Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

Polybius (Polybius) - urn:cts:greekLit:tlg0543

Place of birth (Wikidata Statement)

Megalopolis (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Greece (Wikidata)

Significant Place (Wikidata Statement)

Megalopolis (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

historian (Wikidata)

military personnel (Wikidata)

writer (Wikidata)

Works

urn:cts:greekLit:tlg0543.suda001 - The Histories

alpha 321[ Ἀγωγή: ἀναστροφὴ, τρόπος· ἢ ἡ κομιδή. καὶ τὸ ἀγόμενον βάρος. Ἀγωγὴ λέγεται καὶ ἡ διὰ τῶν ἠθῶν τοῦ τρόπου κατακόσμησις, ὡς λέγεται παίδων ἀγωγή· καὶ ἡ μεταβολή· ἐφ’ οὗ σημαινομένου ὁ ὁριζόμενος οὕτως τὴν γένεσιν κέχρηται τῷ τῆς ἀγωγῆς ὀνόματι. Πολύβιος· ἤγαγε δὲ ὁ ξενολόγος καὶ Λακεδαιμόνιον ἄνδρα τῆς Λακωνικῆς ἀγωγῆς μετεσχηκότα καὶ τριβὴν ἐν τοῖς πολεμικοῖς ἔχοντα σύμμετρον. ]
alpha 334[ Ἀγωνιῶ: κινδυνεύω· καὶ τὸ φοβοῦμαι. Πολύβιος· πολλαὶ δὲ πόλεις προσετίθεντο τῶν μεσογαίων τοῖς Ῥωμαίοις, ἀγωνιῶσαι τὰς πεζικὰς δυνάμεις. καὶ Ἀγωνιῶν, δεδιώς. ἀγωνιῶν δὲ τὴν ἀθεσίαν τῶν Κελτῶν καὶ τὰς ἐπιβουλὰς τὰς περὶ τὸ σῶμα. ἠγωνία δὲ τοὺς στρατιώτας, μὴ ἐπιλείπῃ τὰ ὀψώνια. καὶ Ἀγωνιῶντες ἀντὶ τοῦ ἀγωνιζόμενοι. Ἰσοκράτης. ]
alpha 691[ Ἀΐσσουσιν: ὁρμῶσι, φοιτῶσι. Πολύβιος· ἐν γὰρ τῇ Ῥώμῃ Μάρκον Πόρκιον ἀκούσαντα τὰς ἀριστείας Σκιπίωνος εἰπεῖν πάλιν ἄλλον πρὸς ἐκεῖνον· τί ἀκήκοας; εἰπεῖν οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀΐσσουσιν. ]
alpha 722[ Ἀθεσίαν: παραβασίαν. ἀγωνιῶν γὰρ τὴν ἀθεσίαν τῶν Κελτῶν, καὶ τὰς ἐπιβουλὰς τὰς καὶ ἐπισειομένας. οἱ δὲ Ῥωμαῖοι συλλογισάμενοι τὴν τῶν Γαλατῶν ἀθεσίαν. καὶ αὖθις Πολύβιος· ἐπικρύπτειν ἅπασι τὴν ἀθεσίαν αὐτῶν καὶ τὴν ἀβεβαιότητα. ]
alpha 836[ Ἀκέραιος: ὁ ὁλόκληρος. ἀκεραίοις τε καὶ οὐ προσδεχομένοις ἐπιγενόμενοι τῆς γῆς ἐκράτουν. καὶ αὖθις· τὸ δὲ μέλι ἅτε οὐκ ἀκέραιον οὔτε ἀπὸ ἀκάνθων ἀλλ’ ἀπὸ ἑρπετῶν συμπεπορισμένον ἀνέστρεφε τὰ σπλάγχνα. Πολύβιος· τοὺς μὲν γὰρ ἀηττήτους ὄντας ἐξ ἀκεραίου διηγωνίσθαι πρὸς σφᾶς. ἀντὶ τοῦ ἐξ εὐκόλου. θέλων ἀκεραίοις χρήσασθαι ταῖς τῶν Κελτῶν ὁρμαῖς. ἐξ ὁλοκλήρου. καὶ αὖθις· οὐ δυνάμενος δὲ πείθειν ἐξ ἀκεραίου διὰ τὴν εὐλάβειαν καὶ ἀπραγίαν τοῦ προειρημένου βασιλέως ἠναγκάσθη φʹ τάλαντα προτεῖναι. καὶ δὴ συγκατέθετο βοηθήσειν ὁ Σέλευκος. καὶ αὖθις· οὐ βουλομένοι ἀκέραιον ἀπενεγκεῖν τὴν φήμην αὐτοῦ ἤρξαντο διασύρειν αὐτόν. ]
alpha 918[ Ἀκόλουθον: ὅμοιον. ἀκόλουθον ἀπέβη τὸ τέλος ταῖς προτέραις ἐνεργείαις. καὶ Ἀκολουθήσας, ὁμοίως διαπραξάμενος. ὁ δὲ Ῥωμαῖος, ἔτι μετεωρίζοντος τοῦ Κελτοῦ τὸ ὅπλον, ἀκολουθήσας κάτωθεν ὑποφέρει τὸ ξίφος, καὶ διακείρει πᾶσαν ἀπὸ τοῦ βουβῶνος ἕως ὀμφαλοῦ τὴν λαγόνα. καὶ Πολύβιος· τοὺς δὲ ἐτίμησε χρυσοῖς ὑφάσμασιν καὶ λόγχαις, βουλόμενος ἀκόλουθον εἶναι τοῖς ἔργοις τὴν διὰ τῶν λόγων ἐπαγγελίαν. ἀκόλουθόν ἐστιν, ὃ ἀναγκαῖον εἶναι τῷ ἑτέρῳ εἶναι· μαχόμενον δὲ ὃ ἀναγκαῖον μὴ εἶναι. ]
alpha 1015[ Ἀκρόπολις· Δαμάσκιος· τὰ γὰρ ἐπιφανέστατα τῶν ὀχυρωμάτων ὡς ἐπίπαν κοινὴν ἔχει τὴν φύσιν. γνοίη δ’ ἄν τις τὸ λεγόμενον ἐκ τῶν περὶ τὰς ἀκροπόλεις συμβαινόντων. αὗται γὰρ δοκοῦσι μὲν μεγάλα συμβάλλεσθαι πρὸς ἀσφάλειαν τῶν πολεμίων, ἐν οἷς ἂν ὦσι, καὶ πρὸς τὴν τῆς ἐλευθερίας φυλακήν, γίνονται δὲ καὶ πολλάκις αἴτιαι δουλείας καὶ κακῶν ὁμολογουμένων, ὥς φησι Πολύβιος. ]
alpha 1056[ Ἀλαζονεία: ὑπερηφανία. Πολύβιος· τοῖς γὰρ πλείστοις ὑπεγεγόνει τις ζῆλος οὐκ εὐτυχὴς ἐκ τῆς τῶν ἄλλων ἀλαζονείας καὶ ἀκαιρίας. παρὰ δὲ τῷ Ἀποστόλῳ τοὺς ἐφ’ οἷς οὐκ ἔχουσιν αὐχοῦντας, ὡς ἔχοντας, ἀλαζόνας νοητέον. καὶ Ἰώσηπος· ἦν γὰρ αὐτοῖς ἀλαζονεία, ὡς ἐπ’ ἀγαθοῖς καιομένης τῆς πόλεως. ]
alpha 1277[ Ἀλκή: ἰσχὺς, δύναμις. Ἡσίοδος· ἀλκὴν μὲν γὰρ ἔδωκεν Ὀλύμπιος Αἰακίδῃσι, νοῦν δ’ Ἀμυθαονίδαις, πλοῦτον δέ πεῤ Ἀτρείδῃσι· καὶ Πολύβιος· οἶδε γὰρ καὶ λόγων ἀλκὴ θανάτου καταφρονεῖν. ]
alpha 1309[ Ἀλογία: ἀταξία. οἱ δὲ πάντες ἅμα ἀνακεκραγότες ἐξαυτῆς οἱονεὶ παρεληλύθεισαν. ταχὺ δὲ τοῦ λόγου διαδοθέντος εἰς τὸ πλῆθος, οὐκέτι συνέβαινε γίνεσθαι τὴν ἀλογίαν, ἀλλ’ οἱ μὲν ἐπὶ τοὺς πρεσβευτὰς ὥρμων, ὡς αἰτίους σφίσι τῶν κακῶν ὄντας τούτων, οἱ δὲ ἐπὶ τοὺς κατειλημμένους τῶν Ἰταλικῶν καὶ εἰς τούτους ἀπερείσαντες τὸν θυμὸν, οἱ δὲ πρὸς τὰς πύλας τῆς πόλεως. λέγεται δὲ καὶ Ἀλογιστία παρὰ Πολυβίῳ. ]
alpha 1312[ Ἀλογιστία· παρὰ Πολυβίῳ. οἱ δὲ πλείονες ἀντέπιπτον, ὧν οἱ μὲν ἀλογιστίαν, οἱ δὲ μανίαν ἔφασαν εἶναι τὸ παραβάλλεσθαι καὶ κυβεύειν τῷ βίῳ. καὶ αὖθις· τὸ δὲ τῶν ἀνθρώπων γένος οὐχ ἧττον διὰ τὴν ἀλογιστίαν ἢ διὰ τὴν φύσιν ἁμαρτάνειν. ]
alpha 1847[ Ἀναδέξασθαι: ἀναλαβεῖν, ἐκδέξασθαι. ὁ δὲ εἰς τὸ τέμενος κατεσκήνωσεν, βουλόμενος ἀναδέξασθαι τὰ μέλλοντα διακομίζειν αὐτὸν πορθμεῖα. καὶ Πολύβιος· τούς τε κατὰ πλοῦν ἀφυστεροῦντας ἐκ τῆς Μεσσήνης ἀναδεχόμενος. καὶ αὖθις· πρὶν ἀναδέξασθαι τοὺς ἐσκεδασμένους ἐν ταῖς προνομαῖς. ]
alpha 1848[ Ἀναδέξασθαι: ὑπενεγκεῖν, ὑπομεῖναι. Πολύβιος· πᾶν γὰρ βουληθῆναι τὸν Φίλιππον ἀναδέξασθαι ἢ καταφανῆ γενέσθαι Ῥοδίοις τὴν ἐν τούτοις αὐτοῦ προαίρεσιν· ᾗ καὶ τὸν Ἡρακλείδην ἀπέλυσε τῆς ὑποψίας. καὶ Ἀναδέχομαι, ἀντὶ τοῦ ἀναλαμβάνω. καὶ Ἀναδέχεσθαι τὴν παρουσίαν τῶν πολεμίων, ἀντὶ τοῦ ροσδοκαν. ]
alpha 1868[ Ἀναζυγαῖς: ἀναστροφαῖς, στρατοπεδείαις. Πολύβιος· ὁ δὲ Φίλιππος οὐδενὶ κόσμῳ ποιησάμενος τὴν ἀναζυγὴν καὶ τὸν ἀνάπλουν δευτεραῖος εἰς Κεφαλληνίαν κατῇρεν. οἱ δὲ Ῥωμαῖοι τῶν γεγονότων οὐδὲν ὅλως εἰδότες περὶ ἀναζυγὴν ἐγίνοντο. ]
alpha 2008[ Ἀναπείραις· Πολύβιος· τῶν δὲ ναυτικῶν δυνάμεων κατὰ θάλατταν ταῖς ἀναπείραις καὶ ταῖς εἰρεσίαις ἐγύμναζεν. ]
alpha 2080[ Ἀνάστασις: ἀντὶ τοῦ ἀναστάτωσις. Πολύβιος· Μάσσανα δὲ Καρχηδόνι αἴτιον τῆς ἀναστάσεως γενέσθαι, πάμπαν τὴν ἀσθενῆ Ῥωμαίοις ὑπολιπόντα. ]
alpha 2098[ Ἀνατάσεις: ἐπαπειλήσεις ὑπερηφάνους. τὰ μὲν φιλάνθρωπα παρεσιώπων, τὰς δὲ ἀνατάσεις καὶ ἀπειλήσεις ἔλεγον. καὶ Ἀνάτασις, ἡ μετὰ πικρίας καὶ θρασύτητος ἀπειλή. Πολύβιος· οἱ μὲν οὖν περὶ Μητρόδωρον καταπλαγέντες τὴν ἀνάτασιν Φιλίππου τοῦ βασιλέως ἐπανῆλθον. ]
alpha 2241[ Ἀνεκτά· Ἀγαθίας φησὶν περὶ Θευδερίχου· πρόσοικα ἔθνη συνέλεξεν. οὐ γὰρ ᾤετο ἀνεκτὰ εἶναι. ἀντὶ τοῦ ἀνέσεως ἄξια. καὶ Πολύβιος· διόπερ οὔτε τὸ λαθεῖν, οὔτε κατὰ τούτους τοὺς καιροὺς εἰσβάλλοντας εἰς Μακεδονίαν τοὺς Ῥωμαίους ἀνεκτὸν ἦν. ἀντὶ τοῦ δυνατόν. καὶ Πισίδης· οὐκ ἦν ἀνεκτὴ τοῖς παροίκοις ἡ βλάβη. ἀντὶ τοῦ ὑπομονῆς ἀξία. ]
alpha 2273[ Ἀνεννόητον: ἀδίδακτον, ἀμελέτητον, ἀνάσκητον. οὐ δεῖ παραβάλλεσθαι καὶ κυβεύειν τῷ βίῳ, τὸ παράπαν ἀνεννόητον ὄντα τῆς μάχης καὶ τῆς βαρβαρικῆς χρείας. ἢ Ἀνεννόητοι, μηδεμίαν ἔννοιαν περὶ τούτου ἔχοντες. Πολύβιος· πάντων δὲ ἦσαν τούτων οἱ στρατηγοὶ ἀνεννόητοι. ]
alpha 2297[ Ἀνεπισήμαντον: ἀκλεᾶ, ἄδοξον. Πολύβιος· οὐκ ἄξιον ἀνεπισήμαντον παραλιπεῖν τὸν Ἀσδρούβαν, ἄνδρα ἀγαθὸν γενόμενον. ]
alpha 2298[ Ἀνεπισταθμεύτους: σταθμὸν μὴ δεχομένους ἤτοι ἀγγαρείαν. Πολύβιος· συγχωρεῖν τὸν βασιλέα Φίλιππον Θασίους ἀφρουρήτους, ἀφορολογήτους, ἀνεπισταθμεύτους. ἢ σταθμὰ μὴ δεχομένους, τούτεστιν ζυγοστατουμένους. ]
alpha 2422[ Ἀνήνυτον: ἄμετρον, πολύ. Πολύβιος· μεγίστης προφαινομένης δυσχρηστίας περὶ τὰς τροφὰς, ἅτε κατὰ τὸ μῆκος ἀνήνυτον ἔχειν τι δοκούσης τῆς ὁδοῦ. καὶ, ἀνήνυτα τὴν ἀρετὴν μετιόντων. δεδυστυχηκότων ὅτι μάλιστα. τὸν ἀνήνυτον οἶτον ἔχουσα κακῶν. τὸν ἀτελείωτον μόρον, ἡ Ἠλέκτρα φησί. καὶ Ἀνήνυτος, ἀναρίθμητος, πολύς. ἀπλήρωτος. ἄπρακτος, ἀτέλεστος. ὅπλα τε χαλκευόμενος καὶ βελῶν ἀνήνυτον ἀριθμὸν κατασκευάζειν προστάσσων. ]
alpha 2452[ Ἀννίβας ὁ Καρχηδόνιος οὕτως ἐκαλεῖτο. οἱ γὰρ Καρχηδόνιοι στρατηγὸν ἀπέφηναν Ἀσδρούβαν, τὸν τοῦ Βάρκα κηδεστήν. ὁ δὲ Ἀννίβαν τὸν οὐ πολὺ ὕστερον ἀοίδιμον ἐπὶ στρατηγίαις, παῖδά τε ὄντα τοῦ Βάρκα καὶ τῆς γυναικός οἱ γινόμενον ἀδελφὸν ἔχων ἐν Ἰβηρίᾳ νέον ὄντα καὶ φιλοπόλεμον καὶ ἀρέσκοντα τῷ στρατῷ ὑποστράτηγον ἀπέφηνε, καὶ τῆς τε Ἰβηρίας τὰ πολλὰ προσηγάγετο, πιθανὸς ὢν ὁμιλῆσαι, ἔς τε τὰ βίας δεόμενα τῷ μειρακίῳ χρώμενος. φύσει δὲ φιλοπόλεμος ἦν ὁ Ἀννίβας, καὶ οὔ ποτε ἀργίαν ἔφερεν. ὕστερον δὲ ἐπὶ τρυφῆς ἦν οὐ συνήθους, ἐρωμένην τε εἶχεν ἄγριος ἀνήρ· καὶ εὐθὺς αὐτῷ κατ’ ὀλίγον ἐτρέπετο πάντα. φησὶ δὲ Πολύβιος, ὡς Ἀννίβας νέος μὲν ἦν, πλήρης δὲ πολεμικῆς ὁρμῆς, ἐπιτυχὴς δὲ ἐν ταῖς ἐπιβολαῖς, πάλαι δὲ παρωρμημένος πρὸς τὴν κατὰ τῶν Ῥωμαίων ἔχθραν. ὅτι Ἀννίβᾳ τῷ Καρχηδονίων στρατηγῷ ἐδηλώθη παρὰ Ἄμμωνος, ὡς ἀποθανὼν γῇ καλυφθήσεται Λιβύσσῃ. καὶ ὁ μὲν ἤλπισεν ἀρχὴν τῶν Ῥωμαίων καθαιρήσειν καὶ ἐν Λιβύη τελευτήσειν. Φλαμινίου δὲ τοῦ Ῥωμαίων στρατηγοῦ σπουδὴν ποιουμένου λαβεῖν αὐτὸν ζῶντα, ἀφίκετο παρὰ Προυσίαν ἱκέτης καὶ ἀπωσθεὶς ἀπ’ αὐτοῦ ἀνεπήδα τε ἐπὶ τὸν ἵππον καὶ γυμνωθέντος τοῦ ξίφους τιτρώσκεται τὸν δάκτυλον. προελθόντι δὲ οὐ στάδια πολλὰ πυρετὸς ἀπὸ τοῦ τραύματος καὶ ἡ τελευτὴ τοῦ βίου συνέβη. τὸ δὲ χωρίον, ἔνθα συνέβη ἀποθανεῖν, ἐκάλουν οἱ Νικομηδεῖς Λίβυσσαν. καὶ Ἀθηναίοις δὲ μάντευμα ἦλθεν ἐκ Δωδώνης, Σικελίαν οἰκίζειν. καὶ οὐ πόρρω τῆσδε λόφος ἐστὶν ὴ Σικελία οὐ μέγας. οἱ δὲ οὐ συμφρονήσαντες τὸ εἰρημένον ἔς τε ὑπερορίους στρατιὰς προήχθησαν καὶ ἐς τὸν Συρακουσίων πόλεμον. ὅτι θαυμαστόν ἐστι καὶ μέγιστον σημεῖον γεγονέναι τῇ φύσει τὸν ἄνδρα τοῦτον ἡγεμονικὸν καὶ πολύ τι διαφέροντα τῶν ἄλλων πρὸς τὸν πραγματικὸν τρόπον· ιζʹ γὰρ ἔτη μείνας ἐν τοῖς ὑπαίθροις πλεῖστά τε ἔθνη καὶ βάρβαρα διεξελθὼν καὶ πλείστοις ἀνδράσιν ἀλλοφύλοις χρησάμενος συνεργοῖς πρὸς ἀπηλπισμένας καὶ παραδόξους ἐπιβολὰς, ὑπ’ οὐδενὸς ἑκουσίως ἐγκατελείφθη τῶν ἅπαξ αὐτῷ κοινωνησάντων καὶ δόντων ἑαυτοὺς εἰς χεῖρας. ὅπερ καὶ τὰ νῦν ἐμπολιτεύεται. ὅτι τὸ μέγεθος τῆς τοῦ Ἀννίβου νίκης τῆς πρὸς Ῥωμαίους καὶ τῆς τῶν ἐναντίων συμφορᾶς ὑπ’ ὄψιν ἀγαγεῖν τοῖς Καρχηδονίοις μηχανώμενος, τρεῖς μεδίμνους Ἀττικοὺς πλήρεις χρυσῶν δακτυλίων εἰς τὴν Λιβύην ἀπέπεμψεν, οὓς ἄρα τοὺς ἱππικοὺς καὶ βουλευτικοὺς ἄνδρας σκυλεύσας ἀνῄρητο. ὅτι ἄνδρες τινὲς Καρχηδονίων ἐπὶ κατασκοπῇ τῶν ἐναντίων σταλέντες ὑπὸ Ἀννίβου τοῖς Ῥωμαίοις περιπίπτουσιν. οὓς ἀχθέντας ὡς αὑτὸν ὁ Πόπλιος κακὸν μὲν οὐδὲν εἰργάσατο, περινοστῆσαι δὲ κελεύει τὸ στρατόπεδον καὶ δεῖπνον ἑλομένους ἀποχωρεῖν σώους, ἀπαγγελοῦντας Ἀννίβᾳ τὰ περὶ τὴν στρατιὰν ὡς ἔχει Ῥωμαίοις. ]
