Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Gregorius Nazianzenus (Gregory of Nazianzus) - urn:cts:greekLit:tlg2022

Places of birth (Wikidata Statement)

Arianzos (Wikidata)

Nazianzus (Wikidata)

Places of death (Wikidata Statement)

Arianzos (Wikidata)

Nazianzus (Wikidata)

Significant Place (Wikidata Statement)

Nazianzus (Wikidata)

Occupations (Wikidata Statement)

priest (Wikidata)

bishop (Wikidata)

preacher (Wikidata)

theologian (Wikidata)

poet (Wikidata)

epigrammatist (Wikidata)

religious leader (Wikidata)

Doctor of the Church (Wikidata)

Works

urn:cts:greekLit:tlg2022.suda001
urn:cts:greekLit:tlg2022.suda002
urn:cts:greekLit:tlg2022.suda003
urn:cts:greekLit:tlg2022.suda004
urn:cts:greekLit:tlg2022.suda005
urn:cts:greekLit:tlg2022.suda006
urn:cts:greekLit:tlg2022.suda007
urn:cts:greekLit:tlg2022.suda008
urn:cts:greekLit:tlg2022.suda009
urn:cts:greekLit:tlg2022.suda010
urn:cts:greekLit:tlg2022.suda011
urn:cts:greekLit:tlg2022.suda012
urn:cts:greekLit:tlg2022.suda013
urn:cts:greekLit:tlg2022.suda014
urn:cts:greekLit:tlg2022.suda015
urn:cts:greekLit:tlg2022.suda016
urn:cts:greekLit:tlg2022.suda017
urn:cts:greekLit:tlg2022.suda018

