κηδεύειν· φροντίζειν, ἢ θάπτειν. Αἰλιανός· καὶ ἄλλως αὐτοῦ παλλακίδι ἐπιμανείς, ὡς ἤδη θεραπαίνῃ, τὸν ἄθλιον ἐν νεκροῖς ἠρίθμουν. καὶ οἵγε κηδόμενοι τοῦ ἀνδρὸς ὠδύροντό τε αὐτὸν καὶ θεοὺς ἐκάλουν συμμάχους καὶ πρὸ πάντων Σάραπιν. ]
kappa 1706[ Κλάτιος· ὄνομα κύριον. Αἰλιανός· αὐτόχρημα πηδῶν ὑπὲρ τὰ ἐσκαμμένα, τὴν ναῦν Ἀσδρούβα φεύγειν ἐπειγομένην, χεῖρας ἐπιβαλὼν εἴχετο ἐρρωμένως τῆς πρύμνης ὁ Κλάτιος ὄνομα. ]
kappa 1861[ Κνέφει· σκότει. ἀπὸ τῆς κνέφος εὐθείας. οὕτως Αἰλιανός. οὐ κατ’ ἔπος γέ σου κνίσω τὸ ῥῆμ’ ἕκαστον, ἀλλ’ ἀπὸ ληκυθίου σου τοὺς προλόγους διαφθερῶ. ]
kappa 2023[ Κομψευριπικῶς· πανούργως, κατὰ Εὐριπίδην. Αἰλιανὸς περὶ ἀσεβῶν βασιλέων λήθῃ παραδοθέντων φησί. καὶ Ἀριστοφάνης· ἐπὶ τῷ κομᾷς καὶ κομψὸς εἶναι προσποιεῖ; ]
kappa 2147[ Κόσμος· τὸ ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν μέσῳ σύστημά τε καὶ σύγκριμα. ὃς πλήρωμά ἐστι τῶν εἰδῶν. ἐπεὶ δὲ ἔδει μηδὲν τῶν εἰδῶν φθείρεσθαι, ἵνα μὴ ἀτελὲς ᾖ τὸ πᾶν, ἀδύνατον δὲ ἦν τὰ αὐτὰ μένειν τῷ ἀριθμῷ, γενητά τε ὄντα καὶ φθαρτά, μετέχει καὶ ταῦτα τῆς ἀϊδιότητος ὡς ἠδύνατο, διότι καὶ πάντα ἐφίεται τῆς τοῦ πρώτου ἀϊδιότητος ὡς οἰκείας ἀρχῆς καὶ μετέχει ταύτης ἕκαστον κατὰ τὰ ἑαυτοῦ μέτρα. καὶ τοῦτό ἐστι τὸ σκοπιμώτατον ἔργον τῆς φύσεως, τὸ τῶν φυσικῶν ἕκαστον γεννῆσαι ἄλλο, οἷόν ἐστιν αὐτό. καὶ ἐπειδὴ δεόμεθα γεννήσεως, ἡ δὲ γεννητικὴ δύναμις ἐν ὡρισμένῳ γίνεται μεγέθει, διὰ τοῦτο δεόμεθα τῆς αὐξήσεως. ἐπειδὴ δὲ ἡ αὔξησις διὰ τροφῆς γίνεται, τῆς θρεπτικῆς πάλιν δεόμεθα δυνάμεως. διὰ τοῦτο τοίνυν μετέχομεν τῶν φυσικῶν δυνάμεων καὶ ἡμεῖς καὶ τὰ ἄλογα. ὥστε ὅταν μὲν ἐνεργῶμεν κατὰ τὰς δυνάμεις ταύτας, ὡς φυτὰ ἐνεργοῦμεν, ὅταν δὲ κατὰ θυμὸν καὶ ἐπιθυμίαν, ὡς ἄλογα ζῷα· ὡς ἄνθρωποι δὲ ἐνεργοῦμεν τότε, ὅτε τῷ λόγῳ κεχρήμεθα. διὸ καὶ ἀστείως λίαν ὁ Πλωτῖνος εἶπεν, ὡς ὅσοι ἐμμανῶς κατὰ τὰς θρεπτικὰς δυνάμεις ἐνεργοῦσιν, οὗτοι κινδυνεύουσιν ἀποδενδρωθῆναι. σημαίνει δὲ ὁ κόσμος τέσσαρα· εὐπρέπειαν, τόδε τὸ πᾶν, τὴν τάξιν, τὸ πλῆθος παρὰ τῇ γραφῇ. Αἰλιανός· ἡ δὲ Κλεοπάτρα καὶ ἄλλα εἰργάσατο ἀσεβείας ἐχόμενα, ἅ μοι σιγῶντι κόσμον φέρει. τουτέστιν εὐπρέπειαν. ]
kappa 2329[ Κρᾶσις· μίξις οἴνου καὶ θερμοῦ· καὶ ἡ ἐνέργεια δὲ τοῦ κιρνῶντος. Αἰλιανός· καὶ πιεῖν ἐδίδου κράσει δικαίᾳ μὴ κιρνῶν· ὤρεγε δὲ μὴ αἰτοῦντι καὶ φιλοφρονούμενος ἀκαίρως καὶ περιττὰ δεῖπνα παρατίθησι. ]
kappa 2443[ Κρίσεως· δοκιμασίας, ἀκολουθίας. Αἰλιανός· κρίσεως δ’ ὡς ἐν ἀκολάστοις εὐθείας οὐ διήμαρτε περὶ τὴν αἵρεσιν τῆς μιμάδος· σὺν κάλλει γὰρ λαμπρῷ τοῦ σώματος ποικίλως ἤσκητο τὴν εὐαπάτητον παιδείαν. καὶ αὖθις· τοσοῦτον προέλαβε τῇ φυγῇ τῆς κρίσεως τῆς περὶ τὴν μάχην. ]
kappa 2499[ Κροῖσος, Λυδῶν βασιλεύς, νομίζων ἑαυτὸν πλουσιώτατον εἶναι καὶ εὐδαιμονέστατον, μεταπεμψάμενος Σόλωνα τὸν Ἀθηναῖον, ἄνδρα σοφόν, ἐπέδειξεν αὐτῷ τοὺς θησαυροὺς καὶ τ ἄλλα τοῦ πλούτου καὶ ἠρώτησεν αὐτόν, τίνα εὐδαίμονα πάντων ἀνθρώπων νενόμικας; ὁ δὲ ἔφη Τέλλον τὸν Ἀθηναῖον, ζήσαντα εὐτυχῶς καὶ ἀποθανόντα ὑπὲρ τῆς πατρίδος μαχόμενον. πυνθανομένου δὲ αὐτοῦ, τίνα οὖν μετὰ Τέλλον; ὁ δὲ ἔφη Κλέοβιν καὶ Βίτωνα, τὸ γένος Ἀργείους, οἵτινες τῆς μητρὸς αὐτῶν Θεανοῦς ἢ Κυδίππης ἱερωμένης καὶ μελλούσης πομπεύειν τῇ πατρίῳ ἑορτῇ ἐπὶ ἀπήνης μέχρι τεμένους τῆς Ἥρας, χρονιζόντων τῶν ὑποζυγίων, ὑποθέντες τοὺς ἰδίους αὐχένας οἱ παῖδες τὴν ἀπήνην εἵλκυσαν καὶ ἤγαγον τὴν μητέρα ἐπὶ τὸ τέμενος. εὐξαμένης δὲ ἐκείνης τῇ Ἥρᾳ γενέσθαι αὑτῆς τοῖς παισὶν ὅ τι κάλλιστον ἀνθρώποις, τῇ ἐπιούσῃ νυκτὶ εὑρέθησαν ἀμφότεροι τετελευτηκότες. ὅτι Αἰλιανὸς περὶ Κροίσου ἔφη· ὁ δὲ ἀνηνέγκατο ἄρα στενάξας καὶ ἐς τρὶς ἐκάλεσε τὸν Σόλωνα. ]
kappa 2672[ Κυλλοῦ Πήραν· ἡ Πήρα χωρίον πρὸς τῷ Ὑμηττῷ, ἐν ᾧ ἱερὸν Ἀφροδίτης καὶ κρήνη, ἐξ ἧς αἱ πιοῦσαι εὐτοκοῦσι καὶ αἱ ἄγονοι γόνιμοι γίνονται. Κρατῖνος δὲ ἐν Μαλθακοῖς Καλλίαν αὐτήν φησιν, οἱ δὲ Κυλλουπήραν. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν τὴν φύσιν βιαζομένων ἐξ ἐπιτεχνήσεως. Αἰλιανός· ὁ δὲ ἀλεκτρυὼν ἑστὼς ἐπὶ θατέρου ποδὸς προὔτεινε τὸν λελωβημένον καὶ κυλλόν, ὥσπερ οὖν μαρτυρόμενος καὶ ἐμφαίνων, οἷα ἐπεπόνθει. ]
kappa 2684[ Κυμαίνει· ταράσσει. καὶ ἐπὶ τοῦ ζέειν. αἶψα δὲ κυμαίνουσαν ἀπαίνυτο χυτρίδα κοίλην. Αἰλιανός· ὅμως ἡ ψυχὴ ὑπὸ τοῦ πόθου κυμαίνεται αὐτῷ καὶ φλέγεται καὶ ἀκράτωρ ἑαυτοῦ ἦν. ]
lambda 138[ Λάσθη· Αἰλιανός· λέγουσι δέ, ὅτι οὐδὲ προσθέτους οὐδὲ ἐπακτοὺς κόμας ἐκ τῆς ὕβρεως καὶ λάσθης ἐς τὴν χρείαν παρελάμβανεν, ἀλλὰ ἃς εἶχε συμφυεῖς ἀσκῶν καὶ ἐκτείνων. καὶ αὖθις· οἱ δὲ Μεσσήνιοι σὺν λάσθῃ καὶ γέλωτι, ὥσπερ ἄθυρμα τῶν Σπαρτιατῶν, τὰ πρῶτα τοῦ Διὸς ἀναθήματα διέσπειραν. ]