alpha 2529[ Ἀνθρωπίως: ἀντὶ τοῦ συμμέτρως παρὰ Ἀριστοφάνει ἐν Βατράχοις. καὶ Ἀνθρωπίνως, ἀντὶ τοῦ καρτερικῶς, ὑπομονητικῶς. Πολύβιος· συμβέβηκε τὰς μὲν ἐν ταῖς ἐπιτυχίαις ἐξουσίας μὴ δύνασθαι φέρειν ἀνθρωπίνως, ἐν δὲ ταῖς περιπετείαις εὐλαβῶς ἵστασθαι καὶ νουνεχῶς. ]
alpha 2719[ Ἀντιποιηθέντα: φιλονεικήσαντα. δεῖ γὰρ ἀντιποιηθέντας οὐ πρότερον χαρίσασθαι θελήσαντι. καὶ Ἀντιποιούμενον· γενικῇ. ἐπιμελῶς διακείμενον. Πολύβιος· ὁ δὲ Ἄρατος κατανοῶν τὸν Ἀντίγονον πρᾶξιν ἔχοντα καὶ σύνεσιν καὶ πίστεως ἀντιποιούμενον· τοὺς δὲ βασιλεῖς φύσει μὲν οὐδένα νομίζοντας οὔτ’ ἐχθρὸν οὔτε πολέμιον ἐπεβάλετο λαλεῖν πρὸς τῶν εἰρημένων βασιλέων καὶ συμπλέκειν τὰς χεῖρας. ἀντιποιούμενοι τῆς ἀρχῆς τῷ βασιλεῖ. Ξενοφῶν. καὶ αὖθις· οὐδὲν ἀντιποιησάμενοι τῆς ἐκείνου δεήσεως. ]
alpha 2797[ Ἀνυστικωτέρα: ἀντὶ τοῦ ἐνεργητικωτάτη. Πολύβιος· μία ψυχὴ τῆς ἁπάσης πολυχειρίας ἐν ἐνίοις καιροῖς ἀνυστικωτέρα. ὡς Ἀρχιμήδης ἐν Συρακούσαις μόνος πολλῶν Ῥωμαίων. ]
alpha 2821[ Ἀξιουμένου· τυγχάνοντος ἀνδρὸς τὰ πρῶτα παρ’ αὐτοῖς ἀξιουμένου. Ἀξιοῦσι δὲ ἀντὶ τοῦ παρακαλοῦσι. Πολύβιος· οἱ δὲ Γεραιοὶ ἀξιοῦσι τὸν βασιλέα μὴ καταλῦσαι τὰ παρὰ τῶν θεῶν αὐτοῖς δεδομένα, τουτέστιν ἀΐδιον εἰρήνην καὶ ἐλευθερίαν. ὁ δὲ ἑρμηνευθείσης οἱ τῆς ἐπιστολῆς, ἔφη συγχωρεῖν τοῖς ἀξιουμένοις. ]
alpha 2880[ Ἀπαλγοῦντες: ἀπογινώσκοντες. Πολύβιος· οἱ δὲ Ἀκαρνανάδες πυνθανόμενοι τὴν τῶν Αἰτωλῶν ἔφοδον ἐπὶ σφᾶς, τὰ μὲν ἀπαλγοῦντες ταῖς ἐλπίσι, τὰ δὲ καὶ θυμομαχοῦντες ἐπί τινα παράστασιν κατήντησαν. καὶ αὖθις· ἀπαλγοῦντας δὲ αὐτοὺς ὑπὸ τοῦ πολλοῦ ῥίγους ἐπερρώννυεν. ]
alpha 2910[ Ἀπαξίωσις. Πολύβιος· ὁ δὲ Φίλιππος ἐδυσχέραινεν ἐπὶ τῇ τῶν Κερκυραίων ἀπαξιώσει. τουτέστι καταφρονήσει. ]
alpha 2914[ Ἀπαραγγέλτως: ἀκελεύστως. Πολύβιος· καὶ πανταχόθεν ἀπαραγγέλτως ἠθροίζοντο. ]
alpha 2974[ Ἀπεδειλία: ἐδεδίει. Πολύβιος· ὁ δὲ Περσεὺς μίαν ἔχων πρόληψιν ἤ νικᾶν ἢ θνήσκειν( ἀντὶ τοῦ ἔννοιαν) τότε οὐχ ὑπέμεινε τῇ ψυχῇ, ἀλλ’ ἀπεδειλία, καθάπερ οἱ προόπται τῶν ἱππέων. ]
alpha 3018[ Ἀπέλυσεν: ἐλυτρώσατο. Πολύβιος· ἢ καὶ τὸν Ἡρακλείδην ἀπέλυσε τῆς ὑποψίας. ]
alpha 3068[ Ἀπέστησεν: ἐκώλυσεν, ἐπέσχε. Πολύβιος· ἐκεῖνον γὰρ πὔτε σκότος οὕτε χειμῶνος μέγεθος ἀπέστησεν οὐδέποτε τῆς προθέσεως· ἀλλὰ καὶ ταῦτα διωθούμενος καὶ τὰς ἀρρωστίας ἐκπονῶν καθῆστο καὶ διευτυχήκει πάντα τὸν χρόνον. καὶ αὖθις Πολύβιος· ἀποσχόντες τῆς ἰδίας παρατάξεως ἐφ’ ἱκανόν τινα τόπον, οἱ μὲν πλείους ἀπέστησαν, δύο δὲ ἐπιπολὺ προῆλθον. ἀντὶ τοῦ ἐπέσχον τὸν δρόμον. ]
alpha 3178[ Ἀπηρείσατο: ἠκούμβισεν. ἀπετινάξατο, ἔπηξεν, ἀπέθετο. Πολύβιος· ὁ δὲ ἀπορῶν τοῖς ὅλοις πέρας ἐπί τινα τοιαύτην ἐλπίδα κατὰ τὸ παρὸν ἀπηρείσατο τὴν ἐνεστῶσαν ἀπορίαν. Ἀπηρίσατο δὲ. δοτικῇ. διὰ τοῦ ι. ἀντὶ τοῦ ἐφιλονείκησεν. ]
alpha 3239[ Ἁπλῶς: ἐξ ἀνάγκης· ἢ ὡς πρῶτον καὶ μὴ κατ’ ἄλλο. ἁπλῶς δὲ οὐδὲν εἶδος τῶν μελλόντων ἔγνωσαν· ἐξ αὐτῆς δὲ τῆς ἐμφάσεως τῶν πρέσβεων ὀττευόμενοι εἰς παντοδαπὰς οἰμωγὰς ἐνέπιπτον. Ἀπλῶς, χωρὶς προσθήκης. Πολύβιος· οὗ καιρὸς ἀφυέστερος οὐ γέγονεν ἁπλῶς. ἀντὶ τοῦ ἐξ ἀνάγκης, ἢ ὡς πρῶτον. ]
alpha 3357[ Ἀπόκλητοι: κεκλημένοι. οὐ τὴν κοινὴν προσδεξάμενοι σύνοδον οὕτε τοῖς ἀποκλήτοις συμμεταδόντες, τὰς αὐτῶν κρίσεις διαλαβόντες, πόλεμον ἐξήνεγκαν. καὶ αὖθις Πολύβιος· λ ' τῶν ἀποκλήτων προεχειρίσαντο τούς συνεδρεύοντας μετὰ τοῦ βασιλέως. καὶ αὖθις· ὁ δὲ συνῆγε τούς ἀποκλήτους καὶ διαβούλιον ἀνεδίδου περὶ τῶν ἐνεστώτων. ]
alpha 3380[ Ἀπολεγόμενος: παραιτούμενος. Πολύβιος· ὁ δὲ παρητεῖτο τούς Ἀχαιοὺς ἀπολεγόμενος τὴν ἀρχήν. καὶ Ἀπολέγοντα, ἀπαγορεύοντα, ἀποτρέποντα. γράμματά τε ἄντικρυς ἀπολέγοντα τοῖς πρέσβεσιν ἔγραφε, μηδαμῶς προίεσθαι τὰ φρούρια Πέρσαις. ]
alpha 3401[ Ἀπολογισμός· Πολύβιος· ὁ δὲ Ξάνθιππος παραγενόμενος εἰς χεῖρας ἔφερε τοῖς ἄρχουσι τοὺς ἀπολογισμοὺς, παρὰ τί νῦν σφαλείησαν, καὶ πῶς δύναιντο τοὺς ἐναντίους νικᾶν. ]
alpha 3465[ Ἀποξυστροῦνται: ἐπικάμπτονται, ἐπιστρέφονται. Πολύβιος· αἱ γὰρ μάχαιραι τῶν Γαλατῶν ταῖς κατασκευαῖς μίαν ἔχουσιν τὴν πρῴτην καταφορὰν καιρίαν, ἀπὸ δὲ ταύτης εὐθέως ἀποξυστροῦνται, καμπτόμεναι κατὰ μῆκος καὶ πλάτος ἐπὶ τοσοῦτον ὥστε, ἂν μὴ δῷ τις ἀναστροφὴν τοῖς χρωμένοις ἐρείσαντας πρὸς τὴν γῆν ἀπευθῦναι τῷ ποδὶ, τελέως ἄπρακτον εἶναι τὴν δευτέραν αὐτῶν πληγήν. ]
alpha 3546[ Ἀπόστασις: ἀποχώρησις ἐκ διαστήματος. Πολύβιος· οὐδενὸς ἐπεγνωκότος τῶν πολιτῶν τὸ συμβαῖνον διὰ τὴν ἀπόστασιν, ἅτε μεγάλης οὔσης τῆς πόλεως. Ἀπόστασις καὶ ἡ Ἀποστασία ἀπό τινος πρός τινα. ὁ δὲ ἀμείβεται τὸν εὐεργέτην ἀποστάσει. καὶ Ἀποστασίου δίκη, ἡ κατὰ τῶν ἀπελευθέρων, ὅταν ἀποστῶσι τῶν ἀπελευθερωσάντων. Ἀποστασίου δίκη τίς ἐστι κατὰ τῶν δεδομένη τοῖς ἀπελευθερώσασιν, ἐὰν ἀφιστῶνται ἀπ’ αὐτῶν ἢ προστάτην ἕτερον ἐπιγράφωνται, καὶ ἃ κελεύουσιν οἱ νόμοι μὴ ποιῶσι. καὶ τοὺς μὲν ἁλόντας δεῖ δούλους εἶναι, τοὺς δὲ νικήσαντας τελέως λοιπὸν ἐλευθέρους. Ἀποστασίου δίκη· ὅταν δοῦλος ὑπὲρ ἐλευθερίας ἐνίσταται, φάσκων μὴ προσήκειν τοῖς δοῦλον αὐτὸν ἀντιποιουμένοις. Ἀπροστασίου δὲ· τῶν μετοίκων ἕκαστος προστάτην ἔχουσι κατὰ νόμον ἕνα τῶν ἀστῶν, καὶ δι’ αὐτοῦ τό τε μετοίκιον τίθεται κατὰ ἔτος καὶ τὰ ἄλλα διοικεῖται. ὅταν οὖν τις δοκῶν εἶναι μέτοικος προστάτην μὴ ἔχῃ ἢ μὴ δῷ τὸ μετοίκιον ἀστὸς εἶναι φάσκῃ παρεγγεγραμμένος εἰς τὴν πολιτείαν, ὁ βουλόμενος δίκην εἰσάγει πρὸς αὐτὸν, ἥτις λέγεται ἀπροστασίου. ]
alpha 3571[ Ἀποσφαλμήσας: ἀποπηδήσας, ἀποσκιρτήσας. Πολύβιος· ὁ δὲ ἵππος ἀπὸ τῆς πληγῆς ἀποσφαλμήσας ἐφέρετο ῥύδην διὰ τοῦ μεταξὺ τόπου τοῦ στρατοπέδου. ἢ ἀντὶ τοῦ σφαλείς. καὶ ἀλλαχοῦ· ὁ δὲ ἵππος ὁ τοῦ Σκιπίωνος ἐδυσχρήστησε μὲν ἀπὸ τῆς πλῆγῆς, οὐ μὴν ὁλοσχερῶς ἐσφάλμησε. διόπερ ὀρθὸς ἀπέπεσεν ἐπὶ τὴν γῆν ὁ Σκιπίων. Πολύβιος. ]
alpha 3605[ Ἀπὸ τοῦ κρατίστου: μετὰ δυνάμεως. ἅτε πεπειθαρχηκότων Καρχηδονίων ἀπὸ τοῦ κρατίστου πᾶσι τοῖς ἐπιτατιομένοις. καὶ Πολύβιος· καὶ τὸ μὲν παλαιὸν ἀπὸ τοῦ κρατίστου ἐγίνετο παρὰ Ῥωμαίοις ἡ μοναρχία· ἐν δὲ τοῖς καθ’ ἡμᾶς πολλαὶ ὁδοὶ εὕρηνται. ]
alpha 3625[ Ἀπουρώσαντας· Πολύβιος· τότε μὲν ἐς τὴν Μυνδίαν ἀπουρώσαντας καθορμισθῆναι. μὴ χρωμένους οὐρίῳ πνεύματι. ]
alpha 3690[ Ἀπροθέτως: ἄνευ προθέσεως. Πολύβιος· τὰ μὲν οὖν ἀπροθέτως ἐν τοῖς πολεμικοῖς συμβαίνοντα πράξεις μὲν οὐδαμῶς ἁρμόζει λέγειν, περιπετείας δὲ συγκυρήσεις μᾶλλον. ]
alpha 3744[ Ἄρατος· στρατηγὸς, ὥς φησι Πολύβιος, ὃς ἦν τὰ μὲν ἄλλα τέλειος ἀνὴρ εἰς τὸν πραγματικὸν τρόπον· καὶ γὰρ εἰπεῖν καὶ διανοηθῆναι καὶ στέξαι τὸ κριθὲν δυνατός, καὶ μὴν ἐνεγκεῖν τὰς πολιτικὰς διαφορὰς πρᾶος καὶ φίλους ἐνδήσασθαι καὶ συμμάχους προσλαβεῖν οὐδενὸς δεύτερος, ἔτι δὲ πράξεις, ἀπάτας, ἐπιβουλὰς συστήσασθαι κατὰ τῶν πολεμίων, καὶ ταύτας ἐπὶ τέλος ἀγαγεῖν διὰ τῆς αὑτοῦ κακοπαθείας καὶ τόλμης δεινότατος. ὁ δ’ αὐτὸς οὗτος, ὁπότε τῶν ὑπαίθρων ἀντιποιήσασθαι βουληθείη, νωθρὸς μὲν ἐν ταῖς ἐπινοίαις, ἄτολμος δὲ ἐν ταῖς ἐπιβουλαῖς, ἐν ὄψει δ’ οὐ μένων τὸ δεινόν. διὸ καὶ τροπαίων ἐπ’ αὐτὸν βλεπόντων ἐπλήρωσε τὴν Πελοπόννησον, καὶ τῇδέ πῃ τοῖς πολεμίοις ἀεί ποτ’ ἦν εὐχείρωτος. οὕτως αἱ τῶν ἀνθρώπων φύσεις οὐ μόνον τοῖς σώμασιν ἔχουσί τι πολυειδὲς, ἔτι δὲ μᾶλλον ταῖς ψυχαῖς, ὥστε τὸν αὐτὸν ἄνδρα μὴ μόνον ἐν τοῖς διαφέρουσι τῶν ἐνεργημάτων πρὸς ἃ μὲν εὐφυῶς ἔχειν, πρὸς ἃ δὲ ἐναντίως, ἀλλὰ περί τινα τῶν ὁμοειδῶν πολλάκις τὸν αὐτὸν καὶ συνετώτατον εἶναι καὶ βραδύτατον, ὁμοίως δὲ καὶ τολμηρότατον καὶ δειλότατον. οὐ παράδοξα ταῦτά γε, συνήθη δὲ καὶ γνώριμα τοῖς βουλομένοις συνεφιστάνειν. τινὲς μὲν γὰρ ἐν ταῖς κυνηγίαις εἰσὶ τολμηροὶ πρὸς τὰς τῶν θηρίων συγκατασπάσεις, οἱ δ’ αὐτοὶ πρὸς ὅπλα καὶ πολεμίους ἀγεννεῖς, καὶ τῆς τε πολεμικῆς χρείας τῆς κατ’ ἄνδρα μὲν καὶ κατ’ ἰδίαν εὐχερεῖς καὶ πρακτικοί, κοινῇ δὲ καὶ μετὰ πολεμικῆς ἐνίων συντόξεως ἄπρακτοι. ]
alpha 4434[ Αὐλαία: τὸ τῆς σκηνῆς παραπέτασμα. κέχρηται δὲ αὐτῷ Ὑπερίδης ἐν τῷ κατὰ Πατροκλέους [+]. Πολύβιος· ἀκούων ταῦτα πάντα διὰ τῆς αὐλαίας ἐγέλα ὁ βασιλεύς. καὶ αὖθις· ὁ δὲ λαβὼν ἐκ τῆς παραπεπετασμένης αὐλαίας καλῴδιον ἑαυτὸν ἀπεκρέμασεν. ]
alpha 4464[ Αὐτάρκεια. Πολύβιος· ἄξιος μὲν ὁ ἀνὴρ ἐπαινεῖσθαί τε καὶ θαυμάζεσθαι, μάλιστα δὲ τῆς αὐταρκείας τοῦ βίου, ἣ φιλοσοφία τις αὐτοδίδακτος ἐγένετο περὶ αὐτὸν, ἣν ἐν πολλοῖς ἐπεδείξατο πράγμασιν. καὶ Ἀὐταρκῶ· δοτικῇ. ]
alpha 4515[ Αὐτοπαθῶς· Πολύβιος· ὁ δὲ ἀνακρινόμενος ὑπὲρ ἑκάστου ἀπεδίδου λόγον· οὐ μὴν ἀλλ’ αὐτοπαθῶς καὶ γενναίως ὑπέμενε τοὺς ἐλέγχους. καὶ αὖθις· ὁ δὲ Ἀννίβας δόξας αὐτοπαθῶς ἅμα καὶ ἀληθῶς εἰρηκέναι πιστεύεται. Αὐτοπαθῶς οὖν, οἴκοθεν, ἐξ ἰδίας προαιρέσεως. ὁ μὲν οὖν Ἀντίοχος δόξας αὐτοπαθῶς ἅμα καὶ ἀληθῶς θῶς εἰρῆσθαι παρὰ τοῦ Ἀννίβου κατὰ Ῥωμαίων, πάσης τῆς προϋπωαρχούσης ὑποψίας ἀπέστη. ]
alpha 4530[ Αὐτοτελής: ἱκανός. τέλειος. Πολύβιος· ταῦτα εἰρήσθω χάριν τῆς Ῥωμαίων εὐβουλίας καὶ τῆς ἀνοίας τῶν ὀλιγωρούντων τῆς τῶν ἐκτὸς συγκαταθέσεως, αὐτοτελεῖς δὲ νομιζόντων εἶναι πρὸς τὸ κατορθοῦν τὰς σφετέρας δυνάμεις. καὶ Αὐτοτελὴς δίκη, ἀφ’ ἧς οὐκ ἔστιν ἐκκαλέσασθαι ἐφ’ ἑτέραν. καὶ αὐτὸ τὸ κύριον ἁπλῶς. ]
alpha 4661[ Ἀφυής: ἀμαθὴς, ἄπειρος. ὁ δὲ ἦν οὐκ ἀφυὴς συνιδεῖν πραγμάτων στρατηγίας. καὶ Πολύβιος· οὗ καιρὸς ἀφυέστερος οὐ γέγονεν ἁπλῶς. ]
alphaiota 215[ Αἰνείας· οὗτος ἔγραψε περὶ πυρσῶν, ὥς φησι Πολύβιος, καὶ περὶ στρατηγημάτων ὑπόμνημα. ]
alphaiota 281[ Αἶρε δάκτυλον· παροιμία. τίθεται ἐπὶ τῶν ἀπαγορευόντων ἐν τῇ ἀγωνίᾳ. ἐπαίρεσθαι γὰρ τὴν χεῖρα σύμβολον τοῦ νενικῆσθαι. καὶ Πολύβιος· ὁ δὲ προσπεσὼν αἴρεται νίκην εὐτυχεστάτην. ]