alpha 18[ Ἄβαρις· Σκύθης, Σεύθου υἱός. συνεγράψατο δὲ χρησμοὺς τοὺς καλουμένους Σκυθινοὺς καὶ Γάμον Ἕβρου τοῦ ποταμοῦ καὶ Καθαρμοὺς καὶ Θεογονίαν καταλογάδην καὶ Ἀπόλλωνος ἄφιξιν εἰς Ὑπερβορέους ἐμμέτρως. ἧκε δὲ ἐκ Σκυθῶν εἰς Ἑλλάδα. τούτου ὁ μυθολογούμενος ὀϊστὸς, τοῦ πετομένου ἀπὸ τῆς Ἑλλάδος μέχρι τῶν Ὑπερβορέων Σκυθῶν· ἐδόθη δὲ αὐτῷ παρὰ τοῦ Ἀπόλλωνος. τούτου καὶ Γρηγόριος Θεολόγος ἐν τῷ εἰς τὸν μέγαν Βασίλειον [+] Ἐπιταφίῳ μνήμην πεποίηται. φασὶ δὲ ὅτι λοιμοῦ κατὰ πᾶσαν τὴν οἰκουμένην γεγονότος ἀνεῖλεν ὁ Ἀπόλλων μαντευομένοις Ἕλλησι καὶ βαρβάροις τὸν Ἀθηναίων δῆμον ὑπὲρ πάντων εὐχὰς ποιήσασθαι. πρεσβευομένων δὲ πολλῶν ἐθνῶν πρὸς αὐτοὺς, καὶ Ἄβαριν ἐξ Ὑπερβορέων πρεσβευτὴν ἀφικέσθαι λέγουσι κατὰ τὴν γʹ Ὀλυμπιάδα. ὅτι τοὺς Ἀβάρις οἱ Βούλγαροι κατὰ κράτος ἄρδην ἠφάνισαν. ὅτι οἱ Ἀβάρις οὗτοι ἐξήλασαν Σαβίνωρας, μετανάσται γενόμενοι ὑπὸ ἐθνῶν οἰκούντων μὲν τὴν παρωκεανῖτιν ἀκτήν, τὴν δὲ χώραν ἀπολιπόντων διὰ τὸ ἐξ ἀναχύσεως τοῦ Ὠκεανοῦ ὁμιχλῶδες γινόμενον, καὶ γρυπῶν δὲ πλῆθος ἀναφανέν· ὅπερ ἦν λόγος μὴ πρότερον παύσασθαι πρὶν ἢ βορὰν ποιῆσαι τὸ τῶν ἀνθρώπων γένος. διὸ δὴ ὑπὸ τῶνδε ἐλαυνόμενοι τῶν δεινῶν τοῖς πλησιοχώροις ἐνέβαλλον· καὶ τῶν ἐπιόντων δυνατωτέρων ὄντων οἱ τὴν ἔφοδον ὑφιστάμενοι μετανίσταντο, ὥσπερ καὶ οἱ Σαράγουροι ἐλαθέντες πρὸς τοῖς Ἀκατίροις Οὔννοις ἐγένοντο. κλίνεται δὲ Ἄβαρις, Ἀβάριδος, τοὺς Ἀβάριδας, καὶ κατὰ ἀποκοπὴν Ἀβάρις. ζήτει περὶ τῶν αὐτῶν ἐν τῷ Βούλγαροι. ]
alpha 284[ Ἀγνωμόνως: ἀνοήτως, ἢ ἀχαρίστως. λέγονται δὲ παρὰ Πλάτωνι ἀγνώμονες, ἀσύγγνωστοι, οἱ ἀμαθεῖς. καὶ Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς [+] ἀντὶ τοῦ ἀλογίστως καὶ ἀβούλως. καὶ ὁ Θεολόγος· ὧ καὶ Ἰουδαίων ἀγνωμονέστερε. ἀντὶ τοῦ ἀνοητότερε. ]
alpha 297[ Ἀγόνων χοῶν. διφορεῖται ὁ Θεολόγος φησί· τουτέστι τῶν ἐπὶ τοῖς νεκροῖς χεομένων καὶ διὰ τοῦτο ἀγόνων. καὶ Ἀγονία, ἡ ἀφορία. τὴν Ἄρτεμιν μηνίσαι καὶ μετελθεῖν δικαιοῦσαν αὐτὴν γῆς ἀγονίᾳ. ]
alpha 678[ Ἄϊδρις: ἀμαθὴς, ἄπειρος. ἐγὼ δ’ ὁ πάντα κωφὸς, ὁ πάντ’ ἄϊδρις, κατημέλησα. ἀντὶ τοῦ ὁ ἀναίσθητος. ἴδρις γὰρ ὁ ἔμπειρος. ὁ Θεολόγος· γέρων μέν εἰμι καὶ πολλῶν κακῶν ἴδρις. ]
alpha 939[ Ἀκούω· γενικῇ, αἰτιατικῇ δέ. πᾶς ὅστις ἀκούει μου τοὺς λόγους τούτους. καὶ, ὁ ἀκούων τὸν λόγον μου καὶ μὴ πιστεύων. τουτέστι διδασκόμενος. ὅτι τὸ ἀκούω, εἰ μὲν σημαίνει τὸ πυνθάνομαι καὶ μανθάνω, μετὰ αἰτιατικῆς συντάσσεται· εἰ δὲ τὸ ἐνωτίζομαι τοῖς ὠσὶ μόνοις, μετὰ γενικῆς. καὶ τοῦ μὲν μανθάνω παράδειγμα τὸ τοῦ θεολόγου Γρηγορίου· ἀκούσατε λόγον ἀνδρὸς οὐ μετρίως τὰ τοιαῦτα πεπαιδευμένου. καὶ ἐν τῷ Ἥττημαι· τοῦτό με ἵστη κάτω, καὶ εἶναι βέλτιον ἔπειθε φωνὴν ἀκούειν αἰνέσεως ἢ ἐξηγητὴν εἶναι τῶν ὑπὲρ δύναμιν. τοῦ δὲ ἐνωτίζομαι παράδειγμα τοῦ αὐτοῦ θεολόγου. ὡς δὲ ἐγώ τινος ἤκουσα ἀνδρὸς οὐ μετρίως τὰ τοιαῦτα πεπαιδευμένου. καὶ ἄλλα πλεῖστα. ]
alpha 1157[ Ἀλεῖπται: οἱ πρὸς τοὺς ἀγῶνας ἐπασκοῦντες. ὁ Θεολόγος· ἀλεῖπται τῆς ἀρετῆς. καὶ Ἀλείπτης, ὁ ἀγωνοθέτης. ]
alpha 1449[ Ἀλφειός: ποταμὸς τῆς Ἀρκαδικῆς πόλεως, κεῖται κατὰ τὴν Πελοπόννησον. δυόμενος δὲ διὰ τῆς Ἀδριάδος θαλάσσης τὸ πέλαγος, μηδαμῶς τε τῇ ἁλμυρίδι μιγνύμενος, κατὰ τὴν νῆσον ἀναδίδοται Σικελίας περὶ τὴν πηγὴν τὴν λεγομένην Ἀρέθουσαν, ὡς ἂν ταύτης ἐρώμενος. ἀλλ’ οὑτοσὶ τρέχει τις Ἀλφειὸν πνέων. οὕτω συντόμως τρέχει ὡσεὶ Ὀλυμπιακὸς σταδιοδρόμος, ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ. περὶ τούτου οἶμαι τὸν Θεόλογον λέγειν· καὶ εἴ τις ποταμὸς πιστεύεται δι’ ἅλμης ῥέων γλυκύς. ]
alpha 2693[ Ἀντίοχος, βασιλεύς· οὗτος ἐδόκει κατὰ τὰς ἀρχὰς γεγονέναι μεγαλεπήβολος καὶ τολμηρὸς καὶ τοῦ προτεθέντος ἐξεργαστικός, προβαίνων δὲ κατὰ τὴν ἡλικίαν ἐφάνη πολὺ καταδεέστερος αὑτοῦ καὶ τῆς τῶν ἐκτὸς προσδοκίας. ἐκ γὰρ τῶν παίδων τοῦ Ἀλεξάνδρου τοῦ Μακεδόνος ἐξῆλθε ῥίζα ἁμαρτωλὸς, οὗτος ὁ Ἐπιφανὴς, υἱὸς Σελεύκου τοῦ Φιλοπάτορος, ὃς ὑπάρχων δεινὸς ἀνὴρ καὶ πλεονέκτης καὶ πολλὰς ἁρπαγὰς καὶ λεηλασίας ποιήσας συνῆξε χρήματα πολλὰ καὶ ἐκ πολλῆς ἀκολασίας καὶ οἰστρηλασίας εἰς μίμους ἑαυτὸν καθεὶς ἐν ὄψει πάντων ταῖς γυναιξὶν ἐπεμαίνετο. καὶ καταλαβὼν τὴν Αἴγυπτον ἐν ὄχλῳ βαρεῖ καὶ ἅρμασι καὶ ἐλέφασι καὶ στόλῳ μεγάλῳ ταύτης ἐκράτησεν. ὑποστρέψας δὲ μετὰ ἀπονοίας εἷλε καὶ τὴν Ἱερουσαλὴμ δορυάλωτον καὶ κατέσφαξε