Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Agathias Scholasticus (Agathias)

Epigrammaticus Historicus

urn:cts:greekLit:tlg4024

Works

urn:cts:greekLit:tlg4024.suda001 - Agathias Historiae
urn:cts:greekLit:tlg4024.suda002
urn:cts:greekLit:tlg4024.suda003

alpha 1[ Ἂ ἄ: παρ’ Ἀριστοφάνει ἐπίρρημα μετ’ ἐκπλήξεως καὶ κελεύσεως. ἂ ἂ, τὴν δᾶδα μή μοι πρόσφερε. τὸ ἄ ἄ κατὰ διαίρεσιν ἀναγνωστέον, οὐ καθ’ ἕνωσιν· ἀλλὰ καὶ ψιλωτέον ἀμφότερα. εἰ γὰρ ἓν μέρος λόγου ἦν καὶ κατὰ σύναψιν ἀνεγινώσκετο, οὐ χρείαν εἶχε τῶν δύο τόνων ἤτοι τῶν ὀξειῶν. καὶ τοῦτο μὲν ἐκπλήξεως ὂν ψιλοῦται. τὸ δὲ ἇ ἇ θαυμαστικὸν δασύνεται, ὡς ἐν Ἐπιγράμμασί φησιν Ἀγαθίας· ἇ μέγα τολμήεις κηρὸς ἀνεπλάσατο. ]
alpha 112[ Ἀγαθίας· σχολαστικὸς, Μυριναῖος, ὁ γράψας τὴν μετὰ Προκόπιον [+] ἱστορίαν τὸν Καισαρέα [+], τὰ κατὰ Bελισάριον καὶ τὰς ἐν Ἰταλίᾳ καὶ ἐν Λιβύῃ πράξεις, τουτέστι τὰ κατὰ Nαρσῆν ἐν Ἰταλίᾳ καὶ τὰ ἐν Λαζικῇ καὶ Βυζαντίῳ. οὗτος συνέταξε καὶ ἕτερα βιβλία ἔμμετρά τε καὶ καταλογάδην, τά τε καλούμενα Δαφνιακά, καὶ τὸν Κύκλον τῶν νέων Ἐπιγραμμάτων, ὃν αὐτὸς συνῆξεν ἐκ τῶν κατὰ καιρὸν ποιητῶν. συνήκμασε δὲ Παύλῳ τῷ Σελεντιαρίῳ καὶ Μακεδονίῳ τῷ ὑπάτῳ καὶ Τριβουνιανῷ ἐπὶ τῶν Ἰουστινιανοῦ χρόνων. ]
alpha 202[ Ἀγερωχία: ὑπερηφανία. ὅτι οἱ Σκύθαι εἰσὶν ὑπεροπτικοὶ καὶ λίαν ἀγέρωχοι. παρὰ τὸ ἄγαν αὐχεῖν ἢ παρὰ τὸ ἄγαν γερουχεῖν. καὶ Ἀγέρωχος, ἔντιμος, ἀνδρεῖος. Ἀγαθίας· ἵππου ἐπιβὰσεὐηνιωτάτου τε καὶ ἀγερώχου καὶ οἵου οὐκ ἄτακτα ἐξάλλεσθαι καὶ σκιρτᾶν. καὶ αὖθις· ὡς ἂν ἔσοιτο εὐκλεὴς τοῖς μετέπειτα καὶ ἀγέρωχος. ἢ Ἀγέρωχος, ὁ ἀλαζών. ]
alpha 457[ Ἀδήλητος: ἀσινὴς, ἀβλαβής. Ἀγαθίας· καὶ ἐπεδείκνυντο σῶοί τε καὶ ἀδήλητοι. δηλῶ γὰρ τὸ βλάπτω. ]
alpha 1215[ Ἀλιγέρνης: ὄνομα κύριον. τούτου τοῦ Γότθου βέλη ἀφιέμενα ῥοίζῳ τε πολλῷ καὶ ταχυτῆτι οὐ σταθμητῇ ἐφέρετο. ὡς εἴπερ ἐς λίθον τινα ἐμπέσοιεν ἢ ἕτερόν τι σκληρὸν καὶ ἀτέραμνον διαρρήγνυσθαι ἅπαν τῆ βίᾳ τῆς ῥύμης. Ῥωμαῖον οὖν τινα ἰδὼν τεθωρακισμένον ἀφίησι βέλος αὐτῷ ἐκ τοῦ μετεώρου καὶ αὐτίκα διεπερόνησε τὸν ἄνδρα αὐτῷ θώρακι καὶ ἀσπίδι. οὕτω δή τι δυνάμει τε τῶν πολλῶν περιῆν καὶ καρτεραὶ αὐτῷ ἐρύσαι τόξον αἱ χεῖρες. Ἀγαθίας φησίν. ]
