Procopius) - urn:cts:greekLit:tlg4029Caesarea Maritima (Wikidata) (Pleiades)
Constantinople (Wikidata) (Pleiades)
historian (Wikidata)
lawyer (Wikidata)
writer (Wikidata)
urn:cts:greekLit:tlg4029.suda001
urn:cts:greekLit:tlg4029.suda002
| alpha | 112 | [ | Ἀγαθίας· σχολαστικὸς, Μυριναῖος, ὁ γράψας τὴν μετὰ Προκόπιον [+] ἱστορίαν τὸν Καισαρέα [+], τὰ κατὰ Bελισάριον καὶ τὰς ἐν Ἰταλίᾳ καὶ ἐν Λιβύῃ πράξεις, τουτέστι τὰ κατὰ Nαρσῆν ἐν Ἰταλίᾳ καὶ τὰ ἐν Λαζικῇ καὶ Βυζαντίῳ. οὗτος συνέταξε καὶ ἕτερα βιβλία ἔμμετρά τε καὶ καταλογάδην, τά τε καλούμενα Δαφνιακά, καὶ τὸν Κύκλον τῶν νέων Ἐπιγραμμάτων, ὃν αὐτὸς συνῆξεν ἐκ τῶν κατὰ καιρὸν ποιητῶν. συνήκμασε δὲ Παύλῳ τῷ Σελεντιαρίῳ καὶ Μακεδονίῳ τῷ ὑπάτῳ καὶ Τριβουνιανῷ ἐπὶ τῶν Ἰουστινιανοῦ χρόνων. | ] |
| alpha | 410 | [ | Ἀγχίστροφοι: συστραφέντες, ἢ ταχὺ ἐπιστρεφόμενοι. Προκόπιος· ἥ τε μάχη καρτερὰ ἐγεγόνει καὶ ἐκ χειρὸς ἦν, ἀγχιστρόφους τε τὰς διώξεις ἐποιοῦντο ἐς ἀλλήλους ἑκάτεροι. καὶ αὖθις· εἶτα ὑμεῖς τὰς φάλαγγας ἐξελίξαντες ἀγχίστροφοι γενόμενοι, ἀντιμέτωποι γίνεσθε τοῖς διώκουσι. καὶ αὖθις· τῷ ἀγχιστρόφῳ τῆς τύχης. καὶ ὁ Θηραμένης ποικίλος τις ὢν καὶ ἀγχίστροφος, καθωμίλει τοῖς καιροῖς πρὸς τὸ κρεῖττον ἀεὶ διδοὺς ἑαυτόν. | ] |
| alpha | 906 | [ | Ἀκμήν: ἔτι. τὰς δὲ ἀκμὴν ἀνασειομένας πόλεις πρὸς τὴν τῶν Ῥωμαίων ἔχθραν τῷ φόβῳ κατασβεννύων. Προκόπιος· ὁ δὲ τοῦ καιροῦ τὴν ἀκμὴν ἐν τῷ παραυτίκα μεθῆκεν, ἧς γε οὐκ ἔτι ἀντιλαβέσθαι οἷός τε ἐγεγόνει. Ἀκμή· ἐν συλλήψει ἢ ἐν διαστάσει. | ] |
| alpha | 1492 | [ | Ἁλμαρτάδας: ἀπὸ τῆς ἁμαρτὰς εὐθείας. Προκόπιος· αἱ τῶν γυναικῶν ἁμαρτάδες οὐκ ἐπὶ τοὺς ἄνδρας ἵενται μόνον, ἀλλὰ καὶ παίδων ἅπτονται μᾶλλον, οὕς γε καὶ δόξαν τινὰ φέρεσθαι ἐκ τοῦ ἐπιπλεῖστον συμβήσεται, ὡς φύσει τρόπου ταῖς γειναμέναις ἐοίκασιν. | ] |
| alpha | 1822 | [ | Ἀνάγεσθαι: τὸ ἐκ Βυζαντίου ἀπαίρειν. Προκόπιος· οὐ γὰρ θέμις τινὰ ἐκ Βυζαντίου ἀνάγεσθαι πρὸς τῶν ἀνδρῶν. καὶ Ἀνάγειν, τὸ μηνύειν τὸν πεπρακότα καὶ ἐπ’ ἐκεῖνον ἰέναι. οὕτως Λυσίας καὶ Δείναρχος. | ] |