μυριάδας ιηʹ. κατατολμήσας οὖν καὶ εἰς τὸ ἁγίασμα εἰσελθὼν καὶ στήσας βωμὸν καὶ εἴδωλον βδέλυγμα ἐρημώσεως καὶ τὸν ναὸν μιάνας δι’ ἀκαθάρτων θυσιῶν ἱερὸν Διὸς Ὀλυμπίου προσηγόρευσεν. οὕτω τε ἐφ’ ὑψηλοῦ καθίσας καὶ τῶν στρατιωτῶν αὐτοῦ κύκλῳ παίρεστηκότων ἐνόπλων ἐκέλευσε τοῖς δορυφόροις ἕνα ἕκαστον Ἑβραῖον ἐπισπάσασθαι καὶ κρεῶν χοιρείων καὶ εἰδωλοθύτων ἀναγκάζειν ἀπογεύεσθαι· εἰ δὲ υὴ θέλοιεν μιαροφαγῆσαι, ἀναιρεῖσθαι τροχισθέντας. πολλῶν οὖν συναρπασθέντων, καὶ Ἐλεάζαρ τις τῶν πρώτων γραμματέων, ἤδη προβεβηκὼς τὴν ἡλικίαν, μὴ μιαροφαγήσας, μαστιγωθεὶς ἀναιρεῖται σὺν ἑπτὰ παισὶ μετὰ μητρὸς Σολομωνίδος. περὶ ὦν καὶ ὁ Θεολόγος ἐν τῷ, τί δαὶ οἱ Μακκαβαῖοι, μνημονεύει. ἐκπλαγεὶς δὲ ὁ τύραννος κοὶ μᾶλλον ἐκμανεὶς καὶ τὰ ἱερὰ σκεύη πάντα λαβὼν καὶ πᾶσαν τὴν πόλιν λαφυραγωγήσας καὶ τὰ κτήνη κρεουργήσας καὶ φονοκτονίαν ποιήσας καὶ μεγαλορημονήσας ἀνεχώρησεν εἰς Ἀντιόχειαν. καὶ μετὰ δύο ἔτη κατὰ Περσῶν ἐπιστρατεύσας ἀπέστειλεν ἄρχοντα φορολογῆσαι τὰς πόλεις Ἰερουσαλήμ. ὃς παραγενόμενος καὶ λαλήσας εἰρηνικοὺς λόγους πρὸς τὴν Ἱερουσαλὴμ καὶ εἰσελθὼν ἐπάταξεν αὐτὴν πληγῇ μεγάλῃ, καὶ καθελὼν τὰ τείχη πᾶσαν αὐτὴν ἐνέπρησε, καὶ τὸ ἱερὸν μιάνας καὶ πολλοὺς ἀνελὼν καὶ αἰχμαλωτεύσας ἀπῄει, ἄρχοντα καταλιπὼν εἰς τὸ βασανίζειν τοὺς Ἰουδαίους. Ματθίας δέ τις ἱερεὺς, ἔχων υἱοὺς πέντε, ἀφ’ ὧν Ἰούδας ὁ Μακκαβαῖος ἐτύγχανε, ζήλου πλησθεὶς καὶ ὁρμήσας κατὰ τοῦ ἄρχοντος ἀνεῖλεν αὐτὸν καὶ σκάπτει τοὺς τῶν Ἑλλήνων βωμούς. ἐπέρχεται οὖν αὐτῷ Ἀντίοχος μετὰ πολλῆς δυνάμεως. ὡς δὲ ἐπέτεινεν ὁ πόλεμος, Ἐλεάζαρ ἀδελφὸς Ἰούδα ἀριστεύσας συντρίβεται ὑπὸ τοῦ ἐλέφαντος. ὑπεισῆλθε γὰρ τὸν ἐλέφαντα καὶ ξίφει τὴν γαστέρα αὐτοῦ ἔτυψεν ἐλπίσας ἐπάνω αὐτοῦ τὸν τύραννον φέρεσθαι. ἐκστρατεύσας οὖν Ἀντίοχος κατὰ Περσῶν ὑπέστρεψεν ἡττημένος καὶ κακῶς τὸν βίον ἀπαλλάττει. ὅτι ὁ αὐτὸς Ἀντίοχος τὸ τῶν Ἰουδαίων ἔθνος στασιάσαν πρὸς τὸν συνήθη φόρον αὖθις κατεδούλωσε· συλήσας τε τὰ τοῦ ἱεροῦ ἀναθήματα καὶ διερευνήσας ἅπαντα εὗρεν ἀγαλμάτιον βιβλίον ἐν ταῖς χερσὶ κατέχον πώγωνά τε ἐπιφερόμενον βαθύν· ᾧ δὴ καὶ λυχνίδιον παρειστήκει διάχρυσον. ταῦτα χοιρείοις αἳμασιν ἀναλαβὼν ἐν τῷ ἱερῷ κατέλιπε· καὶ πολλοῖς ταλάντοις ζημιώσας πρὸς ὑπαγωγὴν φόρου τούς ἐνοικοῦντας Ἰουδαίους ἐπὶ τὰς Συρίας ἐπανῆλθεν. ]
alpha 2896[ Ἀπανθήσαντα: ξηρανθέντα. μακαριωτάτη ἐγὼ, ἥτις μεμύρωμαι τὴν κεφαλὴν μυρώμασιν ἀγαθοῖσιν. ἐν τῇ κεφαλῇ γὰρ ἐμμένει πολὺν χρόνον. τὰ δ’ ἄλλ’ ἀπανθήσαντα πάντ’ ἀπέπτατο. Ἀριστοφάνης φησίν. Ἀπανθῶ γὰρ τὸ ἀποβάλλω. καὶ ὁ Θεολόγος· τῶν ἐκ γένους τοῖς ἀπανθήσασιν. Ἀπανθίζω δὲ τὸ τὰ ἄνθη συλλέγω. ]
alpha 2921[ Ἀπαργμάτων ὡρίων καιριώτερον· φησὶν ὁ Θεολόγος ἐν τῷ, χθὲς τῇ λαμπρᾷ τῶν φωτῶν ἡμέρᾳ. ἀντὶ τοῦ ἐναγισμάτων, ἃ εἰς τοὺς τάφους ἔβαλλον. τὸ δὲ καιριώτερον, ἀναγκαιότερον. ]
alpha 3172[ Ἀπήντα, καὶ Ἄπήντηκα, πέφθακα. καὶ Ἄιπήντησεν, ἐτελέσθη, ἐξέβην. πάντα αὐτῷ κατὰ τὰς προφητείας ἀπήντησεν. ἀντὶ τοῦ ἐγένετο. ὁ δὲ Θεολόγος, ὅτε λέγει· εἰ δὲ τοσοῦτον ἀπήντηκα τοῦ καιροῦ δεύτερος καὶ μετὰ τοσούτους ἐπαινέτας· ἀντὶ τοῦ ἧκον εἰς τὸ ἐγκωμιάζειν. καὶ Αἰλιανὸς περὶ τῆς ἐν Κάνναις τῶν Ῥωμαίων ἥττης· τοσοῦτον ἄρα αὐτοῖς ἀπήντησε τὸ πταῖσμα. καὶ αὖθις· μέγιστον δὲ πάθος τῇ Λακεδαίμονι τοῦτο ἀπήντησε. καὶ αὖθις· οὐ μὴν ἀπήντησέν οἱ τὰ τῆς ἐλπίδος. ]
alpha 3397[ Ἄπολινάριος, Λαοδικεὺς τῆς Συρίας, γεγονὼς ἐν ἡμέραι Κωνσταντίου καὶ Ἰουλιανοῦ τοῦ Παραβάτου καὶ ἕως τῆς ἀρχῆς Θεοδοσίου τοῦ μεγάλου, σύγχρονος Βασιλείου καὶ Γρηγορίου, τῶν ἐκ Καππαδοκίας θαυμαζομένων. ἐγένετο δὲ καὶ γνώριμος ἀμφοτέρων καὶ Λιβανίου τοῦ σοφιστοῦ καὶ ἄλλων τινῶν. οὗτος οὐ μόνον γραμματικὸς καὶ τὰ ἐς τὴν ποίησιν δεξιός, ἀλλὰ πολλῷ πλείω καὶ ἐς φιλοσοφίαν ἐξήσκητο καὶ ῥήτωρ ἦν ἀμφιδέξιος. οὗτος ἔγραψε καταλογάδην κατὰ Πορφυρίου τοῦ δυσσεβοῦς τόμους λʹ, καὶ δι’ ἡρώων ἐπῶν πᾶσαν τὴν τῶν Ἐβραίων γραφήν. ἔγραψε δὲ ἐπιστολὰς καὶ ἄλλα πολλὰ εἰς τὴν Γραφὴν ὑπομνήματα. τοῦ δέ γε Ἀπολιναρίου καὶ Φιλοστόργιος μνήμην πεποίηται ἐν τῇ κατ’ αὐτὸν ἱστορίᾳ καί φησιν· Ἀπολινάριος γὰρ ἤκμαζε κατ’ ἐκείνους τοὺς χρόνους ἐν τῆ Λαοδικείᾳ τῆς Συρίας, καὶ Βασίλειος ἐν Καισαρείᾳ τῆς Καππαδοκίας, καὶ Γρηγόριος ἐν τῆ Nαζιανζῷ· σταθμὸς δὲ οὗτος ὁ τόπος ἐστὶ τῆς αὐτῆς Καππαδοκίας. τρεῖς δὴ οὗτοι ἄνδρες τότε τοῦ ὁμοουσίου προὐμάχουν κατὰ τοῦ ἑτεροουσίου, μακρῷ πάντας παρενεγκόντες τοὺς πρότερον καὶ ὕστερον ἄχρις ἐμοῦ τῆς αὐτῆς αἱρέσεως προστάντας, ὡς παῖδα παρ’ αὐτοῖς κριθῆναι τὸν Ἀθανάσιον. τῆς τε γὰρ ἔξωθεν καλουμένης παιδεύσεως ἐπιπλεῖστον οὗτοι προεληλύθεισαν καὶ τῶν ἱερῶν γραφῶν, ὁπόσα εἰς ἀνάγνωσιν καὶ τὴν πρόχειρον μνήμην ἐτέλει, πολλὴν εἶχον τὴν ἐμπειρίαν, καὶ μάλιστά γε αὐτῶν ὁ Ἀπολινάριος. οὗτος γὰρ δὴ καὶ τῆς Ἑβραΐδος διαλέκτου ἐπαίειν οἰός τ’ ἦν. καὶ μὴν καὶ συγγράφειν ἕκαστος αὐτῶν ἐς τὸν ἑαυτοῦ τρόπον ἦν ἱκανώτατος. τῷ μέν γε Ἀπολιναρίῳ τὸ ὑπομνηματικὸν εἷδος τῆς λέξεως μακρῷ ἄριστα εἷχε, Βασίλειος δὲ πανηγυρίσαι λαμπρότατος ἦν, τῷ δέ γε Γρηγορίῳ καὶ παρ’ ἀμφοτέροις ἐξεταζομένῳ μείζω βάσιν εἰς συγγραφὴν εἷχεν ὁ λόγος· καὶ ἦν εἰπεῖν Ἀπολιναρίου μὲν ἁδρότερος, Βασιλείου δὲ σταθερώτερος. τοσαύτης δὲ αὐτοῖς ἐν τῷ λέγειν καὶ γράφειν δυνάμεως οὔσης, καὶ τὸ ἦθος οὐδὲν ἧττον οἱ ἄνδρες παρείχοντο πρὸς τὴν τῶν πολλῶν θέαν ἐπαγωγότατον· ὥστε καὶ οἷς ὡρῶντο καὶ οἶς ἔλεγον καὶ ὁπόσα γράφοντες διεδίδοσαν, διὰ πάντων ᾕρουν εἰς τὴν ἑαυτῶν κοινωνίαν τοὺς καθ’ ὁτιοῦν αὐτῶν εὐμαρέστερον ἁλίσκεσθαι δυναμένους. τοσαῦτα περὶ αὐτῶν ὡς ἐν παραδρομῇ Φιλοστόργιος Ἀρειανὸς ἔγραψεν. ]
alpha 4166[ Ἄσκευον: ἀντὶ τοῦ ἀπαράσκευον. ἄνευ ὅπλων. καὶ ὁ Θεολόγος· βίον ἄσκευον, καὶ ἀπέριττον. ]
alpha 4241[ Ἀστικῶς: εὐσυνέτως, ἐμφρόνως. ὁ δὲ πάντων ἀστικῶς τὴν πρόθεσιν κατανοήσας διχῇ διεῖλε τοὺς προσχωρήσαντας. λέγεται δὲ Ἀστικὸς καὶ ὁ πολιτικός. καὶ τοὺς ἀστικοὺς ὁ ἄγροικος, ὁ Θεολόγος φησί. ]
beta 150[ Βασίλειος, Καισαρείας τῆς Καππαδοκῶν ἐπίσκοπος( ἥτις πρῴην Μάζακα ἐκαλεῖτο) , ἑταῖρος Γρηγορίου τοῦ Ναδιανδῶν ἐπισκόπου. γέγονε δὲ γονέων περιφανῶν, Βασιλείου τε καὶ Ἐμμελείας, ὧν ἄνωθεν ἡ συγγένεια· ἀνὴρ ἐλλογιμώτατος καὶ πάσης παιδείας εἰς ἄκρον ἐληλακώς. οὗτος ἔγραψε πλεῖστα, ἐν οἷς θαυμάζεται τὰ εἰς τὴν Ἐξαήμερον. καὶ κατ’ Εὐνομίου [+] δὲ ἐξαιρέτους συνέταξε λόγους, καὶ περὶ τοῦ ἁγίου πνεύματος τεῦχος, καὶ τὰς εἰς τὴν Ἑξαήμερον ὁμιλίας θʹ· ἕτερον τεῦχος ἀσκητικόν, περὶ παρθενίας ἄλλο· Ἔπαινον εἰς τοὺς μʹ Μάρτυρας, ἕτερον εἰς Γόρδιον, ἄλλον εἰς Βαρλαάμ, ἕτερον εἰς Ἰουλίτταν. εἰς διαφόρους ψαλμοὺς Ἠθικοὶ λόγοι διάφοροι· ἐπιστολαὶ, ὧν οὐδὲν ἄμεινον, πρός τε τὸν σοφιστὴν Λιβάνιον καὶ πρὸς τὸν φίλον Γρηγόριον καὶ εἰς ἄλλους πλείονας. τοῦδέ γε Βασιλείου καὶ Φιλοστόργιος μνήμην πεποίηται ἐν τῇ κατ’ αὐτὸν ἱστορίᾳ γράφων οὕτως· Βασίλειος γὰρ ἤκμαζε κατ’ ἐκείνους τοὺς χρόνους ἐν Καισαρείᾳ τῆς Καππαδοκίας καὶ Γρηγόριος ἐν τῆ Ναδιανδῷ( σταθμὸς δὲ οὗτος ὁ τόπος Καππαδοκίας) καὶ Ἀπολινάριος ἐν τῇ Λαοδικείᾳ τῆς Συρίας. τρεῖς δὴ οὗτοι ἄνδρες τότε τοῦ ὁμοουσίου προὐμάχουν κατὰ τοῦ ἑτεροουσίου, μακρῷ πάντας παρενεγκόντες τοὺς πρότερον καὶ ὕστερον ἄχρις ἐμοῦ τῆς αὐτῆς αἱρέσεως προστάντας, ὡς παῖδα παῤ αὐτοῖς κριθῆναι τὸν Ἀθανάσιον. τῆς τε γὰρ ἔξωθεν καλουμένης παιδεύσεως ἐπὶ πλεῖστον οὗτοι προεληλύθεσαν, καὶ τῶν ἱερῶν γραφῶν, ὁπόσα εἰς ἀνάγνωσιν καὶ τὴν πρόχειρον μνήμην ἐτέλει, πολλὴν εἶχον τὴν ἐμπειρίαν, καὶ μάλιστά γε αὐτῶν ὁ Βασίλειος. καὶ μὴν καὶ συγγράφειν ἕκαστος αὐτῶν ἐς τὸν ἑαυτοῦ τρόπον ἦν ἱκανώτατος. τῷ μέν γε Βασιλείῳ τὸ πανηγυρικὸν εἶδος τοῦ λόγου μακρῷ ἄριστα εἶχεν· ἦν γὰρ πανηγυρίσαι λαμπρότατος· ὁ δέ γε Ἀπολινάριος ἐν τῷ ὑπομνηματικῷ εἴδει τῆς λέξεως καὶ αὐτὸς ἄριστα εἶχε· τῷ δέ γε Γρηγορίῳ καὶ παῤ ἀμφοτέροις ἐξεταζομένῳ μείζω βάσιν εἰς συγγραφὴν εἶχεν ὁ λόγος. τοσαῦτα περὶ αὐτῶν ὡς ἐν παραδρομῇ Φιλοστόργιος Ἀρειανὸς ἔγραψε. τελευτᾷ δὲ Βασίλειος Γρατιανοῦ τὰ Ῥωμαίων σκῆπτρα διέποντος. ὅτι ὁ μέγας Βασίλειος ἀδελφοὺς εἶχε δʹ, τόν τε Γρηγόριον τὸν Νύσσης ἐπίσκοπον, καὶ Πέτρον καὶ αὐτὸν ἐπίσκοπον, καὶ ἑτέρους δύο μονάσαντας. ]
