Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Hippocrates et Corpus Hippocraticum (Hippocrates) - urn:cts:greekLit:tlg0627

Place of birth (Wikidata Statement)

Kos (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Larissa (Wikidata) (Pleiades)

Significant Place (Wikidata Statement)

Kos (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

physician (Wikidata)

philosopher (Wikidata)

Works

urn:cts:greekLit:tlg0627.suda001
urn:cts:greekLit:tlg0627.suda002
urn:cts:greekLit:tlg0627.suda003
urn:cts:greekLit:tlg0627.suda004
urn:cts:greekLit:tlg0627.suda005
urn:cts:greekLit:tlg0627.suda006
urn:cts:greekLit:tlg0627.suda007

alpha 1026[ Ἄκρων· Ἀκραγαντῖνος, ἰατρὸς, ὑιὸς Ξένωνος, ἐσοφίστευσεν ἐν ταῖς Ἀθήναις ἅμα Ἐμπεδοκλεῖ· ἔστιν οὖν πρεσβύτερος Ἱπποκράτους. ἔγραψε Περὶ ἰατρικῆς Δωρίδι διαλέκτῳ, Περὶ τροφῆς ὑγιεινῶν βιβλίον αʹ. ἔστι δὲ καὶ οὗτος τῶν τινα πνεύματα σημειωσαμένων. εἰς τοῦτον ἐποίησεν Ἐμπεδοκλῆς τωθαστικὸν ἐπίγραμμα· ἄκρον ἰατρὸν Ἄκρων, Ἀκραγαντῖνον, πατρὸς ἄκρου, κρύπτει κρημνὸς ἄκρος πατρίδος ἀκροτάτης. τινὲς δὲ τὸν δεύτερον στίχον οὕτω προφέρονται· ἀκροτάτης κορυφῆς τύμβος ἄκρος κατέχει. τοῦτό τινες Σιμωνίδου φασὶν εἶναι. ]
alpha 1759[ Ἀμφιρύτη: περιρρεομένη κύκλῳ. ἐν Ἐπιγράμμασι· ἀμφιρύτη Κῶος, καὶ πάλιν πένθος ἔχεις οἷον ἐφ’ Ἱπποκράτει. ]
alpha 4705[ Ἄχναι: λεπτὰ ἄχυρα ἢ ἀκαθαρσίαι. καὶ Ἄχνη ἁλός, τὸ λεπτότατον τοῦ ὕδατος, ὁ ἀφρὸς τῆς θαλάσσης. ἐν Ἐπιγράμμασι· μῆλον θ’ ἡδύπνουν λεπτῇ πεποκωμένον ἄχνῃ. καὶ Ἄχνη πυρός, ὁ καπνός. καὶ ἄχνη ὕπνου, ὁ Ἱπποκράτης φησὶ, καὶ ἄχνη λιμοῦ. δηλοῖ δὲ καὶ λεπτὸν ξύσμα. ]
delta 238[ Δέξιππος, Κῷος, ἰατρός, Ἱπποκράτους μαθητής· ὃς μεταπεμφθεὶς ὑπὸ Ἑκατόμνου τοῦ Καρῶν βασιλέως ἰάσασθαι αὐτοῦ τοὺς παῖδας ἀπογνωσθέντας Μαυσωλὸν καὶ Πιξώδαρον, ἐπὶ ὑποσχέσει ἰάσατο τοῦ παῦσαι τὸν πρὸς Κᾶρας τότε αὐτοῖς ἐνεστῶτα πόλεμον. ἔγραψεν Ἰατρικὸν βιβλίον αʹ καὶ Περὶ προγνώσεων βʹ. ]