| alpha | 1859 | [ | Ἀναδούμενος: στέφανον τιθέμενος. καὶ Ἀναδουμένην, στεφανουμένην. Προκόπιος· αἶσχος ἀναδουμένην οὕτω μέγα πρὸς πάντων ἀνθρώπων. | ] |
| alpha | 2056 | [ | Ἀνάρτησις: ἡ ἐπὶ ξύλου καθήλωσις. καὶ Ἀνάρτησον, κρέμασον. καὶ Ἀναρτώμενος, κρεμώμενος. Προκόπιος· ὁ δὲ ἐπανῆκεν ἐπιστολὴν ἔχων ταῖς ὁμοίαις ἐλπίσιν αὐτοὺς ἀναρτῶσαν. | ] |
| alpha | 3460 | [ | Ἀπόνοια: ἄνοια, ὕβρις. Προκόπιος· ἀδικούμενοι εἰώθασιν εἰς ἀπόνοιαν τρέπεσθαι οἱ ἄνθρωποι, ὅπερ ἔπαθον καὶ οἱ Βένετοι ἐπὶ Ἰουστινιανοῦ. καὶ πρῶτα μὲν τοῖς στασιώταις τὰ ἀμφὶ τὴν κόμην ἐς νεώτερόν τινα παραβέβληται τρόπον. ἀπεκείροντο γὰρ αὐτὴν οὐδὲν ὁμοίως τοῖς ἄλλοις. τοῦ μὲν γὰρ μύστακος καὶ τοῦ γενείου οὐδαμῆ ἥπτοντο, ἀλλ’ αὐτὸν κατακομᾶν ἐπὶ πλεῖστον ὥσπερ οἱ Πέρσαι ἐς ἀεὶ ἤθελον. τῶν δὲ ἐν τῇ κεφαλῇ τριχῶν τὰ ἔμπροσθεν ἄχρι ἐς τοὺς κροτάφους ἀποτεμνόμενοι, τὰ ὄπισθεν ἀποκρέμασθαί σφισιν ἐπὶ μακρό τατον λόγῳ οὐδενὶ εἴων, ὡς οἱ Μασσαγέται. διὸ καὶ Οὐννικὸν ἐκαλεῖτο τὸ αὐτὸ εἶδος. καὶ τὰ ἱμάτια εὐπάρυφα ἠξίουν εἶναι. καὶ αὖθις Ἰουλιανός· τὸ μὴ προιδέσθαι τό τε δυνατὸν καὶ τὸ ἀδύνατον ἐν πράγμασι τῆς ἐσχάτης ἀπονοίας ἐστὶ σημεῖον. | ] |
| alpha | 3485 | [ | Ἀποπορεία: ἡ ἐπαναχώρησις. ἐκκελεύσασθαι δὲ τοῖς ἑπομένοις οἰκέταις ἐπιταχῦναι τὴν ἀποπορείαν. τὴν ἀποστροφὴν, τὴν ἐπάνοδον. Προκόπιος· ὁ δὲ Χοσρόης οὐκ ἐβούλετο τὴν ἀποπορείαν, ᾗπερ ἐληλύθει, ποιήσασθαι. τουτέστι τὴν ἐπάνοδον. | ] |
| alpha | 3832 | [ | Ἀρετῶ: τὸ ἀρετῆς ἐπιμελοῦμαι. Προκόπιος· ἀμφότεροι δὲ, οἱ μὲν θανατῶντες, οἱ δὲ ἀρετῶντες, ἐπὶ τοὺς πέλας πολλῷ ἵεντο. | ] |