alpha 1428[ Ἀλύειν: τὸ ἐν ἄλῃ δυσφορεῖν. σημαίνει δὲ ἐνίοτε καὶ τὸ γεγηθέναι, ἀπὸ τῆς ἀλέας καὶ διαχύσεως. Ὅμηρος· ἢ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην; ὅθεν καὶ δασύνεται. Σοφοκλῆς· ἐᾶτέ μ’ ὡδ’ ἀλύειν. ἐπὶ δὲ τοῦ δυσφορεῖν καὶ ψιλοῦται. Ἀγαθίας φησίν· ἀλύοντι δέ οἱ καὶ γνωματεύοντι ἕκαστα, ἔδοξε χρῆναι ἀποπειρᾶσθαι ἀμηγέπη τοῦ φρουρίου. Δίδυμος δὲ ἀμφότερα ψιλῶς. τὸ μὲν γὰρ ἀπὸ τοῦ ἀλεαίνεσθαί φησιν, τὸ δὲ ἀπὸ τῆς ἄλης. Ἀττικώτερον δὲ τὸ ἀμφότερα δασύνειν. καὶ γὰρ τὸ ἁλεαίνεσθαι δασύνουσιν οἱ Ἀττικοὶ καὶ πάντα τὰ τοιαῦτα. ]
alpha 1575[ Ἀμηγέπη: ὁπωσδήποτε, καθ’ ὁτιοῦν. λέγεται δὲ καὶ Ἀμωσγέπως καὶ Ἀμόθεν καὶ Ἀμουγέ που καὶ Ἀμηγἐποι καὶ Ἀμωσγέποι. Ἀριστοφάνης· ὑμᾶς μὲν ἀεὶ μισθοφορεῖν ἀμηγέποι. ἀντὶ τοῦ ἁπανταχοῦ, ὅπως ἂν τύχοι, καθ’ οἷον δήποτε τρόπον. καὶ αὖθις· ἀλλ’ ἀμηγέπη τῶν παρατεθέντων ἀπογευσάμενος ἀωρὶ νύκτωρ περιήρχετο τὴν βασιλικὴν αὐλήν. καὶ Ἀμηγέπη Ἀγαθίας φησίν· ἀλύοντι δὲ καὶ ἕκαστα γνωματεύοντι, ἔδοξέν οἱ ἀμηγέπη ἀποπειρᾶσθαι τοῦ φρουρίου. ]
alpha 1709[ Ἀμφιγνοεῖ: ἀμφιβάλλει. Ἀγαθίας· καὶ ὅτου δὴ ἕνεκα τοῦτο δράσειεν ἀμφιγνοούντων. ἀντὶ τοῦ ἀμφιβαλλόντων. Ἀμφιγνοεῖν οὖν ἀγνοεῖν ἢ ἐνδοιάζειν. ]
alpha 1730[ Ἀμφιθέατρον: τόπος πανταχόθεν περισκοπούμενος. Ἀγαθίας· ὁ δὲ τῶν Φράγγων ἡγεμὼν ἐς ἀμφιθέατρόν τι, ἀνεῖτο δὲ τοῦτο ἀνδράσιν, οἷς ὁ βίος θεωμένου τοῦ δήμου πρὸς θηρία διαγωνίζεσθαι. ]
alpha 2241[ Ἀνεκτά· Ἀγαθίας φησὶν περὶ Θευδερίχου· πρόσοικα ἔθνη συνέλεξεν. οὐ γὰρ ᾤετο ἀνεκτὰ εἶναι. ἀντὶ τοῦ ἀνέσεως ἄξια. καὶ Πολύβιος· διόπερ οὔτε τὸ λαθεῖν, οὔτε κατὰ τούτους τοὺς καιροὺς εἰσβάλλοντας εἰς Μακεδονίαν τοὺς Ῥωμαίους ἀνεκτὸν ἦν. ἀντὶ τοῦ δυνατόν. καὶ Πισίδης· οὐκ ἦν ἀνεκτὴ τοῖς παροίκοις ἡ βλάβη. ἀντὶ τοῦ ὑπομονῆς ἀξία. ]
alpha 2688[ Ἀντίξοον: ἐναντίον, πολέμιον. Ἡρόδοτος· καὶ στρατὸν συλλέγειν ἀντίξοον Πέρσῃσι. καὶ Ἀντίξουν, ἐναντίον. Ἀγαθίας· ὁ δὲ ἐχώρει, οὐδὲν ἀντίξουν ἔσεσθαι ὑποτοπήσας. ]
alpha 2764[ Ἀντωπεῖ· δοτικῇ. ἀντοφθαλμεῖ. ἐξ οὗ καὶ· ἀντώπησαν οἱ ὀφθαλμοί. καὶ Ἀντωπόν: ἀντὶ τοῦ κατὰ πρόσωπον, ἀπέναντι. Ἀγαθίας· ὁ δὲ οὐκ ἀνίει, νῦν μὲν ἀθρόον ἐπιὼν, νῦν δὲ ἀντωπὸς ἠρέμα εἰς τοὐπίσω ὑποχαζόμενος. καὶ αὖθις· οὐδ’ ἀπ’ ἐμεῖο κληΐζεται ἀντωπὸν Βοσπόριον πέλαγος. ]
alpha 3445[ Ἀπόμοιρα: μέρος. ἀπόμοιρα δὲ τῆς στρατιᾶς ἀσκοὺς ἐπίφερόμενοι σποδιᾶς καὶ τέφρας πεπληρωμένους, ξιφιδίοις τούτους διέρρηξαν καὶ τὸν ἀέρα ἐθόλωσαν. καὶ Ἀγαθίας· ἀπόμοιρα δὲ ἦν τῶν Φράγκων, καὶ ἀνὰ τὰ τῇδε πεδία ἐφοίτα χιλοῦ ἕνεκα. ]
alpha 3484[ Ἀποπορευτέα· Ἀγαθίας· τοιγαροῦν ἀποπορευτέα αὐτῷ ἐδόκει ἐπὶ Φάσιν ποταμὸν, καὶ τῶν ἐκείνῃ δυσχωριῶν. ἀντὶ τοῦ ἐπανακτέον, ὑποστρεπτέον. ]
alpha 3674[ Ἀπώνατο: εὐεργετεῖτο, ὠφελεῖτο. Ἀγαθίας· ἀπώνατο οὖν τῆς προπετείας οὐκ ἐν καλῷ. περὶ Θευδέρτου λέγων τοῦ Φράγγων βασιλέως. καὶ Ἀπώνητο, ὠφελείας ἔτυχεν, ἀπήλαυσεν, ὠφελήθη. Αἰλιανός· οὐ μὴν ἀπώνητο οὐδὲν, ἀλλὰ ἐξέζεσε ζῶν κακοῖς θηρίοις, οἱ μὲν εὐλαῖς, οἱ δὲ ὅτι οὐ ταύταις, φθειρσί γε μήν. ]
alpha 4352[ Ἀτημελία: ἡ καταφρόνησις, ἡ ἀμέλεια. Ἀγαθίας· τὰ γὰρ μακρὰ τείχη πολλαχοῦ ὑπὸ χρόνου καὶ ἀτημελίας ἐπεπτώκει, καὶ διελέλυτο ἡ τοῦ μεγίστου ἕρματος οἰκοδομία. καὶ Ἀτημελήτους, ἀπρονοήτους, λίαν ἠμελημένους. ]
alpha 4485[ Αὐτοβοεί: ἐν αὐτῇ τῇ μάχῃ. Ἀγαθίας· πῶς γὰρ ἐνῆν αὐτοὺς ὀλίγους ὄντας ἐνεγκεῖν τὰ πλήθη τῶν πολεμίων καὶ μὴ οὐχὶ αὐτοβοεὶ διαφθαρῆναι ὑπὸ δέους; ἐκκλησιασθέντες ἐδογμάτιζον αὐτοβοεὶ παραδώσειν τὴν πόλιν. ἀντὶ τοῦ αὐθημερὸν, οἱονεὶ ἔναυλον. ἢ ἔτι τῶν βοῶν ἐν ζυγῷ ὄντων. ]