beta 121[ Βάρος· περὶ Πολέμωνος· ἦν δὲ καὶ τὸ βάρος οἱονεὶ Δώριός τις οἰκονομία. προορώμενος δὲ καὶ κατορρωδῶν τὸ βάρος καὶ τὸ φιλόνεικον τῶν ἀνθρώπων. ἀντὶ τοῦ τὸ πλῆθος, τὴν ἰσχύν. Πολύβιός φησι. καὶ αὖθις· ἐπισημηνάμενος δὲ τοῦ Σικυῶνος τὴν ὀχυρότητα καὶ τὸ βάρος τῆς τῶν Ἀργείων πόλεως ἦλθεν εἰς Ἐπίδαυρον. καὶ αὖθις· ἐπολυπραγμόνησαν ἀκριβῶς τῆς πόλεως τὴν θέσιν καὶ τὸ βάρος. βάρος γὰρ ἡμᾶς οὐδὲν ἐκ τούτων ἔχει. οὐ γὰρ λόγοισι τὸν βίον σπουδάζομεν λαμπρὸν ποιεῖσθαι μᾶλλον, ἢ τοῖς δρωμένοις. ]
beta 131[ Βαρυνόμενος: καταπονούμενος. Πολύβιος· δὲ ἐξαναστὰς προῆγε, τὰ μὲν ὑπὸ τῆς ἀρρωστίας, τὰ δὲ ὑπὸ τῆς ἡλικίας βαρυνόμενος. εἶχε γὰρ οʹ ἔτος. ]
beta 137[ Βασανίζειν: οὐ τὸ αἰκίζεσθαι καὶ τιμωρεῖσθαι καὶ μαστιγοῦν σημαίνει παρὰ τοῖς Ἀττικοῖς, ἀλλὰ τὸ χωρὶς πληγῶν ἀνακρίνειν καὶ ἐλέγχειν τἀληθὲς διὰ λόγων· ἀπὸ τῆς βασάνου τῆς χρυσοχοϊκῆς λίθου μεταφορικῶς. καὶ Πολύβιος· τότε νομίσας τὴν ἐκ πυρὸς ἔχειν βάσανον ἀπελύθη τῆς ὑποψίας. καὶ Βασανίσας· αἰτιατικῇ. ἀντὶ τοῦ δοκιμάσας κέχρηνται ἅπαντες οἱ ἀξιόλογοι. ὁ δὲ Ἀριστοφάνης οὕτως· βασάνιζε τουτονὶ λαβών, κἄν ποτέ μ’ ἕλης ἀδικοῦντ’, ἀπόκτεινόν μ’ ἄγων. καὶ πῶς βασανίζω; πάντα τρόπον. ἐν πίνακι δήσας, κρεμάσας, ὑστριχίδι μαστιγῶν, δαίρων, στρεβλῶν· ἔτι δ’ ἐς τὰς ῥῖνας ὄξος ἐγχέων, πλίνθους ἐπιτιθεὶς, πάντα τ ἄλλα, πλὴν πράσῳ μὴ τύπτε τοῦτον μηδὲ γητείῳ νέῳ. ἐπειδὴ οἱ ἐλεύθεροι πρὸ τούτου ἐδαίροντο πράσοις καὶ σκορόδοις. βασάνιζε αὐτὸν πανταχῶς, μὴ ἐν παιδιῇ, μηδὲ ὡς τοὺς ἐλευθέρους παῖδας τῷ ἐκκαυλήματι τοῦ πράσου ἢ τοῦ γητείου, τουτέστιν ἀμπελοπράσου, ἢ ὥς τινες, πράσου φύλλῳ. ]
beta 421[ Bουκάρας: ποταμός. Πολύβιος· κατὰ τὴν εἰς θάλασσαν ἐκβολὴν τοῦ Βουκάρα ποταμοῦ. ]
beta 480[ Βῶλις: ὄνομα κύριον. Πολύβιος· ὁ δὲ Ἀχαιὸς προσδεξάμενος ἐκτενῶς καὶ φιλανθρώπως τὸν Βῶλιν ἀνέκρινε διὰ πλειόνων ὑπὲρ ἑκάστου τῶν κατὰ μέρος. ]
chi 130[ Χάρμα· χαρά, ἡδονή. Πολύβιος· τὸν δὲ ἅμα χάρμα καὶ ἄλγος ἔλαβε φρένας. ]
chi 246[ Χειρισμόν· ἐπιχείρησιν. Πολύβιος· ὅταν γένηται ταῦτα κατὰ χειρισμὸν ἰσοταχῆ. καὶ αὖθις· ὥστε μὴ μόνον ἀλόγιστον, ἀλλὰ καὶ μανιώδη φαίνεσθαι τὸν χειρισμὸν τῶν πραγμάτων. ἀντὶ τοῦ τὴν ἐπιχείρησιν, τὴν πρᾶξιν. ]
chi 395[ Χόρδευε· τέμνε, τουτέστι σύμπλεκε ἀλλήλοις καὶ συγκύκα· τὰ γὰρ ἔντερα τῶν τετραπόδων χορδὰς καλοῦσιν. ἀπὸ τῆς τέχνης οὖν τοῦ ἀλλαντοπώλου τὸ ὄνομα εἴρηται· ὥσπερ γὰρ γεμίζεις καὶ πληροῖς τὰ ἔντερα παντὸς τοῦ φυράματος, οὕτω χόρδευε καὶ τάραττε καὶ τὰ πολιτικὰ καὶ συντάραττε καὶ συμφύρα τὰ πράγματα, ὑπογλυκαίνων ῥηματίοις μαγειρικοῖς, ἡδύσμασι χρώμενος καὶ ἀρτύων κακίαις. καὶ Πολύβιός φησι· καί τις ἦν περὶ τοὺς πλείστους καλλωπισμός, ὑπερέχων τὴν ἐκ τοῦ βίου χορηγίαν. τουτέστι παροχήν. ]
chi 399[ Χορηγία· δόσις. καὶ Πολύβιος· μὴ οἷον κατὰ θάλατταν τὰς παρασκευὰς καὶ τὰ χορήγια παρακομίζειν τοῖς στρατοπέδοις μηδὲ ἐπὶ ὑποζυγίων, ἀλλ’ ἐν ταῖς πήραις δέχ’ ἡμερῶν ἔχοντας ἐφόδια. ]
delta 103[ Δαψίδων· Πολύβιος· οἵων γὰρ ἂν δέκα συμβαίνῃ τὸ τοῦ τείχους ὕψος, τοιούτων ιβʹ δεήσει τὰς κλίμακας δαψίδων ὑπάρχειν. τουτέστιν... ]
delta 158[ Δεδοξοποιημένον· δόξῃ κοσμούμενον. Πολύβιος· τὰ μὲν γὰρ ἄλλα ζῷα ταῖς τοῦ σώματος ἐπιθυμίαις δουλεύει· τὸ δὲ τῶν ἀνθρώπων γένος καὶ προσδεδοξασμένον οὐχ ἧττον διὰ τὴν ἀλογιστίαν ἢ διὰ τὴν φύσιν ἁμαρτάνει. ]
delta 368[ Δεισιδαιμονία· εὐλάβεια περὶ τὸ θεῖον, δειλία, ἀμφιβολία περὶ τὴν πίστιν. καὶ Δεισιδαίμων, οἱονεὶ δεδοικώς. ὁ Ἀπόστολος· ἄνδρες Ἀθηναῖοι, ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. ἀντὶ τοῦ θεοσεβεῖς. καὶ Κρίτων ἐν τοῖς Γετικοῖς φησιν· οἱ δὲ βασιλεῖς τῶν Γετῶν ἀπάτῃ καὶ γοητείᾳ δεισιδαιμονίαν καὶ ὁμόνοιαν αὐτοῖς ἐνεργασάμενοι μεγάλων ἤδη ἐφίενται. καὶ ΠολύβιοςΜεγαλοπολίτης περὶ Τιμαίου φησίν· οὗτος γὰρ ἐν μὲν ταῖς τῶν πέλας κατηγορίαις πολλὴν ἐπιφαίνει δεινότητα καὶ τόλμαν, ἐν δὲ ταῖς ἰδίαις ἀποφάσεσιν ἐνυπνίων καὶ τεράτων καὶ μύθων ἀπιθάνων καὶ συλλήβδην δεισιδαιμονίας ἀγεννοῦς καὶ τερατείας γυναικώδους ἐστὶ πλήρης. ὅτι Ἀσκληπιόδοτος ὅσιος ἦν καὶ εὐσεβὴς καὶ τὰ μὲν πρῶτα δεισιδαίμων ἐγεγόνει καὶ εὐλαβὴς οὕτως σφόδρα ὥστε μήτε θύειν ἀνέχεσθαι μήτε τινὸς ἀπορρήτου μηδενὸς ἀκούειν· οὐ γὰρ εἶναι ταῦτα τῆς γενέσεως ἄξια, ἀλλὰ τοῦ Ὀλύμπου καὶ τῶν ἐν Ὀλύμπῳ διαζῆν ἡγουμένων. ὅτι ἡ εὐσέβεια μέση τυγχάνει ἀσεβείας καὶ δεισιδαιμονίας. ὅτι δεισιδαιμονία ἡ ἄκαιρος παρρησία. ὁ Πύρρος γὰρ συλῶν τὰ χρήματα τῆς Φερσεφόνης ἐπισκώψας ἔφη· ἡ ἄκαιρος θεοσέβεια δεισιδαιμονία ἐστί, καὶ τὸ συλλέξαι πλοῦτον ἄπονον εὐβουλία. ]
delta 412[ Δημαγωγικός· στρατηγικός. Πολύβιος· Μολπαγόρας, ἀνὴρ λέγειν καὶ πράττειν ἱκανός, κατὰ δὲ τὴν αἵρεσιν δημαγωγικὸς καὶ πλεονέκτης· ὃς μοναρχικὴν ἐξουσίαν ἑαυτῷ περιποιησάμενος ἀνῃρέθη παρά τινων. καὶ αὖθις· ἡ δημαγωγία γὰρ οὐ πρὸς μουσικοῦ ἐστιν ἀνδρὸς οὐδὲ χρηστοῦ τοὺς τρόπους, ἀλλ’ εἰς ἀμαθῆ καὶ βδελυρόν. Ἀριστοφάνης φησί. ]
delta 444[ Δημοκοπεῖν καὶ Ἑλληνοκοπεῖν. Πολύβιος· ὁ δὲ Περσεὺς τὴν πρὸς Ῥωμαίους φιλίαν ἀνανεωσάμενος ἑλληνοκοπεῖν ἐπεβάλετο. λέγεται δὲ καὶ δημοκοπία καὶ δοξοκοπία. ὑπάτους αἱροῦνται ἐκ δόξης πολεμικῆς Λεύκιον, ἐκ δὲ δημοκοπίας Τερέντιον. ]
delta 446[ Δημοκρατία. ὅτι Πολύβιός φησιν, ὡς δημοκρατία ἐπανελομένη τοὺς ἐπιβουλεύοντας οὐκέτι μισθοφόροις τηρεῖ τὴν ἑαυτῆς ἐλευθερίαν. ]
delta 472[ Δημοχάρης· ἀδελφιδοῦς Δημοσθένους. περὶ οὗ Τίμαιός φησιν ἡταιρηκέναι μὲν τοῖς ἄνω μέρεσι τοῦ σώματος, οὐκ εἶναι δὲ ἄξιον τὸ ἱερὸν πῦρ φυσᾶν, ὑπερβεβηκέναι δὲ τοῖς ἐπιτηδεύμασι τὰ Βότρυος ὑπομνήματα καὶ τὰ Φιλαινίδος καὶ τῶν ἄλλων ἀναισχυντότερα γράφων. Πολύβιος δὲ λέγει πρὸς Τίμαιον· ταύτην δὲ τὴν λοιδορίαν καὶ τὰς ἐμφάσεις οὐχ οἷον ἄν τις διέθετο πεπαιδευμένος ἀνήρ, ἀλλ’ οὐδὲ τῶν ἀπὸ τέγους ἄχρι τοῦ σώματος εἰργασμένων οὐδείς. οὐδ’ ἵνα πιστὸς φανῇ κατὰ τὴν αἰσχρολογίαν καὶ τὴν ἄλλην ἀναισχυντίαν, καὶ προσκατέψευσται τ ἀνδρός, κωμικόν τινα μάρτυρα προσεπισπασάμενος ἀνώνυμον. ἠξιώθη δὲ ὁ Δημοχάρης καὶ στρατηγίας παρ’ Ἀθηναίοις καὶ τῶν ἄλλων τιμῶν, ὧν οὐδὲν αὐτῷ συνεξέδραμε, τοιαύταις ἀτυχίαις παλαίοντι. ]
delta 513[ Διαβιασάμενος· παραναγκασθείς. Πολύβιος· διαβιασάμενος δὲ τὴν ἀσθένειαν τῇ συνηθείᾳ τῇ πρὸ τοῦ παρῆν ἐξ Ἄργους εἰς Μεγαλόπολιν αὐθημερόν. ]
delta 635[ Διάληψις· ἐνθύμησις, ἢ γνῶσις. Πολύβιος· διὰ γὰρ τὴν ὑπερβάλλουσαν ἐπὶ τοῦτο τὸ μέρος ἐπιθυμίαν ἦν ὑπὲρ αὐτοῦ διάληψις, ὡς οὐδὲν προὐργιαίτερον ποιουμένου κατὰ τὸν βίον τοῦ κυνηγετεῖν. οἱ γὰρ πολλοὶ τῶν ἀνθρώπων οὐκ ἐκ τῶν κατὰ λόγον, ἀλλ’ ἐκ τῶν συμβαινόντων ἀγαθοὶ ποιεῖσθαι τὰς διαλήψεις. τὰς τοῦ νοὸς ὁρμάς. ἄρτι γὰρ δι’ αὐτὸ τοῦτο προκεχειρισμένοι τὸν Πασίστρατον διὰ τὸ πρᾶξιν ἔχειν τινα καὶ τόλμαν, παραχρῆμα μετέπιπτον ἐς τἀναντία ταῖς γνώμαις διὰ τὴν περιπέτειαν. καὶ αὖθις· παραπλησίως καὶ τὰ πλήθη ὁμοίως τούτοις ἔχει τὰς διαλήψεις ὑπὲρ τῶν κοινῶν, τῆς φύσεως αὐτοὺς διδασκούσης. καὶ Πολύβιος· οἱ δὲ Ῥωμαῖοι οὐκ ἐκ καταφορᾶς, ἀλλ’ ἐκ διαλήψεως χρώμενοι ταῖς μαχαίραις, πρακτικοῦ τοῦ κεντήματος περὶ αὐτὰς ὑπάρχοντος, τύπτοντες ἐς τὰ στέρνα καὶ εἰς τὰ πρόσωπα διέφθειραν πάντας. ]
delta 733[ Δίαρμα· Πολύβιος· ἅμα δὲ πρὸς τὸν ἀπὸ Λιβύης πλοῦν καὶ πελάγιον δίαρμα λίαν εὐφυῶς ἔκειτο τοῖς Καρχηδονίοις ἡ πόλις. καὶ αὖθις· ἦν μὲν γὰρ ἀπὸ τοῦ χάρακος ἐπὶ θάλατταν ρκʹ στάδια· τὸ δὲ δίαρμα βραχὺ πλεῖον ξʹ. καὶ διὰ τοῦτο ἦν ἀδηλότης καὶ συνέχεια τῆς ἐπιφάσεως. καὶ αὖθις· εἶδον ὄψιν γεγεφυρωμένου τοῦ θαλαττίου διάρματος ἀπὸ τοῦ Βυζαντίου ἕως Καλχηδόνος. ]
delta 735[ Δίαρσις· ἔπαρσις εἰς ὕψος. Πολύβιος· οἱ δὲ Ῥωμαῖοι συνδραμόντες εἰς τὰς χεῖρας τοὺς Κελτοὺς ἀπράκτους ἐποίησαν, ἀφελόμενοι τὴν ἐκ διάρσεως αὐτῶν μάχην· ὅπερ ἐστὶν ἴδιον Γαλατικῆς χρείας διὰ τὸ μηδαμῶς κέντημα τὸ ξίφος ἔχειν. ]
delta 775[ Διασχών· διελθών, διαστήσας. Πολύβιος· ὁ δὲ διασχὼν τῶν πολεμίων ὡς τρία στάδια κατεστρατοπέδευσε, μεταξὺ λαβὼν τὸν ποταμόν. ]
delta 778[ Διατατικώτερον· Πολύβιος· τοῦτ’ ἄμεινον ὑπολαμβάνοντες εἶναι καὶ διατατικώτερον, τὸ μήτε τῷ καιρῷ μήτε ταῖς ἐκκλησιαστικαῖς καὶ παραστατικαῖς διαθέσεσι περιγίνεσθαι τῶν ἐναντίων. ]
delta 958[ Διεσκευασμένην· μετὰ δόλου γεγραμμένην. Πολύβιος· ἐκπέμπουσι τῶν Κρητῶν τινας ὡς ἐπὶ λῃστείαν δόντες ἐπιστολὴν διεσκευασμένην. ]
delta 987[ Διεψευσμένοι· ἠγνοηκότες. Πολύβιος· πάντων τούτων ἦσαν διεψευσμένοι οἱ Αἰτωλοί. καὶ αὖθις· διεψεύσθησαν δὲ τοῖς λογισμοῖς· κατετάχησε γὰρ αὐτοὺς Ἀννίβας ἐξελὼν τὴν πόλιν. ]
delta 1065[ Δικαιοδοσία. Πολύβιος· ὅταν ᾖ τὸ δίκαιον ἐκλαβεῖν παρὰ τῶν ἀδικησάντων ἢ κατὰ νόμους ἢ κατά τινας ἄλλας ὑποκειμένας δικαιοδοσίας. ἀντὶ τοῦ εὐλόγους ἀφορμάς. ]
delta 1565[ Δυεῖν· Πολύβιος· ἀπελθεῖν εἰς πόλιν, ἣ δυεῖν μὲν ἡμερῶν ἀπεῖχε. καὶ αὖθις· δυεῖν προελέσθαι θάτερον, ἢ τὸ ἢ τό. ]
delta 1691[ Δυσποτμότερον· ἀθλιώτερον. καὶ Δυσποτμία Οἰδίποδος, ἡ δυστυχία. καὶ Πολύβιος· ἐς παραπλησίαν διάθεσιν ἦλθον τοῖς ἐν ταῖς πολυχρονίαις ἀρρωστίαις δυσποτμοῦσι. ]
epsilon 284[ Ἐζυγοστατεῖτο· ἐφ’ ἑκάτερα ῥοπὰς ἐλάμβανε. Πολύβιος· ἐζυγοστατεῖτο τοῖς Ῥωμαίοις ὁ πόλεμος. ]
epsilon 308[ Ἐθελοντήν· ἐπίρρημα. τοὺς παραβόλους κινδύνους ἐθελοντὴν ἀναδεδεγμένος. καὶ Πολύβιος· τοῖς βουλομένοις πάντα κίνδυνον ἐθελοντὴν ὑπομένειν. καὶ αὖθις· ἐκ παντὸς ἐπέλεξε τοῦ στρατεύματος ἐθελοντὴν τοὺς ἀρίστους. ]
epsilon 389[ Ἐκδέχῃ· νοεῖς, ὑπολαμβάνεις. Πολύβιος· οὐκ ὀρθῶς, ὦ στρατηγέ, τοὺς ἡμετέρους ἐκδέχῃ λόγους. καὶ Ἐκδέχομαι· αἰτιατικῇ. ]
epsilon 455[ Ἐκλαβεῖν· ἀπολαβεῖν. Πολύβιος· ὅταν ᾖ τὸ δίκαιον ἐκλαβεῖν παρὰ τῶν ἀδικησάντων ἢ κατὰ νόμους ἢ κατ’ ἄλλας τινὰς ὑποκειμένας δικαιοδοσίας. ]
epsilon 462[ Ἐκκλείουσι· κωλύουσιν, εἴργουσιν. Πολύβιος· ἐπεὶ τὸν Φίλιππον ἐκκλείουσιν οἱ καιροί, βούλεσθαι τὸν βασιλέα τὴν ἐπιγραφὴν τῆς πράξεως ἐκείνῳ περιποιῆσαι, ὡς ἐν εὐεργεσίᾳ προφέρων τούτῳ τοὺς λόγους. ]