| alpha | 4378 | [ | Ἄτρακτον: βέλος μεταφορικῶς. Σοφοκλῆς· πρὸς δὲ τού τοις, ὅ μοι βάλοι νευροσπαδὴς ἄτρακτος, αὐτὸς ἂν τάλας εἰλυόμην δύστηνος ἐξέλκων πόδα. καὶ Προκόπιος· τινὸς τῶν ἐν ταῖς ἐπάλξεσιν ἀμυνομένων εὐστοχώτατα ἀφιέντος τὸν ἄτρακτον ἀνήρηται βλαβείς. καὶ Μένανδρος· ὁ δὲ ἐπετοξάζετο κατὰ τοῦ βαρβάρου, καὶ μάλα εὐστοχώτατα τὸ κέρας ἐκτείνας ἀφίησι τὸν ἄτρακτον κατὰ τοῦ Κώχ. καὶ ἐν Ἐπιγράμμασι· θερμὸν δ’ ἐπὶ θερμῷ ἰάλλει ἄτρακτον. Ἄτρακτος καὶ τὸ γυναικεῖον ἐργαλεῖον. ἀραχναίοιο μίτου πολυδινέα λάτριν ἄτρακτον, δολιχᾶς οὐκ ἄτερ ἀλακάτας. καὶ αὖθις· καὶ δακτυλότριπτον ἄτρακτον, σπονδυλοδινήτῳ νήματι νηχόμενον. καὶ αὖθις· τόν τε καρηβαρέοντα, πολυροίβητον ἄτρακτον, κλωστῆρα στρεπτάς εὔδρομον ἁρπεδόνας. | ] |
| delta | 68 | [ | Δάρας· Προκόπιος· Ῥωμαίων δὲ ἱππεῖς ἦσαν ἄρχοντες ἱππέων, οἳ τὰ πρότερα τὴν ἐς Δάρας μάχην διήνεγκαν. | ] |
| delta | 244 | [ | Δέον· τὸ πρέπον. ὅτι συνέχει ἐν οἷς χρή. Προκόπιος· μίαν πηγὴν οὖσαν, οὐ δέον αὐτὴν ἐκπεπωκότων ἀποξηρανθῆναι. | ] |
| delta | 326 | [ | Δειμαίνει· φοβεῖται. Προκόπιος· οὐδέ τι πρὸς τοῦ ξυνοικοῦντος δειμαίνουσα δέος οὔτε αἰδῶ τινα ἔργου ἐλάμβανε πώποτε. πάντες δειμαίνοντες τοῦ εὐνούχου Εὐτροπίου τὴν ἀκοὴν ἐξεστήκεσαν, καθάπερ οἱ μνηστῆρες τὸν Ὀδυσσέα γυμνωθέντα τῶν ῥακίων ἰδόντες. καὶ Δειμαίνοντα, φοβούμενον. οἱ δὲ μάλιστα μὲν καὶ ὡς ἀμφὶ τῷ περιβόλῳ δειμαίνοντες, χώραν περιβεβλημένῳ πολλήν. | ] |
| delta | 1009 | [ | Διήνεγκαν· γενικῇ. ὑπέμειναν, ἐκαρτέρησαν. Προκόπιος· Ῥωμαίων δὲ ἱππεῖς ἦσαν ἄρχοντες ἱππέων, οἳ τὰ πρότερα τὴν ἐς Δάρας μάχην διήνεγκαν. τουτέστιν ὑπερήνεγκαν, ἢ διεπράξαντο. καὶ αὖθις· ἐπ’ ἐννέα διήνεγκε τὴν πολιορκίαν ἔτη. | ] |
| epsilon | 165 | [ | Ἐγγυήσασθαι· αἰτιατικῇ. μνηστεύσασθαι. καὶ Ἐγγυητὴ γυνή, ἡ μεμνηστευμένη. Προκόπιος· ἡ δὲ ἐγγυητὴ ὕστερον Βελισαρίῳ γυνὴ γέγονεν ἤδη παίδων μήτηρ γενομένη πολλῶν. εὐθὺς οὖν ἠξίου μοιχεύτρια τὸ ἑξῆς εἶναι. | ] |
| epsilon | 355 | [ | Ἑκαστάτω· πορρωτάτω. Προκόπιος· ἑκαστάτω τῆς τοῦ βαρβάρου ἐπιβουλῆς ὄντες. | ] |