alpha 4595[ Ἀφειδήσας· γενικῇ. ἀμελήσας. καὶ τὸν τρόπον ἀφειδεστάτω ἤστην καὶ φονικωτάτω. καὶ Ἀφειδία, καρτερία. καὶ Ἀφειδῶς, ἀπρομηθεύτως, ἀβούλως. Ἀγαθίας· ὁ δὲ νεώτατος ὢν καὶ οὔπω ἐντελῶς τάς τῆς φύσεως ὁρμὰς ἐπέχειν καὶ ἐγκαθείργειν δυνάμενος, ἀλλὰ πλέον τοῦ προμηθοῦς καὶ βεβηκότος τῷ φιλοδοξοῦντι τοῦ τρόπου πέρα τοῦ μετρίου ἐγκείμενος, ἀφειδῶς ἐπῄει τοῖς πολεμίοις. ]
beta 490[ Βωμολόχος: ὁ κακοῦργος, ἀσεβής. παρὰ τούς λοχῶντας τὰ ἐν τοῖς βωμοῖς ἐπιτιθέμενα θύματα, ἢ τοὺς θύοντας, ἵνα αἰτήσαντες λάβωσί τι. καὶ B ωμολόχοις ἔπεσι, τοῖς πρὸς χάριν καὶ ἀπὸ κολακείας. ἀπὸ δὲ τῶν λοχώντων περὶ τούς βωμοὺς καὶ βουλομένων τι λαβεῖν μετήνεκται ἡ λέξις. οὗτοι γὰρ ἐπὶ τῶν βωμῶν πολλὰ ἐλιπάρουν κολακεύοντες λαβεῖν τι τῶν θυόντων. Ἀγαθίας· οὐ γὰρ σύνηθες, ὁ Ναρσῆς, ἔμοιγε, ἔφη, βωμολοχίαις τε καὶ γλισχραῖς ἐλπίσινἐγκαλλωπίζεσθαι. καὶ περὶ Ἰσιδώρου Δαμάσκιος· ὁ δὲ ἐπίχαρις ἦν, εὐτραπελίας μὲν καὶ βωμολοχίας ὅτι πορρωτάτω. ]
beta 532[ Bρενθύεσθαι· αἰτιατικῇ. διὰ θυμὸν μετεωρίζεσθαι ἢ προσποιεῖσθαι ὀργίζεσθαι. ὁ δὲ σοβαρευόμενος πολλῷ μᾶλλον κατεβρενθύετο. καὶ βρενθύεται, ἐπαίρεται. βρένθος δὲ εἶδος μύρου, ᾧ χριόμεναι αἱ γυναῖκες μέγα φρονοῦσι. καὶ Βρενθύῃ, σεμνύνῃ καὶ μέγα φρονεῖς ἐφ’ αὑτῷ. οἱ γὰρ ἀποδεδωκότες ἑαυτοῖς σοβαρῶς τε βαδίζουσιν. ὡς τοῦ μὲν Προδίκου ὄντος σοφοῦ, τοῦ δὲ Σωκράτους κενὴν ἡμῖν ἐπὶ σοφίᾳ δόξαν καρπουμένου. Ἀριστοφάνης Νεφέλαις· βρενθύῃ ἐν ταῖσιν ὁδοῖσιν, καὶ τὼ ’φθαλμὼ παραβάλλῃ. ἀποσεμνύνεις σεαυτὸν τῷ σχήματι καὶ ταυρηδὸν ὁρᾷς ἢ ἀλαζονικῶς. ἡ μεταφορὰ ἀπὸ βρενθείου μύρου. καὶ Βρενθυόμεν ος, ἐπαιρόμενος, μέγα φρονῶν. Ἀγαθίας· οἱ δὲ μειζόνως, εἴπερ ἐχρῆν ἐπὶ τοῖς φθάσασι βρενθυόμενοι τῶν ἐν ποσὶ κατωλιγώρουν. καὶ αὖθις· ὁ δὲ ἐς τὴν βασιλίδα ἐπορεύετο ἐξωγκωμένος καὶ μάλα βρενθυόμενος. ]
gamma 77[ Γαῦρον: στερρὸν, μέγα, ἀκλινὲς, ἀκατάπληκτον. Ἀριστοφάνης Βατράχοις· οὐδὲν γὰρ οὕτω γαῦρον ἔσθ’ ὡς Ἡρακλῆς. Ἀγαθίας· ὁ δὲ Βελισάριος τὴν ἐγχείρησιν μείζονα ἔδειξε καὶ γαυροτέραν, καὶ περιχαρής γε τὴν νίκην. καὶ αὖθις· ὁ δὲ γαῦρος ὡσπερεὶ κινούμενος. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License