epsilon 574[ Ἐκπλαγεῖς· ἐκπλήξεως πλέοι. Πολύβιος· ἐκπλαγεῖς δὲ γενόμενοι οἱ Λίβυες διὰ τὸ παράδοξον, ἐγκλίναντες ἔφευγον. καὶ αὖθις· οὕτως ἐκπλαγεῖς ἦσαν καὶ κατάφοβοι τὸ μέλλον. καὶ Ἐκπλαγεῖς θηλυκῶς, ἀντὶ τοῦ θαυμασταί. ποιμένες ἀγραυλοῦντες ἐκπλαγοῦς φωτοφανείας ἔτυχον. ]
epsilon 637[ Ἐκτενῶς· ὁλοψύχως, προθύμως. Πολύβιος· ὁ δὲ Ἀχαιὸς προσδεξάμενος ἐκτενῶς καὶ φιλανθρώπως τὸν Βῶλιν ἀνέκρινε διὰ πλειόνων ὑπὲρ ἑκάστου τῶν κατὰ μέρος. ]
epsilon 705[ Ἐκφανεστάτας· πάνυ λαμπράς. Πολύβιος· τὸ γὰρ μάλιστα λυποῦν ἀεὶ τῶν ἐν χερσὶν ὄντων ἐκφανεστάτας ἔχει τὰς χαράς. ]
epsilon 727[ Ἐκ χειρὸς βοηθεῖν τοῖς πράγμασι· Πολύβιος. ἀντὶ τοῦ μετὰ πάσης ἐπιμελείας, ἐπιτεταμένως, συντόνως. ]
epsilon 1069[ Ἔμφασιν· προσποίησιν, ἐννόησιν· ἢ τὸ μέγεθος. Πολύβιος· ὁ δὲ Φίλιππος ἀνεχώρησε διαταραχθείς, ποιῶν δὲ ἔμφασιν, ὡς ἐπί τινα τῶν ἐν Πελοποννήσῳ πράξεων ἐπεστροφώς. ταύτην δὲ τὴν ἀπολογίαν καὶ τὰς ἐμφάσεις οὐχ οἷον ἄν τις διέθετο πεπαιδευμένος ἀνήρ, ἀλλ’ οὐδὲ τῶν ἀπὸ τέγους ἄχρι τοῦ σώματος εἰργασμένων οὐδείς. ]
epsilon 1070[ Ἔμφασις· ἔνδειξις. Πολύβιος· ταύτην δὲ τὴν λοιδορίαν καὶ τὰς ἐμφάσεις οὐχ οἷον ἄν τις διέθετο πεπαιδευμένος ἀνήρ, ἀλλ’ οὐδὲ τῶν ἀπὸ τέγους ἄχρι τοῦ σώματος εἰργασμένων οὐδείς. ὁ δ’ ἵνα πιστὸς φανῇ κατὰ τὴν αἰσχρολογίαν καὶ τὴν ἄλλην ἀναισχυντίαν καὶ προσκατέψευσται τ ἀνδρὸς κωμικόν τινα μάρτυρα προσεπισπασάμενος ἀνώνυμον. ]
epsilon 1136[ Ἐναύειν· πυρὸς μεταδιδόναι. Πολύβιος· εἰ δέ τις λειπόμενος μὴ θάνοι, φύγοι δὲ τὸν κίνδυνον, τοῦτον μήτε πόλει δέχεσθαι μήτε πῦρ ἐναύειν. περὶ τούτων ἀρὰς ἐποιήσαντο πᾶσι μέν, μάλιστα δὲ τοῖς Ἠπειρώταις, εἰς τὸ μηδένα τῶν φυγόντων δέξασθαι τῇ χώρᾳ. καὶ αὖθις Αἰλιανός· εἴ ποτε δημοσία νόσος ἐπεπόλασεν, ἐπὶ τὸν σηκὸν τοῦδε φοιτῶντες οἱ ἱερογραμματεῖς, εἶτα μέντοι τὰς δεούσας ἱερουργίας ἐπιτελοῦντες ἐκ τοῦ βωμοῦ πῦρ ἐναύονται καὶ ἐξῆπτον πυρὰς κατὰ πόλεις καὶ τοῦ δυσώδους ἀέρος τὴν φθοροποιὸν ἐκείνην νόσον μαραίνουσι καὶ λεπτύναντες τοῦτο δὴ τὸ καινότατον τὴν νόσον ἔσβεσαν τῷ πυρί. καὶ αὖθις· Καλλίξενος ὁ Ἀθηναῖος διὰ συκοφαντίαν ἆθλα ἀπηνέγκατο τῆς ἀναισχυντίας καὶ ἀσεβείας, ἐν ἄστει μισούμενος καὶ πενόμενος καὶ ἀποκλειόμενος λιμῷ ἀποθανεῖν· ἐπεὶ μήτε ὕδατος ἐκοινώνουν αὐτῷ, μήτε πυρὸς ἐναύειν ἐβούλοντο, ὥσπερ οὖν κοινωνεῖν τοῖς βουλομένοις καὶ δεομένοις. ]
epsilon 1245[ Ἐνέπεσε· συνέβη, ἐγένετο. Πολύβιος· ἐνέπεσε δέ τις ὁρμὴ τῷ Σκιπίωνι καὶ διαπόρησις, εἰ δεῖ συμβαλεῖν καὶ μονομαχῆσαι πρὸς τὸν βάρβαρον. ]
epsilon 1252[ Ἐνεργόν· ἐπιτεταμένην, σύντομον. Πολύβιος· οἱ δὲ ἐξαναστάντες ἐνεργὸν ἐποιήσαντο τὴν πορείαν καὶ τὴν ἔφοδον. ]
epsilon 1519[ Ἐξ ἀκεραίου· ἀντὶ τοῦ εὐχερῶς, εὐμαρῶς. Πολύβιος· οὔτε τοὺς ἐξ ἀκεραίου συμπειθομένους τῶν ἀνδρῶν πρός τινας βασιλεῖς ἢ δυνάστας κοινωνίαν πραγμάτων εὐθέως προδότας νομιστέον, οὔτε τοὺς κατὰ περιστάσεις μετατιθέντας τὰς αὑτῶν πατρίδας ἀπό τινων ὑποκειμένων πρὸς ἑτέρας φιλίας καὶ συμμαχίας, οὐδὲ τούτους. πολλοῦ γε δεῖ· ἐπείτοιγε πολλάκις οἱ τοιοῦτοι τῶν μεγίστων ἀγαθῶν γεγόνασιν αἴτιοι ταῖς πατρίσι. καὶ τὰ παραδείγματα ἐξ αὐτῶν τῶν ἐνεστώτων καιρῶν. ]
epsilon 1528[ Ἔξαλλος καὶ Ἐξάλλως· ἐπίρρημα. ἀντὶ τοῦ κατὰ ἄλλον τρόπον, παραδόξως. Πολύβιος· τὸ γὰρ ἅμα τε θύειν καὶ ἐξιλάσκεσθαι τὸ θεῖον, προσκυνοῦντα καὶ λιπαροῦντα τοὺς βωμοὺς ἐξάλλως, καὶ πάλιν ταῦτα διαφθείρειν μανίας ἐστίν. ]
epsilon 1584[ Ἐξαίσια· παντὸς ἐπέκεινα θαύματος, ὑπερβαλλόντως. πλοῦτος ἐξαίσιος. Πολύβιος· ἐπιγίνεται χειμῶνος μέγεθος ἐξαίσιον. ]
epsilon 1647[ Ἐξεριθεύονται· πρὸς κακίαν ἐκκαλοῦσι. Πολύβιος· οἱ τῆς στρατηγίας ὀρεγόμενοι ἐξεριθεύονται τοὺς νέους καὶ παρασκευάζουσιν εὔνους συναγωνιστὰς εἰς τὸ μέλλον. ]
epsilon 1782[ Ἐξοδία· ἡ ἔξοδος. Πολύβιος· τὸ μὲν οὖν πρῶτον ὡς ἐπ’ ἐξοδίαν ὁρμήσαντες ἐκ τῆς πόλεως παρὰ τὴν ὁδὸν ἔμειναν. ]
epsilon 1861[ Ἔξοινος· ὁ μεθύων. ὁ δὲ ἔξοινος ὢν καὶ ἡμικραίπαλος, ὑπὸ τοῦ ὕπνου διακοπτόμενος. Πολύβιος· ἔξοινοι γεγονότες καὶ κατὰ σκηνὰς ἐρριμμένοι πάντες οὔτε παραγγέλματος ἁπλῶς ἤκουον οὔτε τοῦ μέλλοντος ἐλάμβανον οὐδ’ ἡντιναοῦν πρόνοιαν. ]
epsilon 2081[ Ἐπεσημήναμεν· ἐξεπλάγημεν, ἐθαυμάσαμεν. καὶ Πολύβιος· τίς οὐκ ἂν ἐπισημήναιτο καὶ θαυμάσειε τὸν προειρημένον ἐπὶ τούτοις ἡγεμόνα. ]
epsilon 2224[ Ἐπιβάθρα· ἐπίβασις. πρώτη δὲ ἤδη ἀπέβη, οἱονεὶ ἐπιβάθραν αὐτῷ κατασκευάζουσα καὶ κατακόλπισιν. Πολύβιος· ὁ δὲ Φίλιππος ἐβούλετο παρελέσθαι Ῥωμαίων τὰς ἐν τούτοις τοῖς τόποις ἀφορμὰς καὶ τὰς ἐπιβάθρας. ]
epsilon 2225[ Ἐπιβάθρας· ἐπιβάσεως. ἡ δὲ ἐπὶ τὸ τέγος ἀναβᾶσα ταχέως ἅτε τῆς ἐπιβάθρας ἐμπείρως ἔχουσα. Πολύβιος· ἵνα ἐὰν προθῆται διαβαίνειν αὖθις εἰς τὴν Ἀσίαν, ἐπιβάθραν ἔχοι τὴν Ἄβυδον. ]
epsilon 2239[ Ἐπιβολή· καὶ ἡ ἐγχείρησις, ἡ προκάταρξις. Πολύβιος· ἔστι μὲν γὰρ ὅτε καὶ ταὐτόματον ἀντέπραξε ταῖς ἐπιβολαῖς τῶν ἀγαθῶν ἀνδρῶν, ἔστι δ’ ὅτε πάλιν, κατὰ τὴν παροιμίαν, ἐσθλὸς ἐὼν ἄλλου κρείττονος ἀντέτυχε. τοῦτο δέ φασι περὶ Ὕλλου τοῦ Ἡρακλείδου καὶ Εὐχέμου τοῦ Αἰγεάτου. ]
epsilon 2261[ Ἐπιγενήματα· τὰ ἐξ ὑστέρου τοῖς τραύμασιν ἀναφυόμενα. Πολύβιος· δεῖ τοὺς ὀρθῶς βουλευομένους περὶ τοῦ πολέμου, καθάπερ καὶ τοὺς ἐν ταῖς ἀρρωστίαις, μηδὲν ἧττον τῶν ἐπιγενημάτων ποιεῖσθαι λόγον, ἢ τῶν ἐξ ἀρχῆς ὑποκειμένων παθῶν. ]
epsilon 2346[ Ἐπικάθηται· ἐπικρέμαται. Πολύβιος· ὁ δὲ διατειχίζει τὴν πόλιν ἀπὸ τῆς ἄκρας, ἵνα μηδεὶς ἔτι φόβος ἐπικάθηται τοῖς Ταραντίνοις ἀπὸ τῶν κατεχόντων τὴν ἀκρόπολιν. ]
epsilon 2366[ Ἐπὶ κεφαλαίου· συντόμως, ταχέως. Πολύβιος· μνησθεὶς δ’ ἐπὶ κεφαλαίου τῶν γεγονότων αὐτοῖς ἐλαττωμάτων καὶ θεὶς πρὸ ὀφθαλμῶν τὰ τῶν Μακεδόνων προτερήματα. ]
epsilon 2488[ Ἐπίνειον· παραθαλάσσιον χωρίον, ἢ προσορμητήριον. ὁ λεγόμενος κατάβολος. Πολύβιος· ὅτι οἱ Ῥωμαῖοι τὰς μὲν ναῦς ἐνεώλκησαν, τοὺς δὲ ἐν τῇ Ταρρακῶνι συναθροίσαντες ἐκ δὲ τῶν προγεγονότων ἐλαττωμάτων ἐπίνειον ἐποίησαν, ἐπὶ τῷ προκαθίσαντας ἐπὶ τῆς διαβάσεως διαφυλάξαι τοὺς συμμάχους. ]
epsilon 2522[ Ἐπίπνοια· ἐνθουσιασμός. Πολύβιος· οἱ δὲ Ῥωμαῖοι θείας ἐπιπνοίας τινὸς ἐπεπλήρωντο τήν τε προθυμίαν ἀνανταγωνίστῳ σθένει φραξάμενοι. ]
epsilon 2562[ Ἐπισημαινόμενος· διάφορα σημαίνει. καὶ νῦν Πολύβιος φησί. ]
epsilon 2564[ Ἐπισημήνασθαι· βεβαιῶσαι. ἐπισημηναμένων δὲ τῶν ἐκ τῆς Ἑλλάδος πρεσβευτῶν. ἀντὶ τοῦ κυρωσάντων. καὶ Πολύβιος· τίς γὰρ οὐκ ἂν ἐπισημήναιτο; ἀντὶ τοῦ ἐκπλαγείη, θαυμάσειεν. καὶ αὖθις· τοὺς μὲν χάρισι τοὺς δὲ κολάσεσιν, ὡς καὶ τοῖς ἄλλοις παράδειγμα εἶεν, ἐπισημαίνεσθαι. ]
epsilon 2608[ Ἐπίστασις· γνῶσις. Ἐπίστασις καὶ ἡ προσοχή, καὶ ἡ μίμησις. Πολύβιος· ὁ δὲ Ἀσδρούβας πέφυκεν ἡμῖν ἄξιος ἐπιστάσεως εἶναι καὶ ζήλου. καὶ αὖθις· τὰ δὲ τῶν πόλεων πράγματα ἀλλοιοτέρας ἔτυχεν ἐπιστάσεως καὶ μεταβολῆς. ]
epsilon 2833[ Ἐπῳδός· ἡ ἐπᾴδουσα τοῖς νοσοῦσι παισί. καὶ Ἐπῳδή, ἡ γοητεία. Πολύβιος· πάσης ἐπῳδῆς καὶ περιάμματος πεῖραν ἐλάμβανον. Σοφοκλῆς· οὐ πρὸς ἰατροῦ σοφοῦ θρηνεῖν ἐπῳδὰς πρὸς τομῶντι πήματι. ]
epsilon 2903[ Ἐργαστήριον· ἐν ᾧ τινα ἐργάζονται. Πολύβιος· οὐκ ἔστι, κατὰ τὸν Ξενοφῶντα, ὃς θεασάμενος τὴν πόλιν ἐκείνην οὐκ ἂν εἶπε πολέμου ἐργαστήριον. ]
epsilon 2904[ Ἐργαστικός· Πολύβιος· ἰδίως δὲ τῶν πολιτικῶν καὶ τῆς τῶν ἐργαστικῶν κατασκευῆς. ]
epsilon 2907[ Ἐργολάβος· οὐκ ὥσπερ ἐν τῇ συνηθείᾳ δοκοῦμεν ἐργολάβον καλεῖν τὸν ὑπέρ τινων ἔργων μισθὸν λαμβάνοντα καὶ ἔχοντα τοὺς συνεργαζομένους, οὕτω καὶ οἱ ῥήτορες ἐξεδέξαντο τὸν ἐργολάβον· ἀλλ’ ἐπὶ φλαύρων πραγμάτων χρῶνται τῷ ὀνόματι· ὡς Δημοσθένης ἐν τῇ πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον ἐπιστολῇ· πολὺ γὰρ μᾶλλον εὐνοίας καὶ φιλανθρωπίας τὰ παρόντα πράγματα δεῖται ἐκ ταραχῆς καὶ δυσμενείας, ὡς ὑπερβολῇ χρώμενοι τοῖς ἐργολαβοῦσι καθ’ ὑμῶν εἰς ὑποδοχὴν πραγμάτων, ὧν διαψευσθεῖεν. καὶ Ἔργον, ἐπὶ τοῦ δυσχεροῦς. Πολύβιος· οἱ δὲ Ῥωμαῖοι πολιορκοῦντες τοὺς Συρακουσίους ἔργου εἴχοντο, οὐ λογισάμενοι τὴν Ἀρχιμήδους δύναμιν. ]
epsilon 3102[ Ἐρύκειν καὶ Ἀπερύκειν· τὸ κωλύειν, καὶ ἀπείργειν. Πολύβιος· τὸ κυριώτατον ἦν τὸ τὸν πόλεμον ἐρύκειν ἀπὸ τῆς Μακεδονίας. ]
epsilon 3174[ Ἐσωματοποίει· ἔπλαττε. Πολύβιος· ὡσανεὶ καὶ τὸ αὐτόματον καὶ τύχη τις ἐσωματοποίει τὰς τοῦ Σκιπίωνος [+] πράξεις, ὥστ’ ἐπιφανεστέρας καὶ μείζονας ἀεὶ φαίνεσθαι τῆς προσδοκίας. ]
epsilon 3195[ Ἐσπούδαζον· ἐσεμνολογοῦντο, ἐπεμελοῦντο. Πολύβιος· ἐσπούδαζον γὰρ τὰς ἀκολουθίας καὶ τὰς ἐσθῆτας διαφερόντως, καί τις ἦν περὶ τοὺς πλείστους καλλωπισμὸς ὑπερέχων τὴν ἐκ τοῦ βίου χορηγίαν· ὅπλων δὲ ἠμέλουν. ]
epsilon 3258[ Ἐσχεδίαζον· ἡτοίμαζον. ἢ ἐκ τοῦ παρατυχόντος ἔλεγον. Ἰώσηπος· τοῖς δὲ τὸν πόλεμον ἐξάψασιν ἐσχεδιάζοντο πρὸς ἡδονήν. καὶ Πολύβιος· ἁπλῶς δὲ πάντα κατὰ τὸ συνεχὲς ἐκ τῆς ἀρχῆς ἄχρι τέλους ἐσχεδιάσθαι καὶ διημαρτῆσθαι. ]
epsilon 3426[ Εὐδοκουμένην· καλῶς προσδοκωμένην, ἀρέσκουσαν. Πολύβιος· τοῦ δὲ λέγειν ἀληθινῶς ταῦτα, πίστιν ἔφη ποιήσειν εὐδοκουμένην. ]
epsilon 3463[ Εὐήθης· βλάξ, ἀνόητος· ἢ ἄχρηστος τὸ ἦθος. Πολύβιος· εὐήθως ἐκλογιζόμενοι τὰ παρόντα καὶ παιδικῶς. ]
epsilon 3677[ Εὑρεσιλόγος· φλύαρος, ἑτοιμολόγος. Πολύβιος· ἔχων δὲ καὶ πλείω λέγειν ἀγωνιῶ, μὴ δόξω τισὶν ὑμῶν οὐκ ἀναγκαίως εὑρεσιλογεῖν. ]
epsilon 3816[ Εὐφυᾶ· καλὴν φύσιν ἔχοντα. ὡς εὐφυὴς καὶ εὐεπιχείρητος ἀπεληλυθὼς τῆς διατριβῆς εἴη νεανίσκος. Πολύβιος· ὁ δὲ ἦν ὑπηρετικὸν σκεῦος εὐφυὲς καὶ πολλὰς ἔχων ἀφορμὰς εἰς πραγμάτων οἰκονομίαν. ]
epsilon 3840[ Ἔφαμμα· τὸ περίβλημα. Πολύβιος· οἱ μὲν γὰρ τὰς ἀναξυρίδας καὶ τοὺς εὐπετεῖς τῶν σάγων ἔχοντες περὶ αὑτοὺς ἐξέταζον· οἱ δὲ διὰ φιλοδοξίαν ταῦτ’ ἀπορρίψαντες γυμνοὶ μετὰ τῶν ὅπλων ἔστησαν, ὑπολαβόντες οὕτως ἔσεσθαι πρακτικώτατοι διὰ τό τινας τῶν τόπων βατώδεις ὄντας ἐμπλέκεσθαι τοῖς ἐφάμμασιν. ]
epsilon 3960[ Ἐφ’ ᾧ· ἐπὶ τούτῳ. Πολύβιος· ὁ δὲ Μάρκος δοὺς πίστεις ὑπὲρ ἀσφαλείας ἔπεισεν αὐτοὺς ἐκχωρεῖν ἐς Ἰταλίαν, ἐφ’ ᾧ λαμβάνοντας μέτρημα παρὰ τῶν Ῥηγίνων πορθεῖν τε Βρεττιανὴν κυρίους ὄντας, ὧν ἂν ἐκ τῆς πολεμίας ὠφεληθῶσι. καὶ αὖθις· καὶ συνέθεντο μεθέξειν τῆς κοινῆς συμμαχίας, ἐφ’ ᾧ λαμβάνειν κʹ τάλαντα κατ’ ἐνιαυτόν. ]
epsiloniota 80[ Εἰκοβολεῖν· εἰκάζειν. ἢ εἰκῆ καὶ μάτην βάλλειν. φῶς ἑαυτοῖς παρεσκεύαζον εἰς τὸ μήτε σφάλλεσθαι μήτ’ εἰκοβολεῖν. Πολύβιός φησιν. ]
eta 532[ Ἡρμόσαντο· εὐφυῶς διετέθησαν. οἱ δὲ ἡρμόσαντο πρὸς τὴν βούλησιν καὶ συνέθεντο δέκα τάλαντα δώσειν. Πολύβιος· οἱ δὲ στρατιῶται πάντα ἡρμόζοντο πρὸς τὴν εἰς οἶκον ἐπάνοδον. ἀντὶ τοῦ ἐγίνοντο, παρεσκευάζοντο. ]
gamma 212[ Γεφυρίζων: χλευάζων, ἐξευτελίζων. Πολύβιος· ὁ δὲ Σύλλας πορθήσας τὰς Ἀθήνας ἐδέησε μικροῦ διαφθεῖραι τὴν πόλιν θυμῷ διὰ τὰ σκώμματα, ἃ δὴ πολλὰ κατ’ αὐτοῦ γεφυρίζων καὶ ἐπικερτομῶν ὁ Ἀρίστων παρ’ ὅλην ἀπέρριπτε τὴν πολιορκίαν. ]
iota 526[ Ἱππαφέσεων· τῆς ἀφετηρίας. Πολύβιος· παραπλήσιόν τι πάθος ἔφασκε τοῖς ἐπὶ τῶν ἱππαφέσεων· οἷον εἰκὸς ἐφιστάμενοι ἐκ τῶν αἰρομένων πυρσῶν. ]
iota 626[ Ἰσηγορεῖ· ἐπίσης λέγει, ἰσολογεῖ. Πολύβιος· οὔσης δημοκρατίας παρὰ τοῖς Μεσσηνίοις καὶ τῶν μὲν ἀξιολόγων ἀνδρῶν πεφυγαδευμένων, τῶν δὲ κατακεκληρουχημένων τὰς τούτων οὐσίας ἐπικρατούντων τῆς πολιτείας, δυσχερῶς ὑπέφερον τὴν τούτων ἰσηγορίαν οἱ μένοντες τῶν ἀρχαίων πολιτῶν. ]
kappa 77[ Καθῆκον· ὅτι καθῆκόν φασιν εἶναι, ὃ προαχθὲν εὔλογόν τε ἴσχει ἀπολογισμόν, οἷον τὸ ἀκόλουθον ἐν ζωῇ· ὅπερ καὶ ἐπὶ τὰ φυτὰ καὶ ζῷα διατείνει· ὁρᾶσθαι γὰρ κἀπὶ τούτων καθήκοντα. κατά τινας εἴκειν τῆς προσονομασίας εἰλημμένης. ἐνέργημα δ’ αὐτὸ εἶναι ταῖς κατὰ φύσιν κατασκευαῖς οἰκεῖον· τῶν γὰρ καθ’ ὁρμὴν ἐνεργουμένων τὰ μὲν καθήκοντα εἶναι, τὰ δὲ παρὰ τὸ καθῆκον. καθήκοντα μὲν οὖν εἶναι ὅσα λόγῳ πρέπει ποιεῖν· ὡς ἔχει γονεῖς τιμᾶν, ἀδελφούς, πατρίδα, συμπεριφέρεσθαι φίλοις· παρὰ τὸ καθῆκον, ὅσα μὴ αἱρεῖ λόγος, ὡς ἔχει τὰ τοιαῦτα· γονέων ἀμελεῖν, ἀδελφῶν ἀφροντιστεῖν, φίλοις μὴ συνδιατίθεσθαι, πατρίδος ὑπερορᾶν καὶ τὰ παραπλήσια. οὔτε καθήκοντα οὔτε παρὰ τὸ καθῆκον, ὅσα οὔτε αἱρεῖ λόγος πράττειν οὔτε ἀπαγορεύει· οἷον κάρφος ἀνελέσθαι, γραφεῖον κρατεῖν, στλεγγίδα καὶ τὰ ὅμοια τούτοις. καὶ τὰ μὲν εἶναι καθήκοντα ἄνευ περιστάσεως, ὡς τάδε· ἁγνείας ἐπιμελεῖσθαι καὶ αἰσθητηρίων καὶ τὰ ὅμοια· κατὰ περίστασιν δὲ τὸ πηροῦν ἑαυτὸν καὶ τὴν κτῆσιν διαρριπτεῖν. ἀνὰ λόγον δὲ καὶ τῶν παρὰ τὸ καθῆκον. Πολύβιος· τολμῶσι πέρα τοῦ δέοντος καὶ ποιοῦσι παρὰ τὸ καθῆκον. ἔτι τῶν καθηκόντων τὰ μὲν ἀεὶ καθήκει, τὰ δὲ οὐκ ἀεί. καὶ ἀεὶ μὲν καθήκει τὸ ἐρωτᾶν καὶ πυνθάνεσθαι καὶ περιπατεῖν καὶ τὰ ὅμοια. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῶν παρὰ τὸ καθῆκον. ἔστι δὲ καὶ ἐν τοῖς μέσοις τι καθῆκον, ὡς τὸ πείθεσθαι τοὺς παῖδας τοῖς παιδαγωγοῖς. ]
kappa 106[ Καθικόμενοι· καθαψάμενοι. Πολύβιος· πάντες μὲν γὰρ οἱ βασιλεῖς καὶ φίλους προσαγορεύουσι καὶ συμμάχους κοινωνήσαντας τῶν αὐτῶν ἐλπίδων· καθικόμενοι δὲ τῶν πράξεων παραπόδας οὐ συμμαχικῶς ἀλλὰ δεσποτικῶς χρῶνται τοῖς πιστεύσασι. ]
kappa 313[ Κανθήλιος· βραδὺς νοῆσαι, ἢ ἀφυής. ἢ ὄνος μέγας. Ξενοφῶν λέγει· ὅτι ἐν Βαβυλῶνι οἱ φοίνικες οὐ μεῖον ἢ πλεθριαῖοι τὸ μέγεθος γίνονται· οἳ δὴ πιεζόμενοι ὑπὸ βάρους ἄνω κυρτοῦνται, ὥσπερ ὄνοι κανθήλιοι. καὶ Πολύβιος· ἐν γὰρ τοῖς ἐπιδεδεμένοις φορτίοις τὰ κανθήλια λαβόντας ἐκ τῶν ὄπισθεν προθέσθαι πρὸ αὐτῶν ἐκέλευσε τοὺς πεζούς. οὗ γενομένου, συνέβη παρὰ πάντας χάρακας ἀσφαλέστατον γενέσθαι τὸ πρόβλημα. ]
kappa 483[ Καταβολή· καινούργησις. ἐκ καταβολῆς πεντήκοντα ναῦς ναυπηγήσασθαι, πεντήκοντα δὲ ὑπαρχουσῶν κατελθεῖν ἐκ τῶν νεωρίων. Πολύβιος. οἱ δὲ πειραταὶ θεασάμενοι τὸν ἐπίπλουν τῶν Ῥωμαϊκῶν πλοίων ἐκ καταβολῆς ἐποιοῦντο τὴν ἀναχώρησιν. λέγεται δὲ καὶ θυσία, περίοδος, τελετή. ]
kappa 566[ Κατακαλῶν· ἐπιμελῶς ἐκζητῶν. Πολύβιος· ὁ δὲ Περσεὺς ἀνανεωσάμενος τὴν πρὸς Ῥωμαίους φιλίαν εὐθέως ἑλληνοκοπεῖν ἐπεβάλετο, κατακαλῶν ἐς τὴν Μακεδονίαν καὶ τοὺς τὰ χρέα φεύγοντας καὶ τοὺς πρὸς καταδίκας ἐκπεπτωκότας καὶ τοὺς ἐπὶ βασιλικοῖς ἐγκλήμασι παρακεχωρηκότας, καὶ τούτων ἐξετίθει προγραφὰς εἴς τε Δῆλον καὶ Δελφούς, διδοὺς οὐ μόνον τὴν ἀσφάλειαν τοῖς καταπορευομένοις, ἀλλὰ καὶ τῶν ὑπαρχόντων κομιδήν, ἀφ’ ὧν ἕκαστος ἔφυγεν. ]
kappa 638[ Κατάλυσις· ἡ οἰκία. Πολύβιος· τῷ δὲ ἐπὶ τὴν Ῥωμαϊκὴν κατάλυσιν ἐπιγράψαντι τοῦτο θάνατον ὥρισεν Ἀννίβας τὴν ζημίαν. ]
kappa 722[ Καταπορευθέντων· ἐπανόδου τυχόντων τῶν φυγάδων. Πολύβιος· ἣν οὐχ οἷόν τε ἀναλαβεῖν, μὴ οὐχὶ καταπορευθέντων τῶν πεφυγαδευμένων. ]
kappa 812[ Καταταχήσων· τῷ τάχει ὑπερβαλών. Πολύβιος· τὸ μὲν οὖν πρῶτον ὥρμησεν ὡς καταταχήσων, καταπροτερούμενος δὲ τῶν ἐπιβατικῶν ἀντὶ τοῦ νικώμενος ἐγένετο ὑποχείριος. ]
kappa 882[ Καταψήσας· τῇ χειρὶ ὁμαλίσας. Πολύβιος· τοὺς δὲ παῖδας καθ’ ἕνα προσαγόμενος καὶ καταψήσας θαρρεῖν ἐκέλευε. καὶ Φιλόστρατος· καὶ τὸ καταψῆσαι τοῦ ἵππου τὰ ὦτα καὶ τὴν χαίτην. ]
kappa 894[ Καταινέσαντος· συγκαταθεμένου. τοῦ δὲ καταινέσαντος τὸ νῦν εἶναι κατίασιν ὑπόσπονδοι. καὶ Πολύβιος· ὀλίγοι δέ τινες ἦσαν οἱ καταινέσαντες, οἱ δὲ πλείονες ἀντέπιπτον. λέγεται δὲ Καταινοῦντες ἀντὶ τοῦ συγκατατιθέμενοι. καὶ Σοφοκλῆς· καὶ καταίνεσον, μήποτε προδώσειν τάσδ’ ἑκών. ]
kappa 1002[ Κατέσχον· προσωρμίσθησαν. Πολύβιος· οἱ δὲ Ῥωμαῖοι ἀνήχθησαν τριακοσίαις ναυσὶ καὶ κατέσχον εἰς Μεσσήνην, ὅθεν ἀναχθέντες ἔπλεον. λέγεται δὲ καὶ προσέσχον. προσέσχον τῷ Λιλυβαίῳ. ὁ αὐτὸς Πολύβιος. καὶ αὖθις· ὁ δὲ Πόπλιος κατέσχε τῆς Αἰτωλίας εἰς Ναύπακτον. ]
kappa 1123[ Κατοιμώξας· καταμεμψάμενος. Πολύβιος· καὶ πολλὰ μὲν αὐτὸν κατοιμώξας, ὅτι παρὰ μικρὸν ἔλθοι τοῦ λαβεῖν τὸν Ἄτταλον ὑποχείριον. ἢ καταιτιασάμενος, οἴμοι λέγων. ]
kappa 1152[ Καχεξία. καὶ Καχεκτοῦντες, κακῶς τὴν ἕξιν διατεθειμένοι, ἀσθενοῦντες. Πολύβιος· ὁ δὲ Περσεὺς προσαγόμενος τὸν χρόνον καὶ τὸν πόνον ἐξελύετο τῇ ψυχῇ, καθάπερ οἱ καχεκτοῦντες τῶν ἀθλητῶν· ὅτε γὰρ τὸ δεινὸν ἐγγίζοι καὶ δέοι κρίνεσθαι περὶ τῶν ὅλων, οὐχ ὑπέμεινε τῇ ψυχῇ. ]
kappa 1393[ Κεραία· τὸ πλάγιον τοῦ ἱστοῦ. Πολύβιος· καθελόμενος τοὺς ἱστοὺς καὶ τὰς κεραίας ἔζευξε τούτοις βιαίως πρὸς ἀλλήλας. ]
kappa 1726[ Κλεόξενος καὶ Δημόκλειτος ἔγραψαν περὶ [+] πυρσῶν [+]· ὧν τὴν πραγματείαν ἐπεξειργάσατο ΠολύβιοςΜεγαλοπολίτης, ὡς λέγει ἐν τοῖς ἱστορουμένοις. ]
kappa 2000[ Κομιδή· ἡ ἀνάσωσις. Ἡρόδοτος. λέγεται δὲ καὶ ἡ ἄφιξις, ἡ δίοδος. Πολύβιος· τῆς εἰς τοὔμπροσθεν κομιδῆς καὶ τῆς ὅλης ἐπιβολῆς ἀπέστη. ]
kappa 2047[ Κόννους· ἐδωρεῖτο δὲ πᾶσι τὰ πρέποντα, τοῖς μὲν παισὶ κόννους καὶ ψέλλια, τοῖς δὲ νεανίσκοις δραμβὰς καὶ μαχαίρας. Πολύβιός φησι. ]
kappa 2602[ Κύβος· πᾶν τετράγωνον. Κύβος, ὁ κυκλόθεν βάσιν ἔχων. Ἀπολλόδωρος ἀπὸ τῆς κυφότητος· τὸ γὰρ ἐπὶ κεφαλὴν κάμψαντα κυβισθῆναι κυβιστῆσαι ἔλεγον. καὶ ἐν Ἐπιγράμμασι· οἶδ’ ὅτι ῥιπτῶ πάντα κύβον κεφαλῆς αἰὲν ὕπερθεν ἐμῆς. καὶ Ἐγκυβιστᾶν τοῖς πράγμασι, τὸ ῥιψοκινδύνως τι πράττειν καὶ ἐπιλέγειν, ἐρρίφθω κύβος. Πολύβιος· οἱ μὲν ἀλογιστίαν καὶ μανίαν ἔφασαν εἶναι τὸ παραβάλλεσθαι καὶ κυβεύειν τῷ βίῳ. τουτέστι παραλόγως τι πράττειν καὶ ῥιψοκινδύνως. ]
kappa 2759[ Κυρία· ἡ κατὰ φύσιν ὑπάρχουσα δύναμις. καὶ κυρία, ἡ ὡρισμένη καὶ ἐμπρόθεσμος ἡμέρα. ἀθρόον τε ἐν αὐτῇ τῇ κυρίᾳ ἐπιπεσόντες τοῖς ἡγεμόσι πάντας ἀπέκτειναν. καὶ Κυριώτατον, τὸ τελεώτατον. ὁ Πολύβιος· κυριώτατον ἦν τὸν πόλεμον φυγεῖν ἀπὸ τῆς Μακεδονίας. ]
lambda 378[ Λείπεσθαι· ἡττῆσθαι. Πολύβιος· πάντων τῶν κατὰ τὸν πόλεμον ἐνεργημάτων μεγίστην ῥοπὴν ἔχουσι καὶ πρὸς τὸ λείπεσθαι καὶ πρὸς τὸ νικᾶν αἱ ψυχαὶ τῶν ἀγωνιζομένων. ]
lambda 625[ Λιτοῖς· ὀλίγοις. ψιλοῖς, εὐτελέσι. Πολύβιος· μαθὼν δ’ ἐξ αὐτομόλου διασαφήσαντος, ὅτι ἑορτὴν ἄγουσι πάνδημον καὶ τοῖς σιτίοις λιτοῖς χρῶνται διὰ σπάνιν, τῷ δὲ οἴνῳ δαψιλεῖ, ἐπολιόρκει. ]
mu 365[ Μεγαλομερία. Πολύβιος περὶ Καρχηδονίων φησίν, ὅτι ὁ στόλος αὐτῶν περὶ ιεʹ μυριάδας ὑπῆρχεν· ἐφ’ οἷς οὐχ οἷον ἄν τις παρὼν καὶ θεώμενος ὑπὸ τὴν ὄψιν, ἀλλὰ κἂν ἀκούων καταπλαγείη τὸ τοῦ κινδύνου μέγεθος καὶ τὴν τῶν πολιτευμάτων ἀμφοτέρων μεγαλομερίαν καὶ δύναμιν. καὶ ὁ Θεολόγος· τοῖς τῶν μεγίστων ἢ τοῦ μεγίστου. μεγίστων ὡς ἐν τρισὶν ὑποστάσεσιν ὁμοουσίοις. ἢ τοῦ μεγίστου, διὰ τὸ κατ’ οὐσίαν ἓν καὶ ταυτὸ τῆς θεότητος. ἢ ὑπὲρ τὸ μέγα, διὰ τὸ μὴ ποσῷ τινι ἢ μεγέθει ἢ πηλικότητι περιγράφεσθαι. ]
mu 431[ Μεθοδικῶς· τουτέστι κατὰ μέθοδον. Πολύβιος· ὁ δὲ τρόπος τῶν κλιμάκων τῶν ἐν τοῖς τείχεσι προσαγομένων εὐχερὴς καὶ ἀδιάπτωτος, ἐὰν λαμβάνηται μεθοδικῶς. κατὰ μέθοδον. καὶ αὖθις· πάντα δὲ τὰ λεγόμενα μεθοδικῶς περὶ τῶν τάξεων ἐπωπτευκώς, εἰ καί τις ἕτερος τῶν καθ’ ἡμᾶς. ]
mu 631[ Μερίτην· συμμεριστήν. Πολύβιος· καὶ πολλὰ περιελασάμενοι σώματα καὶ θρέμματα τούτων οὐδενὸς μερίτην ἐποιήσαντο τῶν ἁλόντων. ]
mu 632[ Μερίτης· ὁ τινὸς πράγματος μεταλαγχάνων. Πολύβιος· ὁ δὲ φύλαξ εὐθὺς ἀνοίγει, ἐλπίζων καὶ πρὸς αὑτόν τι διατείνειν τὴν εὐαγρίαν διὰ τὸ μερίτην ἀεὶ γίνεσθαι τῶν εἰσφερομένων. ]
mu 1163[ Μνησικακεῖν· δοτικῇ. Πολύβιος· τοῦ μνησικακεῖν ἐπὶ τοῖς γεγονόσιν οὐδ’ ἡντιναοῦν ἔμφασιν ἐποίουν οἱ Ῥωμαῖοι. ]
mu 1214[ Μοναρχία· μονοκρατία. Πολύβιος· ἡ τῶν μονάρχων ἀσφάλεια τοπαράπαν ἐν τῇ τῶν ξένων εὐνοίᾳ κεῖται καὶ δυνάμει. καὶ Μοναρχῶ· γενικῇ. ]
mu 1430[ Μύωψ· ὁ οἶστρος. μυῖά τις ἐρεθίζουσα τὰς βοῦς. λέγεται παρὰ Καλλιμάχῳ ἐν Ἑκάλῃ, βοῦς σῶος μύωψ· τοὺς βοῦς σοβῶν καὶ διώκων μύωψ. λέγεται Μύωψ καὶ ἡ μάστιξ τοῦ ἵππου, τὸ σιδήριον, ὃ ἐπὶ τοῦ ποδὸς φοροῦσι κεντοῦντες τοὺς ἵππους. Πολύβιος· ὁ δὲ προσθεὶς τοὺς μύωπας ἐξ ἀμφοτέροιν τοῖν μεροῖν ἤλαυνε κατακράτος. καὶ ἐν Ἐπιγράμμασι· Λυσιδίκη σοι, Κύπρι, τὸν ἱππαστῆρα μύωπα, χρύσεον εὐκνήμου κέντρον ἔθηκε ποδός. καὶ αὖθις· βουστρόφον ἀκροσίδαρον ἀπειλητῆρα μύωπα. καὶ αὖθις· κέντρα τ’ ἐναιμόεντα διωξίπποιο μύωπος. ]
nu 104[ Νεαλής· κυρίως ὁ νεωστὶ ἑαλωκὼς ἰχθύς. λέγεται δὲ καὶ ὁ νεωστὶ ἁλισθείς. καὶ ὁ νεωστὶ ἁλούς. Ἀππιανός· τὸν δὲ δῆμον ἀπὸ τοῦ τείχους ὁρᾶν καὶ τοῖς πονουμένοις ἑτέρους νεαλεῖς ἐπιπέμπειν ἀεί· οἱ δὲ Κελτοὶ κεκμηκότες ἀκμῆσι συμπλεκόμενοι ἔφευγον ἀτάκτως. καὶ Πολύβιος· τοὺς πολεμίους ἀκεραίους ὄντας καὶ νεαλεῖς. ]
nu 513[ Νουκερῖνοι· ἔθνος Ἰταλίας· οὗ μέμνηται καὶ Πολύβιος. ]
nu 521[ Νοῦν ἔχειν· Πολύβιος· νοῦν ἔχειν καὶ τόλμαν δεῖ τοὺς στρατηγούς, ἅπερ ἐστὶ κυριώτατα πρὸς τὰς ἐπισφαλεῖς καὶ παραβόλους πράξεις. ]
nu 543[ Νῶλα· πόλις Αὐσόνων παρὰ Ἑκαταίῳ· Πολύβιος δὲ Νώλην αὐτήν φησιν. οἱ πολῖται Νώλιοι καὶ Νωλανοί. ]
omicron 568[ Ὀρθή· Πολύβιος· διόπερ ὡς οὐδέποτε μᾶλλον ὀρθὴ καὶ περίφοβος ἡ τῶν Ῥωμαίων πόλις ἐγεγόνει, καραδοκοῦσα τὸ συμβησόμενον. καὶ αὖθις· τὰ ἔθνη τῆς Ἰβηρίας ὀρθῶς αὐτοῖς ἀντικαθιστάμενα. ἀντὶ τοῦ ἀναίδην, ἀποτόμως. ]
omicron 570[ Ὀρθῆς δὲ τῆς πόλεως οὔσης ἐπὶ τούτοις· ἀντὶ τοῦ κεκινημένης καὶ πεφοβημένης. Ὑπερίδης φησίν· ὀρθῆς δ’ ἡμῖν τῆς πατρίδος οὔσης. Αἰσχίνης δὲ ἀντὶ τοῦ ἀπαθοῦς καὶ ἀκεραίου. καὶ Πολύβιος· τούτων δὲ προσαγγελθέντων τοῖς Καρχηδονίοις, ὀρθὴ καὶ περίφοβος ἦν ἡ πόλις διὰ τὴν ἀδηλότητα τῶν προσδοκωμένων. ]
omicron 602[ Ὁρμητήριον· Πολύβιος· τὸ δὲ φρούριον οἱ Παννόνιοι καταρχὰς τοῦ πολέμου λαβόντες ὁρμητήριον ἐπεποίηντο καὶ εἰς ὑποδοχὴν τῶν λαφύρων ἐξῃρήκεσαν. ἔστι δὲ ὁρμητήριον, ὅθεν τὰ πρὸς τὸν πόλεμον ἐξαρτύοντες ἐξίασι μαχεσόμενοι. ]
omicron 952[ Οὔριος· ἐπιδέξιος, ἐπιτήδειος ἄνεμος. Πολύβιος· λαβὼν δ’ οὔριον ἄνεμον καὶ λαμπρόν, ἐκπετάσας πᾶσι τοῖς ἀρμένοις καὶ κατουρώσας ἐπ’ αὐτὸ τὸ στόμα τοῦ λιμένος ἐποιεῖτο τὸν πλοῦν, ἔχων καθωπλισμένους ἄνδρας ἐπὶ τῶν καταστρωμάτων. καί, οὐρίῳ πελάσαι δρόμῳ. τουτέστιν εὐθυδρομῆσαι. ]
omicron 989[ Οὐχ οἷον· οὐχ οἷον προσεῖχον αὐτοῖς, ἀλλ’ ἁπλῶς οὐδ’ ἀκούσειν ἠξίουν. Πολύβιος· οὐχ οἷον οὐ προσεῖχε τοῖς λεγομένοις, ἀλλ’ οὐδὲ ἠνείχετο ἀποφαινόμενος ταῦτα. ]
omicron 1057[ Ὄχλου· ἀγανακτήσεως, ταραχῆς. καὶ τὰ μὲν ἄλλα ἐπείθετο τῷ πατρὶ καὶ ἦν πρὸς τοὺς πυνθανομένους καὶ ὄχλον κινοῦντας εὖ μάλα ἐγκρατὴς καὶ γλώττης ἦρχε. Πολύβιος· ἦν δὲ ὀχλοκόπος ὁ Φλαμίνιος καὶ δημαγωγὸς τέλειος. καὶ αὖθις· οὔτε ἐξετάσαι τὸν ἄνθρωπον οἷόν τε ἦν ἀκριβῶς, ἀσθενείᾳ σώματος ὀχλούμενον, οὔτε ἐρωτᾶν, εὐλαβείᾳ τοῦ ὀχλώδους. ]
omicroniota 56[ Οἰκείως· ὁμοίως. Πολύβιος· οἰκείως δὲ ταῦτα συνέβαινε γίνεσθαι καὶ παρὰ Καρχηδονίοις. ]
phi 130[ Φατέ· λέγετε. Πολύβιος· φατέον, ἡγεμόνος ἀγαθοῦ ἔργον εἶναι τὸ μὴ δεῖν μηδέποτε χωρὶς προθέσεως μηδ’ ἐκ πάσης ἀφορμῆς ποιεῖσθαι τοὺς ὁλοσχερεῖς κινδύνους, καὶ μάλιστα, εἰ τυγχάνοι τις ὢν ἀπαράσκευος. ]
phi 233[ Φέρτρῳ· τῇ τῶν νεκρῶν κλίνῃ. Φέρτρον καὶ τὸ φορεῖον. Πολύβιος· τότε καὶ τὸν Φιλήμενον ἥκειν ἔχοντα τὸν ὗν ἐν φέρτρῳ καὶ Λίβυας ὡσεὶ χιλίους. ὡς δὲ ἤγγισε τῷ τείχει, ἔλεγεν ἀνοίγειν ταχέως, ὅτι βαρύνονται, φέρουσι γὰρ ὗν ἄγριον. ὁ δὲ φύλαξ ἀνοίγει, θαυμάσας τὴν εὐαγρίαν. οἱ δὲ φέρεθρον λέγεσθαί φασι. ]
phi 246[ Φειδίας, ἀγαλματοποιός, ὃς ἐλεφαντίνης Ἀθηνᾶς εἰκόνα ἐποίησε. Περικλῆς δὲ ἐπὶ τοῖς ἀναλώμασι ταχθεὶς ἐνοσφίσατο νʹ τάλαντα καὶ ἵνα μὴ δῷ τὰς εὐθύνας, πόλεμον ἐκίνησε. καὶ παροιμία· Φειδίας προσήκοι εἰρήνῃ, καθὸ τεχνίτης. εὔμορφος δὲ ἐκείνη εἰσάγεται. Πολύβιος· Λεύκιος Αἰμίλιος παρῆν εἰς τὸ τέμενος τὸ ἐν Ὀλυμπίᾳ καὶ τὸ ἄγαλμα θεασάμενος ἐξεπλάγη καὶ τοιοῦτον εἶπεν, ὅτι μόνος αὐτῷ δοκεῖ Φειδίας τὸν παρ’ Ὁμήρῳ Δία μεμιμῆσθαι· διότι μεγάλην ἔχων προσδοκίαν τῆς Ὀλυμπίας, μείζω τῆς προσδοκίας εὑρηκὼς εἴη τὴν ἀλήθειαν. καὶ αὖθις· καθάπερ, οἶμαι, Μυρμηκίδην ἀντιταττόμενον τῇ Φειδίου τέχνῃ. ]
phi 823[ Φυλάκια· παρὰ Ἀλεξανδρεῦσι τὰ ἐκμαγεῖα τῶν γυναικείων μολυσμῶν. καὶ Πολύβιός φησιν· ὁ δὲ κατέσχεν ἀμφότερα τὰ κατεσκευασμένα φυλάκια, πεντήκοντα πόδας διεστῶτα ἀλλήλων. ]
pi 82[ Παλίγκυρτος· ἁλιευτικὸν ἀγγεῖον. Πολύβιος· τῶν γὰρ πολεμίων αὐτομάτως καθάπερ ἐς παλίγκυρτον αὑτοὺς καθεικότων, δυνάμενος κρατῆσαι τῶν ἐχθρῶν τούτους παρέλιπε. ]
pi 184[ Παναίτιος, ὁ νεώτερος, Νικαγόρου, Ῥόδιος, φιλόσοφος Στωϊκός, Διογένους γνώριμος, ὃς καθηγήσατο καὶ Σκηπίωνος τοῦ ἐπικληθέντος Ἀφρικανοῦ μετὰ Πολύβιον Μεγαλοπολίτην. ἐτελεύτησε δ’ ἐν Ἀθήναις. ]
pi 297[ Παραβόλως· Πολύβιος· μετὰ δὲ ταῦτα πρὸς ἡλίκην δυναστείαν παραβόλως ἀντοφθαλμήσας. ]
pi 418[ Παραποδίζειν· ἐμποδὼν γίνεσθαι. Πολύβιος· βατώδεις ὄντας τοὺς τόπους ἐμπλέκεσθαι τοῖς ἐφάμμασι καὶ παραποδίζειν τὴν τῶν ὅπλων χρείαν. ]
pi 462[ Παρατετολμηκότες· ἑαυτῶν ἀφειδήσαντες. Πολύβιος· παρατετολμηκότες καὶ τελέως ἀπελπίσαντες τὴν σωτηρίαν. ]
pi 564[ Παρέργως· ὀλιγώρως. οὐ μὴν οὐδὲ τὸ πάρεργον ἄξιον σιωπῆσαι, καθάπερ ἀγαθοῦ τεχνίτου. περὶ τοῦ Σκιπίωνος λέγων ὁ Πολύβιος. καὶ αὖθις· ἔγνωσαν δὲ οἱ Λακεδαιμόνιοι μὴ πάρεργον ποιήσασθαι τὸν ἀπόστολον. ]
pi 598[ Παρείραντα· παρεισβαλόντα. Πολύβιος· οὔτ’ ἐπιβαλέσθαι παρείραντα τὴν χεῖρα δυνατόν, ἅτε πυκνῶν οὐσῶν. ]
pi 1078[ Περιβαλλομένους· προσλαμβανομένους. Ξενοφῶν· τοὺς ἐπιτηδείους ἄλλους ἄλλοσε ἀφῆκε καταθεῖν καὶ ἐκέλευε περιβαλλομένους, ὅπως τις ἐπιτυγχάνοι, ἐλαύνειν πρὸς αὐτόν. καὶ Πολύβιος· ὁ δὲ Ἄτταλος περιβαλλόμενος πλείω λόγον ὑπεμίμνησκεν αὐτοὺς τῆς ἀνέκαθεν τῶν προγόνων ἀρετῆς. ἀντὶ τοῦ διεξελθών. καὶ αὖθις· δεσμοῖς περιβαλών. καὶ Αἰλιανός· οἱ δὲ τοὺς ὑπηρέτας αὐτῷ περιβαλόντες εἰς τὸ θέατρον ἄγουσιν. ]
pi 1186[ Περικοπή. Πολύβιος· ταύτην τὴν περικοπὴν ἐδωρήσατο τῇ τῆς Αἰμιλίας μητρί. τουτέστι τὴν ὕπαρξιν. καὶ αὖθις· ἅτε μηδεμίαν ἐχούσης πραγματικὴν ἔμφασιν τῆς περικοπῆς αὐτῶν. τουτέστι τῆς ἐνεργείας. ]
pi 1230[ Περιπαθῶς· συμπαθῶς, λυπηρῶς. Πολύβιος· μήθ’ ἑαυτὸν ῥίψαι κατὰ κρημνοῦ περιπαθὴς γενόμενος. ]
pi 1290[ Περισπᾶν· ἐξαπατᾶν. καὶ τὸ μετὰ βίας ἀφαιρεῖσθαί τι. Περισπᾷ δὲ παρὰ Σοφοκλεῖ ἀντὶ τοῦ φυλαξάμενος αὐτοῖς συμπεσοῦσιν ἐμπεσεῖν, ἔξω ἀπ’ αὐτῶν περισπᾷ· τουτέστι τοῖς ἡνιόχοις. Πολύβιος· ἦν δὲ τοῖς Ῥωμαίοις πρόθεσις ἐς Λιβύην πλεῖν καὶ τὸν πόλεμον ἐκεῖ περισπᾶν. ]
pi 1295[ Περίστασις. Πολύβιος· συνέβαινε δὲ μεγαλομερῆ τὴν περίστασιν ἔχειν ἐν ταῖς γυναικείαις ἐξόδοις. καὶ αὖθις· ὁ δὲ κατὰ μὲν τὴν δόξαν καὶ τὴν τοῦ βίου περίστασιν οὐδενὸς δεύτερος Ἰβήρων, κατὰ δὲ τὴν πρὸς Καρχηδόνα εὔνοιαν καὶ πίστιν πολύ τι διαφέρειν δοκῶν τῶν ἄλλων. ἀντὶ τοῦ ἐπίτασις. καὶ αὖθις Πολύβιος· ταχὺ δὲ διὰ τὴν περίστασιν τῶν τοῦ Ξανθίππου λόγων διαδοθέντων εἰς τὰ πλήθη καὶ τοὺς στρατηγούς, ἔγνωσαν οἱ στρατηγοὶ ἀνακαλεῖσθαι καὶ πεῖραν αὐτοῦ λαμβάνειν. καὶ ἀλλαχοῦ· διὰ δὲ τὴν περίστασιν τοῦ κήρυκος φωνήσαντος ἀνέστη. ἀντὶ τοῦ ἐπίτασιν. ]
pi 1338[ Περίφασις· Πολύβιος· ἐκέλευσε διασαφεῖν αὐτῷ πάντα τὰ γινόμενα διὰ τῶν πυρσῶν ἐπὶ τὸ Τίσαιον· ἔστι δὲ τῆς Θετταλίας ὄρος, εὐφυῶς κείμενον πρὸς τὰς τῶν προειρημένων τόπων περιφάσεις. ]
pi 1679[ Πλαδαρόν· χαῦνον, ὑγρόν. πλάδας γὰρ καὶ πλαδώσεις. καὶ Πλαδαρώματα. καὶ Πλαδῶσιν, ὑγροῖς, χαύνοις, ἀσθενέσιν. οὐ γὰρ ἔτι ὀρέγεσθαι τροφῆς, πλαδῶντος αὐτῷ τοῦ στομάχου. τουτέστιν ὑγροῦ καὶ ἀσθενοῦς ὄντος. οὕτω φησὶ Δαμάσκιος. καὶ αὖθις Πολύβιος· τὰ μὲν ἄλλα καλῶς ἔχειν αὐτῷ πρὸς τὴν χρείαν, τὸ δὲ δόρυ πλαδαρὸν εἶναι. καὶ Πλαδόωσαν. ]
pi 1867[ Πολλὰ καινὰ τοῦ πολέμου· Πολύβιος· ὅτι τῆς σελήνης ἐκλειπούσης ἐπὶ Περσέως τοῦ Μακεδόνος ἐκράτησεν ἡ φήμη παρὰ τοῖς πολλοῖς, ὅτι βασιλέως ἔκλειψιν σημαίνει. καὶ τοῦτο τοὺς μὲν Ῥωμαίους εὐθαρσεστέρους ἐποίησε, τοὺς δὲ Μακεδόνας ἐταπείνωσε ταῖς ψυχαῖς. οὕτως ἀληθές ἐστι τὸ περιφερόμενον, ὅτι πολλὰ καινὰ τοῦ πολέμου. ]
pi 1941[ Πολύβιος, Λύκου υἱός, ἀπὸ Μεγάλης πόλεως τῆς Ἀρκαδίας, καθηγησάμενος Σκηπίωνος τοῦ Ἀφρικανοῦ, ὅτε καὶ Παναίτιος ὁ φιλόσοφος· γεγονὼς κατὰ Πτολεμαῖον τὸν ἐπικληθέντα Εὐεργέτην. οὗτος ἔγραψε τὴν μακρὰν ἱστορίαν Ῥωμαϊκὴν ἐν βιβλίοις μʹ. ἄρχεται δὲ ἀπὸ τῆς φυγῆς Κλεομένους τοῦ Σπαρτιάτου καὶ τῆς Φιλίππου τοῦ Περσέως υἱοῦ διαδοχῆς τῶν Μακεδόνων, τὰ ἑξῆς ἐπισυνάπτων Ῥωμαίων. ἰστέον, ὅτι διαδέχεται τὴν Πολυβίου ἱστορίαν Ποσειδώνιος Ὀλβιοπολίτης, σοφιστής. ἔγραψε δὲ καὶ Στράβων Ἀμασεὺς τὰ μετὰ Πολύβιον [+], ἐν βιβλίοις μγʹ. ]
pi 2054[ Πόπλιος· περὶ τούτου τοῦ στρατηγοῦ ζητοῦσί τινες, τίνι τρόπῳ ἐγένετο ἐπιφανέστατος, ἀπὸ ποίας φύσεως ἢ τριβῆς ὁρμηθείς. οἱ μὲν οὖν ἄλλοι πάντες ἐπιτυχῆ τινα καὶ τὸ πλεῖον αἰεὶ παραλόγως καὶ τῷ αὐτομάτῳ κατορθοῦντα τὰς ἐπιβολὰς παρεισάγουσι, νομίζοντες ὡσανεὶ θειοτέρους εἶναι καὶ θαυμαστοτέρους τοὺς τοιούτους ἄνδρας τῶν κατὰ λόγον ἐν ἑκάστοις πραττόντων, ἀγνοοῦντες, ὅτι τὸ μὲν ἐπαινετόν, τὸ δὲ μακαριστὸν εἶναι συμβαίνει τῶν προειρημένων. καὶ τὸ μὲν κοινόν ἐστι καὶ τοῖς τυχοῦσι, τὸ δὲ ἐπαινετὸν μόνον ἴδιον ὑπάρχειν τῶν εὐλογίστων καὶ φρένας ἐχόντων ἀνδρῶν, οὓς καὶ θειοτάτους εἶναι καὶ προσφιλεστάτους τοῖς θεοῖς νομιστέον. ἐμοὶ δοκεῖ Πόπλιος, φησὶν ὁ Πολύβιος, Λυκούργῳ τῷ τῶν Λακεδαιμονίων νομοθέτῃ παραπλησίαν ἐσχηκέναι φύσιν καὶ προαίρεσιν. οὔτε γὰρ Λυκοῦργον ἡγητέον δεισιδαιμονοῦντα καὶ παντὰ προσέχοντα τῇ Πυθίᾳ συστήσασθαι τὸ Λακεδαιμονίων πολίτευμα, οὔτε Πόπλιον ἐξ ἐνυπνίων ὁρμώμενον καὶ κληδόνων τηλικαύτην τῇ πατρίδι περιποιῆσαι δυναστείαν· ἀλλ’ ὁρῶντες ἑκάτεροι τοὺς πολλοὺς τῶν ἀνθρώπων οὔτε παράδοξα προσδεχομένους ῥᾳδίως οὔτε τοῖς δεινοῖς τολμῶντας παραβάλλεσθαι χωρὶς τῆς τῶν θεῶν ἐλπίδος, Λυκοῦργος μὲν αἰεὶ προσλαμβανόμενος ταῖς ἰδίαις ἐπιβολαῖς τὴν ἐκ τῆς Πυθίας φήμην εὐπαραδεκτοτέρας καὶ πιστοτέρας ἐποίει τὰς ἰδίας ἐπινοίας, Πόπλιος δὲ παραπλησίως ὡς μετὰ τῆς θείας ἐπιπνοίας ποιούμενος τὰς ἐπιβολὰς εὐθαρσεστέρους παρεσκεύαζε τοὺς ὑποταττομένους πρὸς τὰ δεινὰ τῶν ἔργων. καὶ μετὰ λογισμοῦ καὶ προνοίας ἔπραττε καὶ πάντα κατὰ λόγον ἐξέβαινε τὰ τέλη τῶν πράξεων αὐτῷ. ἐκεῖνος γὰρ ὅτι μὲν ἦν εὐεργετικὸς καὶ μεγαλόψυχος, ὁμολογεῖται, διότι δ’ ἀγχίνους καὶ νήπτης, τῇ διανοίᾳ περὶ τὸ προτεθὲν ἐντεταμένος, οὐδεὶς ἂν συγχωρήσειε πλὴν τῶν συμβεβιωκότων καὶ τεθεαμένων ὑποστὰς αὐτοῦ τὴν φύσιν. ὧν εἷς ἦν Γάιος Λαίλιος, ἀπὸ νέου μετεσχηκὼς αὐτῷ παντὸς ἔργου καὶ λόγου μέχρι τελευτῆς, ὁ ταύτην περὶ αὐτοῦ δόξαν ἐργασάμενος διὰ τὸ δοκεῖν εἰκότα λέγειν καὶ σύμφωνα τοῖς ὑπ’ ἐκείνου πεπραγμένοις. ὅτι πρώτῳ Ποπλίῳ ἐλλοχήσεως ἀμοιβῆς δεξιῶς γενομένης, ὑπὸ Ῥωμαίων ἐδόθη στέφανος ἀγρώστεως χλωρᾶς. ὅτι ποτὲ νεανίσκοι τινες τῶν Ῥωμαίων ἐπιτυχόντες παρθένῳ κατὰ τὴν ἀκμὴν καὶ τὸ κάλλος διαφερούσῃ τῶν ἄλλων γυναικῶν καὶ συνιδόντες φιλογύνην ὄντα τὸν Πόπλιον ἧκον αὐτὴν ἄγοντες καὶ παραστήσαντες ἔφασκον αὐτῷ δωρεῖσθαι τὴν κόρην. ὁ δὲ καταπλαγεὶς καὶ θαυμάσας τὸ κάλλος, ἰδιώτης μὲν ὢν οὐδεμίαν ἂν ἥδιον ἔφη δέξασθαι ταύτης τῆς δωρεᾶς, στρατηγὸς δ’ ὑπάρχων οὐδ’ ὁποίαν ἧττον, τοῦτ’ αἰνιττόμενος διὰ τῆς ἀποφάσεως, διότι κατὰ μὲν τὰς ἀναπαύσεις ἐνίοτε καὶ ῥᾳθυμίας ἐν τῷ ζῆν ἡδίστας τοῖς νέοις ἀπολαύσεις τὰ τοιαῦτα παρέχεται καὶ διατριβάς, ἐν δὲ τοῖς τοῦ πράττειν καιροῖς μέγιστα γίνεται κατὰ ψυχὴν καὶ κατὰ σῶμα ἐμπόδια τοῖς χρωμένοις. τοῖς μὲν οὖν νεανίσκοις ἔφη χάριν ἔχειν, τὸν δὲ τῆς παρθένου πατέρα καλέσας καὶ δοὺς αὐτὴν ἐκ χειρὸς ἐκέλευε συνοικίζειν ᾧ ποτ’ ἂν προαιρῆται τῶν πολιτῶν. δι’ ὧν καὶ τὰ τῆς ἐγκρατείας καὶ τὰ τῆς μετριότητος ἐμφαίνων μεγάλην ἀποδοχὴν εἰργάζετο τοῖς ὑποταττομένοις. ]
pi 2108[ Ποσειδώνιος, Ἀλεξανδρεύς, φιλόσοφος Στωϊκός, μαθητὴς Ζήνωνος τοῦ Κιτιέως. ἔγραψεν ἱστορίαν [+] τὴν [+] μετὰ [+] Πολύβιον [+] [+] ἐν βιβλίοις νβʹ ἕως τοῦ πολέμου τοῦ Κυρηναϊκοῦ καὶ Πτολεμαίου, καὶ μελέτας [+] ῥητορικάς [+], ὑποθέσεις [+] εἰς [+] Δημοσθένην [+] [+]· καὶ οἶμαι ταῦτα μᾶλλον Ποσειδωνίου τοῦ σοφιστοῦ εἶναι, τοῦ Ὀλβιοπολίτου. ]
pi 2214[ Πραξικοπήσας· ἐξ ἐπιβουλῆς βουλευσάμενος, δολιευσάμενος. Πολύβιος· ὁ δὲ στρατηγὸς πρῶτον μὲν πραξικοπήσας κατέσχε τὴν τῶν Ἐρεβησέων πόλιν καὶ παρείλετο τὰς ἀγοράς. ]
pi 2217[ Πρᾶξις· ἡ προσοδία. Πολύβιος· μετὰ τῶν ἐν τῇ πατρίδι φίλων τρίτον πρᾶξιν κατασκευασαμένου καὶ προσενεγκόντος τῷ Φαβίῳ τὸν λόγον. καὶ αὖθις Πολύβιος· ὁ δὲ συνεστήσατο πρᾶξιν ἐπὶ τοὺς Αἰτωλοὺς διά τινος Ἰάσονος· ὃς διαπεμψάμενος πρὸς Ἀγήταν τὸν τῶν Αἰτωλῶν στρατηγὸν ὡμολόγησε τὴν ἄκραν αὐτοῖς παραδώσειν τὴν ἐν τοῖς Φανοτεῦσι. ]
pi 2369[ Προδότᾳ. Πολύβιος· δυσθεώρητόν τι ὁ τόπος ἔχει δυσπαράγραφον· τίνα γὰρ ὡς ἀληθῶς προδότην νομίζειν, οὐ ῥᾴδιον ἀποφήνασθαι. δῆλον γὰρ ὡς οὔτε τοὺς ἐξ ἀκεραίου συμπειθομένους τῶν ἀνδρῶν πρός τινας βασιλεῖς ἢ δυνάστας κοινωνίαν πραγμάτων εὐθέως προδότας νομιστέον, οὔτε τοὺς κατὰ περιστάσεις μετατιθέντας τὰς αὐτῶν πατρίδας ἀπό τινων ὑποκειμένων πρὸς ἑτέρας φιλίας καὶ συμμαχίας, οὐδὲ τούτους· πολλοῦ γε δεῖ· ἐπείτοι γε πολλάκις οἱ τοιοῦτοι τῶν μεγίστων ἀγαθῶν γεγόνασιν αἴτιοι ταῖς πατρίσιν· ἀλλ’ ὅσοι τῶν ἀνδρῶν κατὰ τὰς δυσχερεῖς περιστάσεις ἢ τῆς ἰδίας ἀσφαλείας καὶ λυσιτελείας χάριν ἢ τῆς πρὸς ἀντιπολιτευομένους διαφορᾶς ἐγχειρίζουσι τοῖς ἐχθροῖς τὰς πόλεις, ἢ ὅσοι φρουρὰς εἰσδεχόμενοι καὶ συγχρώμενοι ταῖς ἔξωθεν ἐπικουρίαις πρὸς τὰς ἰδίας ὁρμὰς καὶ προθέσεις ὑποβάλλουσι τὰς πατρίδας ὑπὸ τὴν τῶν πλειόνων δυνατῶν ἐξουσίαν. τοὺς τοιούτους ὑπὸ τὸ τῆς προδοσίας ὄνομα μετρίως ἄν τις ὑποτάττοι πάντας· οἷς λυσιτελὲς μὲν ἀληθῶς ἢ κακὸν οὐδὲν οὐδέποτε συνεξηκολούθησεν, οὐδὲ ἐναντία πᾶσιν ὁμολογουμένως. ]
pi 2443[ Πρόθεσις· βουλή, γνώμη. Πολύβιος· ἦν δὲ τοῖς Ῥωμαίοις πρόθεσις ναυμαχῆσαι. σημαίνει δὲ καί. ]
pi 2582[ Προσαγγελία. Πολύβιος· ἧκον ὑπὸ νύκτα πρὸς τὸν Φίλιππον, φάσκοντες συνωρμηκέναι τινὰς αὐτοῖς· τούτους δ’ ἀπαγγέλλειν, ὅτι καταλείποιεν ἐν Ῥηγίῳ πεντήρεις Ῥωμαϊκάς. ὁ δὲ διαταραχθεὶς ἐκ τῆς προσαγγελίας ἔφυγε. καὶ αὖθις· τῷ δὲ Πτολεμαίῳ γενομένης προσαγγελίας, παρεῖναι τὸν Ἀρχίαν. ]
pi 2597[ Προσανέχων· προσέχων, προσκεκολλημένος. Πολύβιος· ὁ δὲ πᾶν ὑπομένειν ἐδόκει, προσανέχων ταῖς τῶν Αἰγυπτίων ἐπαρχίαις. καὶ αὖθις· ὁ δὲ Δημήτριος προσανέχων τῇ παρουσίᾳ τοῦ διαποσταλησομένου πρὸς αὐτόν. καὶ Προσανέχοντι, ἐξέχοντι. ]
pi 2745[ Πρὸς Κρῆτα κρητίζων· παροιμία ἐπὶ τῶν μάτην πονούντων. Πολύβιος· ὁ δὲ ἠγνόει τὸ δὴ λεγόμενον πρὸς Κρῆτα κρητίζων. ]
pi 2786[ Προσπεσόντων· ἀγγελθέντων. Πολύβιος· προσπεσόντων δὲ τούτων ἐς Τάραντα καὶ τοὺς Θουρίους, ἠγανάκτει τὰ πλήθη. ]
pi 2820[ Πρόστιμα· ἐπίχειρα. τοιάδε μὲν τοῖς κακῶς βουλευομένοις δίδωσι τὰ πρόστιμα ἡ δίκη. καὶ Πρόστιμον, ζημία, ἐπιτίμιον, παραγραφή. Πολύβιος· παρὰ Ῥωμαίοις θάνατος ἦν πρόστιμον τῆς ἐφεδρείας λιπόντι τὴν τάξιν. καὶ αὖθις· οἱ δὲ ἔδωκαν τῷ βασιλεῖ νʹ τάλαντα πρόστιμον τῆς ἁμαρτίας. ]
pi 2831[ Πρὸς τρόπον αὐτῷ· Πολύβιος· ὁ δ’ Ἀντίοχος πρὸς τρόπον αὐτῷ καὶ παραδόξου γενομένης τῆς ἐπαγγελίας ὑπερχαρὴς ὢν πάνθ’ ὑπισχνεῖτο. ]
pi 2911[ Προὐργιαίτερον· ἀναγκαιότερον. τὸ πρὸ τοῦ ἔργου αἱρετώτερον ἀναγκαιότερον· τὸ γὰρ προῦργόν ἐστιν οἷον πρόεργον. Πολύβιος· οὐδὲν προὐργιαίτερον ποιουμένου κατὰ τὸν βίον τοῦ κυνηγετεῖν. λέγεται δὲ καὶ πρὸ ἔργου. Ἀρριανός· μάλιστα δὲ φίλια τὰ κατὰ νώτου ἑαυτῷ τε καὶ τῇ στρατιᾷ καταλιπεῖν πρὸ ἔργου ἐτίθετο ὁ στρατηγός. ὁ δὲ αὐτοκέλευστος ἐτόλμα ἰέναι, τῶν πρὸς αὐτοκράτορος ἐπηγγελμένων προὐργιαιτέραν τὴν ἀπὸ τῆς τύχης στενοχωρίαν πεποιημένος. ]
pi 2932[ Πρόχειρος· ὁ ἁπλοῦς καὶ ἀφύλακτος. Πολύβιος· ἀλλ’ ἔστιν αἴτιον τὸ μὴ πρόχειρον ὑπάρχειν τὸ παρ’ Ἐπιχάρμῳ καλῶς εἰρημένον, νῆφε καὶ μέμνησο ἀπιστεῖν· ἄρθρα ταῦτα[ τῶν] φρενῶν. ]
pi 3008[ Πτερίνῳ· πτερωτῷ. Πολύβιος· ἐπικοσμοῦνται οἱ Ῥωμαῖοι πτερίνῳ στεφάνῳ, πτεροῖς φοινικίοις ἢ μελαινόρθοις τρισίν, ὡς πηχυαίοις τὸ μέγεθος ὧν προστεθέντων καὶ κορυφὴν ἅμα τοῖς ἄλλοις ὅπλοις ὁ μὲν ἀνὴρ φαίνεται διπλάσιος ἑαυτοῦ κατὰ τὸ μέγεθος, ἡ δὲ ὄψις καλὴ καὶ καταπληκτικὴ τοῖς ἐναντίοις. ]
psi 157[ Ψυχαγωγεῖ· αἰτιατικῇ. παραμυθεῖται, τέρπει· ἢ ψυχὰς ἀνάγει. Ἀριστοφάνης Ὄρνισι· πρὸς δὲ τοῖς Σκιάποσι λίμνη ἐστίν, οὗ ψυχαγωγεῖ Σωκράτης. Περὶ ψυχαγωγίας. γοητείας τινὰς ποιοῦσιν ἐς τοὺς νεκρούς· ἐπὰν γὰρ ἐς τὰ χωρία ἀφίκωνται ὅθεν ἄγειν ἔστι τὰς ψυχάς, ἃς ποθοῦσιν οἱ δεόμενοι, ἀφικνοῦνται ἔνθα τεθνᾶσιν οἱ ψυχαγωγούμενοι· καὶ οὐχ εὑρίσκουσι παραχρῆμα τὸν χῶρον, ἀλλὰ ἀνιχνεύουσι τὸν τρόπον τοῦτον. πρόβατον μέλαν παραλαβόντες, εἶτα τοῦ κέρατος τοῦ ἑτέρου λαβόμενοι ἢ τῶν ποδῶν τῶν προσθίων καὶ ἐπὶ τοῖς ποσὶ τοῖς ἄλλοις στήσαντες περιάγουσι· τὸ δὲ ἕπεται τῇ ἕλξει, καὶ μάλα εὐπειθῶς. ὅταν δὲ ἀφίκηται ἔνθα ἐκεῖνος ἢ ἐκείνη κατηνέχθη, ἐνταῦθα τὸ πρόβατον ἑαυτὸ ἔρριψε· καὶ τούτου γενομένου, εἶτα τὸ πρόβατον ἐκποδὼν ποιήσαντες καὶ κατακρύψαντες σὺν καί τισι ποικίλαις ἱερουργίαις καὶ ἐπῳδαῖς περιηγοῦνται καὶ περιέρχονται αὐτὰ καὶ ἀκούουσι λεγόντων καὶ τὰς αἰτίας, δι’ ἃς μηνίουσι, πυνθάνονται. ἐψυχαγώγησε δὲ καὶ Ἀντωνῖνος ὁ Ῥωμαίων βασιλεὺς περὶ Κομόδου τοῦ πατρὸς αὐτοῦ. φησὶ Πολύβιος, οὗτοι μὲν περὶ ταῦτα διέτριβον, ψυχαγωγοῦντες τὰς δυνάμεις. ἀντὶ τοῦ παραμυθούμενοι. ]
psi 169[ Ψυχομαχοῦντες· Πολύβιος· οἱ δὲ Ῥωμαῖοι ψυχομαχοῦντες, σχεδὸν ἢ ιεʹ ἔτη τῶν κατὰ θάλασσαν πραγμάτων ὁλοσχερῶς ἀφεστηκότες. ἦν δὲ καὶ τῆς ὕστερον ἐπιβολῆς τὸ πλεῖον ψυχομαχία. περὶ τὸ ψῦχος μάχη. ]
rho 3[ Ῥαβδοῦχοι· ἦσαν ἐπὶ τῆς θυμέλης ῥαβδοφόροι τινές, πρὸς εὐταξίαν τῶν θεατῶν. ἢ ῥαβδοῦχοι, οἱ κριταὶ τοῦ ἀγῶνος, οὓς αἰσυμνήτας λέγουσιν. Ἀριστοφάνης· χρῆν μέντοι τύπτειν τε ῥαβδούχους, εἴ τις κωμῳδοποιητὴς αὐτὸν ἐπῄνει πρὸς τὸ θέατρον παραβάς. Πολύβιος· παρῆν ῥαβδοῦχος παρὰ τοῦ στρατηγοῦ, καλῶν τὸν βασιλέα. ]
rho 15[ Ῥᾳδιέστερον· Πολύβιος· ἀλλὰ πολὺ ῥᾳδιεστέραν καὶ συντομωτέραν συνέβη γενέσθαι τὴν Ἀσδρούβου παρουσίαν ἐς Ἰταλίαν. ]
rho 20[ Ῥᾳδιουργός· πλαστογράφος· καὶ ὁ κακοῦργος ἁπλῶς. καὶ ῥᾳδιουργία, ἡ περὶ πᾶν ὀλιγωρία, καὶ εὐκαιρία, καὶ θρασύτης. Ξενοφῶν δὲ καὶ ἐπὶ εὐκολίας ἐχρήσατο τῇ λέξει. Πολύβιος δέ φησι περὶ οἰκογενοῦς προδότου· τί δήποτ’ ἐστὶν ὅτι τοῖς αὐτοῖς καὶ διὰ τῶν αὐτῶν ἀπατώμενοι πάντες οὐ δυνάμεθα λῆξαι ἀνοίας; τοῦτο γὰρ τὸ γένος τῆς ῥᾳδιουργίας πολλάκις ὑπὸ πολλῶν ἤδη γέγονε. καὶ τὸ μὲν παρὰ τοῖς ἄλλοις διαχωρεῖν, ἴσως οὐ θαυμάσιον, τὸ δέ, παρ’ οἷς ἡ πηγὴ τῆς τοιαύτης ὑπάρχει κακοπραγμοσύνης, θαυμαστόν. καὶ αὖθις· οὐδὲν διαφέρει τὸ κατ’ ἰδίαν ἀδίκημα τῶν κοινῶν ἢ πλήθει καὶ μεγέθει τῶν συμβαινόντων. καὶ γὰρ κατ’ ἰδίαν τὸ τῶν ῥᾳδιουργῶν καὶ κλεπτῶν φῦλον τούτῳ μάλιστα τῷ τρόπῳ σφάλλεται, τῷ μῆ ποιεῖν ἀλλήλοις τὰ δίκαια, καὶ συλλήβδην τὰς εἰς αὑτοὺς ἀθεσίας. ]
rho 23[ Ῥᾳθυμεῖν· οὐχ ὡς ἡμεῖς φαμεν τὸ τοῖς ἀφροδισίοις σχολάζειν, ἀλλὰ ἁπλῶς τὸ ἀργεῖν καὶ τρυφᾶν· παρὰ τὸ τὰ ῥᾷστα τῷ θυμῷ διδόναι. Πολύβιος· πάντων εὐδαιμονιζόντων τὸν Πόπλιον καὶ παρακαλούντων ἀναπαύεσθαι καὶ ῥᾳθυμεῖν, ἐπεὶ πέρας ἐπιτέθεικε τῷ πολέμῳ, μακαρίζειν αὐτοὺς ἔφη, ὅτι τοιαύτας ἔχουσι τὰς διαλήψεις. ]
rho 291[ Ῥῦμα· φυλακή. χαλεπὸν πύργου ῥῦμα πέλονται. ἀντὶ τοῦ εὐτελὴς πόλεως φυλακή. ἐς τόξου ῥῦμα περιέπλεον τοῖς Ῥωμαίοις οἱ βάρβαροι, πολλὰ ἅμα βέλη ἀφιέντες. Εὐνάπιος· πέτρα δέ τις ἀπεσπασμένη ἐς τόξου ῥῦμα. τουτέστιν ἕλκυσμα. καὶ αὖθις· κραταιῶς ἐκ τούτων ἀνῆπτον τὰ ῥύματα, λαμβάνοντες ἐκ τῶν κατ’ ἄλληλα πλοίων, καὶ κατείχετο τὸ ζεῦγμα τοῖς ῥύμασι. καὶ αὖθις· ῥύματα δὲ καὶ πλείω ταῖς σχεδίαις ἐνῆψαν, οἷς ἔμελλον οἱ λέμβοι ῥυμουλκοῦντες οὐκ ἐάσειν φέρεσθαι κατὰ τοῦ ποταμοῦ, βίᾳ δὲ πρὸς τὸν ῥοῦν κατέχοντες παρακομιεῖσθαι τὸ ὅλον ἔργον κατὰ τοῦ ποταμοῦ. καὶ αὖθις Πολύβιος· ἐπὶ τούτοις ἐπέστησαν τὰς ἱππηγούς, ῥύματα δόντες ἐξ αὐτῶν ταῖς τοῦ τρίτου στόλου ναυσίν. ἐρυμούλκουν τὰς ἱππηγοὺς ναῦς. ]
sigma 74[ Σάμβυκες· γένος μηχανήματος πολιορκητικοῦ, ὥς φησι Πολύβιος. περὶ δὲ τῆς κατασκευῆς αὐτοῦ γέγραπται ἐν τῷ Περὶ ἐκφράσεως. ]
sigma 501[ Σιτομετρεῖν· τὸ σῖτον παρέχειν. καὶ Σιτομέτριον, ἡ σιτοδοσία. Πολύβιος· ὁ δὲ Φίλιππος διαδοὺς ὅτι μέλλει σιτομετρεῖν, ἐκήρυξεν, ὅσοι μὴ πλεῖον ἔχουσι λʹ ἡμερῶν σῖτον, ἀπογράφεσθαι πρὸς αὐτόν. καὶ Σιτοποιεῖσθαι παρὰ Ξενοφῶντι τὸ τροφὴν λαμβάνειν. σιτοποιεῖσθαί τε ἀνάγκη καὶ κοιμᾶσθαι. καὶ Σιτοπομπία. ]
sigma 563[ Σκεῦος· χωρητικόν τινος εἴδους ἀγγεῖον. Πολύβιος· ἦν δὲ ὁ Δαμοκλῆς σκεῦος εὐφυές, πολλὰς ἔχων ἀφορμὰς εἰς πραγμάτων οἰκονομίαν. καὶ Σκευοποιοῦντα τὸ πρᾶγμα· Ὑπερίδης ἐν τῷ κατὰ Ἀντιθέτου. ἀντὶ τοῦ σκευωρούμενον καὶ κατασκευάζοντα καὶ πλαττόμενον. ]
sigma 710[ Σκύλαξ, Καρυανδεύς( πόλις δ’ ἐστὶ τῆς Καρίας πλησίον Ἁλικαρνασσοῦ τὰ Καρύανδα) , μαθηματικὸς καὶ μουσικός. Περίπλουν [+] τῶν [+] ἐκτὸς [+] τῶν [+] Ἡρακλέους [+] στηλῶν [+], Τὰ κατὰ Ἡρακλείδην τὸν Μυλασσῶν βασιλέα, Γῆς περίοδον, Ἀντιγραφὴν πρὸς τὴν Πολυβίου [+] ἱστορίαν. ]
sigma 842[ Σωματοποιῆσαι, ὁ δὲ ἔφασκε δεῖν μὴ προΐεσθαι τοὺς ἐχθροὺς ἐκ τῶν χειρῶν μηδὲ σωματοποιεῖν τὴν τόλμαν αὐτῶν φυγομαχοῦντας. ὁ δὲ βραχείας ἐπιλαβόμενος ἐλπίδος ἐκ τῶν πολιορκουμένων ἐσωματοποίει ταύτην. καὶ αὖθις Πολύβιος· ὁ δὲ ὡς κηδεμονικὸς φίλος πᾶν ἐμηχανᾶτο, δι’ οὗ τὰ τῶν ἐχθρῶν σωματοποιήσει, τοῖς δὲ σφετέροις πράγμασι περιστήσει τοὺς μεγίστους κινδύνους. ]
sigma 967[ Σπουδάζω περὶ τὸν ἄνδρα· Δημοσθένης κατὰ Μειδίου. ἐπὶ δὲ τοῦ κατεπείγομαι Θεόπομπος ἐπιτομῇ τῶν Ἡροδότου [+]. ἐπὶ δὲ τοῦ βούλομαι ὁ αὐτὸς ἐν τῇ ἐπιτομῇ. ἐπὶ δὲ τοῦ μὴ παιγνιωδῶς, ἀλλ’ ἐσπουδασμένως Πλάτων Πολιτείας γʹ. ἐπὶ δὲ τοῦ λίαν θέλω Ἀπολλόδωρος Καρύστιος Ἀποκαρτεροῦσιν. ἐπὶ δὲ τοῦ σεμνολογεῖν τὸ σπουδαιολογῆσαι Ξενοφῶν Συμποσίῳ. τίνι σπεύδεις; ἀντὶ τοῦ τίνι σπουδάζεις; οὕτως καὶ Ἄλεξις. καί τινα τῶν μακρῶν πλοίων ἐξαπέστειλε, σπουδάζων τῷ στρατοπέδῳ τὰ πρὸς τὴν χρείαν. Πολύβιος. ]
sigma 997[ Στακτή· εἶδος ἀρώματος. Πολύβιος· κυρωθείσης δὲ τῆς ἐλευθερίας τοῖς Γερραίοις, ἐστεφάνωσαν παραχρῆμα τὸν Ἀντίοχον τὸν βασιλέα πεντακοσίοις ἀργυρίου ταλάντοις, χιλίοις δὲ λιβανωτοῦ καὶ διακοσίοις τῆς λεγομένης στακτῆς. καὶ ἐποίει τὸν πλοῦν ἐπὶ Τύλον τὴν νῆσον καὶ ἐποίει τὸν ἀπόπλουν ἐπὶ Σελευκείας. ἦσαν δὲ τὰ ἀρώματα ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ. ]
sigma 1056[ Στέρξω· ὑπομενῶ. Σοφοκλῆς· τούτους ἐγὼ τοὺς ἄνδρας οὐ στέρξω ποτέ· ἀλλ’ ἡ πετραία Σκῦρος ἐξαρκοῦσά μοι ἔσται τολοιπόν, ὥστε τέρπεσθαι μόνῳ. Πολύβιος· νῦν δὲ( οὐ πρὸς ἡμῶν γὰρ ἐπιορκεῖν) τὰ παρόντα στέργωμεν. ]
sigma 1100[ Στιβία καὶ Στίβος· ἡ ὁδός. αὐτὸν προπέμψας τὸν ἐκείνου στίβον ᾔει. ἀρσενικὸν ὁ στίβος. καὶ Ἡρόδοτος· οἱ δὲ δὴ Πέρσαι τὸν πρότερον ἑωϋτῶν γενόμενον στίβον, τοῦτον φυλάσσοντες ἦσαν. καὶ Πολύβιος· κατὰ τὸν αὐτὸν στίβον. ]
sigma 1168[ Στρατηγία· τὸ ἀξίωμα. τρεῖς τρόποι εἰσὶ καθ’ οὓς ἐφίεταί τις στρατηγίας, κατὰ λόγον αὐτῇ προσιών· εἷς μὲν ὁ διὰ τῶν ὑπομνημάτων καὶ τῆς ἐκ τούτων κατασκευῆς, ἕτερος δὲ ὁ μεθοδικὸς καὶ ἡ παρὰ τῶν ἐμπείρων ἀνδρῶν παράδοσις, τρίτος δὲ ὁ διὰ τῆς ἐπ’ αὐτῶν τῶν πραγμάτων ἕξεως καὶ τριβῆς. οὕτω φησὶ Πολύβιος. ὅτι τριῶν ὄντων τρόπων, καθ’ οὓς ἐφίενται πάντες στρατηγίας, οἱ κατὰ λόγον αὐτῇ προσιόντες· πρώτου μὲν διὰ τῶν ὑπομνημάτων καὶ τῆς ἐκ τούτων κατασκευῆς, ἑτέρου δὲ τοῦ μεθοδικοῦ καὶ τῆς παρὰ τῶν ἐμπείρων ἀνδρῶν παραδόσεως, τρίτου δὲ τοῦ διὰ τῆς ἐπ’ αὐτῶν τῶν πραγμάτων ἕξεως καὶ τριβῆς· πάντων ἦσαν τούτων ἀνεννόητοι οἱ τῶν Ἀχαιῶν στρατηγοὶ ἁπλῶς. ]
sigma 1601[ Συνουσία· τὸ συνεῖναι μετὰ ἀλλήλων. Πολύβιος· ὡς ἂν ὑποκρινόμενοι τοὺς ἐκ συνουσίας ἐπανάγοντας, ἔτι δὲ μᾶλλον ἠλλοιωμένους ὑπὸ τῆς μέθης. ]
sigma 1622[ Συντάξας· ἐντειλάμενος. Πολύβιος· συντάξας ἐλαύνειν κατὰ σπουδὴν ὅσον ἔχει δυνάμεως. ]
sigma 1624[ Σύνταξις· ἡ συγγραφή, ἡ ἱστορία. Πολύβιος· ταῦτα ἐν ταῖς πρὸ τοῦ συντάξεσι δεδηλώκαμεν. ]
sigma 1683[ Σύστασις· ἀγάπη, ὁμόνοια. ἀπὸ μεταφορᾶς τῶν ἵππων τῶν ὁμοῦ ἱσταμένων, τῶν συντρόφων. Πολύβιος· ὁ δὲ οἰκείως διέκειτο πρὸς τοὺς Καρχηδονίους, πατρικὴν ἔχων σύστασιν. ]
sigma 1686[ Συστήσας· παραδούς, προσμίξας. Πολύβιος· τοῦτον ἐξαπέστειλε, συστήσας ἱππεῖς φʹ, δυναμένους ἔτι πονεῖν. ]
tau 261[ Τελεσιουργήσας· εἰς τέλος ἀγαγών, ἐργασάμενος. Πολύβιος· περὶ τὸ τῆς τάφρου χεῖλος τελεσιουργήσας τὴν πρᾶξιν. καὶ αὖθις· ἐπ’ αὐτήν που τὴν τελεσιουργὸν κατεβακχεύοντο πρᾶξιν χωρεῖν, σώφρονι μανίᾳ τινὶ ἐς συμπλοκὴν ἐξοιστρούμενοι. ]
tau 305[ Τενάγη· διάβροχοι, κάθυγροι τόποι, πηλώδη πελάγη· ἢ ἰλύς, ἐπιπολάζοντος ὕδατος οὐ πολλοῦ καὶ βοτάνης ἐπιφαινομένης τῷ ὕδατι. Πολύβιος· κατὰ τὴν εἰς θάλατταν ἐκβολὴν τοῦ Βουκάρα ποταμοῦ συνθεωρήσας κατά τινας ἀνέμων στάσεις ἀποθινούμενον τὸ στόμα καὶ τεναγώδη γινομένην τὴν παρὰ τὸ στόμα πάροδον, τηρήσας τὸ προειρημενὸν σύμπτωμα διεβίβασε τὴν στρατιάν. τὰ δὲ δὴ πλείω τῶν πλοίων μετέωρα διὰ τὰ τενάγη ἀπεσάλευε. ]
tau 376[ Τέτηκα· ἔτηξα· ἢ ἐτάκην. Πολύβιος· τὸ δὲ τετηκὸς καὶ συνερρυηκὸς ἀργύριον καὶ χρυσίον ἀναζητοῦντες ὑπὸ τοῦ πυρὸς πλεῖστοι Ῥωμαίων διεφθάρησαν. ]
tau 709[ Τληπόλεμος, ὁ τὰ τῆς βασιλείας τῶν Αἰγυπτίων πράγματα μεταχειριζόμενος, ἦν μὲν κατὰ τὴν ἡλικίαν νέος καὶ κατὰ τὸ συνεχὲς ἐν στρατιωτικῷ βίῳ διεγεγόνει μετὰ φαντασίας. ἦν δὲ καὶ τῇ φύσει μετέωρος καὶ φιλόδοξος καὶ καθόλου πολλὰ μὲν εἰς πραγμάτων λόγον ἀγαθὰ προεφέρετο, πολλὰ δὲ καὶ κακά. στρατηγεῖν μὲν γὰρ ἐν τοῖς ὑπαίθροις καὶ χειρίζειν πολεμικὰς πράξεις δυνατὸς ἦν καὶ ἀνδρώδης ὑπῆρχε τῇ φύσει καὶ πρὸς τὰς στρατιωτικὰς ὁμιλίας εὐφυῶς διέκειτο· πρὸς δὲ ποικίλων πραγμάτων χειρισμὸν δεόμενον ἐπιστάσεως καὶ νήψεως καὶ πρὸς φυλακὴν χρημάτων καὶ καθόλου τὴν περὶ τὸ λυσιτελὲς οἰκονομίαν ἀφυέστατος ὑπῆρχε πάντων· ᾗ καὶ ταχέως οὐ μόνον ἔσφηλεν, ἀλλὰ καὶ τὴν βασιλείαν ἠλάττωσε· παραλαβὼν γὰρ τὴν τῶν χρημάτων ἐξουσίαν τὸ μὲν πλεῖστον μέρος τῆς ἡμέρας κατέτριβε σφαιρομαχῶν καὶ πρὸς τὰ μειράκια διαμιλλώμενος ἐν τοῖς ὅπλοις, ἀπὸ δὲ τούτων γινόμενος εὐθέως πότους συνῆγε καὶ τὸ πλεῖον μέρος τοῦ βίου περὶ ταῦτα καὶ σὺν τούτοις εἶχε τὴν διατριβήν. ὃν δέ ποτε χρόνον τῆς ἡμέρας ἀπεμέριζε πρὸς ἐντεύξεις, ἐν τούτῳ διεδίδου, μᾶλλον δ’ εἰ δεῖ τὸ φαινόμενον εἰπεῖν διερρίπτει τὰ βασιλικὰ χρήματα τοῖς ἀπὸ τῆς Ἑλλάδος προσγεγονόσι πρεσβευταῖς καὶ τοῖς περὶ τὸν Διόνυσον τεχνίταις. καθόλου γὰρ ἀνανεύειν οὐκ ᾔδει, τῷ δὲ πρὸς χάριν ὁμιλήσαντι πᾶν ἐξ ἑτοίμου τὸ φανὲν ἐδίδου. καὶ τὰ λείποντα ζήτει ἐν τῇ Πολυβίου ἱστορίᾳ. ]
tau 1066[ Τροχάζειν· διατρέχειν. Πολύβιος· τὴν μὲν πρώτην ἡμέραν ἐκέλευε τροχάζειν ἐπὶ λʹ σταδίους ἐν τοῖς ὅπλοις. ]
tau 1150[ Τύλα, καὶ τύλος ἀρσενικῶς, τοῦ ὤμου τὸ τετυλωμένον καὶ πεπιλημένον τῆς σαρκός, ὁποῖον πολλάκις ἐπὶ τοῦ ὤμου γίνεται τοῖς ἀχθοφόροις ἐκ τοῦ βαστάζειν τι συνεχῶς. Ἀριστοφάνης Ἀχαρνεῦσιν· ἴστω γ’ Ἡρακλῆς, ἔκαμον τὰν τύλαν κακῶς. καὶ Τηλεκλείδης τραχήλου τύλαν εἶπε. Πολύβιος· τῆς πέτρας αὐτοῖς δυσχρηστίαν παρεχούσης διὰ τὸ δεῖν τρῆμα ποιεῖν ἐν αὐτῇ τοῖς τύλοις κρατοῦσι τὴν σύριγγα τὴν προσαγομένην. ]
tau 1232[ Τύχη· συντυχία, παρὰ Σοφοκλεῖ. Πολύβιος· εἰ χρὴ τύχην λέγειν ἐπὶ τῶν τοιούτων· μήποτε γὰρ αὕτη μὲν κενῶς κληρονομεῖ τοιαύτην φήμην, αἴτιοι δ’ εἰσὶν οἱ χειρίζοντες τὰς πράξεις, τῷ ταῖς αὐταῖς ἐπιτρέχειν σεμνότητα καὶ μέγεθος, ποτὲ δὲ τοὐναντίον. καὶ Πισίδης· οὐκ ηὐλαβήθης οὐ τὰς δι’ ἡμᾶς ἀντιπραττούσας τύχας· εἰ χρὴ καλεῖν με τὰς ἁμαρτίας τύχας. ]
tau 1234[ Τύχη· τύχη παρ’ Ἕλλησιν ἀπρονόητος κόσμου διοίκησις ἢ φορὰ ἐξ ἀδήλων εἰς ἄδηλον καὶ αὐτόματον, οἱ δὲ Χριστιανοὶ θεὸν ὁμολογοῦμεν διοικεῖν τὰ πάντα. καὶ Πολύβιός φησι. Τύχην δὲ λέγει ὁ Θουκυδίδης τὸν πόλεμον. Τύχη· οὐκ ἀνθρώπων βουλαῖς, ἀλλὰ τῇ ἐκ θεοῦ ῥοπῇ πρυτανεύεται τὰ ἀνθρώπεια, ὃ δὴ τύχην καλεῖν εἰώθασιν ἄνθρωποι, οὐκ εἰδότες ὅτου δὴ ἕνεκα ταύτῃ πρόεισι τὰ ξυμβαίνοντα, εἴπερ αὐτοῖς ἔνδηλα γίνεται. τῷ γὰρ ἀλόγῳ δοκοῦντι εἶναι φιλεῖ τὸ τῆς τύχης ὄνομα προσχωρεῖν. καὶ παροιμία· Τύχη Εὔριπος· ἐπὶ τῶν ῥᾷστα μεταβαλλομένων καὶ ἀσταθμήτων ἀνθρώπων. Τύχη λέγεται καὶ τὸ ἐπιτήδευμα. ὡς φέρε εἰπεῖν, ὁ παρεστὼς οὗτος πρῶτον εἰπάτω τοὔ νομα, τὴν πατρίδα, τὴν τύχην, ἔπειτα καὶ τὸ σέβας. ]
theta 88[ Θεατρίζω· αἰτιατικῇ. καὶ Ἐκθεατρίζουσι, τὸ ἐξελέγχουσι. Πολύβιος· οἱ δὲ πολλοὶ τὰ μὲν ἔργα τῶν εὐτυχούντων οὐ πειρῶνται μιμεῖσθαι, τὰ δὲ πάρεργα ζηλοῦντες ἐκθεατρίζουσι τὴν ἑαυτῶν ἀκρισίαν. καὶ αὖθις· οὐ μόνον ἑαυτοὺς ἐξεθεάτρισαν, ἀλλὰ καὶ τὴν Ἑλλάδα κατέστρεψαν. ]
theta 235[ Θέρεια· τοῦ θέρους ὁ καιρός. Πολύβιος· οἱ δὲ Καρχηδόνιοι εἰς τὴν ἐπιφερομένην θέρειαν ἀνήχθησαν τριακοσίαις ναυσί. καὶ Θέρειος ὥρα. ]
theta 570[ Θυμομαχοῦντες· ἀλγυνόμενοι τὴν ψυχήν. Πολύβιος· οἱ δὲ τὰ μὲν ἀπαλγοῦντες ταῖς ἐλπίσι, τὰ δὲ θυμομαχοῦντες, ἐπί τινα παράστασιν κατήντησαν. ]
upsilon 286[ Ὑπερῆραν· ὑπερέβησαν. Πολύβιος· κάμψαντες δὲ τὸν Πάχυνον ὑπερῆραν εἰς Ἔκνομον. ]
upsilon 526[ Ὑποκρίνεσθαι· τὸ ἀποκρίνεσθαι οἱ παλαιοί. καὶ ὁ ὑποκριτὴς ἐντεῦθεν, ὁ ἀποκρινόμενος τῷ χορῷ. Θουκυδίδης ζʹ· εἰ δ’ οὐδὲν ὑπεκρίνοντο, διεφθείροντο. καὶ οἱ Ἴωνες· οὕτως Ἡρόδοτος· οἱ μὲν ταῦτα ὑποκρινάμενοι Ἀθηναίων ἀπηλλάττοντο. Πολύβιος· τινὲς δὲ τῶν νεανίσκων ἀπήντων τοῖς περὶ Γαΐον, προσπαίζοντες ἀλλήλοις, ὡς ἂν ὑποκρινόμενοι τοὺς ἐκ συνουσίας ἐπανάγοντας· ἔτι δὲ μᾶλλον ἠλλοιωμένοι ὑπὸ τῆς μέθης. ]
zeta 58[ Ζηλοτυπία· ζῆλος ἐξ ὑπονοίας, τοῦ ἀνδρὸς κατὰ τῆς οἰκείας γυναικὸς εἰς ἕτερον ἀσελγῆ ὑπόνοια. Ἰάμβλιχος· ἡ δὲ μεστὴ μὲν ἦν καὶ τῆς ἔμπροσθεν ζηλοτυπίας, προσείληφε δὲ καὶ τὴν ἀπὸ τῆς πράξεως εὐτολμίαν. ὡς οὖν ἐλάβετο τῆς ὁδοῦ, ὁ μὲν πρῶτος ἀγών, ἔφη, διηγώνισται· ἐχώμεθα δὲ καὶ τοῦ δευτέρου. καὶ γὰρ ἐν καιρῷ γεγυμνάσμεθα. καὶ Πολύβιος λέγει· τοῖς γὰρ πλείστοις ὑπερεγεγόνει τὶς ζῆλος ἐκ τῆς τῶν ἄλλων ἀλαζονείας καὶ τῆς ἀκαιρίας· ἐσπούδαζον γὰρ τὰς ἀκολουθίας καὶ τὰς ἐσθῆτας διαφερόντως. καί τις ἦν περὶ τοὺς πλείστους καλλωπισμὸς ὑπερέχων τὴν ἐκ τοῦ βίου χορηγίαν· ὅπλων δὲ οὐδὲ τὸν ἐλάχιστον ἐποιοῦντο λόγον. ]
zeta 121[ Ζωγρίᾳ λαβεῖν· ἀντὶ τοῦ ζῶντα λαβεῖν καὶ κρατῆσαι. καὶ Πολύβιος· οἱ δὲ γενόμενοι ζωγρίᾳ κύριοι τοῦ στρατηγοῦ, τοῦτον ἀνεσταύρωσαν. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License