gamma 450[ Γρηγόριος, Ναζιανζοῦ ἐπίσκοπος( σταθμὸς δέ ἐστιν οὗτος Καππαδοκίας, ) ἀνὴρ ἐλλογιμώτατος, ἀναγκαῖος δὲ φίλος Βασιλείου τοῦ τῆς Καισαρείας ἐπισκόπου τῆς ἐν Καππαδοκίᾳ. οὗτος οὐ μόνον γραμματικὸς καὶ τὰ ἐς τὴν ποίησιν δεξιός, ἀλλὰ πολλῷ πλεῖον καὶ ἐς φιλοσοφίαν ἐξήσκητο, καὶ ῥήτωρ ἦν ἀμφιδέξιος. οὗτος ἔγραψε καταλογάδην πολλά· εἰς γὰρ τρεῖς μυριάδας στίχων τὰ συντάγματα αὐτοῦ συνέθηκεν· ἀφ’ ὧν εἰσι τάδε· Περὶ τῆς τελευτῆς τοῦ ἀδελφοῦ Καισαρίου [+], Ἐπιτάφιος εἰς τὸν ἑαυτοῦ πατέρα, ἕτερος εἰς τὴν ἀδελφὴν Γοργονίαν, Περὶ φιλοπτωχίας, Ἐπαίνους τῶν Μακκαβαίων, Ἐπαίνους Κυπριανοῦ [+], Ἐπαίνους Ἀθανασίου [+], Ἐπαίνους Ἥρωνος φιλοσόφου, Κατὰ Ἰουλιανοῦ τοῦ βασιλέως λόγοι βʹ, Κατὰ Εὑνομίου [+] λόγοι βʹ, Περὶ θεολογίας αʹ, Περὶ Υἱοῦ λόγοι βʹ, Περὶ τοῦ ἁγίου πνεύματος λόγος αʹ, Πανηγυρικοὶ λόγοι ιʹ· καὶ ἕτεροι πλεῖστοι καὶ πᾶσι γνώριμοι. ἠκολούθησε δὲ τῷ Πολέμωνος χαρακτῆρι τοῦ Λαοδικέως, τοῦ σοφιστεύσαντος ἐν Σμύρνῃ· ὃς ἐγεγόνει διδάσκαλος Ἀριστείδου τοῦ ῥήτορος. ἐγράφη δὲ αὐτῷ καὶ ἑτέρα βίβλος δι’ ἑξαμέτρων, παρθενίας καὶ γάμου καθ’ ἑαυτοὺς διαλεγομένων· καὶ εἰς ἑτέρας ὑποθέσεις ἐν παντοίοις καὶ διαφόροις μέτροις, ἅτινα συνάγονται εἰς ἐπῶν μυριάδας τρεῖς. τοῦ δὲ Γρηγορίου τούτου καὶ Φιλοστόργιος Ἀρειανὸς ἐν τῇ κατ’ αὐτὸν ἱστορίᾳ μνήμην πεποίηται καί φησι· Γρηγόριος γὰρ ἤκμαζε κατ’ ἐκείνους τοὺς χρόνους ἐν τῇ Ναζιανζῷ( σταθμὸς δὲ οὗτος ὁ τόπος Καππαδοκίας) καὶ Βασίλειος ἐν Καισαρείᾳ τῆς Καππαδοκίας καὶ Ἀπολινάριος ἐν τῆ Λαοδικείᾳ τῆς Συρίας. τρεῖς δὴ οὗτοι ἄνδρες τότε τοῦ ὁμοουσίου προυμάχουν κατὰ τοῦ ἑτεροουσίου, μακρῷ πάντας παρενεγκόντες τοὺς πρότερον καὶ ὕστερον ἄχρις ἐμοῦ τῆς αὐτῆς αἱρέσεως προστάντας, ὡς παῖδα παῤ αὐτοῖς κριθῆναι τὸν Ἀθανάσιον. τῆς τε γὰρ ἔξωθεν καλουμένης παιδεύσεως ἐπιπλεῖστον οὗτοι προεληλύθεισαν καὶ τῶν ἱερῶν γραφῶν, ὁπόσα εἰς ἀνάγνωσιν καὶ τὴν πρόχειρον μνήμην ἐτέλει, πολλὴν εἶχον τὴν ἐμπειρίαν, καὶ μάλιστά γε αὐτῶν ὁ Γρηγόριος. καὶ μὴν καὶ συγγράφειν ἕκαστος αὐτῶν ἐς τὸν ἑαυτοῦ τρόπον ἦν ἱκανώτατος. τῷ μέν γε Ἀπολιναρίῳ τὸ ὑπομνηματικὸν εἶδος τῆς λέξεως μακρῷ ἄριστα εἶχε, Βασίλειος δὲ πανηγυρίσαι λαμπρότατος ἦν, τῷ δέ γε Γρηγορίῳ καὶ παῤ ἀμφοτέροις ἐξεταζομένῳ μείζω βάσιν εἰς συγγραφὴν εἶχεν ὁ λόγος. καὶ ἦν εἰπεῖν Ἀπολιναρίου μὲν ἁδρότερος, Βασιλείου δὲ σταθερώτερος. τοσαύτης δὲ αὐτοῖς ἐν τῷ λέγειν καὶ γράφειν δυνάμεως οὔσης, καὶ τὸ ἦθος οὐδὲν ἧττον οἱ ἄνδρες παρείχοντο πρὸς τὴν τῶν πολλῶν θέαν ἐπαγωγότατον· ὥστε καὶ οἰς ὡρῶντο καὶ οἷς ἔλεγον καὶ ὁπόσα γράφοντες διεδίδοσαν, διὰ πάντων ᾕρουν εἰς τὴν ἑαυτῶν κοινωνίαν τούς καθ’ ὁτιοῦν αὐτῶν εὐμαρέστερον ἁλίσκεσθαι δυναμένους. τοσαῦτα περὶ αὐτῶν ὡς ἐν παραδρομῇ Φιλοστόργιος καὶ ταῦτα Ἀρειανὸς ὢν ἔγραψεν. ἔτι γοῦν περιὼν εἰς τὸν οἰκεῖον τόπον ὁ Γρηγόριος ἐπίσκοπον καταστήσας ἐν τῇ λαχούσῃ αὐτὸν ἐκκλησίᾳ, αὐτὸς ἐν ἀγρῷ τινι βίον μοναδικὸν ἀπηνέγκατο. ἐλάσας δὲ περὶ τὰ ἐνενήκοντα ἔτη καὶ ἐπέκεινα, Θεοδοσίου τρίτον καὶ δέκατον ἔτος ἄγοντος, καταλύει τὸν βίον, ἀνάξιον τοῦτο τῆς αὐτοῦ παθῶν ἀρετῆς, τὸ τῆς καθέδρας ἀποκρουσθῆναι τῆς βασιλευούσης τῶν πόλεων, καὶ προκριθῆναι μᾶλλον τοὺς φαυλοτέρους ἢ τὸν ἐπ’ ἀρετῇ καὶ λαμπρότητι βίου πάντων μᾶλλὸν ὑπερανέχοντα. ]
delta 803[ Διαυγία· ὁ Θεολόγος· μὴ λίθων διαυγίαις. τοῦτο διὰ τοῦ ι γράφεται καὶ παροξύνεται· προπαροξύνεται δὲ ἐν τῷ ἀττικίζειν. εἰ δὲ ὁ παρὼν λόγος ἀττικίζει, προπαροξύνειν ὀφείλομεν διαύγειαν λέγοντες, ὡς ἀμέλειαν. ]
alphaiota 300[ Αἱρεῖς· δοξάζεις, ἡγῇ. ἐκ τοῦ Θεολόγου· καὶ ὁ λόγος αἱρεῖ μὴ τιθέναι πρόσκομμα. ]
epsilon 376[ Ἐκβιαστής. ἄμφω γάρ εἰσιν ἐκβιασταὶ τῆς δίκης, νύττουσιν ἡμᾶς πρὸς τὸ τῆς δίκης πέρας. περὶ Γρηγορίου καὶ Βασιλείου φησίν. ]
kappa 1202[ Καισάριος, ὁ Γρηγορίου τοῦ Θεολόγου ἀδελφός. ἔγραψε διάφορα, καὶ Κατὰ Ἑλλήνων. ]
lambda 486[ Λιβάνιος, σοφιστής, Ἀντιοχεύς, τῶν ἐπὶ Ἰουλιανοῦ τοῦ βασιλέως χρόνων καὶ μέχρι Θεοδοσίου τοῦ πρεσβύτου, Φασγανίου πατρός, μαθητῆς Διοφάντου. ἔγραψεν ἄπειρα· ἐν οἷς Ἐγκώμιον εἰς Κωνστάντιον [+] τὸν βασιλέα, ἕτερον εἰς Ἰουλιανόν [+], Μελέτας ῥητορικάς, καὶ ἐπιστολάς. οὗτος ἐπὶ τῶν χρόνων ἦν Βασιλείου τοῦ μεγάλου καὶ Γρηγορίου τοῦ θεολόγου. ὁ δὲ ἸουλιανὸςΠαραβάτης καίπερ τοσούτοις ἐμβεβηκὼς τῆς τε περὶ λόγους ἥπτετο φιλοτιμίας καὶ τὸν τῆς Ἀντιοχείας σοφιστήν, ᾧ Λιβάνιος ὄνομα, διαφερόντως ἐθαύμασε, τὰ μὲν ἴσως ἐπαινῶν, τὰ δέ, ὅπως λυποίη τὸν μέγαν σοφιστὴν Προαιρέσιον, προτιμῶν ἕτερον. Ἀκάκιος γοῦν τις αὐτῷ τῶν περὶ ῥητορικὴν δεινῶν καὶ ὁ ἐκ Φρυγίας Τουσκιανὸς ἀεὶ πρὸς ταῦτα ἐπεκάλουν καὶ διεμέμφοντο τὰς κρίσεις. ]