| epsilon | 1301 | [ | Ἐνῆγεν· ἐκίνει, παρέπειθεν. Προκόπιος· ἐνῆγε δὲ αὐτὸν ἐς τοῦτο Χριστιανῶν λόγος καὶ ἔδακνεν αὐτοῦ τὴν διάνοιαν, ὅτι ἀνάλωτον Ἔδεσσαν ἰσχυρίζοντο εἶναι. καὶ αὖθις· ἐνῆγε δὲ πάντας εἴς τε τὰς εὐχὰς τὰς ὑπὲρ αὐτοῦ καὶ τὴν ὀφειλομένην εὔνοιαν, ἥ τε χρεία τῆς στρατείας ἀναγκαία οὖσα, ἣν ὑπὲρ πάντων κοινῇ ποιούμενος δῆλος ἦν, τό τε κάλλος τὸ τοῦ σώματος καὶ τὸ μέγεθος. | ] |
| epsilon | 1422 | [ | Ἐν παραβύστῳ· ἐν μυστηρίῳ. ἠράσθη αὐτοῦ τὰ μὲν πρῶτα ἐν παραβύστῳ, τελευτῶσα δὲ καὶ οἰκετῶν παρόντων. Ἐν παραβύστῳ, ἐν ἀποκρύφῳ. Προκόπιος· ὕβριζον ἐς αὐτὸν οὐ σιγῇ οὐδὲ ἐν παραβύστῳ, ἀλλ’ ἐς ὄψιν. | ] |
| epsilon | 1650 | [ | Ἐξερρωγυῖα· διεφθαρμένη. Προκόπιος· γυνὴ τὸν τρόπον ἐξερρωγυῖα. καὶ οἱ θυμοὶ τῶν ὑπασπιστῶν τῆς Εὐδοξίας κατὰ τοῦ Χρυσοστόμου ἐξερρώγησαν. | ] |
| epsilon | 2054 | [ | Ἐπενεγκών· δοτικῇ. καταδικάσας. Προκόπιος· ἐπενεγκών τε αὐτῷ, ὅτι δὴ ὡς ἥκιστα ἀληθίζεται, ἄμφω τὼ χεῖρε ἀπέκοψεν. | ] |
| epsilon | 2151 | [ | Ἐπεί οἱ· Προκόπιος· ἐπεί οἱ οὐκ ἦν βουλομένῳ ἐς χεῖρας ἰέναι τοῖς πολεμίοις. | ] |
| epsilon | 2256 | [ | Ἐπιβύσαντες· ἐπικαλύψαντες, σκεπάσαντες. Προκόπιος· ἐπιβύσαντες τοὺς ῥωχμοὺς χώματι τὸ ὕδωρ μετοχετεύουσι. καὶ Ἀκρόβυστος, ὁ τὸ ἄκρον βεβυσμένον ἔχων. | ] |
| epsilon | 2306 | [ | Ἐπίδοξος· ἔνδοξος· ἢ προσδόκιμος. ὡς τό, ἐπίδοξος γὰρ ἦν αὐταρχῆσαι. καὶ Προκόπιός φησι· παρεχομένη χιλίας ἀργύρου λίτρας τὸν υἱωνὸν ὠνεῖσθαι ἐπίδοξος ἦν. καὶ αὖθις· ὁ δὲ ἀπήγγειλεν, ὡς Πέρσαι ἐπίδοξοί εἰσιν ἐς τὴν Ῥωμαίων γῆν εἰσβάλλειν. ἀντὶ τοῦ προσδόκιμοι. καὶ αὖθις· ἐᾶσαι τὴν ὁδόν, ᾗ ἔνδοξοι ἦσαν ἐπιθήσεσθαι οἱ Πέρσαι. | ] |
| epsilon | 2315 | [ | Ἐπιεικῶς· τὸ ἐπίρρημα τοῦτο σημαίνει τὸ πάνυ. σημαίνει καὶ παραδόξως, καὶ παρ’ ἐλπίδα, καὶ τὸ μετὰ ἐπιεικείας καὶ χρηστότητος. σημαίνει καὶ τὸ μετρίως, ἤτοι συμμέτρως, καὶ τὸ ἱκανῶς. Προκόπιος· Λαζοὶ δὲ ἐπιεικῶς ἤχθοντο. δεῖσθαι χρημάτων οὐ πολλῶν εἰς τὴν ὁδόν, ζήσεσθαι γὰρ ἐπιεικῶς. καὶ αὖθις· ταῦτα παρ’ ἐλπίδα τοῦ βασιλέως εἰς τὸ αὔθαδές τε καὶ ὑπέρογκον φέροντα ἢ καθότι εἰκάζετο, ἐπιεικῶς γεγράφθαι ἔδοξεν. καὶ αὖθις· τοιγαροῦν κομιδῆ ἐπιεικῶς ἀνατίθησι τῷ ἐπὶ πάντων θεῷ τὰς ἡνίας τῆς ἀποδράσεως. | ] |