lambda 157[ Λαφύξας· διασπαράξας, ἀφειδῶς θοινησάμενος. Αἰλιανός· οὗτοι οἱ ἀετοὶ λαφύξουσι τῶν ἐλεφάντων τὰ σπλάγχνα. δείξας τὰς σημαίας. οἱ δὲ Πέρσαι φρέασι περιτυχόντες λαφύττουσιν ἀπληστότερον καὶ ἐς μέγα κακοῦ ἀποκλίνουσι, τῆς κοιλίας αὐτοῖς τῇ ἀθρόᾳ τοῦ ὕδατος ἐμβολῇ διενεγκεῖν οὐκ ἐχούσης τοῦ ἐπιφορτισθέντος ὕδατος τὴν ἀντίληψιν. ]
lambda 344[ Λευστήρ. ὁ δὲ παλαμναῖος καὶ λευστὴρ ἐκεῖνος ᾔτησεν ἐπωνυμίαν λαβεῖν Εὐτυχής. ὁ καταλευσθῆναι ἄξιος, τουτέστι λιθοβοληθῆναι. καὶ Αἰλιανός· ἵνα τὸν τῶν κακῶν αἴτιον καὶ λευστῆρα ἀφανίσωσι. ]
lambda 465[ Λῆξις· παῦσις, ἢ μερίς, κληρονομία. Αἰλιανός· καὶ θάπτει τὸν νεκρόν, τοῖς καταχθονίοις θεοῖς ἀποδιδοὺς τῆς ἐκείνων λήξεως ἤδη. καὶ αὖθις· λήξει οὐ μὰ Δία εὐκλήρῳ χρόνου τὰ Αἰγυπτίων κακὰ τῶν ἐν τῇ πόλει τῇ Ἀλεξάνδρου ἐγκατέσκηψε καὶ τῇ Ῥώμῃ. ὅτι παῦσίς ἐστι κληρονομία, λῆξις δὲ μερίς· ἡ δὲ ἀποκλήρωσις μέρος εἰς ἀμείνονα λῆξιν. ἀποκληρῶσαι θεοποιῷ φροντίδι οὐδὲν ὤκνησε. ]
lambda 574[ Λίπα· λιπαρὸν κατὰ ἀποκοπήν. Θουκυδίδης· λίπα γὰρ ἀλείψεσθαι ὅπως μὴ ἀδικῶνται. καὶ Αἰλιανός· ὁπόταν δὲ προσίωσι κινδυνεύσοντες, λίπα ἀλείφονται. ]
lambda 633[ Λίχνος· προαπτόμενος τῶν ὄψων, κατεπιθυμῶν, λιμβός, λαίμαργος. Αἰλιανός· ἀνὴρ λίχνον ὄμμα καὶ ἀσελγὲς πιαίνων κακῇ ἑστιάσει τὰ τῆς Φερεκράττης ὄργια ἐδίψησε θεάσασθαι ἀτέλεστος ὤν. ]
lambda 818[ Λύκος χανών· ἐπὶ τῶν ἀπράκτων. Αἰλιανός· ὁ δὲ ἐδεῖτο τοῦ θεοῦ ἐπικουρῆσαί τε αὐτῷ καὶ λύκους κεχηνότας ἀναφῆναι τοὺς τὰ ἐκείνου ἑαυτοῖς καταγράφοντας, ἵνα μὴ αὐτὸς ὄφλῃ γέλωτα ἄλλοις, ἀλλ’ ἐκεῖνοι αὐτῷ. λύσις ὀνείρου· λύκος κεχηνὼς φληνάφους δηλοῖ τρόπους. ]
mu 236[ Μαρτύρομαι· μάρτυρας καλῶ. Σοφοκλῆς· μαρτύρομαι τούσδ’ , οὐ σέ· πρὸς δὲ τοὺς φίλους οἷ’ ἀνταμείβῃ ῥήματ’ , ἤν σε ἕλω ποτέ. Κρέων φησὶ πρὸς Οἰδίπουν. καὶ Αἰλιανός· ἀλλὰ τοσοῦτον μαρτυρόμεθ’ , ὡς οὔτ’ ἀδικοῦμεν Ξενίου Διὸς χάριν. μαρτύρομαί σοι χελιδόνα. ἴσον τῷ ἀποδείκνυμι. ἄκουσον λαός μου, καὶ λαλήσω σοι Ἰσραήλ, καὶ διαμαρτύρομαί σοι. διὰ τοῦ ο μικροῦ. οἱ δὲ διὰ τοῦ ω μεγάλου. ]
mu 349[ Μεγά· πολύ. οἱ δὲ μέγα δείσαντες ἐπ’ αὐτῷ διαβοῶσι τὸν κίνδυνον ὅλῳ τῷ τάγματι. καὶ Αἰλιανός· ὀλίγου χρόνου διελθόντος, ἑάλω μέγα κακουργῶν· εἶτα μέντοι ἐν ὄψει πολλῶν κατεπρήσθη ζῶν. ἀντὶ τοῦ ἐκαύθη. καὶ πάρδαλιν τοῦ αὐτοῦ μέγα τιμίαν διάλιθον. καὶ αὖθις· γυνὴ εὐπάτωρ ἄνθρωπος καὶ μέγα πλουσία. ]
mu 474[ Μελεδωνός· φροντιστής, ἐπιμελητής. Αἰλιανός· ὁ δὲ τὸν ἴδιον ἀδελφὸν κατέλιπε τοῦ υἱοῦ ἐπίτροπον καὶ τῶν χρημάτων μελεδωνόν. ὁ δὲ ἀνόσιος ὢν τὰ τοῦ παιδὸς σφετερίσασθαι ἐγλίχετο. καὶ Εὐνάπιος· τῶν αὐτῶν ἐθῶν γυναῖκά τινα στείλας ἐσθῆτι λευκῇ καὶ στέμμασιν, ὡς δὴ μελεδωνὸν οὖσαν τῆς Συρίας οὕτω δὴ καλουμένης θεοῦ. τουτέστιν ἱέρειαν. καὶ Αἰλιανός· ὃς ἦν Νέρωνος ἀπελεύθερος, ἀπολειφθεὶς μελεδωνὸς τῶν ἐν Ῥώμῃ καὶ ἔφορος, ὅτε Νέρων ἐς Ἀχαΐαν ἐξωρμήθη. ]
mu 912[ Μήκων· μέρος τι τῶν ἐντοσθίων τοῦ πολύποδος τοῦ ἰχθύος· ὃς κεῖται ἐπάνω τῆς κοιλίας, οἱονεὶ κύστις, ἐν ἑαυτῇ ἔχουσα τὸν θολὸν, ὥς φησιν Αἰλιανὸς ἐν τῷ Περὶ ζῴων. σημαίνει δὲ καὶ εἶδος σπέρματος, καὶ ὄνομα κύριον. ]
mu 1025[ Μιαρὰ κεφαλή· ὥσπερ φίλη κεφαλή. ἐκ τοῦ ἡγεμονικοῦ μέρους τοῦ σώματος δηλοῖ τὸν ἄνδρα, παραπλησίως Ὁμήρῳ· Τεῦκρε, φίλη κεφαλή. καί, τοίην γὰρ κεφαλήν. καὶ παρὰ Δημοσθένει· καὶ ταῦτ’ , ὦ μιαρὰ κεφαλή. καὶ αὖθις· ὦ μιαρὲ καὶ πατραλοία καὶ τοιχωρύχε. ὁ δέ φησιν· αὖθις μετὰ ταῦτα καὶ πλείω λέγε. ἆρ’ οἶσθ’ ὅτι χαίρω πόλλ’ ἀκούων κακά; Αἰλιανός· παρὰ δὲ μιαροῦ δῶρα οὔτε ἄνδρα ἀγαθὸν οὔτε θεὸν ἔστι ποτὲ τό γε ὀρθὸν δέχεσθαι. μάτην οὖν περὶ θεῶν ὁ πολύς ἐστι πόνος τοῖς ἀνοσίοις, τοῖς δὲ ὁσίοις εὐκαιρότατος. Πλάτων φησί. ]
mu 1123[ Μίσθωμα· ὁ μισθὸς ὁ ἑταιρικός. Αἰλιανός· ἡ δὲ οὐ προσεῖτο φάσκουσα εἶναι μίσθωμα τὸ ἑαυτὴν παραβαλεῖν ἀνδρὶ ἀγνῶτι. ]
mu 1154[ Μνημεῖον· ὁ τάφος. ἐχρήσαντο δὲ τῷ ὀνόματι οἱ ῥήτορες καὶ ἐπὶ τάφου καὶ τοῦ ἔργου καὶ πράγματος οὗ μνημονεύοιτο ἄν τις. Αἰλιανός φησι· φυλάττεσθαί τε ἔτι μνημεῖον τῆς τιμωρίας τῆς ἐκείνου, καθάπερ οὖν κακοῦ διαδοχήν. ]
nu 163[ Νέμεσις· μέμψις, δίκη, ὕβρις, φθόνος, τύχη. τὴν τῶν ἀλαζόνων τιμωρὸν συνέντες Νέμεσιν, ἥπερ αὐτοὺς μετῆλθε σὺν τῇ δίκῃ. καὶ αὖθις· οὐκ ἔλαθε τὴν ἅπασιν ἐναντιουμένην τοῖς ὑπερηφάνοις Νέμεσιν, ἀλλ’ ἐν ταῖς ἰδίαις ἠναγκάσθη παιδευθῆναι συμφοραῖς. παρῆν δ’ ἡ Νέμεσις, ἣ τὰ γῆς ἐποπτεύει· ἢ καὶ ἄλλως, ἣ τἄδικ’ ἐποπτεύει. Βάβριός φησιν ἐν Μυθικοῖς. καὶ Αἰλιανός· Νεμέσεως ἐφόρου, τρόπους ὑπερόπτας καὶ ὑπερηφάνους κολαζούσης, ἐναργῆ μαρτύρια. καὶ παροιμία· Νέμεσις δέ γε πὰρ πόδας βαίνει· παρόσον μέτεισι ταχέως ἡ δαίμων τοὺς ἡμαρτηκότας. λήθουσα δὲ πὰρ πόδας βαίνεις, γαυρούμενον αὐχένα κλίνεις, ὑπὸ πῆχυν ἀεὶ βιοτὰν κρατεῖς. ]