mu 56[ Μακάριος· δύο ἐγένοντο Μακάριοι ὁμώνυμοι καὶ περιβόητοι δι’ ἄσκησιν, διὰ βίον, διὰ τρόπον, διὰ τὰ μαθήματα. ὁ μὲν Αἰγύπτιος θαυματουργὸς ἦν καὶ μετὰ τοῦ εὐλαβοῦς πρὸς τοὺς ἐντυγχάνοντας αὐστηρός, ὁ δὲ Ἀλεξανδρεὺς κατὰ πάντα ὢν παραπλήσιος τῷ Αἰγυπτίῳ πρὸς τοὺς ἐντυγχάνοντας ἦν ἱλαρὸς καὶ τῷ χαριεντίζεσθαι τοὺς νέους ἦγε πρὸς ἄσκησιν. τούτων Εὐάγριος γενόμενος μαθητὴς τὴν δι’ ἔργων φιλοσοφίαν ἐκτήσατο, πρότερον λόγῳ μόνῳ φιλόσοφος ὤν· ὃς ἐν Κωνσταντινουπόλει ὑπὸ Γρηγορίου τοῦ θεολόγου εἰς τὴν τοῦ διακόνου προεχειρίσθη τάξιν· ἀλλὰ καὶ ἐς τὴν Αἴγυπτον κατελθὼν καὶ τοῖς προλεχθεῖσιν ἐντυχὼν ἀνδράσι τὸν ἐκείνων βίον ἐζήλωσε. τούτῳ καὶ βιβλία ἄγαν σπουδαῖα συγγέγραπται· ὧν τὸ μὲν Μοναχὸςπερὶ πρακτικῆς ἐπιγέγραπται, τὸ δὲ Γνωστικὸςπερὶ τῶν καταξιωθέντων γνώσεως· κεφάλαια δὲ αὐτοῦ νʹ· τὸ δὲ Ἀντιρρητικὸν πρὸς τοὺς πειράζοντας δαίμονας ἐν ηʹ διῃρημένον μέρεσι, κατὰ τὸν ἀριθμὸν τῶν ηʹ λογισμῶν· καὶ χʹ Προγνωστικὰ προβλήματα· καὶ Στιχηρὰ δύο, ἓν πρὸς τοὺς ἐν κοινοβίοις ἢ συνοδίαις μοναχοὺς καὶ ἓν πρὸς τὴν παρθένον. καί φησι κατὰ λέξιν οὕτως· ἀναγκαῖον τὰς ὁδοὺς τῶν προοδευσάντων μοναχῶν ὀρθῶς διερωτᾶν καὶ πρὸς αὐτὰς κατορθοῦσθαι· πολλὰ γάρ ἐστιν ὑπ’ αὐτῶν ῥηθέντα τε καὶ πραχθέντα καλῶς· ἐν οἷς καὶ τοῦτό τις ἔφησεν, ὅτι τὴν ξηροτέραν καὶ ἀνώμαλον δίαιταν, ἀγάπῃ συζευχθεῖσαν, θᾶττον διάγειν τὸν μοναχὸν εἰς ἀπάθειαν. ]
mu 365[ Μεγαλομερία. Πολύβιος περὶ Καρχηδονίων φησίν, ὅτι ὁ στόλος αὐτῶν περὶ ιεʹ μυριάδας ὑπῆρχεν· ἐφ’ οἷς οὐχ οἷον ἄν τις παρὼν καὶ θεώμενος ὑπὸ τὴν ὄψιν, ἀλλὰ κἂν ἀκούων καταπλαγείη τὸ τοῦ κινδύνου μέγεθος καὶ τὴν τῶν πολιτευμάτων ἀμφοτέρων μεγαλομερίαν καὶ δύναμιν. καὶ ὁ Θεολόγος· τοῖς τῶν μεγίστων ἢ τοῦ μεγίστου. μεγίστων ὡς ἐν τρισὶν ὑποστάσεσιν ὁμοουσίοις. ἢ τοῦ μεγίστου, διὰ τὸ κατ’ οὐσίαν ἓν καὶ ταυτὸ τῆς θεότητος. ἢ ὑπὲρ τὸ μέγα, διὰ τὸ μὴ ποσῷ τινι ἢ μεγέθει ἢ πηλικότητι περιγράφεσθαι. ]
mu 504[ Μελίαι· βέλη. δόρατα. μελίαι δ’ ἦσαν αὐταῖς αἱ κερκίδες· φησὶν ὁ θεολόγος Γρηγόριος. καὶ ἐν Ἐπιγράμμασι· οὕτω τοι, μελία ταναά, ποτὶ κίονα μακρὸν ἧσο, πανομφαίῳ Ζηνὶ μένουσ’ ἱερά. ]
omega 156[ Ὥρα· καιρὸς ἐπιτήδειος. εἰ μὲν εἰρήνης ἐπιθυμοῦσιν, ὥρα αὐτοῖς παραδοῦναι τὰ ὅπλα. καὶ ὁ Θεολόγος· ὥρα σοι καὶ βασιλείαν οὐρανῶν ἀτιμάζειν, ὅτι κόκκῳ σινάπεως ἀπεικάζεται. καὶ αὖθις Προκόπιος· ὥρα σοι μὴ περιϊδεῖν ἐμὲ μὲν πρὸς τῇ τῆς οἰκίας διαφθορᾷ καὶ χρημάτων ἐστερημένον τοσοῦτον πλῆθος. ]
omega 182[ Ὠριγένης, ὁ καὶ Ἀδαμάντιος, ἀνὴρ ἐλλογιμώτατος καὶ κατὰ πᾶσαν παιδείαν εἰς ἄκρον ἐξησκημένος· ἀκροατὴς γενόμενος Ἀμμωνίου τοῦ φιλοσόφου, τοῦ ἐπίκλην Σακκᾶ, τοῦ πλείστην ἐπίδοσιν ἐπὶ φιλοσοφίᾳ ἐσχηκότος. διά τοι τοῦτο καὶ εἰς τὴν τῶν λόγων ἐμπειρίαν πολλὴν παρὰ τοῦ διδασκάλου τὴν ὠφέλειαν ἐκληρώσατο· συνῆν τε γὰρ ἀεὶ τῷ Πλάτωνι ὁ προειρημένος ἀνήρ, τοῖς τε Νουμηνίου καὶ Κρονίου, Ἀπολλοφάνους τε καὶ Λογγίνου καὶ Μοδεράτου, Νικομάχου τε καὶ τῶν ἐν τοῖς Πυθαγορείοις ἐλλογίμων ἀνδρῶν ὡμίλει συγγράμμασιν. ἐχρῆτο δὲ καὶ Χαιρήμονος τοῦ Στωϊκοῦ Κορνούτου τε βίβλοις· παρ’ ὧν τὸν μεταληπτικὸν τῶν παρ’ Ἕλλησι μυστηρίων ἔγνω τρόπον. καὶ ἁπαξαπλῶς πολλὴν ἔσχε τὴν ἐπιστήμην τῶν ἐν φιλοσοφίᾳ δογμάτων, οὐ μόνον τῶν Ἑλληνικῶν, ἀλλὰ καὶ τῶν θείων τε καὶ ἡμετέρων, τουτέστι τῶν Χριστιανῶν. καὶ τί ἄν τις λέγοι περὶ τῆς ἐκείνου μικροῦ δεῖν ἀθανάτου καὶ μακαρίας φύσεως; ὅτι περ διαλεκτικήν, γεωμετρικήν, ἀριθμητικήν, μουσικήν, γραμματικὴν καὶ ῥητορικὴν καὶ πάντων τῶν φιλοσόφων τὰ δόγματα οὕτως ἐξέμαθεν, ὥστε σπουδαστὰς τῶν κοσμικῶν πραγμάτων ἀκροατὰς ἐσχηκέναι καὶ ἐξηγεῖσθαι αὐτοῖς ἑκάστοτε συνδρομάς τε πολλὰς πρὸς αὐτὸν γίνεσθαι. τοῦ δέ γε Ὠριγένους καὶ τῆς μεγαλοφυΐας αὐτοῦ καὶ Πορφύριος ὁ κατὰ Χριστιανῶν λυττήσας μνημονεύει καί φησιν· ὁ δὲ τρόπος τῆς ἀτοπίας ἐξ ἀνδρός, ᾧ κἀ γὼ κομιδῆ νέος ὢν τετύχηκα σφόδρα εὐδοκιμήσαντος καὶ ἔτι εὐδοκιμοῦντος δι’ ὧν καταλέλοιπε συγγραμμάτων, παρειλήφθω Ὠριγένης, οὗ κλέος παρὰ τοῖς διδασκάλοις τούτῳ τῶν λόγων μέγα διαδέδοται. καὶ αὗται μὲν αἱ παρὰ τῶν ἔξωθεν μαρτυρίαι τοῦ ἀνδρός, καὶ μάλιστα τῶν ἐχθρῶν. ταῦτα Πορφυρίῳ κατὰ τὸ τρίτον σύνταγμα τῶν γραφέντων [+] αὐτῷ [+] κατὰ [+] Χριστιανῶν [+] εἴρηται, ἐπαληθεύσαντι μὲν περὶ τῆς τοῦ ἀνδρὸς ἀσκήσεως, ψευσαμένῳ δὲ σαφῶς περὶ τῶν λοιπῶν( τί γὰρ οὐκ ἔμελλεν ὁ κατὰ Χριστιανῶν μανείς;) · ἐν οἷς αὐτὸν μέν φησιν ἐξ Ἑλλήνων μετατίθεσθαι, τὸν δ’ Ἀμμώνιον ἐκ βίου τοῦ κατὰ θεοσέβειαν ἐπὶ τὸν ἐθνικὸν ἐκπεσεῖν. ταῦτα μὲν εἰς παράστασιν τῆς Ὠριγένους