| epsilon | 2409 | [ | Ἐπίκωμος· ὑβριστής, συγχαίρων. ταῦτα δὲ ἀχρεῖα τυγχάνειν ἔδοξεν, ὡς περιττὸς ἐπίκωμος. ὁ Προκόπιός φησι περὶ Θεοδοσίου βασιλέως. | ] |
| epsilon | 2838 | [ | Ἐπωμίς· εἶδος περιβολαίου. ἐπωμίδες δὲ καὶ ἀναξυρίδες καὶ τῶν ὑποδημάτων τὰ πλεῖστα ἐς τῶν Οὔννων τό τε ὄνομα τὸν τρόπον ἀποκέκριται σφίσι. Προκόπιός φησιν. οἱ μὲν γὰρ τὰ μυστήρια παραλαμβάνοντες μύσται καλοῦνται, οἱ δὲ τῷ ἑξῆς ἐνιαυτῷ ἔφοροι καὶ ἐπόπται. ἐγὼ οὖν, φησίν, ὅταν λάθρα καταράσωμαι τῷ δεσπότῃ, λίαν οὕτως ἥδομαι, ὡς δοκεῖν μυστήρια ἐποπτεύειν καὶ ἑορτάζειν. τὸ δέ, ἀλλ’ ἐποπτεύω, ἀντὶ τοῦ οὐ ἀλλὰ ἐν οἵῳ τρόπῳ λέγομεν, οὐχ οἷον ἥδομαι, ἀλλ’ ὑπερήδομαι. | ] |
| epsilon | 3927 | [ | Ἐφίππειον. ἐκλῦσαι δὲ τὸν ἵππον τοῦ χαλινοῦ καὶ τοῦ ἐφιππείου. οἱ δὲ Σκύθαι ᾔτουν ἀποδοθῆναι σφίσι τὸ ἐφίππειον, τʹ αἰχμαλώτους Ῥωμαίων ἀντιδωρούμενοι. ἐμοὶ μὲν ἔξω λόγου δοκεῖ. ὅτι τοσούτοις τὸ ἐφίππειον ἐτιμήσαντο. οἱ δὲ Ῥωμαῖοι τῶν αἰχμαλώτων οὐκ ἠλλάξαντο. Προκόπιός φησιν. | ] |
| zeta | 120 | [ | Ζώγρια· δι’ ὧν λύτρων τὸ ζῆν περιγίνεται. Προκόπιος· τῷ Χοσρόῃ ζώγρια δόντες τὴν πόλιν καὶ σφᾶς αὐτοὺς διεσώσαντο. | ] |
| eta | 406 | [ | Ἠξίου· διὰ φροντίδος εἶχε. Προκόπιος· οὐ γὰρ ἠξίου τοῖς καιροῖς ἐναρμόζειν τὰς πράξεις, ἀλλ’ ἀπὸ καιροῦ παντὸς εἰργάζετο. καὶ Ἠξίων. | ] |
| theta | 556 | [ | Θυμέλη· ἡ αὐλητική. πολλάκις ἐν θυμέλῃσι καὶ ἐν σκηνῇσι τεθηλὼς βλαισὸς Ἀχαρνίτης κισσὸς ἔρεψε κόμαν. Προκόπιος· μητρὸς δὲ τῶν τινος ἐν θυμέλῃ πεπορνευμένων. | ] |
| kappa | 1964 | [ | Κολωνός· γῆς ἀνάστημα, τόπος ὑψηλός. Προκόπιος· ἐπειδὰν δὲ εἰς τὸν τοῦ ὄρους κολωνὸν ἵκωνται, ἐνταῦθα ἡσυχάζοντας τὸ λοιπὸν διανυκτερεύειν. Ἀρριανός· καθεώρων κολωνοὺς λίθων πολλαχοῦ τοῦ ὄρους νενεμημένους, τοὺς μὲν μείζους, τοὺς δὲ ἐλάττους· οὓς εἴκαζον ἐκ τοῦ πεδίου συνενηνέχθαι. ἦν γὰρ οὐ φύσει ἄλιθον, οὐδὲ εὔγειον τὸ πεδίον, ἀλλ’ οἷον εἰκασθῆναι ἐκκακαθαρμένον. | ] |