nu 168[ Νεμηθέντων· κληρωθέντων. Αἰλιανός· ἀλλὰ καὶ ἐκείνων νεμηθέντων εἰς τὴν στάσιν. ]
nu 195[ Νεολαία· νέων συναγωγή. ὁ νέος λαός. ὑπὲρ τοῦ τὴν νεολαίαν τὴν Ῥωμαίων ἀξιοζήλως τε καὶ ἅμα τῷ θάρσει διαγωνίζεσθαι. καὶ Αἰλιανός· λοιμὸς γὰρ τῇ Ἐφέσῳ πόλει ἐνήκμαζεν οἷος βαρύτατος, προμοίροις δὲ θανάτοις διεφθείροντο ἡ νεολαία, καὶ ἦν ἀγονία καὶ μέντοι καὶ γυναικῶν καὶ τῆς ἀγέλης τῆς τετράποδος. Νεωλέα δὲ ὁ τοῦ νεὼ λαός. ]
nu 307[ Νηΐτης· ὁ διὰ τῶν νηῶν. οὐ μόνον νηΐτῃ στόλῳ, ἀλλὰ καὶ διὰ γῆς κατὰ Βανδίλων ἐστράτευσε. καὶ Αἰλιανὸς περὶ Λακεδαιμονίων· νηΐταις κινδύνοις μὴ πάνυ συντραφέντες. ]
nu 594[ Νύμφη· πηγή. καὶ ἡ νεόγαμος γυνή. Αἰλιανός· μῆνις δὲ ἐδόκει καὶ Νυμφῶν δι’ ἀπορίαν ναμάτων. Νύμφην δὲ καλοῦσι καὶ τὸ ἀνὰ μέσον τῶν γυναικείων αἰδοίων. ὡς προεγράφη. ]
omega 116[ Ὠνίους· ἀγοραστούς· ἢ τιμίους. Προκόπιος· εἰ μὴ τὴν σωτηρίαν ὤνιον κτήσονται λύτρα διδόντες. Αἰλιανός· καὶ ἀπολύουσι δικασταὶ ὤνιοι αὐτόν. συμβουλεύει ἀσπάσασθαι τὰ Ῥωμαίων καὶ παρ’ αὐτοὺς ὤνιον ἀποκομίζειν τὴν μέταξαν. ]
omega 149[ Ὥρα· κάλλος, καιροῦ τροπή, εὐμορφία. ψιλῶς δὲ φροντίς. ἔνθεν ὀλίγωρον λέγομεν τὸν ὀλίγην φροντίδα ἔχοντα. Πλάτων· ὁδῶ καί· περὶ τῶνδε πλευρῶν οὐδεμίαν ὤραν ἔχεις. Αἰλιανός. γυνὴ τὴν ὥραν διαπρεπής, σώφρων τὸν τρόπον. ]
omega 150[ Ὤρα· ἡ φροντίς. Αἰλιανός· ἀνδρὶ ἐπιόρκῳ καὶ τὰ θεῖα ἐν μηδεμιᾷ ὤρᾳ τιθεμένῳ, ἀπάταις δὲ καὶ ψευδολογίαις συμβιοῦντι καὶ οὐδὲν οὐδέποτε λέγοντι ὑγιὲς καὶ ἐντεῦθεν πλουτοῦντι πλοῦτον ἐπίρρητον. ]
omega 293[ Ὠψίσθη· ὀψέ, βραδέως ἧκε νυκτὶ κατεσχέθη. ὁ δὲ ὠψίσθη ποτὲ ἄκων καὶ κατέμεινεν ἐν τῷ Πειραιεῖ. Αἰλιανός φησιν ἐν τῷ Περὶ θείων ἐναργειῶν. ]
omicron 173[ Ὁλκῇ· δυνάμει, ἢ βάρει, ἢ σταθμῷ. καὶ τὸν στρεπτόν, ὃν ἐφόρει, ὁλκῆς γενικῆς χρυσοῦ ὄντα ἀφαιρεῖται. φησὶν Αἰλιανός. ]
omicron 250[ Ὅμηρον· παρὰ Θουκυδίδῃ ἐνέχυρον, τὸ εἰς εἰρήνην διδόμενον. ἐπὶ συνθήκαις. Αἰλιανός· ὁ δὲ ὑφαιρεῖται τὸν κώδωνα καὶ φιλίας σύμβολον καὶ ὅμηρον πρῶτον κομίζει τῷ ἑταίρῳ αὐτοῦ. Ὅμηροι δέ εἰσιν οἱ ἐπὶ συμβάσει διδόμενοι· ὁμηρῶσαι γὰρ τὸ συμβαλεῖν. Θεόπομπος δὲ ὁμηρεῖν φησι παρὰ τοῖς Ἀχαιοῖς λέγεσθαι τὸ ἀκολουθεῖν. τοὺς οὖν ἐπ’ ἀκολουθίᾳ τῶν ὡμολογημένων διδομένους ἐντεῦθεν ὁμήρους φασὶ λέγεσθαι. ]
omicron 273[ Ὁμολογία· καὶ ἡ συμφωνία. Αἰλιανός· οἱ δὲ ὁμολογίας ἐμμελεῖς ποιησάμενοι πρὸς τοὺς Ἀρκάδας τοὺς αἰχμαλώτους ἐκομίσαντο. ]
omicron 274[ Ὁμολογῶ· ἀντὶ τοῦ συναινῶ. Ἀριστοφάνης Πλούτῳ. περὶ τοῦ Διὸς γὰρ εἰπόντος Καρίωνος, ὅτι διὰ τοὺς χρηστούς γε τιμᾶται μόνους, ἔφη· ὁμολογῶ σοι. καὶ Αἰλιανός· ὁ δὲ ὅσα ἤκουσε τοῖς οἰκείοις ὁμολογεῖ, καὶ ἐκεῖνοι περιχαρείας αὐτίκα ὑπεπλήσθησαν. ]
omicron 283[ Ὁμόσε· ὁμοῦ, εἰς τὸν αὐτὸν τόπον, ἢ ἐξ ἐναντίας, σφοδρῶς, θρασέως. Αἰλιανός· οἱ Ἀκαρνᾶνες συγγραφεῖς ὁμόσε ἔχουσι τοῖς ποιηταῖς. καὶ αὖθις· οὐ μὴν συνήθροισεν ἔτι τὰ ὀστᾶ, ὁμόσε τῷ δαίμονι τῷ ταῦτα πράξαντι μὴ χωρῶν. καὶ αὖθις· ὁμόσε ἰτέον τοῖς πολεμίοις. ]
omicron 292[ Ὁμοῦ· ἐγγύς. Ἀριστοφάνης· πρὶν οὖν ὁμοῦ γενέσθαι, σιγᾶθ’ , ἵν’ αὐτῆς πυθώμεθα. καὶ Μένανδρος· ἔστι δὲ ὁμοῦ τὸ χρῆμα. παρὰ δὲ Σοφοκλεῖ ἀντὶ τῆς σύν· θεοῖς μὲν κἂν ὁ μηδὲν ὢν ὁμοῦ κράτος κατακτήσαιτ’ · ἐγὼ δὲ καὶ δίχα κείνων πέποιθα τοῦτ’ ἐπισπάσειν κλέος. καὶ Δημοσθένης τῷ ὁμοῦ ἀντὶ τοῦ ἐγγὺς κέχρηται ἐν τῷ κατὰ Ἀριστογείτονος· εἰσὶν ὁμοῦ δισμύριαι χιλιάδες Ἀθηναίων. ἔνθα γὰρ βούλεται δηλοῦν ὅτι ἐγγὺς τῶν δισμυρίων εἰσιν, ἐπεὶ ὅτι γε οὐκ ἦσαν δισμύριοι φανερόν. Ἰσαῖος δὲ τὸ ὁμοῦ ἐπὶ χρόνου ἔταξεν ἐν τῷ πρὸς Δωρόθεον· [ ἐς] τοσοῦτον πονηρίας ὁμοῦ καὶ τόλμης ἐλήλυθε. καὶ ἐν τῷ πρὸς Καλλικράτην· οὐ μὴν ἀλλὰ τούτου πάντα ὁμοῦ ταῦτα ἐπιτάξαντος. Λυσίας δὲ ἐπὶ τόπου τοῦτο ἔταξεν ἐν τῇ πρὸς Μετάνειραν ἐπιστολῇ· γυναικῶν δὲ πολλῶν καὶ ἀνδρῶν ὁμοῦ κατακειμένων. καὶ Ὅμηρος ἐπὶ τόπου· Πάτροκλος γὰρ λέγει· μὴ ἐμὰ σῶν ἀπάνευθε τιθέμεναι ὀστέ’ , Ἀχιλλεῦ, ἀλλ’ ὁμοῦ, ὡς ἐτράφην ἐν ἡμετέροισι δόμοισι. καὶ Αἰλιανός· ὁ δὲ Σύφαξ ὁμοῦ τι τῷ θανάτῳ ὢν ἀνεφθέγξατο τὰ ἐκ τῆς τραγῳδίας ἰαμβεῖα, ὡς δεδιττόμενος τὸν Μακεδόνα· ὅρα, τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς, μὴ πῆμα σαυτῇ καὶ μετάνοιαν τιθῇς. οὐ μὴν ἔσπασέ τι ἡ μήρινθος αὐτῷ. καὶ αὖθις· μὴ ἰσχύουσα τεκεῖν ὁμοῦ τι τῷ ῥαγῆναι ἦν. ἔστι δὲ τοῦτο πολὺ παρὰ Ἀττικοῖς. ὡς καὶ Μένανδρος· ἤδη γὰρ τοῦ τίκτειν ὁμοῦ. ]
omicron 512[ Ὀργεῶνας· Ἰσαίου λόγος ἐστὶν ὡς ὀργεῶνας. ὀργεῶνες δέ εἰσιν οἱ ἐπὶ τιμῇ θεῶν ἢ ἡρώων συνιόντες· ὀργιάζειν γάρ ἐστι τὸ θύειν καὶ τὰ νομιζόμενα ὁρᾶν· ἢ παρὰ τὸ ὀρέγειν τὼ χεῖρε· ἢ παρὰ τὰ ὄργια· ἢ διὰ τὸ ἐν ταῖς ὀργάσι καὶ τοῖς ἄλσεσι τὰ ἱερὰ δρᾶν. οἱ μέντοι ποιηταὶ ἔταττον τοὔ νομα ἁπλῶς ἐπὶ τῶν ἱερέων. μήποτε δὲ ὕστερον νενομίσθαι τὸ ἐπὶ τιμῇ τινας τῶν ἀποθανόντων συνιέναι καὶ ὀργεῶνας ὀνομάζεσθαι, ὡς ἔστι συνιδεῖν ἐκ τῶν Θεοφράστου διαθηκῶν. τῶν ἐξ Ἐλευσῖνος ὀργεώνων εἷς· φησὶν Αἰλιανὸς ἐν τῷ Περὶ προνοίας. ]
omicron 605[ Ὅρμον· λιμένα. Αἰλιανός· ἀναπαυομένων καὶ ὁρμιζομένων τὴν τελευταίαν ὅρμισιν τὸ θεῖον οὐκ ἀμελεῖ τῶν καλῶν τε καὶ ἀγαθῶν ἀνδρῶν. ]
omicron 774[ Οὐδαμῆ· ἀντὶ τοῦ οὐδαμόθι. Τηλεκλείδης Ἡσιόδῳ. Αἰλιανός· ὁ δὲ ἀποκτείνει αὐτοὺς καὶ περισυλοῖ ὅσους ἐπηγάγοντο. ἦν δὲ κόσμος καὶ σκευὴ περὶ τὴν τέχνην τὴν ἑκατέρου οὐδαμῆ εὐκαταφρόνητα. καὶ αὖθις· καὶ μαρτύρια ἐπάγονται οὐδαμῆ ἄσημα. ]
omicroniota 178[ Οἰστρεῖ· ἐρεθίζει, ἐκμαίνει. Ἀππιανός· τῷ ὄντι πᾶσιν οἰστρώδης ἐνέπιπτεν ὁρμὴ καὶ προθυμία κατὰ τῶν βαρβάρων. καὶ αὖθις· καὶ ταῦτα μὲν ἔδρασεν ὥσπερ οἰστρηθεὶς καὶ κάτοινος γενόμενος. καὶ Αἰλιανός· καὶ καλῶς Ἡρόδοτος τὰς ὑπὲρ τῶν γυναικῶν οἰστρήσεις τε καὶ μανίας παρ’ οὐδὲν ἐτίθετο. ]
phi 43[ Φάλαρις, Ἀκραγαντῖνος, τυραννήσας δὲ Σικελίας ὅλης κατὰ τὴν νβʹ ὀλυμπιάδα. ἔγραψεν ἐπιστολὰς πάνυ θαυμασίας. Αἰλιανός φησι περὶ τούτου, ὅτι Λοξίας δὲ καὶ Ζεὺς πατὴρ ἀναβολὴν θανάτου ἐψηφίσαντο ἔτη δύο Φαλάριδι, ἀνθ’ ὧν ἡμέρως Χαρίτωνι καὶ Μελανίππῳ προσηνέχθη. ]
phi 132[ Φάτνη· ἡ τράπεζα. τὴν Ἀντωνίου θεραπεύων καὶ ὑπαικάλλων ἅμα φάτνην. Αἰλιανός· καὶ οἱ Μεσσήνιοι τοὺς ἐκ τῆς αὐτῆς φάτνης οἱονεὶ ἐδηδοκότας ἐξήλασαν( τουτέστι τοὺς Ἐπικουρείους) , λυμεῶνας τῶν νέων εἶναι λέγοντες. ]
phi 328[ Φιλήμων. ἡ κλητικὴ ὦ Φιλῆμον. οὗτος βιώσας ἔτη αʹ καὶ ρʹ ἄπηρος ἦν τὸ σῶμα· καὶ μέντοι καὶ τὰς αἰσθήσεις πάσας ἀσινεῖς εὐμοιρίᾳ τινὶ διεσώσατο. ὁμολογοῦσι δήπου καὶ τοῦτο· πολεμούντων δὲ Ἀθηναίων καὶ Ἀντιγόνου, Πειραιεῖ διαιτώμενος ὁ Φιλήμων ὄναρ ὁρᾷ κόρας ἐξιούσας θʹ τῆς οἰκίας αὐτοῦ· ἐδόκει δὲ ἐρέσθαι αὐτάς, τί βουλόμενοι καταλείπουσιν, αὐτῶν δὲ ᾤετο ἀκοῦσαι λεγουσῶν ἔξω θυρῶν ἰέναι, μὴ γὰρ εἶναι θεμιτὸν ἀκοῦσαι αὐτάς· καὶ τὸν μὲν ὄνειρον ἐνταῦθα παύσασθαι· αὐτὸς δὲ διυπνισθεὶς τῷ παιδὶ περιηγεῖται ἅ τε εἶδε καὶ ὅσα ἤκουσε καὶ ἅτινα εἶπεν. εἶτα μέντοι ἔγραψε τὰ λοιπὰ τοῦ δράματος, ὅπερ οὖν ἔτυχε διὰ τῆς παρούσης ἄγων φροντίδος. καὶ ἐπιλυσάμενος ἡσυχῇ ἔκειτο· κ ᾆτα ὑπερέγχε. καὶ οἵ γε ἔνδον ᾤοντο καθεύδειν αὐτόν. ἐπεὶ δὲ μακρὸν τοῦτο ἦν, ἐκκαλύψαντες τεθνεῶτα ἐθεάσαντο. οὐκοῦν, ὦ Ἐπίκουρε, παρῆσαν δὲ καὶ Φιλήμονι ἐννέα Μοῦσαι, καὶ ὅτε ἔμελλε τὴν ἐπινησθεῖσάν οἱ καὶ τελευταίαν ὁδὸν ἰέναι, ᾤχοντο ἀπιοῦσαι· θεοῖς γὰρ οὐδαμῇ θεμιτὸν ὁρᾶν ἔτι νεκρούς, καὶ ἐὰν ὦσι πάνυ φίλοι, οὐδὲ ὄμμα χραίνειν θανασίμοισιν ἐκπνοαῖς. σὺ δὲ λέγεις αὐτοὺς μὴ ἡμῖν προσέχειν, ὦ μῶρε. οὕτω φησὶν Αἰλιανὸς ἐν τῷ Περὶ προνοίας. ]
phi 426[ Φιλοτησία· φιλία, δεξίωσις. Αἰλιανός· δοκεῖ τῷ δήμῳ διαμετρεῖν φιλοτησίαν τήνδε. ]
phi 445[ Φιλωθέντες· φίλοι γενόμενοι, ὥσπερ πολεμωθέντες, πολέμιοι γενόμενοι. Αἰλιανὸς Ποικίλῃ ἱστορίᾳ· ἐπ’ ἐλευθερίᾳ τινὲς Ῥωμαίοις φιλωθέντες· εἶτα μέντοι τὴν πίστιν, ἥπερ οὖν δεσμός ἐστι φιλίας, οὐκ ἐτήρησαν. ]
phi 505[ Φθόη· φθίσις. ἢ ὄνομα πάθους ἐξ αἵματος ἀναγωγῆς. Πισίδης· τὴν ἱππικὴν ὑπεῖχεν ὁ στρατὸς φθόην. καὶ Αἰλιανός· φθόῃ γοῦν Θεόπομπον τὸν Ἀθηναῖον ῥινώμενόν τε καὶ λειβόμενον ἰάσατο ὁ Ἀσκληπιός. ]
pi 46[ Παλαμναῖος· φονεύς, ἢ μιαρός. παλαμναῖοι γὰρ λέγονται οἱ διὰ χειρὸς ἀνδροφονοῦντες, παρὰ τὴν παλάμην. καὶ Ζεὺς Παλαμναῖος, ὁ τοὺς τοιούτους τιμωρούμενος· καὶ Προστροπαῖος, ὁ προστρέπων τὸ ἄγος αὐτοῖς. Βάβριος· οὐχὶ τὸν μῦν εἶπεν, ἡ παλαμναία, δέδοικα μή μου τὴν δορὰν δάκῃ φεύγων· χαίτην δ’ ἔμελλε τὴν ἐμὴν καταισχύνειν. ὁ λέων φησὶ περὶ μυός. καὶ αὖθις· οὐκ ἄνθρωποι ἔδοξαν εἶναι ἀλλὰ δαίμονες παλαμναῖοί τινες. Αἰλιανός· ὁ δὲ πρὸ τῆς ἐς τοὺς πολεμίους συμπλοκῆς, ὡς εἶδεν ἀπολλύμενόν οἱ τὸν λεών, ἐνετολμήσατο κακὸν κακῷ μείζονι ὁ παλαμναῖος ἄρα ἐκεῖνος σβέσαι. προστάττει γοὖν τὴν ἄθλιον παρθένον δίχα τεμεῖν. ]
pi 414[ Παραπλήκτῳ· τῇ μανικῇ. Σοφοκλῆς. παραπλήκτῳ χειρὶ συγκατακτάς. καὶ Αἰλιανός· ὁ δὲ οὐκ ἠνέσχετο παραληρεῖν αὐτόν, ἀλλὰ τὴν τῶν λόγων παραπλῆγα λύτταν κατεσίγασε· καὶ τῶν Διοσκούρων ἑνὸς τὸ ξίφος διηρμένον τε καὶ ἐπανεστώς, καὶ πληγεὶς καιρίως ἐξέγρετο. ]
pi 643[ Παρίας λίθου· Αἰλιανός· δείκνυται καὶ νῦν ὑπὸ λίθῳ Θεοπόμπου, πατρόθεν ὁμολογοῦντος αὐτὸν τοῦ ἐπιγράμματος, εἴδωλον Παρίας λίθου, καὶ ἔστι τὸ ἴνδαλμα τοῦ πάθους μάλα ἐναργές, κλίνη, καὶ αὐτὴ λίθου. ]
pi 644[ Παρία λίθος· θηλυκόν, ἡ λίθος. Αἰλιανός· καὶ μέντοι καὶ Παρίας λίθου ἅρμα ἀνακείμενον Διονύσῳ, ποίημα θαυμαστόν, ἀνείλετο θεοσυλήσας. ]
pi 771[ Πάταγος· ἦχος, κτύπος. οὐ πῦρ οὐ δοράτων οὐ ξιφέων πάταγος. καὶ Αἰλιανός· ἄφνω πάταγος ἀκούεται τῶν θυρῶν. ]
pi 860[ Παιδικῶν· τελευτῶν ἀπεσφάγη καὶ αὐτὸς καὶ ἔκειτο πλησίον τῶν παιδικῶν, θέαμα ἔνδοξόν τε καὶ ὑπερήφανον. Αἰλιανός φησι. ]
pi 930[ Πελαργιδεῖς· Αἰλιανός· πελαργῶν παῖδες. ὥσπερ ἀετιδεῖς, οἱ ἀετῶν παῖδες. ]
pi 1078[ Περιβαλλομένους· προσλαμβανομένους. Ξενοφῶν· τοὺς ἐπιτηδείους ἄλλους ἄλλοσε ἀφῆκε καταθεῖν καὶ ἐκέλευε περιβαλλομένους, ὅπως τις ἐπιτυγχάνοι, ἐλαύνειν πρὸς αὐτόν. καὶ Πολύβιος· ὁ δὲ Ἄτταλος περιβαλλόμενος πλείω λόγον ὑπεμίμνησκεν αὐτοὺς τῆς ἀνέκαθεν τῶν προγόνων ἀρετῆς. ἀντὶ τοῦ διεξελθών. καὶ αὖθις· δεσμοῖς περιβαλών. καὶ Αἰλιανός· οἱ δὲ τοὺς ὑπηρέτας αὐτῷ περιβαλόντες εἰς τὸ θέατρον ἄγουσιν. ]
pi 1134[ Περιέσπασαν· ἀτίμως περιεῖλον. Αἰλιανός· τὸν βωμὸν ἀνέστρεψαν καὶ τὸν κόσμον ὅσος ἦν περικείμενος, τοῦτον περιέσπασαν. ]
pi 1152[ Περιηγεῖται· ἀντὶ τοῦ διηγεῖται. Αἰλιανός· αὐτὸς δὲ διυπνισθεὶς τῷ παιδὶ περιηγεῖται ἅ τε εἶδε καὶ ὅσα ἤκουσε καὶ ἅ τινα εἶπεν. ]
pi 1560[ Πιαίνων· θεραπεύων, ὑποτρέφων. Αἰλιανός· λίχνον ὄμμα καὶ ἀσελγὲς πιαίνων κακῇ ἑστιάσει, τὰ τῆς Φερεφάττης ὄργια ἐδίψησε θεάσασθαι, ἀτέλεστος ὤν. ]
pi 1939[ Πολυάνδριον· μνῆμα, τάφον. τὸ θρυλλούμενον παρὰ πολλοῖς ξενοτάφιον. ὁ δὲ Γαινᾶς ἐξεχώρει τῆς πόλεως, καταλιπὼν αὐτὴν πολυάνδριον καὶ πολυτελῆ τάφον, οὔπω τεθαμμένων τῶν ἐνῳκηκότων. καὶ Αἰλιανός· θάψαντες δὲ τοὺς νεκροὺς εἰργάσαντο κοινὸν πολυάνδριον. ]
pi 1991[ Πολυωρήσεις· πολλὴν φροντίδα ποιήσεις, φυλάξεις. καὶ Πολυωρία, ἡ ἐπιμέλεια. καὶ αὖθις· ὁ δὲ ἐδεῖτο τοῦ θεοῦ πολυωρίας τυχεῖν τῆς ἐξ αὐτοῦ. καὶ αὖθις Αἰλιανός· δεομένῳ δὲ πολυωρίας τυχεῖν καὶ ῥοπῆς τῆς ἐς τὸ κρεῖττον οὐκ ἐπένευσε. ]
pi 2026[ Πομπήν· τὴν πέμψιν, ἀποστολήν. Θουκυδίδης δʹ· ξύλων τε ναυπηγησίμων πομπῇ. καὶ Αἰλιανός· καὶ τὸν δράκοντα τὸν ἐκ τῆς θείας πομπῆς ἥκοντα. καὶ ἅμα τῇ κόρῃ παρεσκεύασε πομπὴν ἐπιφανῆ, ἁρμάμαξάν τε λαμπρὰν καὶ ἐσθῆτα σοβαρὰν καὶ θεραπείαν συχνήν. ]
pi 2361[ Προγραφαί· αἱ προγραφαὶ ἐκεῖναι αἱ κεκηρυγμέναι λέγονται βουλήσει Ἀντωνίου γενέσθαι. καὶ Αἰλιανὸς λέγει· ἐπανελθόντες γοῦν προγραφὰς καὶ τῶν ἐκ βουλῆς καὶ τῶν εἰς τὴν ἱππάδα τελούντων εἰργάσαντο, τούτους ἀποκτιννύντες. ἀντὶ τοῦ κατηγορίας. ]
pi 2417[ Προήκατο· προέδωκε. καὶ Προήκουσιν, ἀντὶ τοῦ αὐξηθεῖσι, προελθοῦσιν. Αἰλιανός· καὶ πᾶσι τυράννοις καὶ τοῖς ἐπὶ μέγα πλούτου προήκουσιν. ἀντὶ τοῦ πλουσίοις οὖσι. καὶ Προήκων, προελθών. ]
pi 2648[ Προσέσθαι· Ἀριστοφάνης· ἀλλ’ ὅτι σιγᾷ κοὐδὲν γρύζει, τοῦτ’ οὐ δύναταί με προσέσθαι. ἐφελκύσασθαι. καὶ αὖθις Αἰλιανός· ἡ δὲ οὐ προσεῖτο τὴν δόσιν, ἑταιρικὸν φάσκουσα εἶναι μίσθωμα τὸ ἑαυτὴν παραβάλλειν ἀνδρὶ ἀγνῶτι καὶ ὥσπερ ὤνιον τὸ κάλλος ἀποδόσθαι. καὶ αὖθις· ὥστε μηκέτι αὐτὸν προσέσθαι εἰς ὁμιλίαν. ]
pi 2650[ Προσέσχε· κατῆρεν, ἐπλησίασεν. Αἰλιανός· εἶτα τῆς ὑστεραίας προσέσχε τῇ Χίῳ καὶ ἀποβάντες ἐντυγχάνουσι τῇ κόρῃ πιπρασκομένῃ. ]
pi 2665[ Προσείλου· προσελάβου, συνηρίθμησας. Αἰλιανός· εἶτα, ἀσελγέστατε, τοσοῦτοι ἐχθροὶ γεγενήμενοι οὐκ ἤρκεσαν, ἀλλ’ ἄρα καὶ ἐμὲ εἰς τὴν τῶν ἐχθρῶν προσείλου τάξιν; ]
pi 2870[ Προτένθης· ὁ λίχνος. Αἰλιανός· προτένθης καὶ ὀψοφάγος. ]
pi 2918[ Πρόφερε· ὀνείδιζε, ὑπομίμνησκε. Ὅμηρος· μή μοι δῶρ’ ἐρατὰ πρόφερε χρυσῆς Ἀφροδίτης. καὶ Αἰλιανός· καὶ τὸ ἐλλειφθὲν κατὰ τὰς παρθένους προφέρει αὐτοῖς. καὶ αὖθις Ἡσίοδος· Ἠώς, ἣ προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου. ἀντὶ τοῦ πρωῒ λίαν. ]
pi 3092[ Ποινή· ποινὴ λέγεται ἐπὶ μόνης καταβολῆς χρημάτων. ποινήν, ἢ οὗ παιδὸς ἐδέξατο τεθνειῶτος. καὶ αὖθις· ἀλλ’ ὁ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλ’ ἀποτίσας· τοῦ δέ τ’ ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ, ποινὴν δεξαμένῳ. λέγεται δὲ καὶ ἡ ἀντέκτισις καὶ τιμωρία. Σοφοκλῆς· οἷς θεὸς μέγας Ὀλύμπιος ποίνιμα πάθεα παθεῖν πόροι. καὶ Δίκη μεταποίνιος. ἐν Ἐπιγραμμάσι· μή, λίτομαι, δέσποινα, τοίην μὴ λάμβανε ποινήν. καὶ Αἰλιανός· ὁ Ἀπόλλων φησὶ πρὸς Λοκρούς, μὴ ἂν αὐτοῖς τὸ δεινὸν λωφήσειν, εἰ μὴ πέμποιεν ἀνὰ πᾶν ἔτος δύο παρθένους ἐς τὴν Ἴλιον τῇ Ἀθηνᾷ, Κασάνδρας ποινήν, ἕως ἂν ἱλεώσητε τὴν θεόν. καὶ Ποίνιμοι, αἱ τιμωρητικαὶ Ἐριννύες. Σοφοκλῆς. ἴτε, ὦ ταχεῖαι ποίνιμοί τ’ Ἐριννύες, γεύεσθε, μὴ φείδεσθε πανδήμου στρατοῦ. καὶ αὖθις· πάντων τῶν ἀσεβημάτων καὶ παρανομημάτων ὧν εἰργάσατο, παρέστησαν αὐτῷ τινας ἐριννῦς καὶ ποινὰς καὶ προστροπαίους τῶν δι’ ἐκεῖνον ἠτυχηκότων. ]
psi 41[ Ψελίῳ· περιοχῇ. ὁ κύριος ἐν Ἰὼβ περὶ τοῦ δράκοντος, τουτέστι τοῦ διαβόλου· ψελίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ. τὸ Ψέλιον, κόσμος τῆς χειρός. καὶ Αἰλιανὸς ἐν τῷ Περὶ προνοίας· παρ’ οὐδὲν τιθέμενος τὴν τοῦ ἱεροῦ γράμματος συμβουλήν, ὅπερ οὖν οἷα δήπου ψέλιον τῷ βασιλεῖ τῶν Αἰγυπτίων ἐκ τοῦ νόμου προσήρτητο, ἀναστέλλον τῶν ἀδικημάτων. ]
rho 124[ Ῥήγνυται· διαιρεῖται, καὶ διακόπτεται. καὶ Ῥήγνυσιν, ἀντὶ τοῦ προΐησιν, ἐκπέμπει. Αἰλιανός· καὶ ῥήγνυσι φωνὴν ἱκέτιν ἐξ αὐτῆς ἐκβιασθεὶς τῆς ὀδύνης. καὶ Ῥηγνύμενον, διαρρησσόμενον. καὶ Ῥήγνυσκε, διέρρησσε. ]
rho 181[ Ῥιπίζεται· ὀπτᾶται· τὸ γὰρ πῦρ οἱ ἄνθρωποι ταῖς ῥιπίσιν ἐρρίπιζον. Ἀριστοφάνης· τὰ τεμάχη ῥιπίζεται. καὶ Ἑκριπισθέντες, ἀντὶ τοῦ ἐξαφθέντες. οἱ δὲ συνενθουσιῶντες αὐτοῖς, τῇ παραφόρῳ τῇδε φιλοτιμίᾳ ἐκριπισθέντες, ἀπολώλασιν. οὕτω φησὶν Αἰλιανός. καὶ ἐν Ἐπιγράμμασι· πυριτρόφους τε ῥιπίδας, πυρηνέμους. ]
rho 293[ Ῥυμβεῖν· ῥομβεῖν. τοῦτο δὲ ἀπὸ τῆς κινήσεως τοῦ ῥόμβου. Αἰλιανός· καὶ ἐρυμβόνα τὰ τιμιώτατα εἰς ἀσωτίαν ἀφειδεστάτην. ἀπὸ τοῦ ῥυμβονῶ ῥήματος. ]
sigma 221[ Σεμνά· τὰ τίμια, καὶ σεβάσμια. κατά τι πυθόχρηστον ἧκε θεῶν κομίζων ἱερὰ ἐς τὴν μετοίκησιν σεμνὰ ἐφόδια. Αἰλιανὸς ἐν τῷ Περὶ προνοίας. ]
sigma 284[ Σείριος· ὁ ἀστρῷος κύων. Αἰλιανός· λοιμῶν δὲ ἐπιδημίαν ἔσβεσεν ὅδε ἀνὴρ καὶ τὴν ἀμφὶ τὸν κύνα Σείριον πρωτίστην ἐπιτολὴν καὶ τὴν ὁρμὴν τὴν ἔμπυρον ἡμερῶσαι τοῦ ἄστρου. καὶ Σείρ, σειρός, ὁ ἥλιος. ]
sigma 291[ Σεισμός· πνεύματος εἰς τὰ κοιλώματα τῆς γῆς ἐγκαθειρχθέντος. εἶναι δ’ αὐτῶν τοὺς μὲν χασματίας, τοὺς δὲ βρασματίας. Αἰλιανός· σεισμοί τε ἐπεπόλασαν καὶ πολλὰ ἀνέτρεπον. Ἀριστοφάνης· γηγενεῖ φυσήματι· ἀντὶ τοῦ μεγάλῳ, ὥστε σεισμοὺς ποιεῖν· ἀρχαία γὰρ ὑπόνοια τὸ ὑπὸ πνευμάτων κατεχομένην σείεσθαι τὴν γῆν. ζήτει εἴδη σεισμῶν ἐν τῷ ἐκτιναγμός ζήτει ἐν τῷ Δίκτυς. Σισμὸς δὲ ὁ ποιὸς ἦχος σιδήρου πεπυρακτωμένου εἰς ὕδωρ βληθέντος· ἐκ τοῦ σίζω, τὸ ποιὸν ἦχον ἀποτελῶ. ]
sigma 541[ Σκάρος· ὄνομα ἰχθύος. Αἰλιανός· μόνος ὁ θαλάσσιος σκάρος τὴν τροφὴν ἀναπολεῖ, ὥσπερ καὶ τὰ βληχητά, ἃ δὴ μηρυκᾶται. ἀναπολεῖ οὖν ἀναπτύσσει, μηρυκίζεται. ]
sigma 637[ Σκληραύχενας· ἀκαμπεῖς. Αἰλιανός· οἱ ἄνεμοι οἱ σκληροί τε καὶ ἐχθροὶ παραχρῆμα ἐκόπασαν, τὸ δὲ κῦμα ἐστορέσθη. καὶ παροιμία· σκληρότερον ὑλακτῶν Ἠπειρώτου κυνὸς συμφορὰς προσετρίβετο καὶ ἐμεμήνει. ]
sigma 657[ Σκοπιά· ὑψηλὸς τόπος. καὶ ἕτεροι τὰς ὑπερδεξίους τῶν πεδίων καταλαμβάνουσι σκοπιάς. Αἰλιανός· οὐκ ἐπαινεῖ θεὸς οὐδὲ τοὺς τὰ μέτρα πατοῦντας, γλιχομένους γε μὴν τῶν ὑπὲρ ἑαυτούς τε καὶ ὑψηλὰς σκοπιάς. ]
sigma 680[ Σκότος· ἀρσενικόν. Αἰλιανός· καὶ διὰ πάσης ἡμέρας σκότος ἦν βαθύτατος, καίτοι τὰ τῆς ὥρας οὐδαμῆ χειμέρια ἦν. ]
sigma 757[ Σοβαρός· λαμπρός, ἐπαιρόμενος, τολμηρός, αὐθάδης, ἔξω τοῦ δέοντος φερόμενος. Αἰλιανός· ἔθαψάν τε αὐτοὺς σεμνῶς τε καὶ σοβαρῶς. καὶ αὖθις· καὶ ἐτιμᾶτο τιμαῖς τῆς ἐς ἀνθρώπους αἰδοῦς τε σοβαρωτέραις. ]
sigma 758[ Σοβαρός· ἀπὸ τῆς τῶν Συβαριτῶν ἀρχῆς μετήχθη τὸ ὄνομα, οἱ δέ φασιν παρὰ τὸ σέβας, ἄλλοι δὲ ἀπὸ τοῦ σοβεῖν, ὅπερ ἐστι μετὰ σεμνότητος προϊέναι. Αἰλιανός· ἀναθήμασι σοβαροῖς ἐκόσμησε τὸν νεών. ]
sigma 933[ Σπεῖραι· πλήθη στρατευμάτων, φάλαγγες, νούμερα, λεγεών. Σπεῖραι καὶ αἱ συστροφαὶ τοῦ σχοινίου. καὶ παροιμία· Ἐπὶ σπείρᾳ σχοινίον, τὸ ἀναγκαιότατον. Σπεῖραι καὶ οἱ ὁλκοὶ τοῦ ὄφεως. καὶ Αἰλιανός· ὁ δὲ δράκων ταῖς σπείραις τοὺς νεκροὺς συναγαγὼν ἐφύλαττεν ἀπαθεῖς, ὡς ἂν μήτε τι τῶν χερσαίων, μήτε μὴν τῶν πτηνῶν ἐπὶ λύμῃ προσέλθοι. ἀντὶ τοῦ τοῖς ὁλκοῖς. καὶ Σπειρηδόν, παραπεπλεγμένως. καὶ Σπείρημα, τὸ τοῦ ὄφεως εἴλιγμα. ]
sigma 1023[ Στεγανώτερον· στερεώτερον, πεπυκνωμένον, συνεχέστερον. ἐν Ἐπιγράμμασι· ἀλλά τι καὶ φρονέοις στεγανώτερον. οἱ δὲ τοὺς ἀσκοὺς κεντήσαντες ὁμίχλῃ στεγανωτάτῃ συνεσκίασαν τὸν ἀέρα, τῇ αἰθάλῃ. καὶ Αἰλιανός· ὁ δὲ ἔλεγε στεγανωτάτους εἶναι τοὺς βουλευτὰς καὶ φυλάττειν τὰ τῆς σκέψεως ἀπόρρητα. ]
sigma 1104[ Στίγματα· πληγαί, τραύματα· ἢ ποικίλματα. Αἰλιανός· τὰ βιβλία καταφλέξας τῶν ἀθέων τε καὶ ἀσεβῶν καὶ ἐκτεθηλυμμένων στιγμάτων, τὴν σποδὸν ἀναδεύσει κηρῷ ὑγρῷ καὶ ἐπιπλάσαιτο. ]
sigma 1191[ Στρεβλούμενος· δεσμούμενος, μαστιζόμενος. Αἰλιανός· καὶ τοὺς ὑπηρέτας αὐτῷ περιβαλόντες εἰς τὸ θέατρον καλοῦσι τὸ πλῆθος καὶ ἐκεῖνον παράγουσι καὶ στρεβλοῦσι· καὶ κατατεινόμενος ἀληθῆ λέγει καὶ πυρὶ παραδίδοται. ὁ δὲ οὐκ ἔστι τῶν δεινῶν ὃ παρέλειπε, τοὺς μὲν στρεβλούμενος, χάριτι τῶν ὑπαρχόντων. ]
sigma 1316[ Συέδρων· ὅτι Αἰλιανὸς ἐπὶ Οὐάλεντος ἐστρατήγησεν. ἦν δὲ ἐκ Συέδρων, ἐλεύθερος ἄγαν καὶ ἀνεστηκώς. καὶ ζήτει ἐν τῷ Αἰλιανός. ]
sigma 1330[ Συκοφαντεῖν· τὸ ψευδῶς τινος κατηγορεῖν. κεκλῆσθαι δέ φασι τοῦτο παρ’ Ἀθηναίοις πρῶτον εὑρεθέντος τοῦ φυτοῦ τῆς συκῆς καὶ διὰ τοῦτο κωλυόντων ἐξάγειν τὰ σῦκα. τῶν δὲ φαινόντων τοὺς ἐξάγοντας συκοφαντῶν κληθέντων, συνέβη καὶ τοὺς ὁπωσοῦν κατηγοροῦντας τινῶν φιλαπεχθημόνως οὕτω προσαγορευθῆναι. Ἀριστοφάνης· καὶ ταῦτα μὲν δὴ σμικρὰ κἀπιχώρια. ἴδιον γὰρ Ἀθηναίων τὸ συκοφαντεῖν. Αἰλιανός· ὁ δὲ ἐσυκοφάντει τὸν θεὸν ὀλιγωρίας. ἐκ δὴ τούτων νόσοι καὶ τροφῶν ἀπορίαι τὴν Ἱμεραίων κατέσχον. ]
sigma 1606[ Συνῳδά· σύμφωνα. μετὰ δοτικῆς. καὶ Συνῳδόν. Αἰλιανός· ὁ δὲ ἀλεκτρυὼν συνᾴδειν ἐπειρᾶτο τῷ ὀρνιθείῳ μέλει, συνῳδόν τε καὶ συμμελὲς ἀναμέλπων. ]
sigma 1711[ Σφακελισμός· ἡ σῆψις τοῦ μυελοῦ σφακελισμὸς καλεῖται. γίνεται δὲ ἐκ τοῦ σφακελισμοῦ καὶ σπασμός. λέγεται δὲ καὶ ὁ σφυγμὸς καὶ ὁ παλμός. σφάκελον δ’ ἔνιοι τὴν σῆψιν λέγουσι τῶν ὀστέων. Αἰλιανός· καὶ ἀκούω τὸν πόδα ἐκεῖνον[ αὐτὸν] ἐς οἴδημα ἀρθῆναι καὶ φλεγμήναντα σφακελίσαι καὶ ἀποκτεῖναι τὸν ἄνδρα. λέγεται δὲ καὶ σφάκελος ὁ μέσος τῆς χειρὸς δάκτυλος. καὶ παροιμία· Καὶ σφάκελοι ποιοῦσιν ἀτέλειαν· Πεισίστρατος γὰρ ὁ τύραννος δεκάτην τῶν γεωργουμένων ἀπῄτει τοὺς Ἀθηναίους. παριὼν δέ ποτε καὶ ἰδὼν πρεσβύτην πέτρας ἐργαζόμενον καὶ τόπους λιθώδεις ἤρετο τὸν πρεσβύτην, τίνας ἐκ τῶν τόπων κομίζοιτο τοὺς καρπούς· ὁ δὲ ἀπεκρίνατο ὀδύνας καὶ σφακέλους, καὶ τούτων δεκάτην Πεισίστρατος φέρει. θαυμάσας δὲ ὁ Πεισίστρατος τὴν παρρησίαν αὐτοῦ τῆς δεκάτης ἀτέλειαν ἔδωκε. καὶ ἐκ τούτου Ἀθηναῖοι τῇ παροιμίᾳ ἐχρήσαντο. ]
sigma 1802[ Σχολή· οὐχὶ ὁ τόπος ἐν ᾧ σχολάζουσι καὶ διατρίβουσι περὶ παιδείαν, οὐδὲ αὐτὴ ἡ ἐν λόγοις εὐμουσία καὶ διατριβή, ἀλλὰ ἣν οἱ πολλοὶ ἀκύρως καλοῦσιν εὐκαιρίαν· τὸ δὲ εὐκαιρεῖν βάρβαρον· ἀλλ’ ἀντὶ μὲν τοῦ εὐκαιρεῖν σχολὴν ἄγειν λέγουσιν. ἡ δὲ εὐκαιρία βάρβαρον μὲν οὐκ ἔστιν ὄνομα, τάττεται δὲ οὐκ ἐπὶ σχολῆς, ἀλλ’ ἐπὶ καιροῦ τινὸς εὐφυΐας καὶ ἀρετῆς. καὶ ἀντὶ τοῦ οὐδαμῶς. Σχολὴ οὖν τὸ μηδὲν δρᾶν, ἢ τὸ περί τι σχολάζειν. καὶ ἀντὶ τοῦ σχολάζειν λέγουσιν εὐκαιρεῖν. καὶ Αἰλιανός· ἐγὼ δὲ ταῦτα περιῆλθον, οὔτι που σχολὴν ἄγων τὰ τῶν προστυχόντων κακὰ τοῖς ἐμαυτοῦ λόγοις τιμᾶν, ἀλλ’ ὑπὲρ τοῦ μὴ πράττειν ἄλλους παραπλήσια. Ἡ Σχολὴ οὖν ἡ παρὰ πολλοῖς ἄκαιρος εὐκαιρία. ]
tau 207[ Ταινίαι· ἐπὶ μὲν ἀνθρώπων τὰ πεζίτια, στέμματα, στεφάνη, ζώνη· ἐπὶ δὲ ξύλων τὰ κυμάτια. καὶ Ταινίδιον, τὸ στέμμα. Αἰλιανός· ὁ δὲ ἐκρυέντος τοῦ αἵματος περιτραπεὶς ἐντάφιον ἑαυτῷ τρόπον τινὰ τὸ δυστυχὲς ταινίδιον ἐπήγετο. περὶ Μαξίμου λέγει τοῦ Ῥωμαίων στρατηγοῦ, τοῦ ἀποσπάσαντος ἀπὸ τῆς κεφαλῆς Ἀννίβου τὸ στέμμα. ]
tau 208[ Ταινίαι· λίνα εἰς λεπτὰ διακεκομμένα. Αἰλιανός· τὴν νηδὺν καὶ τὸν θώρακα πάντα καταδήσει ταινίαις. ἢ διάδημα ἱματίου. ]
tau 327[ Τεράστια· σημεῖα, θαύματα. Αἰλιανός· τὰ γεννώμενα βρέφη κράσει θηρείων τε καὶ ἀνθρωπείων σωμάτων τεράστια ἐδόκει. ]
tau 611[ Τιμησαίμην· Αἰλιανός· ὃν ἂν ἐγὼ τιμησαίμην πρὸ παντὸς συγγενέσθαι καὶ πᾶσι τυράννοις καὶ τοῖς ἐπὶ μέγα πλούτου προήκουσι. καὶ αὖθις Αἰλιανός· τιμησαίμην τὸν βίον πάντα τριημέρου, εἰ μὴ ἔχοιμι τοὺς ἐμοὺς κηδεμόνας. ἀντὶ τοῦ ἀλλάξοιμι. ]
tau 636[ Τιμωροῦντος· βοηθοῦντος, ἐκδικοῦντος. Αἰλιανός· ἐμοὶ δοκεῖν τοῦ Διονύσου τιμωροῦντος παρθένῳ δυστυχεῖ καὶ παθούσῃ τραγῳδίας ἄξια. ἀποθανόντων τῶν ἀγαθῶν ἀνθρώπων ὁ θεὸς τίθεται πρόνοιαν καὶ ὤραν καὶ τιμωρεῖ τοῖς ἀδίκως ἀνῃρημένοις. λέγει γοῦν Χρύσιππος ἐν Μεγάροις καταχθῆναί τινα, χρυσίου ζώνην πεπληρωμένην ἐπαγόμενον. ἀπέκτεινε δὲ ἄρα αὐτὸν πανδοκεὺς ὁ ὑποδεξάμενος ὀψισθέντα, ἐποφθαλμίσας τῷ χρυσίῳ· εἶτα ἔμελλεν ἐκκομίζειν ἐφ’ ἁμάξης ἀγούσης κόπρον, ὑποκρύψας ἐν ταύτῃ τὸν πεφονευμένον. ἡ τοίνυν ψυχὴ τοῦ τεθνεῶτος ἐφίσταται Μεγαρεῖ τινι καὶ λέγει ὅσα τε ἔπαθε καὶ ὑφ’ ὅτου καὶ ὅπως ἐκκομίζεσθαι μέλλοι καὶ κατὰ ποίας πύλας. ὁ δὲ οὐκ ἤκουσε ῥᾳθύμως τὰ λεχθέντα, κνεφαῖος δὲ διαναστὰς καὶ παραφυλάξας τοῦ ζεύγους ἐπελάβετο καὶ ἀνίχνευσε τὸν νεκρόν. καὶ ὁ μὲν ἐτάφη, ὁ δὲ ἐκολάσθη. ]
tau 680[ Τιτανῶδες βλέπειν· καταπληκτικόν, φοβερόν. καὶ Τιτανικὸν σπέρμα. Αἰλιανός· ὁ δὲ ἐν τοσούτῳ κακῷ ὢν οὐκ ἐπελάθετο τῆς βδελυρᾶς ἐκείνης καὶ ἀθέου συγγραφῆς, ἣν ὁ Γαργήττιος, ὥσπερ οὖν τὰ ἐκ Τιτανικῶν σπερμάτων φύντα. τῷ βίῳ... προσετρίψατο. ]
tau 727[ Τόγε αὑτοῦ μέρος· κατὰ τὴν αὐτοῦ προαίρεσιν. Αἰλιανός· τί γὰρ δὴ μαθὼν ἐτόλμησε τόγε αὑτοῦ μέρος δουλώσασθαι Λυδοῖς Πέρσας; ]
tau 741[ Τολμήεντι· ὑπομονητικῷ. Αἰλιανός· ὁ δὲ ἐσήλατο ἐς τὸν νεών, ἕτοιμα δὴ καταγράφων, καὶ ὅτι τολμήσει ταῦτα. ἐφ’ οἷς ἐνόσει, ἐπ’ ἐρημίᾳ τῶν ἐπικουρῆσαι τῇ κόρῃ δυναμένων πεπιστευκώς. ]
tau 984[ Τρικορυσία· Αἰλιανός· καὶ τὸ τοῦ Μενάνδρου, ἵνα τι καὶ παίσω, Τρικορυσία βασίλιννα, καὶ αὕτη δέσποινα εἶναι τοῦ Πόντου ἐθέλουσα. ]
tau 991[ Τριμμούς· τὰς τετριμμένας ὁδοῦς. Αἰλιανός· καὶ ἀναβλέποντες ὁρῶσι τριμμοὺς τῆς ἀνόδου καὶ προσβάσεις, δι’ ὧν ἀνῆλθεν ὁ Ῥωμαῖος, καὶ συνέβαλον μὴ ἄπορον εἶναι, ἀλλ’ ἐπιβατόν. ]
theta 115[ Θέμις· τὸ δίκαιον. Αἰλιανός· εἰ θέμις καὶ τῷ Ἱμεραίῳ πρὸς Ὅμηρον τὸ ὄμμα ἀνατείνειν. ]
theta 129[ Θεμιτόν· Αἰλιανός· θεοὺς γὰρ οὐδαμῇ θεμιτὸν ὁρᾶν ἔτι νεκρούς, καὶ ἐὰν ὦσι πάνυ φίλοι, οὐδὲ ὄμμα χραίνειν θανασίμοις ἐκπνοαῖς. ]
theta 162[ Θεοκλυτήσαντες· θεοῦ ἀκούσαντες, θεὸν ἐπικαλεσάμενοι. ἐξ ὧν κατάραι καὶ θεοκλυτήσεις ἐγίνοντο κατ' αὐτοῦ. καὶ αὖθις· μήτε μὴν καταναγκάζεσθαι τοὺς ἐν Περσίδι Χριστιανοὺς εἰς μαγικὴν μετιέναι θρησκείαν μήτε μὴν θεοκλυτεῖν ἀκουσίως τοὺς παρὰ Μήδοις νενομισμένους θεούς. καὶ αὖθις· καὶ Κυζικηνῶν θυγατέρας τὴν ὥραν διαπρεπεῖς τῇ Δαρείου θυγατρὶ Ἀρσάμῃ ξένια ἀποστεῖλαι ἐγλίχετο. αἱ δὲ καταφεύγουσιν ἐπὶ τὴν Ἄρτεμιν θεοκλυτοῦσαι καὶ τοῦ ἀγάλματος ἐκκρεμάμεναι. καὶ Αἰλιανός· οὐδαμῇ φορητὸν εἶναι τὸν βίον ἑαυτῇ μετὰ τὴν εὐνὴν τὴν ἄθεσμον πεπιστευκυῖα, θεοκλυτοῦσα καὶ μυρίας ἀρὰς Ἐφεσίοις ἐπαρωμένη, εἰ μὴ πράξαιντο τιμωρίαν τούτοις παρὰ τῶν τυράννων, ἑαυτὴν διέφθειρεν. ]
theta 351[ Θηρείων· Αἰλιανός· τὰ γεννώμενα βρέφη κράσει θηρείων τε καὶ ἀνθρωπείων σωμάτων τεράστια ἐδόκει. ]
theta 472[ Θρέμματα. καὶ Πολυθρέμματος, ὁ πολλὰ πρόβατα ἔχων. Αἰλιανός· οὐ γὰρ δεῦρο ἀφίγμαι ἐς τράπεζαν κεκυφέναι καὶ θρέμματος ἀλόγου δίκην πιαίνεσθαι, καὶ ἀρχῶν τε καὶ τιμῶν κρεμᾶσθαι καὶ θαυμάζειν αὐλὰς καὶ τραπέζας καὶ σατράπας. οὐδέ μοι κάλλος ἀνθρώπινον δέλεάρ ἐστιν, οὐδὲ χρηματίζομαι. ]
upsilon 75[ Ὑετός· τὸ υ μακρόν. ἄγων μέγαν ὑετὸν ἔστη. Αἰλιανός· ἐμπιπτόντων ὑετῶν, καὶ χάλαζα ἰσχυρὰ ἔρρευσε. καὶ ὑετός, ἐκ νέφους μεταβολὴ εἰς ὕδωρ, ἐπειδὰν ἐκ γῆς ἢ ἐκ θαλάττης ἀνενεχθεῖσα ὑγρασία κατενεχθῇ. ]
upsilon 130[ Υἱῶσαι τὸν παῖδα· υἱὸν ποιῆσαι αὐτὸν θετόν. καὶ υἱώσει, τῇ υἱοθεσίᾳ. καὶ υἱώσατο, ἀντὶ τοῦ υἱὸν θετὸν ἐποιήσατο. καὶ τὰς υἱώσεις, τὰς υἱοθεσίας. ἡ χρῆσις παρὰ Αἰλιανῷ πολλή. ]
upsilon 290[ Ὑπερήφανος. πάσῃ κακίᾳ ἀντίκειται ἀρετή· τῇ λαγνείᾳ ἡ σωφροσύνη, τῇ λαιμαργίᾳ ἡ ἐγκράτεια, τῇ πλεονεξίᾳ ἡ δικαιοσύνη, τῇ ὀργῇ ἡ πραότης, τῇ λύπῃ ἡ χαρά, τῇ λήθῃ ἡ μνήμη, τῇ ἀκηδίᾳ ἡ ὑπομονή, τῇ ἀφροσύνῃ ἡ φρόνησις, τῇ δειλίᾳ ἡ ἀνδρία, τῇ κενοδοξίᾳ ἡ ταπεινοφροσύνη, καὶ ταῖς λοιπαῖς. τῷ δὲ τύφῳ μόνῳ οὐκ ἀντίκειται ἀρετή, διὰ τὴν ὑπερβάλλουσαν κακίαν· ἑαυτὸν δὲ ἀντέταξεν ὁ θεός· κύριος γὰρ ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. καὶ ὁ Προφήτης· ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν. καὶ αὖθις· ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις. παρὰ δὲ τῷ Ἀποστόλῳ τοὺς κατὰ τῶν οὐκ ἐχόντων ἐφ’ οἷς ἔχουσι φυσωμένους ὑπερηφάνους νοητέον. καὶ Αἰλιανός· οἱ δὲ ἔκειντο θέαμα ἔνδοξόν τε καὶ ὑπερήφανον. ἀντὶ τοῦ περίβλεπτον. Ὑπερήφανος καὶ ὁ λαμπρός. Αἰλιανός· καὶ στρωμναῖς ὕφει τινὶ ὑπερηφάνῳ κεκοσμημέναις. ]
upsilon 433[ Ὑπῆρξαν· προκατήρξαντο. οὗτοι γὰρ πρῶτον ὑπῆρξαν ἀδικίης. Ἡρόδοτος. καὶ Αἰλιανός· ὁ δὲ ὑπήρξατο σωφρονεῖν. ]
upsilon 585[ Ὑπόστασις· κυρίως τὸ καθ’ ἑαυτὸ ἰδιοσυστάτως ὑφιστάμενον. ἔστιν οὖν πρᾶγμα ὑφεστώς τε καὶ οὐσιῶδες, ἐν ᾧ τὸ τῶν συμβεβηκότων ἄθροισμα ὡς ἐν ἑνὶ ὑποκειμένῳ πράγματι καὶ ἐνεργείᾳ ὑφέστηκεν. ἐτυμολογεῖται δὲ ὑπόστασις παρὰ τὸ ὑφεστάναι καὶ ὑπάρχειν. παρὰ δὲ Αἰλιανῷ ὑπόστασιν λέγει τὴν ἀντίστασιν· φησὶ γάρ· ἀπέστη τὸ ἔθνος τῶν Σύρων καὶ Φοινίκων τοὺς γείτονας προσέλαβεν εἰς τὴν αὐτὴν ὁρμήν τε καὶ ὑπόστασιν. ]
upsilon 673[ Ὕσας· βρέξας. Αἰλιανός· εἶτα ἀδοκήτως πολλῷ πάνυ σφόδρα ὗσε, καὶ ἀστραπαὶ γεγόνασιν ἐκπλῆξαι δειναί. ]
zeta 141[ Ζώνη· τὸ ἀξίωμα. ἀναζητουμένους τῆς βασιλίδος ὠθεῖσθαι οὐ μόνον ἰδιώτας, ἀλλὰ καὶ τοὺς ὑπὸ ζώνην. καὶ Αἰλιανός· καί πως τὴν ζώνην τοῦ χρυσίου, ἣν ἐπήγετο ὁ ξένος, ὁ πανδοκεὺς ἐθεάσατο καὶ παραχρῆμα ἐποφθαλμιᾷ. λύσις ὀνείρου· ζώνη κοπεῖσα τὴν ὁδὸν λύει τάχος. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License