Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Prodicus (Prodicus) - urn:cts:greekLit:tlg1634

Places of birth (Wikidata Statement)

Iulis (Wikidata) (Pleiades)

Kea (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Athens (Wikidata)

Significant Places (Wikidata Statement)

Kea (Wikidata) (Pleiades)

Chios (Wikidata)

Occupations (Wikidata Statement)

philosopher (Wikidata)

diplomat (Wikidata)

Works

urn:cts:greekLit:tlg1634.suda001

beta 532[ Bρενθύεσθαι· αἰτιατικῇ. διὰ θυμὸν μετεωρίζεσθαι ἢ προσποιεῖσθαι ὀργίζεσθαι. ὁ δὲ σοβαρευόμενος πολλῷ μᾶλλον κατεβρενθύετο. καὶ βρενθύεται, ἐπαίρεται. βρένθος δὲ εἶδος μύρου, ᾧ χριόμεναι αἱ γυναῖκες μέγα φρονοῦσι. καὶ Βρενθύῃ, σεμνύνῃ καὶ μέγα φρονεῖς ἐφ’ αὑτῷ. οἱ γὰρ ἀποδεδωκότες ἑαυτοῖς σοβαρῶς τε βαδίζουσιν. ὡς τοῦ μὲν Προδίκου ὄντος σοφοῦ, τοῦ δὲ Σωκράτους κενὴν ἡμῖν ἐπὶ σοφίᾳ δόξαν καρπουμένου. Ἀριστοφάνης Νεφέλαις· βρενθύῃ ἐν ταῖσιν ὁδοῖσιν, καὶ τὼ ’φθαλμὼ παραβάλλῃ. ἀποσεμνύνεις σεαυτὸν τῷ σχήματι καὶ ταυρηδὸν ὁρᾷς ἢ ἀλαζονικῶς. ἡ μεταφορὰ ἀπὸ βρενθείου μύρου. καὶ Βρενθυόμεν ος, ἐπαιρόμενος, μέγα φρονῶν. Ἀγαθίας· οἱ δὲ μειζόνως, εἴπερ ἐχρῆν ἐπὶ τοῖς φθάσασι βρενθυόμενοι τῶν ἐν ποσὶ κατωλιγώρουν. καὶ αὖθις· ὁ δὲ ἐς τὴν βασιλίδα ἐπορεύετο ἐξωγκωμένος καὶ μάλα βρενθυόμενος. ]
delta 638[ Διαλοιδορεῖται. δοτικῇ συντάσσεται. ὁ γὰρ Ἀριστοφάνης οὐ φιλῶν Πρόδικον ταῦτά φησιν, ὅσον μισῶν Σωκράτην. ἐν γὰρ τοῖς Ὄρνισι διαλοιδορεῖται Προδίκῳ. ]
epsilon 3695[ Εὐριπίδης, Μνησάρχου ἢ Μνησαρχίδου καὶ Κλειτοῦς, οἳ φεύγοντες εἰς Βοιωτίαν μετῴκησαν, εἶτα ἐν τῇ Ἀττικῇ. οὐκ ἀληθὲς δέ, ὡς λαχανόπωλις ἦν ἡ μήτηρ αὐτοῦ· καὶ γὰρ τῶν σφόδρα εὐγενῶν ἐτύγχανεν, ὡς ἀποδείκνυσι Φιλόχορος. ἐν δὲ τῇ διαβάσει Ξέρξου ἐκυοφορεῖτο ὑπὸ τῆς μητρὸς καὶ ἐτέχθη καθ’ ἣν ἡμέραν Ἕλληνες ἐτρέψαντο τοὺς Πέρσας. γέγονε δὲ τὰ πρῶτα ζωγράφος, εἶτα μαθητὴς Προδίκου μὲν ἐν τοῖς ῥητορικοῖς, Σωκράτους δὲ ἐν τοῖς ἠθικοῖς καὶ φιλοσόφοις. διήκουσε δὲ καὶ Ἀναξαγόρου τοῦ Κλαζομενίου. ἐπὶ τραγῳδίαν δὲ ἐτράπη τὸν Ἀναξαγόραν ἰδὼν ὑποστάντα κινδύνους δι’ ἅπερ εἰσῆξε δόγματα. σκυθρωπὸς δὲ ἦν τὸ ἦθος καὶ ἀμειδὴς καὶ φεύγων τὰς συνουσίας· ὅθεν καὶ μισογύνης ἐδοξάσθη. ἔγημε δὲ ὅμως πρώτην μὲν Χοιρίνην, θυγατέρα Μνησιλόχου· ἐξ ἧς ἔσχε Μνησίλοχον καὶ Μνησαρχίδην καὶ Εὐριπίδην [+]. ἀπωσάμενος δὲ ταύτην ἔσχε καὶ δευτέραν, καὶ ταύτης ὁμοίως ἀκολάστου πειραθείς. ἀπάρας δὲ ἀπ’ Ἀθηνῶν ἦλθε πρὸς Ἀρχέλαον τὸν βασιλέα τῶν Μακεδόνων, παρ’ ᾧ διῆγε τῆς ἄκρας ἀπολαύων τιμῆς. ἐτελεύτησε δὲ ὑπὸ ἐπιβουλῆς Ἀρριβαίου τοῦ Μακεδόνος καὶ Κρατεύα τοῦ Θετταλοῦ, ποιητῶν ὄντων καὶ φθονησάντων αὐτῷ πεισάντων τε τὸν βασιλέως οἰκέτην τοὔ νομα Λυσίμαχον, δέκα μνῶν ἀγορασθέντα, τοὺς βασιλέως, οὓς αὐτὸς ἔτρεφε, κύνας ἐπαφεῖναι αὐτῷ. οἱ δὲ ἱστόρησαν οὐχ ὑπὸ κυνῶν, ἀλλ’ ὑπὸ γυναικῶν νύκτωρ διασπασθῆναι, πορευόμενον ἀωρὶ πρὸς Κρατερὸν τὸν ἐρώμενον Ἀρχελάου( καὶ γὰρ σχεῖν αὐτὸν καὶ περὶ τοὺς τοιούτους ἔρωτας) , οἱ δέ, πρὸς τὴν γαμετὴν Νικοδίκου τοῦ Ἀρεθουσίου. ἔτη δὲ βιῶναι αὐτὸν οεʹ, καὶ τὰ ὀστᾶ αὐτοῦ ἐν Πέλλῃ μετακομίσαι τὸν βασιλέα. δράματα δὲ αὐτοῦ κατὰ μέν τινας οεʹ, κατὰ δὲ ἄλλους ϟβʹ· σῴζονται δὲ οζʹ. νίκας δὲ ἀνείλετο εʹ, τὰς μὲν δʹ περιών, τὴν δὲ μίαν μετὰ τὴν τελευτήν, ἐπιδειξαμένου τὸ δρᾶμα τοῦ ἀδελφιδοῦ αὐτοῦ Εὐριπίδου [+]. ἐπεδείξατο δὲ ὅλους ἐνιαυτοὺς κβʹ, καὶ τελευτᾷ ἐπὶ τῆς ϟγʹ Ὀλυμπιάδος. ]
iota 564[ Ἱπποκράτης, Κῷος, ἰατρός, Ἡρακλείδου υἱός. προτετάχθω γὰρ καὶ τοῦ πάππου, τοῦ Ἡρακλείδου πατρός, εἰ καὶ ὁμώνυμος ἦν, διὰ τὸ ἀστέρα καὶ φῶς τῆς βιωφελεστάτης ἰατρικῆς γενέσθαι. ἀπόγονος δὲ Χρύσου τοὔ νομα καὶ Ἐλάφου, τοῦ ἐκείνου παιδός, ἰατρῶν καὶ αὐτῶν. οὗτος μαθητὴς γέγονε τὸ μὲν πρῶτον τοῦ πατρός, μετὰ δὲ ταῦτα Ἡροδίκου τοῦ Σηλυβριανοῦ καὶ Γοργίου τοῦ Λεοντίνου, ῥήτορος καὶ φιλοσόφου· ὡς δέ τινες Δημοκρίτου τοῦ Ἀβδηρίτου, ἐπιβαλεῖν γὰρ αὐτὸν νέῳ πρεσβύτην· ὡς δέ τινες καὶ Προδίκου. διέτριψε δὲ ἐν Μακεδονίᾳ, φίλος ὢν σφόδρα τῷ βασιλεῖ Περδίκκᾳ. παῖδας δὲ σχὼν δύο, Θεσσαλὸν καὶ Δράκοντα, κατέστρεψε τὸν βίον ἐνιαυτῶν γεγονῶς τεσσάρων καὶ ἑκατὸν καὶ τέθαπται ἐν Λαρίσσῃ τῆς Θετταλίας. ἐν δὲ ταῖς εἰκόσιν ἱστορεῖται τὸ ἱμάτιον ἐπὶ τὴν κεφαλὴν ἀναβεβλημένος καὶ σκεπόμενος· ἢ ὅτι τοῦτο ἔθος ἦν αὐτῷ ἢ διὰ τὸ φιλαπόδημον ἢ τὸ ἴδιον ἐν ταῖς χειρουργίαις. οὗτος ἔγραψε πολλὰ καὶ πᾶσιν ἐγένετο διάδηλος· ὥστε καὶ τὸν τῶν Περσῶν βασιλέα, τὸν καλούμενον Ἀρταξέρξην, γράψαι πρὸς Ὑστάνην, τῆς τοῦ ἀνδρὸς σοφίας δεόμενον· βασιλεὺς βασιλέων μέγας Ἀρταξέρξης Ὑστάνῃ Ἑλλησπόντου ὑπάρχῳ χαίρειν. Ἱπποκράτους ἰητροῦ Κῴου, ἀπὸ Ἀσκληπιοῦ γεγονότος, ἐς ἐμὲ κλέος ἀφῖκται τέχνης. δὸς οὖν αὐτῷ χρυσόν, ὁπόσον ἂν βούληται, καὶ τ ἄλλα χύδην ὧν σπανίζει, καὶ πέμπε πρὸς ἡμέας. ἔσται γὰρ ἰσότιμος Περσέων τοῖσιν ἀρίστοισι. καὶ εἴ τις ἄλλος ἐστὶν ἀνὴρ κατ’ Εὐρώπην ἀγαθός, φίλον οἴκῳ βασιλέως τίθεσο μὴ φειδόμενος ὄλβου· ἄνδρας γὰρ εὑρεῖν δυναμένους τι κατὰ συμβουλίην οὐ ῥᾴδιον. ἔρρωσο. αἱ μὲν οὖν γραφεῖσαι παρ’ Ἱπποκράτους βίβλοι πᾶσι τοῖς μετερχομένοις τὴν ἰατρικὴν ἐπιστήμην ἔκδηλοι· καὶ οὕτως αὐτὰς κατασπάζονται ὡς θεοῦ φωνὰς καὶ οὐκ ἀνθρωπίνου προελθούσας ἐκ στόματος. πλὴν τῶν ἐν πρώτοις καὶ ἡμεῖς ἀπομνημονεύσωμεν. πρώτη μὲν οὖν βίβλος ἡ τὸν ὅρκον περιέχουσα, δευτέρα δὲ ἡ τὰς προγνώσεις ἐμφαίνουσα, τρίτη ἡ τῶν ἀφορισμῶν ἀνθρωπίνην ὑπερβαίνουσα σύνεσιν· τετάρτην τάξιν ἐχέτω ἡ πολυθρύλλητος καὶ πολυθαύμαστος Ἑξηκοντάβιβλος, ἡ πᾶσαν ἰατρικὴν ἐπιστήμην τε καὶ σοφίαν ἐμπεριέχουσα. ]
iota 652[ Ἰσοκράτης, Θεοδώρου αὐλοποιοῦ, Ἀθηναῖος, ῥήτωρ, γενόμενος ἐπὶ τῆς πϛʹ ὀλυμπιάδος, ὅ ἐστι μετὰ τὰ Πελοποννησιακά. καὶ διὰ μὲν τῆς φωνῆς τὴν ἀτονίαν καὶ τὸ ἀπαρρησίαστον δίκας οὐκ εἶπεν, ἐδίδαξε δὲ πλείστους, καὶ λόγους γέγραψε λβʹ· βιώσας δὲ ἔτη ϛʹ πρὸς τοῖς ρʹ ἐτελεύτησεν. ἀδελφοὶ δὲ αὐτῷ ἐγένοντο Τίσιππος καὶ Θεόμνηστος καὶ Θεόδωρος· διδάσκαλος δὲ Γοργίας, οἱ δὲ Τισίαν φασίν, οἱ δὲ Ἐργῖνον· οἱ δὲ Πρόδικον ἔφασαν, οἱ δὲ Θηραμένην. οἱ δὲ λόγοι αὐτοῦ πλεῖστοι. ]
theta 342[ Θηραμένης, Ἀθηναῖος, ῥήτωρ, μαθητὴς Προδίκου τοῦ Κείου· ὃς ἐπεκαλεῖτο Κόθορνος. μελέτας ῥητορικάς· καὶ ἄλλα τινά. ]
kappa 1909[ Κόθορνος· ὑπόδημα ἀμφοτεροδέξιον. Ἀριστοφάνης· τίς ὁ κόθορνος τῆς ὁδοῦ; οἷον τί ὑποδησάμενος πάρει; οὕτως ἐκαλεῖτο καὶ Θηραμένης, Ἀθηναῖος ῥήτωρ, μαθητὴς Προδίκου τοῦ Κείου. εἴρηται δὲ ἐπὶ τοῦ στρεφομένου συνεχῶς. οὗτος γὰρ καὶ τοῖς λʹ συνέσπευδε καὶ τῷ πλήθει. ὅτι ὁ κόθορνος ἀνδράσι καὶ γυναιξὶ πρὸς τὰς ὑποδέσεις ἁρμόττει. ]
omega 167[ Ὧραι· Προδίκου βιβλίον ἐπιγραφόμενον Ὧραι, ἐν ᾧ πεποίηκε τὸν Ἡρακλέα τῇ ἀρετῇ καὶ τῇ κακίᾳ συντυγχάνοντα, καὶ καλούσης ἑκατέρας ἐπὶ τὰ ἤθη αὐτῆς, προσκλῖναι τῇ ἀρετῇ τὸν Ἡρακλέα καὶ τοὺς ἐκείνης ἱδρῶτας προκρῖναι τῶν προσκαίρων τῆς κακίας ἡδονῶν. ]
pi 2365[ Πρόδικος, Κεῖος, ὁ ἀπὸ Κέω τῆς νήσου, πόλεως δὲ Ἰουλίδος, φιλόσοφος φυσικὸς καὶ σοφιστής, σύγχρονος Δημοκρίτου τοῦ Ἀβδηρίτου καὶ Γοργίου, μαθητὴς Πρωταγόρου τοῦ Ἀβδηρίτου. ἐν Ἀθήναις κώνειον πιὼν ἀπέθανεν, ὡς διαφθείρων τοὺς νέους. ]
pi 2366[ Πρόδικον· δικαστὴν ἐπὶ φίλων, καὶ διαιτητήν. Ἀριστοφάνης Κενταύρῳ· ἐγὼ γάρ, εἴ τι σ’ ἠδίκηκ’ , ἐθέλω δίκην δοῦναι πρόδικον ἑνὶ τῶν φίλων τῶν σῶν ἑνί. καὶ παροιμία· Προδίκου σοφώτερος. Ἀριστοφάνης Νεφέλαις· οὔτε γὰρ ἄλλῳ γ’ ὑπακούσαιμεν πλὴν ἢ Προδίκῳ σοφίας καὶ γνώμης ἕνεκα. σοφιστὴς δὲ ὁ Πρόδικος, Κεῖος τὸ γένος. ἤκμασε δὲ κατὰ τοὺς χρόνους Σωκράτους. πρῶτος δὲ οὗτος τὴν πεντηκοντάδραχμον ἐπίδειξιν ἐποιήσατο. μνημονεύει δὲ αὐτοῦ καὶ Πλάτων ἐν Πρωταγόρᾳ [+] καὶ Ξενοφῶν ἐν τοῖς Ἀπομνημονεύμασιν. οὐ μὴν ἀλλὰ καὶ Ἀριστοφάνης ἐν Ταγηνισταῖς οὕτως· τὸν ἄνδρα τοῦτον ἢ βιβλίον διέφθειρεν ἢ Πρόδικος ἢ τῶν ἀδολέσχων εἷς γέ τις. διαβάλλει δὲ αὐτὸν καὶ ἐν Ὄρνισι· παρ’ ἐμοῦ Προδίκῳ κλάειν εἴπητε τὸ λοιπόν. διδάσκαλος δὲ ἦν οὗτος καὶ Θηραμένους, τοῦ ἐπικαλουμένου Κοθόρνου, ὃς τῆς τῶν λʹ τυραννίδος μετέσχε. κόθορνος δὲ ἐκαλεῖτο, ἐπεὶ καὶ τοῖς λʹ συνέσπευδε καὶ τῷ πλήθει. φέρεται δὲ καὶ βιβλίον Προδίκου ἐπιγραφόμενον Ὧραι, ἐν ᾧ πεποίηκε τὸν Ἡρακλέα τῇ Ἀρετῇ καὶ τῇ Κακίᾳ συντυγχάνοντα, καὶ καλούσης ἑκατέρας ἐπὶ τὰ ἤθη αὐτοῦ, προσκλῖναι τῇ Ἀρετῇ τὸν Ἡρακλέα καὶ τοὺς ἐκείνης ἱδρῶτας προκρῖναι τῶν προσκαίρων τῆς κακίας ἡδονῶν. ]
pi 2958[ Πρωταγόρας, Ἀβδηρίτης, υἱὸς Ἀρτέμωνος ἢ καὶ Μαιανδρίδου ἢ Νεανδρίου. τινὲς δὲ αὐτὸν καὶ Τήϊον ἔγραψαν. οὗτος πρότερον ἦν φορτοβαστάκτης, ἐντυχὼν δὲ Δημοκρίτῳ ἠράσθη λόγων καὶ φιλοσοφήσας ἐπὶ ῥητορείαν ἐτράπη. καὶ ἐπεκλήθη πρῶτος οὗτος σοφιστής, πρῶτος τε οὗτος τοὺς ἐριστικοὺς λόγους εὗρε καὶ ἀγῶνα λόγων ἐποιήσατο καὶ μισθὸν ἔπραξε τοὺς μαθητὰς μνᾶς ρʹ· διὸ καὶ ἐπεκλήθη Λόγος ἔμμισθος. διδάσκαλος δὲ γέγονε καὶ τοῦ ῥήτορος Ἰσοκράτους. διεῖλέ τε πάντα λόγον πρῶτος οὗτος εἰς τέσσαρα· εὐχωλήν, ἐρώτησιν, ἀπόκρισιν, ἐντολήν· μετὰ δὲ τοῦτον ἕτεροι εἰς ζʹ διεῖλον ταῦτα· διήγησιν, ἐρώτησιν, ἀπόκρισιν, ἐντολήν, εἰσαγγελίαν, εὐχωλήν, κλῆσιν. Ἀλκιδάμας δὲ τέσσαρας εἶναί φησιν ἰδέας λόγων· φάσιν, ἀπόφασιν, ἐρώτησιν, προσαγόρευσιν. τοῦ δὲ Πρωταγόρου τὰ βιβλία ὑπὸ Ἀθηναίων ἐκαύθη, διότι λόγον ποτὲ εἶπεν οὕτως ἀρξάμενος· περὶ θεῶν οὐκ ἔχω εἰδέναι, οὔτε ὥς εἰσιν, οὔτε ὡς οὐκ εἰσί. καὶ πρεσβύτερός ἐστι Πλάτωνος τοῦ φιλοσόφου· διδάσκαλος δὲ Προδίκου τοῦ Κείου καὶ ἄλλων πολλῶν. ]
chi 85[ Χαρά· ἡδονή, εὐφροσύνη, τέρψις. τινές φασι κατὰ τὸ ὑποκείμενον ταὐτὸν σημαινόμενον εἶναι. Πρόδικος δὲ ἐπειρᾶτο ἑκάστῳ τῶν ὀνομάτων τούτων ἴδιόν τι σημαινόμενον ὑποτάσσειν, ὥσπερ καὶ οἱ ἀπὸ τῆς Στοᾶς, χαρὰν μὲν λέγοντες εὔλογον ἔπαρσιν, ἡδονὴν δὲ ἔπαρσιν ἄλογον, τέρψιν δὲ τὴν διὰ θεωρίας ἡδονήν, εὐφροσύνην δὲ τὴν διὰ λόγων ἡδονήν· νομοθετούντων δέ ἐστι τοῦτο. τὸ μὲν γὰρ εἰπεῖν ἡδονὴν χαρὰν οὐχ ἁμάρτημα, ὥσπερ οὐδὲ τὸ τὴν μονάδα ἀδιαίρετον· οὐδὲ γὰρ τὸ τὴν χαρὰν χαρὰν εἰπεῖν ἢ τὴν μονάδα μονάδα· τὸ δὲ συμβεβηκέναι θάτερον θατέρῳ λέγειν ἄτοπόν τε καὶ ψεῦδος. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License