| lambda | 680 | [ | Λορδουμένη· φησὶ Προκόπιος περὶ Θεοδώρας τῆς Ἰουστινιανοῦ γαμετῆς· ἀποδυσαμένη ξὺν τοῖς μίμοις ἐν μέσῳ εἱστήκει, λορδουμένη τε καὶ τὰ ὀπίσω ἀποκοντῶσα. οἷον κεκαμμένη. | ] |
| lambda | 693 | [ | Λοῦτρον· τὸ ἀπόλουμα, τὸ ῥυπαρόν, τὸ ἀπόλουτρον. κἀκ τῶν βαλανείων πίεται τὸ λοῦτρον. Προκόπιος· τὸ βαλανεῖον ἐν παρασκευῇ ἐκέλευε γενέσθαι· λοῦσθαι γάρ οἱ ἐνταῦθα τῇ ὑστεραίᾳ βουλομένῳ εἶναι. ὅτι Ἑλλάδιος, Ἀλεξανδρεύς, γραμματικός, γεγονὼς κατὰ τὸν βασιλέα Θεοδόσιον τὸν μικρὸν ἔγραψεν Ἔκφρασιν τοῦ λούτρου Κωνσταντιανῶν. | ] |
| mu | 4 | [ | Μαγγανεία· ἡ γοητεία. ὁ δὲ νόσῳ περιέπεσεν ἐκ μαγγανείας χαλεπῇ καὶ πολλοὺς ἐπὶ τούτῳ ἁλόντας ἐκόλασε. Προκόπιος· καὶ τὸν ἄνδρα μαγγανείαις κατειλήφει πολλαῖς. | ] |
| mu | 1408 | [ | Μύλη· τὸ κάτω τοῦ μύλου· ὁ γὰρ ἄνω ὄνος λέγεται. Προκόπιος· τῶν δὲ ὀχετῶν γῆς Ῥωμαίων διαιρεθέντων, οὐκέτι τὸ ὕδωρ τὰς μύλας ἐνήργει. | ] |
| mu | 1426 | [ | Μυώνων· τῶν νευρωδῶν τόπων. Προκόπιος· Γότθων δέ τις ἀκοντίῳ βαλών, μυώνων δὲ οἳ ὄπισθέν εἰσι τῶν κνημῶν ἑκατέρων, ἐπιτυχών, ἐρχόμενος τὸν νεκρὸν εἷλκε. | ] |
| omicron | 228 | [ | Ὁμαλές· ἀπὸ τῆς ὁμαλής εὐθείας. Προκόπιος· οἱ δὲ εἰς φυγὴν ὥρμηντο, οὔτε εἰς τοῦ Βουργαῶνος τὴν ὑπερβολὴν ἀναδραμεῖν ἔχοντες, οὔτε εἰς τὸ ὁμαλές, διὰ τὸ ἐπικεῖσθαι τοὺς ἐναντίους. | ] |
| omega | 116 | [ | Ὠνίους· ἀγοραστούς· ἢ τιμίους. Προκόπιος· εἰ μὴ τὴν σωτηρίαν ὤνιον κτήσονται λύτρα διδόντες. Αἰλιανός· καὶ ἀπολύουσι δικασταὶ ὤνιοι αὐτόν. συμβουλεύει ἀσπάσασθαι τὰ Ῥωμαίων καὶ παρ’ αὐτοὺς ὤνιον ἀποκομίζειν τὴν μέταξαν. | ] |
| omega | 156 | [ | Ὥρα· καιρὸς ἐπιτήδειος. εἰ μὲν εἰρήνης ἐπιθυμοῦσιν, ὥρα αὐτοῖς παραδοῦναι τὰ ὅπλα. καὶ ὁ Θεολόγος· ὥρα σοι καὶ βασιλείαν οὐρανῶν ἀτιμάζειν, ὅτι κόκκῳ σινάπεως ἀπεικάζεται. καὶ αὖθις Προκόπιος· ὥρα σοι μὴ περιϊδεῖν ἐμὲ μὲν πρὸς τῇ τῆς οἰκίας διαφθορᾷ καὶ χρημάτων ἐστερημένον τοσοῦτον πλῆθος. | ] |