καὶ περὶ τὰ Ἑλλήνων μαθήματα πολυπειρίας, περὶ ἧς πρός τινας μεμψαμένους αὐτῷ διὰ τὴν περὶ ἐκεῖνα σπουδὴν ἀπολογούμενος ἐν ἐπιστολῇ τινι ταῦτα γράφει· ἐπεὶ δὲ ἀνακειμένῳ μοι τῷ λόγῳ, τῆς φήμης διατρεχούσης περὶ τῆς ἕξεως ἡμῶν, προσῄεσαν ὁτὲ μὲν αἱρετικοί, ὁτὲ δὲ ἀπὸ τῶν Ἑλληνικῶν μαθημάτων, καὶ μάλιστα τῶν ἐν φιλοσοφίᾳ, ἔδοξεν ἐξετάσαι τά τε τῶν αἱρετικῶν δόγματα, καὶ τὰ ὑπὸ τῶν φιλοσόφων περὶ ἀληθείας λέγειν ἐπαγγελλόμενα. καὶ ταῦτα μὲν τοιαῦτα περὶ τῆς ἀσκήσεως ἀπολογουμένῳ εἴρηται. κατὰ τοῦτον δὴ τὸν χρόνον καὶ ἡ Ἀλεξάνδρου τῶν Ῥωμαίων βασιλέως μήτηρ Μαμαία εἰς λόγους Ὠριγένει συνῆλθεν ἐν Ἀντιοχείᾳ καὶ παρ’ αὐτοῦ κατηχήθη τὸν λόγον. ἐξ ἐκείνου δὲ τοῦ χρόνου τῶν εἰς τὰς θείας γραφὰς ὑπομνημάτων ἐγένετο ἀρχή, Ἀμβροσίου εἰς τὰ μάλιστα παρορμῶντος αὐτὸν μυρίαις ὅσαις οὐ προτροπαῖς ταῖς διὰ λόγων καὶ παρακλήσεσιν αὐτοῦ μόνον, ἀλλὰ καὶ ἀφθονωτάταις τῶν ἐπιτηδείων χορηγίαις. ταχυγράφοι τε γὰρ αὐτῷ πλείους ἢ ἑπτὰ τὸν ἀριθμὸν παρῆσαν ὑπαγορεύοντι, χρόνοις τεταγμένοις ἀλλήλους ἀμείβοντες, βιβλιογράφοι τε οὐχ ἥττους ἅμα καὶ κόραις ἐπὶ τῷ καλλιγραφεῖν ἠσκημέναις· ὧν ἁπάντων τὴν δέουσαν τῶν ἐπιτηδείων ἄφθονον χορηγίαν ὁ Ἀμβρόσιος παρεστήσατο· ναὶ μὴν καὶ ἐν τῇ περὶ τὰ θεῖα λόγια ἀσκήσει τε καὶ σπουδῇ προθυμίαν ἄφατον αὐτῷ συνεισέφερεν, ᾗ καὶ μάλιστα αὐτὸν προέτρεπεν ἐπὶ τὴν τῶν ὑπομνημάτων σύνταξιν. τοσαύτην δὲ ἔσχε σπουδὴν περὶ τὰς θείας γραφάς, ὥστε καὶ τὴν Ἑβραϊκὴν διάλεκτον, ἐναντιουμένην τῇ τε ἡλικίᾳ καὶ τῇ οἰκείᾳ φύσει, ἐκμαθεῖν, καὶ δίχα τῶν οʹ ἑρμηνευτῶν ἄλλας ἐκδόσεις εἰς ἓν συναγαγεῖν, Ἀκύλα λέγω τοῦ Ποντικοῦ καὶ Θεοδοτίωνος καὶ Συμμάχου τῶν Ἐβιωναίων( αἵρεσις δέ ἐστιν αὐτῶν ψιλὸν τὸν Χριστὸν ἄνθρωπον δοξαζόντων) · οἵ τινες τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ὑπεμνημάτισαν, δι’ οὗ καὶ τὸ ἴδιον δόγμα βεβαιῶσαι σπεύδουσιν. ὁμοίως δὲ πέμπτην καὶ ἕκτην καὶ ἑβδόμην ἔκδοσιν. ἐκ τῶν Εὐσεβίου τοῦ Παμφίλου ἱστοριῶν περὶ Ὠριγένους [+]. τοσαύτη δὲ εἰσήγετο τῷ Ὠριγένει τῶν θείων λόγων ἀπηκριβωμένη ἡ ἐξέτασις, ὡς μόνας πρωτοτύπους αὐτοῖς Ἑβραίων στοιχείοις γραφὰς κτῆμα ἴδιον ποιήσασθαι ἀνιχνεῦσαί τε τὰς τῶν ἑτέρων παρὰ τοὺς οʹ τὰς ἱερὰς γραφὰς ἑρμηνεύσαντα ἐκδόσεις καί τινας ἑτέρας παρὰ τὰς κατημαξευμένας ἑρμηνείας ἐναλλαττούσας, τὴν Ἀκύλου καὶ Συμμάχου καὶ Θεοδοτίωνος, ἐφευρεῖν, ἃς ἐξ ἀπορρήτων οὐκ οἶδ’ ὁπόθεν τυχὸν τῷ πάλαι λανθανούσας χρόνῳ εἰς φῶς ἀνιχνεύσας προήγαγεν. ἔν γε μὴν τοῖς Ἑξαπλοῖς τῶν Ψαλμῶν μετὰ τὰς ἐπισήμους τέσσαρας ἐκδόσεις οὐ μόνον πέμπτην, ἀλλὰ καὶ ἕκτην καὶ ἑβδόμην παραθεὶς ἑρμηνείαν, ἐπὶ μιᾶς αὖθις σεσημείωται, ὡς ἐν Ἱεριχοῖ εὑρημένης ἐν πίθῳ. ταύτας δὲ ἁπάσας εἰς ἓν συναγαγὼν διελθών τε πρὸς κῶλον καὶ ἀντιπαραθεὶς ἀλλήλαις μετὰ καὶ αὐτῆς τῆς Ἑβραίων σημειώσεως, τὰ τῶν λεγομένων Ἑξαπλῶν ἡμῖν ἀντίγραφα καταλέλοιπεν, ἰδίως δὲ τὴν Ἀκύλου καὶ Συμμάχου καὶ Θεοδοτίωνος ἔκδοσιν ἅμα τῇ τῶν οʹ ἐν τοῖς Τετραπλοῖς ἐπισκευάσας. καὶ ἁπλῶς πᾶσαν γραφὴν ὑποσημηνάμενος ἐκκλησιαστικὴν πλεῖστα καὶ ἀναρίθμητα καταλέλοιπεν, ὡς ἐξ ἐκείνου πάντας τοὺς μετέπειτα τῆς ἐκκλησίας διδασκάλους τὰς ἀφορμὰς εἰληφέναι, ὡς ὁ θεολόγος φάσκει Γρηγόριος· Ὠριγένης ἡ πάντων ἡμῶν ἀκόνη. οὐ μόνον δὲ τῇ καθ’ ἡμᾶς ἐκκλησίᾳ, ἀλλὰ καὶ τοῖς τῶν ἔξωθεν πολλὴν παρείχετο τὴν ὠφέλειαν, αἱρετικοῖς τε καὶ φιλοσόφοις, μονονουχὶ πρὸς τοῖς θείοις καὶ τὰ φιλόσοφα παρ’ αὐτοῦ παιδευόμενοι. εἰσῆγέ τε γὰρ ὅσους εὐφυῶς ἔχοντας ἑώρα καὶ ἐπὶ τὰ φιλόσοφα μαθήματα, γεωμετρίαν καὶ ἀριθμητικὴν καὶ τ ἄλλα παιδεύματα παραδιδούς, εἴς τε τὰς αἱρέσεις τὰς παρὰ τοῖς φιλοσόφοις προάγων καὶ τὰ παρὰ τούτοις συγγράμματα διηγούμενος, ὑπομνηματιζόμενός τε καὶ θεωρῶν εἰς ἕκαστα, ὡς ἤδη μέγαν καὶ παρ’ αὐτοῖς Ἕλλησι φιλόσοφον τὸν ἄνδρα κηρύττεσθαι. μάρτυρες δὲ τῆς περὶ ταῦτα αὐτοῦ κατορθώσεως αὐτῶν Ἑλλήνων οἱ κατ’ αὐτὸν ἠκμακότες φιλόσοφοι, ὧν ἐν συγγράμμασι πολλὴν μνήμην εὕρομεν τοῦ ἀνδρός, τοτὲ μὲν αὐτῷ προσφωνούντων, τοτὲ δὲ οἷα διδασκάλῳ ἐς τὴν αὐτοῦ κρίσιν τοὺς ἰδίους ἀναφερόντων πόνους. τῷ δὲ Ὠριγένει ἐπὶ τῆς Καισαρείας τὰ συνήθη πράττοντι πολλοὶ προσῄεσαν οὐ μόνον τῶν ἐπιχωρίων, ἀλλὰ καὶ τῆς ἀλλοδαπῆς μυρίοι φοιτηταὶ τὰς πατρίδας ἀπολείποντες· ὧν ἐπισήμους μάλιστα ἔγνωμεν Θεόδωρον, ὃς ἦν αὐτὸς οὗτος ὁ καθ’ ἡμᾶς ἐπισκόπων διαβόητος ΓρηγόριοςΘαυματουργός, ὅ τε τούτου ἀδελφὸς Ἀθηνόδωρος. οἷς ἀμφὶ τὰ Ἑλλήνων καὶ Ῥωμαίων μαθήματα δεινῶς ἐπτοημένοις φιλοσοφίας εἰς ἔρωτα τῆς προτέρας σπουδῆς τὴν θείαν ἄσκησιν ἀντικαταλλάξασθαι προετρέψατο. πέντε δὲ ὅλοις ἔτεσιν αὐτῷ συγγενόμενοι τοσαύτην ἀπηνέγκαντο περὶ τὰ θεῖα βελτίωσιν, ὡς ἔτι νέους ἄμφω ἐπισκοπῆς τῶν κατὰ Πόντον ἐκκλησιῶν ἀξιωθῆναι. τῷ δὲ Ὠριγένει κατὰ τοῦτον τὸν χρόνον τὰ εἰς τὸν Ἠσαΐαν [+], ἐν ταυτῷ δὲ καὶ εἰς τὸν Ἰεζεκιὴλ [+] συνετάττετο, ὧν εἰς μὲν τὸ τρίτον μέρος τοῦ Ἠσαΐου μέχρι τῆς ὁράσεως τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ τριάκοντά εἰσι τόμοι· εἰς δὲ τὸν Ἰεζεκιὴλ πέντε καὶ εἴκοσιν, οὓς καὶ μόνους εἰς τὸν πάντα πεποίηται προφήτην. ἔτος δ’ ἦν αὐτῷ ἑξηκοστὸν, ἐν ᾧ ταῦτα συνέταττεν· ἐν ᾧ καὶ ὁ μακάριος μάρτυς Πάμφιλος μαρτυρίῳ τὸν βίον διεξῆλθε. τὸ δὲ εἰς τὸ κατὰ Ἰωάννην [+] Εὐαγγέλιον ἐξηγητικὸν σημαίνει, τὰ πρότερα πέντε ἐπ’ Ἀλεξανδρείας ἔτι ὄντα αὐτὸν συντάξαι. τῆς δὲ εἰς τὸ πᾶν Εὐαγγέλιον πραγματείας μόνοι βʹ καὶ κʹ περιῆλθον τόμοι, ιβʹ δὲ τῶν εἰς τὴν Γένεσιν καὶ εἰς τοὺς πρώτους δὲ εʹ καὶ κʹ ψαλμοὺς, ἔτι τε τὰ εἰς τοὺς Θρήνους· καὶ τὰ Περὶ ἀναστάσεως καὶ τὰ Περὶ ἀρχῶν. γράφει δὲ καὶ τοὺς ἐπιγεγραμμένους Στρωματεῖς, ὄντας τὸν ἀριθμὸν ιʹ, οὓς καὶ συνέταξε κατὰ τὴν Ἀλεξάνδρου βασιλείαν. τὸν μέντοι πρῶτον ἐξηγούμενος ψαλμὸν ἔκθεσιν πεποίηται τῶν ἱερῶν γραφῶν τῆς παλαιᾶς διαθήκης καταλόγου, ὧδέ πως λέγων κατὰ λέξιν· οὐκ ἀγνοητέον δέ, ὡς εἶναι τὰς ἐνδιαθήκους βίβλους, ὡς Ἑβραῖοι παραδιδόασι, βʹ καὶ κʹ, ὅσος ἀριθμὸς τῶν παρ’ αὐτοῖς στοιχείων ἐστίν. εἶτα ἐπιφέρει λέγων· εἰσὶ δὲ αἱ εἴκοσι δύο βίβλοι καθ’ Ἑβραίους αἵδε· Γένεσις, Βαρησίθ, ὅ ἐστιν ἐν ἀρχῇ· καὶ αἱ λοιπαὶ καθεξῆς. ἔζησε δὲ ἕως Γάλλου καὶ Βολουσιανοῦ, τουτέστιν ἕως θʹ καὶ ξʹ ἐτῶν τῆς ἡλικίας αὐτοῦ· καὶ ἐκοιμήθη ἐν Τύρῳ, ἐν ᾗ καὶ ἐτάφη. ὁ δὲ πατὴρ αὐτοῦ Λεωνίδης μαρτυρίῳ τῷ διὰ Χριστὸν ἐτελειώθη. ]
pi 1089[ Περίγρα· ὁ διαβήτης, δι’ ἧς οἱ τροχοὶ περιφερεῖς ἀποτελοῦνται· πυράγρας γὰρ οὐδεμία πρὸς ἁμάξης κατασκευὴν χρεία. ἔστι δὲ βοηθῆσαι καὶ τῇ κρατούσῃ γραφῇ, ἐπεὶ καὶ πυράγραις ἐπὶ ταῖς σιδηροτρόχοις ἁμάξαις χρῶνται, περίγραις δὲ ἐπὶ ταῖς ξυλίναις. ὁ Θεολόγος Γρηγόριός φησιν εἰς τὸν συντακτήριον· εἰ γὰρ ἐγὼ μὲν εἰς δόξαν θεοῦ, τοῦτο δὲ δι’ ἐμέ, ἡ πυράγρα διὰ τὴν ἅμαξαν ἢ ὁ πρίων διὰ τὴν θύραν· νικῶ τῇ αἰτίᾳ. ]
pi 1094[ Περιδέξιος· ὁ καὶ τῇ ἀριστερᾷ ἐργαζόμενος. παρὰ δὲ τῷ Θεολόγῳ λέγοντι, καὶ ὅπως ἀποφεύξῃ τὸν περιδέξιον. περιδέξιόν ἐστι πᾶν διλήμματον· ἑκατέρωθεν γὰρ βούλεται συνάγειν. Περιδέξιος καὶ ὁ σοφός. οἷος ἐκεῖνος ἀεὶ περιδέξιος ἥρως. παρὰ Καλλιμάχῳ. ]
pi 1494[ Πηδαλιουχεῖν· κυβερνᾶν. Ἀριστοφάνης· ἐρέτην χρὴ πρῶτα γενέσθαι, πρὶν πηδαλίοις ἐπιχειρεῖν· κἀντεῦθεν πρωρατεῦσαι καὶ τοὺς ἀνέμους διαθρῆσαι κ ᾆτα κυβερνᾶν αὐτὸν ἑαυτῷ. τοῦτό φησι καὶ ὁ Θεολόγος ὅλον τὸ χωρίον. ]
pi 1889[ Πολέμων, Λαοδικεύς, ἤγουν ἐκ Λαοδικείας τῆς πρὸς τῷ Λύκῳ ποταμῷ, ῥήτωρ καὶ σοφιστής, σοφιστεύσας ἐν Σμύρνῃ, διδάσκαλος Ἀριστείδου τοῦ ῥήτορος. ἦν δὲ ἐπί τε Τραιανοῦ καὶ μετ’ αὐτόν. μαθητὴς δὲ ἐγένετο Τιμοκράτους τοῦ ἐξ Ἡρακλείας τῆς ἐν τῷ Πόντῳ φιλοσόφου καὶ Σκοπελιανοῦ τοῦ σοφιστοῦ. ἐτελεύτησε δὲ ἓξ καὶ πεντήκοντα ἐνιαυτῶν, ἑαυτὸν ἐν τῷ τάφῳ ἐμβαλὼν καὶ ἀποκαρτερήσας διὰ τὸ συνέχεσθαι τῇ ἀρθρίτιδι νόσῳ. διὸ καὶ τῶν συγγενῶν καὶ φίλων θρηνούντων, λέγεται εἰπεῖν πρὸς αὐτοὺς τὸν Πολέμωνα· δότε μοι ἕτερον σῶμα, καὶ μετεμβήσομαι. καὶ τοῖς ἰατροῖς δὲ ἐπὶ συχνῷ τέμνουσιν αὐτὸν ἔλεγεν· ἐκτέμνετε τὰς Πολέμωνος λατομίας ὡς τάχιστα. τούτου τῷ χαρακτῆρι ἠκολούθησε ΓρηγόριοςΘεόλογος. ]
pi 2581[ Πρός· εἰς μῆκος δὲ ὅσον πόδας ξʹ καὶ πρός. ἀντὶ τοῦ πλεῖον, περισσότερον. καὶ ὁ Θεολόγος· καὶ μικρόν τι πρός. ]
sigma 1780[ Σχέσις· ὁρμή, συνάφεια. Σχέσις ἐπὶ τῶν πρὸς τὶ λέγεται, οἷον πατρὸς πρὸς υἱόν, φίλου πρὸς φίλον· ταῦτα γὰρ καὶ ἔχει καὶ ἔχεται ὑπ’ ἀλλήλων· διὸ καὶ σχέσεις προσείρηνται. πρός τι δέ εἰσι καὶ τὰ κατὰ σύγκρισιν λεγόμενα, οἷον μικρόν, μεῖζον, διπλάσιον, καὶ ἐπιστήμη, καὶ αἴσθησις. καὶ ὁ Θεολόγος· ὡς μόνας τὰς σχέσεις λείπεσθαι ὀρφανὰς τῶν πραγμάτων. ἀφίεμεν γὰρ τὴν μητέρα, καὶ ἀφιέμεθα ὑπ’ αὐτῆς· ὥστε μερίζεσθαι εἰς υἱοὺς καὶ πατέρας. τὸ δὲ θεῖον ἀμέριστον. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License