Digital Suda
Suidae Lexicon edidit Ada Adler

Works Catalog

Plato (Plato) - urn:cts:greekLit:tlg0059.suda002 (Gorgias)

alpha 3935[ Ἀρίστων, ὁ Πλάτωνος πατήρ. τῶν τε Πλάτωνος τοῦ Ἀρίστωνος ἀναπέπλησται δογμάτων. καὶ οὕτε ὁ Τίμαιος [+] αὐτὸν ἀποδράσειεν ἄν, εἰ καὶ σφόδρα γραμμικῇ θεωρίᾳ πεποίκιλται καὶ τὰς τῆς φύσεως ἀνιχνεύει κινήσεις· οὕτε ὁ Φαίδων, οὕτε ὁ Γοργίας [+]· οὐμενοῦν οὐδὲ ἄλλος τις τῶν γλαφυρῶν καὶ ἀγκυλωτέρων διαλόγων, ὁποῖος ὁ Παρμενίδης [+]. ]
delta 652[ Διὰ μέσου τείχους· τριῶν ὄντων τειχῶν ἐν τῇ Ἀττικῇ, ἀπὸ τοῦ Βορείου καὶ τοῦ Νοτίου καὶ τοῦ Φαληρικοῦ, διὰ μέσου τῶν παρ’ ἑκάτερα τὸ Νότιον ἐλέγετο· οὗ μνημονεύει καὶ Πλάτων ἐν Γοργία [+]. ]
epsilon 123[ Ἐγκράτεια· διάθεσις ἀνυπέρβατος τῶν κατ’ ὀρθὸν λόγον ἢ ἕξις ἀήττητος ἡδονῶν. ὅτι ἔστι δεικνύναι μεταλαβόντας, ὡς ποτὲ μὲν ὁ σπουδαῖος οὐ σώφρων, μεταλαβόντα τὸν σώφρονα εἰς τὸν ἐγκρατῆ· εἰ γὰρ τοῦ μὲν ἐγκρατοῦς οὐ συμφωνεῖ τὰ μέρη τῆς ψυχῆς πρὸς ἄλληλα, τοῦ δὲ σπουδαίου συμφωνεῖ, οὐκ ἂν εἴη ὁ σπουδαῖος ἐγκρατής· ὥστε οὐδὲ σώφρων, εἰ ταὐτὸν ἡ σωφροσύνη τῇ ἐγκρατείᾳ. πάλιν δ’ αὖ δύναταί τις δεικνύναι τὸν σπουδαῖον ἐγκρατῆ μεταλαβὼν τὴν ἐγκράτειαν εἰς τὴν σωφροσύνην, εἴ γε ὁ μὲν σπουδαῖος ἐν ὁμολογίᾳ τῶν τῆς ψυχῆς δυνάμεων[ πρὸς] ἀλλήλας εἴη, ἡ δὲ τῶν τῆς ψυχῆς δυνάμεων πρὸς ἄλληλα σωφροσύνη. οὕτω καὶ ὁ Δημοσθένης κατασκευάσαι βουληθείς, ὅτι μὴ δεῖ χάριν ἔχειν Φιλίππῳ ὑπὲρ ὧν ἔδωκε, μετέλαβε τὸ ἔδωκεν εἰς τὸ ἀπέδωκε· καὶ ὁ Θουκυδίδης βουληθεὶς παροξῦναι τοὺς Ἀθηναίους πρὸς τοὺς Μιτυληναίους, τὴν ἀπόστασιν αὐτῶν εἰς τὴν ἐπανάστασιν μετέλαβε. καὶ ἡ συνήθεια δὲ πλήρης τῆς τοιαύτης χρήσεως, μεταλαμβάνοντες ἀεὶ τὰ ὀνόματα πρὸς τὰ ἐμφαντικώτατα, τὸ τέμνειν εἰς τὸ κατατέμνειν, τὸ ἐσθίειν εἰς τὸ κατεσθίειν, τὸ μειδιᾶν εἰς τὸ γελᾶν· μεταλαμβάνουσι δὲ καὶ τὸν πανοῦργον εἰς τὸν φρόνιμον, τὸν δὲ τολμηρὸν εἰς τὸν ἀνδρεῖον, τὸν πρᾶον εἰς τὸν ἀργὸν καὶ ἀκίνητον, τὸν ἐλευθέριον εἰς τὸν ἄσωτον, τὸν οἰκονομικὸν εἰς τὸν ἀνελεύθερον. οὕτω καὶ Καλλικλῆς ἐν τῷ Γοργίᾳ [+] παρὰ τῷ Πλάτωνι τοὺς σώφρονας ἠλιθίους μεταλαμβάνει. δεῖξαι δὲ θέλοντες ὅτι ὁ σώφρων οὐκ ἔστιν ἐγκρατής, μεταληψόμεθα τὸν ἐγκρατῆ εἰς τὸν αὐτοκρατοῦντα( τοῦτο γὰρ σημαίνει τὸ ὄνομα) , καὶ δείξαντες ὅτι ἔνθα τὸ κρατοῦν, ἐνταῦθα καὶ κρατούμενόν τι ἔσται, τὸ δὲ κρατούμενον ἀντισπῶν καὶ μαχόμενον κρατεῖται, ἔνθα δὲ τὸ μὲν κρατοῦν τὸ δὲ κρατούμενόν ἐστι τῆς ψυχῆς, οὐκ ἔστιν ἐνταῦθα ὁμολογία, ὁ δὲ σώφρων ὁμολογοῦντα ἔχει τὰ τῆς ψυχῆς μέρη πρὸς ἄλληλα. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἀκρατοῦς καὶ ἀκολάστου. ]
lambda 771[ Λυγιζόμενος· στρεφόμενος, καλυπτόμενος. ἀπὸ τῶν λύγων. λύγος δέ ἐστι φυτὸν ἱμαντῶδες. δείδη μόσχοισι λύγοισιν. Ὅμηρος. καὶ Πλάτων ἐν Γοργίᾳ [+]· πάσας στροφὰς στρέφεσθαι, πάσας δὲ διεξόδους διελθών, ἀποστραφῆναι λυγιζόμενος, ὥστε μὴ παρέχειν δίκην. τινὲς δὲ καὶ τὸ μετὰ τιμωρίας βασανίζειν λυγίζειν. καὶ αἱ μάστιγες, αἷς οἱ ἀθληταὶ τύπτονται, λύγοι καλοῦνται. ]
pi 1709[ Πλάτων ὁ φιλόσοφος πένης ἦν καὶ μόνον τὸν ἐν Ἀκαδημίᾳ ἐκέκτητο κῆπον, ὃς μέρος ἐλάχιστον ἦν τῶν διαδοχικῶν· ὁ μὲν γὰρ κῆπος ἐγγύς τι χρυσῶν τριῶν νομισμάτων ἀπεδίδου, ἡ δὲ ὅλη πρόσοδος ὕστερον χιλίων ἢ καὶ πλειόνων ὀλίγον. ηὐξήθη δὲ αὕτη κατὰ τοὺς νεωτέρους χρόνους, ἀνθρώπων ἱερῶν τε καὶ φιλολόγων ἄλλοτε ἄλλων ἀποθνησκόντων καὶ κατὰ διαθήκας ἀπολειπόντων τοῖς φιλοσοφοῦσιν ἀφορμὴν τῆς ἐπὶ τῷ φιλοσόφῳ βίῳ σχολῆς καὶ γαλήνης. ὅτι ὁ Πλάτων ἐν Νόμοις φησὶν ἐλευθέραν εἶναι τὴν ψυχὴν καὶ δέσποιναν τῶν παθῶν. τὸ μὲν νικᾶν αὐτὸν ἑαυτὸν πασῶν νικῶν πρώτη καὶ ἀρίστη, τὸ δὲ ἡττᾶσθαι αὐτὸν ὑφ’ ἑαυτοῦ αἴσχιστόν τε καὶ κάκιστον. ἴσμεν γὰρ ὅτι τὰ πάθη τὰ ἐν ἡμῖν οἷον νεῦρα ἢ μήρινθοί τινες ἐνοῦσαι σπῶσί τε ἡμᾶς καὶ ἀλλήλαις ἀνθέλκουσιν, ἐναντίαι γε οὖσαι ἐπ’ ἐναντίας πράξεις. οὐ δὴ διωρισμένη ἀρετὴ καὶ κακία κεῖται· μιᾷ γάρ φησιν ὁ λόγος δεῖν τῶν ἕλξεων ἑπόμενον ἀεὶ καὶ μηδαμῇ ἀπολειπόμενον ἐκείνης ἀνθέλκειν τοῖς ἄλλοις μέτροις ἕκαστον, ταύτην δὲ εἶναι τὴν τοῦ λογισμοῦ ἀγωγήν. ἀπέδειξεν οὖν ὁ σοφὸς ὡς τῇ βουλῇ τῆς ψυχῆς ἀπένειμε τὴν τῶν κρειττόνων καὶ χειρόνων διαίρεσιν. ὁ αὐτὸς Πλάτων