| pi | 385 | [ | Παράλογον λέγουσιν ἀρσενικῶς οἵ τ’ ἄλλοι καὶ μάλιστα Θουκυδίδης, τὸ παράδοξον καὶ ὃ οὐκ ἄν τις προσδοκήσειεν· οἷον, τοῦ πολέμου τὸν παράλογον. καί, ὅτι ἐγένετο πολὺς ὁ παράλογος. Προκόπιος· οἱ μὲν ἄλλοι τοῦ πλήθους ἐκλογιζόμενοι τὸν παράλογον, ἔδοξε μανιώδης εἶναι αὐτοῦ ἡ ἔννοια. καὶ αὖθις· τοῖς δὲ Ῥωμαίοις θάρσος καὶ ἀπιστία πρὸς τὰ γινόμενα παρέστη πλείων ἢ τοῖς τὰ παράλογα ὀνείρατα ὁρῶσιν. ὁ Παράλογος Θουκυδίδης· οἱ δὲ Ἀθηναῖοι ἐν παντὶ δὴ ἀθυμίας ἦσαν, καὶ ὁ παράλογος αὐτοῖς μέγας ἦν· πολὺ δὲ μείζων ἔτι τῆς στρατιᾶς ὁ μετάμελος. καὶ αὖθις· οἱ δὲ σοφίσμασι καὶ παραγωγαῖς ἐκκρούοντες ἡμᾶς ἀεί τε καὶ καθημέραν κύριοι τῶν ἡμετέρων ἐκ τοῦ παραλόγου γεγένηνται. | ] |
| pi | 715 | [ | Παρῳδούμενος· λεγόμενος. καὶ Παρῳδία· οὕτω λέγεται ὅταν ἐκ τραγῳδίας μετενεχθῇ λόγος εἰς κωμῳδίαν· οἷόν ἐστι τό, ἄξιον γὰρ Ἑλλάδι, παρ’ Εὐριπίδῃ καὶ παρ’ Ἀριστοφάνει εἰρημένον. καὶ αὖθις· κατὰ δή τινα προφορὰν ᾀσθέντα καὶ παρῳδηθέντα ἡ περὶ ταῦτα μουσομανία τοῖς ἄστροις ἐπέψαυε. Προκόπιός φησι. καὶ Παρῳδήκει, ἄλλην ᾖσεν ᾠδήν. ἢ Παρῳδήκει, ἀντὶ τοῦ ὠγκώθη. | ] |
| pi | 1645 | [ | Πισός. καὶ Πινσός· Πεσὸς δὲ παρὰ Προκοπίῳ. | ] |
| pi | 2479 | [ | Προκόπιος, Ἰλλούστριος, Καισαρεὺς ἐκ Παλαιστίνης, ῥήτωρ καὶ σοφιστής. ἔγραψεν Ἱστορίαν Ῥωμαϊκήν, ἤγουν τοὺς πολέμους Βελισαρίου πατρικίου, τὰ κατὰ Ῥώμην καὶ Λιβύην πραχθέντα. γέγονεν ἐπὶ τῶν χρόνων Ἰουστινιανοῦ τοῦ βασιλέως, ὑπογραφεὺς χρηματίσας Βελισαρίου καὶ ἀκόλουθος κατὰ πάντας τοὺς συμβάντας πολέμους τε καὶ πράξεις τὰς ὑπ’ αὐτοῦ συγγραφείσας. ἔγραψε καὶ ἕτερον βιβλίον, τὰ καλούμενα Ἀνέκδοτα, τῶν αὐτῶν πράξεων· ὡς εἶναι ἀμφότερα βιβλία θʹ. ὅτι τὸ βιβλίον Προκοπίου τὸ καλούμενον Ἀνέκδοτα ψόγους καὶ κωμῳδίαν Ἰουστινιανοῦ βασιλέως περιέχει καὶ τῆς αὐτοῦ γυναικὸς Θεοδώρας, ἀλλὰ μὴν καὶ αὐτοῦ Βελισαρίου καὶ τῆς γαμετῆς αὐτοῦ. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: