Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Alexandri Magni Epistulae (Alexander the Great) - urn:cts:greekLit:tlg0042

Place of birth (Wikidata Statement)

Pella (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Babylon (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

politician (Wikidata)

military leader (Wikidata)

monarch (Wikidata)

delta 10[ Δαημονέστατος· ἐμπειρότατος. ἦν δὲ ὁ Ἀλέξανδρος καὶ τάξαι στρατιὰν καὶ ὁπλίσαι δαημονέστατος. ἦσαν δὲ καὶ τελετῶν ἀμφότεροι δαημονέστατοι. καὶ Δαημονεστάτων, ἐμπείρων, ἐπιστημόνων. οἷα δὴ δαημονεστάτων τὰ πολέμια. πέμπει δὲ πρεσβευτὴν τῆς τε Ἑλλήνων φωνῆς δαήμονα καὶ τῆς Ῥωμαίων οὐ πάντῃ ἀνήκουστον, ὡς καὶ τοῦ πολίτην Ῥωμαίων κατὰ ποίησιν γενέσθαι μὴ δόξαι ἀνάξιον. ]
delta 74[ Δαρεῖος· ὅτι Ἀλέξανδρος ὁ τῶν Μακεδόνων πρὸς Δαρεῖον τὸν Περσῶν βασιλέα συνάψας πόλεμον, τοῦτον κατὰ κράτος νικᾷ. καὶ αἰτεῖται εἰς διαλλαγὴν ἐλθεῖν καὶ δοῦναι αὐτῷ καὶ τὴν θυγατέρα Ῥωξάνην πρὸς γάμου κοινωνίαν. ὅτι αὐτὸς Δαρεῖος ὑπὸ τοῦ ἰδίου σατράπου ἀναιρεῖται, Βέσσος ὄνομα· καὶ προσάγει τὴν κεφαλὴν Ἀλεξάνδρῳ τῷ Μακεδόνι. ζήτει περὶ τούτου ἐν τῷ Ἀλέξανδρος, καὶ ζήτει ἐν τῷ Δημοκήδης. ζήτει παράνω ἐν τῷ Δαρεικούς. ]
delta 415[ Δημάδης, μετ’ Ἀντίπατρον βασιλεύσας Θήβας ἀνέστησε, Δημέου ναύτου, ναύτης καὶ αὐτός, ναυπηγὸς καὶ πορθμεύς. ἀποστὰς δὲ τούτων ἐπολιτεύσατο καὶ ἦν προδότης καὶ ἐκ τούτου εὔπορος παντὸς καὶ κτήματα ἐν Βοιωτίᾳ παρὰ Φιλίππου δωρεὰν ἔλαβεν. οὗτος Δημοσθένει λέγοντι ὑπὲρ Ὀλυνθίων ἀντέλεγεν, Εὐθυκράτη δὲ τὸν Ὀλύνθιον, ἀτιμωθέντα παρὰ Ἀθηναίοις, ἐψηφίσατο ἐπίτιμον εἶναι καὶ πρόξενον Ἀθηναίοις. λόγους δὲ διδοὺς ἀρχῆς θορυβηθεὶς ἀπεδήμησεν, οὔτε ἑαυτῶν, εἰπών, ἐστὲ κύριοι οὔτε ἐμοῦ. ἐπέστελλε δὲ Φιλίππῳ καὶ τὸν υἱὸν ἔπεμπε πρὸς αὐτόν. ἱπποτρόφει δὲ καὶ ἠγωνίζετο Ὀλυμπιάσι καὶ ἐνίκα. ἔγραψε δὲ καὶ ψήφισμα τῷ Φιλίππῳ τοὺς Ἕλληνας ὑπακούειν. ἐν Χαιρωνείᾳ δὲ αἰχμάλωτος γενόμενος ἀφείθη καὶ πρεσβευτὴς ὑπὲρ τῶν αἰχμαλώτων ἀπεστάλη, οὓς ἀνῆκε Φίλιππος. δὶς δὲ παρανόμων ἥλω. ἐπολιτεύσατο δὲ καὶ ἐπ’ Ἀλεξάνδρου. ]
delta 456[ Δημοσθένης, μαχαιροποιός, Παιανιεύς, οὗ Δημοσθένης ὁ ῥήτωρ, ὃς ὀρφανὸς καταλειφθεὶς ἐπιτρόπους ἔσχε γʹ, Ἄφοβον, Δημοφῶντα, Θηριππίδην. ὧν ἀμελούντων αὐτοῦ καὶ τῆς οὐσίας, αὐτὸς αὑτὸν ἐνεχείρισε διδασκάλῳ Ἰσαίῳ. φιλόπονος δὲ οὕτως ἦν, ὥστε φασὶν ἑαυτὸν οἴκοι καθείρξαντα ἑαυτοῦ ξυρῆσαι τῆς κεφαλῆς μέρος, ἵνα μήτε προΐοι μήτε δέχοιτό τινα. παιδευθεὶς δὲ εἷλε τῆς ἐπιτροπῆς τοὺς ἐπιτρόπους. σοφιστεύειν βουληθεὶς ἀπέστη διαβληθεὶς ἐπὶ Μόσχῳ μειρακίῳ τῶν εὐγενῶν. λογογραφεῖν δὲ ἀρξάμενος διεβλήθη πάλιν, ὡς ἐναντίους λόγους ἐκδοὺς Ἀπολλοδώρῳ καὶ Φορμίωνι. καὶ τούτου οὖν ἀποστὰς ἤρξατο πολιτεύεσθαι. τραυλὸς δὲ ὢν καὶ τὸν ὦμον ἀπρεπῶς ἐκίνει, καὶ τὴν ἀκοὴν ἀσθενὴς καὶ τὸ πνεῦμα οὐ διαρκής· ἅπερ ἀσκήσει διωρθώσατο. τήν τε ὑπόκρισιν οὐκ ὢν ἄκρος ὑπ’ Ἀνδρονίκῳ καὶ ταύτην ἐξήσκησεν. ἐχορήγησε δὲ καὶ ἐτριηράρχησε καὶ αἰχμαλώτους ἐλύσατο καὶ θυγατέρας συνεξέδωκεν. ὅτε δὲ ἐχορήγει, τυπτηθεὶς ὑπὸ Μειδίου τρισχιλίαις, ὥς φασιν, ἐπείσθη. καὶ Δημαίνετον ἀνεψιὸν γραψάμενος τραύματος, ὥς φασιν, διελύσατο. αἰτησάμενος δὲ Χαβρίου τοῦ στρατηγοῦ γυναῖκα, Χαβρίου τελευτήσαντος, Κτησίππου θυγατέρα ἔγημεν. ἐπολιτεύσατο δὲ κατὰ Φίλιππον· οὗ Θηβαίοις ἐπιόντος, πείθει συμμαχῆσαι· καὶ κατὰ Χαιρώνειαν ἡττῶνται, χιλίων ἀποθανόντων καὶ δισχιλίων αἰχμαλώτων. ἀγαπητὴν δὲ σχὼν θυγατέρα τελευτήσασαν ἐπένθει, καὶ ἑβδομαίου τοῦ πάθους ὄντος, ἀγγελθέντος ἀνῃρῆσθαι Φίλιππον ὑπὸ Παυσανίου, μετημφιάσατο καὶ τοῖς θεοῖς ἔθυσεν. ἐπολιτεύσατο δὲ καὶ κατὰ Ἀλεξάνδρου τοῦ Φιλίππου. οὗ Ἅρπαλος πολλὰ νοσφισάμενος χρήματα ὡς Ἀθηναίους κατέφυγεν· ὧν καὶ Δημοσθένης εἰληφέναι μέρος ἔδοξε. καὶ ἔφυγεν εἰς Τροιζῆνα. Ἀλεξάνδρου δὲ ἐν Βαβυλῶνι τελευτήσαντος, ὁ Δημοσθένης κατῆλθε κληθείς. Ἀντίπατρος δὲ ἄρξας τῶν Ἑλλήνων, πέμψας ἐξαιτεῖ τοὺς δέκα ῥήτορας. ἐκδόντων Ἀθηναίων, ὁ Δημοσθένης εἰς Σικελίαν ἔφυγεν. Ἀρχίας δὲ ὁ ὑποκριτὴς ἀποσταλεὶς ἐπ’ αὐτὸν ὑπ’ Ἀντιπάτρου βίᾳ ἀποσπᾷ ἀπὸ τοῦ ἱεροῦ Ποσειδῶνος, ὃ ἦν ἄσυλον. ὁ δὲ ὑπὸ τῇ σφραγῖδι φάρμακον ἔχων, μυζήσας ἀπέθανεν. ]
delta 500[ Διαβάλλειν· τὸ ἐξαπατᾶν καὶ παραλογίζεσθαι. Θουκυδίδης αʹ καὶ Κράτης. καὶ Διαβάλλειν τὸ πέλαγος, τὸ διεκπερᾶν. ἐντεῦθεν ἐνόει διαβάλλειν τὸ ἐν μέσῳ πέλαγος καὶ λῃστεύειν τὰς νήσους. καὶ Ἀρριανός· αὐτόν τε κυβερνῶντα τὴν στρατηγίδα ναῦν διαβάλλειν. καί, διαβάλλειν ἐπιχειροῦντι Ἀλεξάνδρῳ τὸν Ὦξον ποταμόν. ἀντὶ τοῦ περᾶν. καὶ Διαβάλλω· αἰτιατικῇ. διαβάλλει τὸν ἀεὶ προτετιμημένον. ]
delta 1143[ Διογένης, Ἱκεσίου υἱὸς τραπεζίτου, Σινωπεύς. ὃς φυγὼν τὴν πατρίδα διὰ τὸ παρακόψαι νόμισμα ἦλθεν εἰς Ἀθήνας καὶ Ἀντισθένει παραβαλὼν τῷ Κυνικῷ ἠράσθη τοῦ ἐκείνου βίου καὶ τὴν Κυνικὴν φιλοσοφίαν ἠσπάσατο, πολλῆς οὔσης αὐτῷ ὑπεριδὼν οὐσίας. γηραιὸς δὲ ὢν ὑπὸ πειρατοῦ Σκιρτάλου ἐλήφθη καὶ πραθεὶς ἐν Κορίνθῳ Ξενιάδῃ τινὶ παρὰ τῷ πριαμένῳ διέμεινεν, οὐχ ἑλόμενος λυθῆναι ὑπὸ Ἀθηναίων ἢ τῶν οἰκείων καὶ φίλων. ἐπὶ δὲ τῆς ριγʹ Ὀλυμπιάδος κατέστρεψε τὸν βίον δηχθεὶς ὑπὸ κυνὸς τὸ σκέλος καὶ θεραπείας ὑπεριδών, κατὰ τὴν αὐτὴν ἡμέραν ὅτε καὶ ὁ Μακεδὼν Ἀλέξανδρος ἐν Βαβυλῶνι ἀπέθανεν. ]
delta 1240[ Δίων, ὁ Πασικράτους, Προυσαεύς, σοφιστὴς καὶ φιλόσοφος, ὃν Χρυσόστομον ἐκάλεσαν. ἀντεποιεῖτο δὲ σεμνότητος ὡς καὶ λεοντῆν φορῶν προϊέναι. ἦν δὲ λεπτὸς τὸ σῶμα καὶ διέτριψε τὸ πλεῖστον παρὰ Τραιανῷ τῷ Καίσαρι, ὡς καὶ συγκαθέζεσθαι ἐν τῷ βασιλικῷ ὀχήματι. ἔγραψεν Εἰ φθαρτὸς κόσμος, Ἐγκώμιον Ἡρακλέους καὶ Πλάτωνος [+], Ὑπὲρ Ὁμήρου [+] πρὸς Πλάτωνα [+] δʹ, Περὶ τῶν Ἀλεξάνδρου [+] ἀρετῶν ηʹ. οὗτος διαβάλλει καὶ τὸν Ὅμηρον ὡς ψευδῶς τὰ περὶ τὸ Ἴλιον γεγραφότα. ]
delta 1497[ Δράκων, υἱιδοῦς Ἱπποκράτους, τοῦ διασήμου ἰατροῦ, ἀπὸ Θεσσαλοῦ· πατὴρ δὲ Ἱπποκράτους· οὗ πάλιν γέγονε Δράκων, ἰατρὸς καὶ αὐτός, ὃς Ῥωξάνην ἰάτρευσε, συνοικοῦσαν Ἀλεξάνδρῳ τῷ Μακεδόνι. ὅτι δράκων, τὸ θηρίον, διπλῆν ἔχει τὴν γλῶσσαν, ὁμοίως καὶ ὁ ῥήτωρ. φασὶν ὅτι δράκων, ἐὰν ἁλῷ, εἰς τὴν κεφαλὴν παιόμενος ἀποθνήσκει. ὅτι δράκων ἐν τῷ Ἰὼβ ὁ Διάβολος λέγεται. ψελίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ. ]
delta 1517[ Δρεπανηφόρα τέθριππα· ἦν δὲ τῷ Δαρείῳ ὑπ’ Ἀλεξάνδρου πολεμουμένῳ τέθριππα δρεπανηφόρα κατεσκευασμένα τὸν τρόπον τοῦτον. τῶν τροχῶν ἦσαν εἰς τὸν κύκλον περικεχαλκευμένα δρέπανα· συνέβαινέ τε ἐπερχομένων τὰς τάξεις ἀναιρεῖσθαι καὶ τοὺς ἐμπίπτοντας οἰκτρῶς ἀπόλλυσθαι· ἐλαυνομένων γὰρ τῶν δρεπάνων οἱ μὲν τῶν ποδῶν, οἱ δὲ τῶν χειρῶν, οἱ δὲ ἐκ τῶν ὅπλων κρατούμενοι ἐσύροντο ἐπὶ πολὺ καὶ ἀνῃροῦντο. ]
alphaiota 354[ Αἰσχρίων, Μιτυληναῖος, ἐποποιός, ὃς συνεξεδήμει Ἀλεξάνδρῳ τῷ Φιλίππου. ἦν δὲ Ἀριστοτέλους γνώριμος καὶ ἐρώμενος, ὡς ΝίκανδροςἈλεξανδρεὺς ἐν τῷ περὶ τῶν Ἀριστοτέλους μαθητῶν. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License