φησὶ θεολογῶν· τί τὸ ὂν μὲν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον ἀεί, ὂν δὲ οὐδέποτε; τὸ μὲν δὴ νοήσει τοῦ λόγου περιληπτὸν ἀεὶ κατὰ τὸ αὐτὸ ὄν, τὸ δὲ αἰσθήσει ἀλόγῳ δοξαστὸν γινόμενον μὲν καὶ ἀπογινόμενον, ὄντως δὲ οὐδέποτε ὄν. ταῦτα δὲ πάντα μέρος χρόνου τὸ ἦν καὶ ἔσται, ἃ δὴ φέροντες λανθάνομεν ἐπὶ τὴν ἀΐδιον οὐσίαν, οὐκ ὀρθῶς· λέγομεν γὰρ δή, ὡς ἦν, ἔστι τε καὶ ἔσται. τὸ δὲ ἔστι μόνον κατὰ τὸν ἀληθινὸν λόγον προσήκει θεῷ, τὸ δὲ ἦν καὶ ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν οὖσαν πρέπει λέγεσθαι, τὸ δὲ ἀεὶ κατὰ ταυτὸν ἀκινήτως οὔτε νεώτερον οὔτε πρεσβύτερον χρὴ λέγεσθαι. καὶ γὰρ τὸ ἀεὶ ὂν καὶ προὸν γενέσεώς ἐστιν ἁπάσης ὑπέρτερον, τὸ δὲ γινόμενον καὶ ἀλλοιώσεις πολλὰς ὑποδεχόμενον εἰκότως ἔφησεν οὐδέποτε εἶναι. καὶ πάλιν ὁ αὐτὸς Πλάτων φησίν· ἀγαθὸς μὲν ὁ θεὸς τῷ ὄντι καί γε λεκτέον αἴτιος τῶν ἀγαθῶν, τὼν δὲ κακῶν ἁπάντων ἀναίτιος. ὁ αὐτὸς ἐν τοῖς Νόμοις δεικνὺς ἡμῖν τὸν τῶν ὅλων πρύτανιν τῶν τοῦ παντὸς οἰάκων ἐπειλημμένον φησίν· ὁ μὲν δὴ θεὸς ἀρχὴν καὶ τελευτὴν καὶ μέσα τῶν πάντων ἔχων εὐθέα περαίνει κατὰ φύσιν περιπορευόμενος, τῷ δὲ ἀεὶ ξυνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός· ἧς ὁ μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς καὶ κεκοσμημένος, ὁ δέ τις ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας ἢ χρήμασιν ἐπαιρόμενος ἢ τιμαῖς ἢ καὶ σωμάτων εὐμορφίᾳ ἅμα νεότητι καὶ ἀνοίᾳ φλέγεται μεθ’ ὕβρεως, ὡς δὴ οὔτ’ ἄρχοντος οὔτ’ αὖ ἡγεμόνος δεόμενος, ἀλλὰ καὶ ἄλλοις ἱκανὸς ὢν ἡγεῖσθαι, καταλείπεται ἔρημος θεοῦ, καταλειφθεὶς δὲ καὶ ἔτι τοιούτους ἄλλους λαβών, σκιρτᾷ ταράττων πάντα ἅμα καὶ πολλοῖς τισιν ἔδοξεν εἶναί τις, μετὰ δὲ χρόνον ὑποσχὼν τιμωρίαν οὐ μεμπτὴν τῇ δίκῃ ἑαυτόν τε καὶ οἶκον καὶ πόλιν ἄρδην ἀνάστατον ἐποίησε. διὰ τούτων ὁ φιλόσοφος καὶ τὸν τοῦ παντὸς ἔδειξε κηδεμόνα καὶ τὴν ἐπί τινων μακροθυμίαν καὶ τὴν ἐντεῦθεν τοῖς ἀνοήτοις προσγινομένην λώβην καὶ τὴν ἐς ὕστερον αὐτοῖς ἐπιφερομένην πανωλεθρίαν. ὁ αὐτὸς ἐν τῷ Γοργίᾳ [+] καὶ τῆς τιμωρίας δηλοῖ τὰς αἰτίας λέγων ὡδί· προσήκει δὲ παντὶ τῷ ἐν τιμωρίᾳ ὄντι ὑπ’ ἄλλου ὀρθῶς τιμωρουμένου ἢ βελτίων γίνεσθαι καί τι τῷ ὄντι ὀνίνασθαι ἢ παράδειγμα ἄλλοις γίγνεσθαι, ἵν’ ἐκεῖνοι ὁρῶντες πάσχοντα ἃ πάσχει, φοβούμενοι βελτίους γίγνωνται. εἰσὶ δὲ οἱ ὠφελούμενοι μὲν καὶ δίκην διδόντες ὑπὸ θεοῦ καὶ ἀνθρώπων οὗτοι, οἳ ἂν ἰάσιμα ἁμαρτήματα ἁμαρτάνωσιν. ὅμως δὲ δι’ ἀλγηδόνων καὶ ὀδυνῶν γίνεται αὐτοῖς ἡ ὠφέλεια κἀνθάδε καὶ ἐν ᾅδου. οὐ γὰρ οἷόν τε ἄλλως ἀδικίας ἀπαλλάττεσθαι. οἳ δ’ ἂν τὰ ἔσχατα ἀδικήσωσι καὶ διὰ τὰ τοιαῦτα ἀδικήματα ἀνίατοι πάμπαν γένωνται, ἐντεῦθεν τὰ παραδείγματα γίνονται, καὶ οὗτοι μὲν οὐκέτι ὀνίνανται οὐδέν, ἅτε ἀνίατοι ὄντες, ἄλλοι δὲ ὀνίνανται οἱ τούτους ὁρῶντες διὰ τὰς τοιαύτας ἁμαρτίας ὀδυνηρότατα καὶ φοβερώτατα πάθη πάσχοντας καὶ τὸν ἀεὶ χρόνον ἀτεχνῶς παραδείγματα ἀνηρτημένους. ταῦτα δὲ ἔοικε σεσυληκέναι ἐκ τῶν θείων γραφῶν, διὰ Μωσέως ὑπὸ τοῦ θεοῦ πρὸς τὸν Φαραὼ λεχθέντα· εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου· ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. παμπονήρῳ γὰρ γεγενημένῳ ἐκείνῳ παντοδαπὰς κολάσεις ἐπήνεγκεν ὁ θεός, οὐχ ὥστε ἀποφῆναι βελτίονα( ᾔδει γὰρ αὐτοῦ καὶ τὸν νοῦν ἀντίτυπον καὶ τὸ πάθος ἀνήκεστον) , ἀλλ’ ὅπως τὰ περὶ ἐκείνου διηγήματα πᾶσιν ὠφελείας γένωνται παραδείγματα καθάπερ αἱ πόλεις τρέφουσι τοὺς δημίους, οὐκ ἐπαινοῦσαι μὲν αὐτῶν τὴν προαίρεσιν, ἀνεχόμεναι δὲ τῆς τούτων ὑπηρεσίας διὰ τὴν χρείαν καὶ τὰ λοιπὰ δῆλα. ὁ αὐτὸς περὶ τῶν λήξεων καὶ ἀποκληρώσεων τῶν ψυχῶν ἐν τῷ Φαίδωνί [+] φησιν· ὁ μὲν ἀτέλεστος καὶ ἀκάθαρτος εἰς ᾅδην ἀφικόμενος, ἐν βορβόρῳ κείσεται, ὁ δὲ τετελεσμένος καὶ κεκαθαρμένος ἐκεῖ μεταχωρήσας μετὰ θεῶν οἰκήσει. καὶ αὖθις· τὸν μὲν γὰρ δικαίως τὸν βίον διεληλυθότα καὶ ὁσίως, ἐπειδὰν τελευτήσῃ, εἰς μακάρων νήσους οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ κακῶν ἐκτός, τὸν δὲ ἀδίκως καὶ ἀθέως εἰς τὸ κρίσεώς τε καὶ δίκης δεσμωτήριον, ὃ δὴ Τάρταρον καλοῦσιν, ἰέναι. ταῦτα ἐκ τῶν Αἰγύπτου μεμάθηκε. ]

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License