delta 447[ Δημόκριτος, Ἡγησιστράτου, οἱ δὲ Ἀθηνοκρίτου ἢ Δαμασίππου, γεγονὼς ὅτε καὶ Σωκράτης ὁ φιλόσοφος, κατὰ τὴν οζʹ Ὀλυμπιάδα, οἱ δὲ κατὰ τὴν πʹ φασίν· Ἀβδηρίτης ἐκ Θρᾴκης, φιλόσοφος, μαθητὴς κατά τινας Ἀναξαγόρου καὶ Λευκίππου, ὡς δέ τινες καὶ Μάγων καὶ Χαλδαίων Περσῶν· ἦλθε γὰρ καὶ εἰς Πέρσας καὶ Ἰνδοὺς καὶ Αἰγυπτίους καὶ τὰ παρ’ ἑκάστοις ἐπαιδεύθη σοφά. εἶτα ἐπανῆλθε καὶ τοῖς ἀδελφοῖς συνῆν Ἡροδότῳ καὶ Δαμάστῃ. ἦρξε δὲ ἐν Ἀβδήροις, διὰ τὴν ἑαυτοῦ σοφίαν τιμηθείς. μαθητὴς δὲ αὐτοῦ διαφανὴς ἐγένετο ΜητρόδωροςΧῖος· οὗ πάλιν ἀκροαταὶ Ἀνάξαρχος καὶ Ἱπποκράτης ὁ ἰατρός. ἐπεκλήθη δὲ ΣοφίαΔημόκριτος, καὶ Γελασῖνος δέ, διὰ τὸ γελᾶν πρὸς τὸ κενόσπουδον τῶν ἀνθρώπων. γνήσια δὲ αὐτοῦ βιβλία εἰσὶ δύο, ὅ τε μέγας Διάκοσμος, καὶ τὸ Περὶ φύσεως κόσμου. ἔγραψε δὲ καὶ ἐπιστολάς. ]
delta 448[ Δημόκριτος· ὅτι ΔημόκριτοςἈβδηρίτης οὐκ ἦλθεν εἰς Ἀθήνας, ἀλλὰ τοσαύτης πόλεως ὑπερεφρόνησεν, οὐκ ἐκ τοῦ τόπου δόξαν λαβεῖν βουλόμενος, ἀλλὰ τῷ τόπῳ δόξαν περιθεῖναι προελόμενος. ὅτι ἐλθόντα Ἱπποκράτην πρὸς Δημόκριτον κελεῦσαι κομισθῆναι γάλα καὶ θεασάμενον τὸ γάλα εἰπεῖν αἰγὸς εἶναι πρωτοτόκου καὶ μελαίνης· καὶ τὴν ἀκρίβειαν αὐτοῦ θαυμάσαι τὸν Ἱπποκράτην. ἀλλὰ καὶ τὴν κόρην τὴν μετὰ Ἱπποκράτους πρὸς αὐτὸν ἐλθοῦσαν τῇ μὲν πρώτῃ ἡμέρᾳ ἀσπάσασθαι οὕτω· χαῖρε κόρη· τῇ δὲ ἐχομένῃ, χαῖρε γύναι. καὶ ἦν ἡ κόρη τῆς νυκτὸς διεφθαρμένη. ἤδη δὲ ὑπέργηρων ὄντα πρὸς τῷ καταστρέφειν εἶναι· τὴν οὖν ἀδελφὴν λυπεῖσθαι, ὅτι ἐν τῇ τῶν Θεσμοφόρων ἑορτῇ μέλλοι τεθνήξεσθαι καὶ τῇ θεῷ τὸ καθῆκον αὐτὴν οὐ ποιήσειν· τὸν δὲ θαρρεῖν εἰπεῖν καὶ κελεῦσαι αὐτῷ προσφέρειν ἄρτους θερμοὺς ὁσημέραι· τούτους δὴ ταῖς ῥισὶ προσφέρων διεκράτησεν ἑαυτὸν τὴν ἑορτήν. ἐπειδὴ δὲ παρῆλθον αἱ ἡμέραι, τρεῖς δὲ ἦσαν, ἀλυπότατα τὸν βίον προήκατο. ]
delta 1497[ Δράκων, υἱιδοῦς Ἱπποκράτους, τοῦ διασήμου ἰατροῦ, ἀπὸ Θεσσαλοῦ· πατὴρ δὲ Ἱπποκράτους· οὗ πάλιν γέγονε Δράκων, ἰατρὸς καὶ αὐτός, ὃς Ῥωξάνην ἰάτρευσε, συνοικοῦσαν Ἀλεξάνδρῳ τῷ Μακεδόνι. ὅτι δράκων, τὸ θηρίον, διπλῆν ἔχει τὴν γλῶσσαν, ὁμοίως καὶ ὁ ῥήτωρ. φασὶν ὅτι δράκων, ἐὰν ἁλῷ, εἰς τὴν κεφαλὴν παιόμενος ἀποθνήσκει. ὅτι δράκων ἐν τῷ Ἰὼβ ὁ Διάβολος λέγεται. ψελίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ. ]
eta 23[ Ἡβός· ὁ κυρτός. ἹπποκράτηςΚῷός φησιν. ]
iota 63[ Ἰατρός· βραχὺ παρὰ Ἀριστοφάνει ἐν Πλούτῳ· τί δῆτ’ ἰατρός ἐστι νῦν ἐν τῇ πόλει; παρὰ δὲ Ὁμήρῳ· ἰητρὸς γὰρ ἀνήρ. Ἰατρὸς δ’ ἐπιστήμων, οὐχ ὁ ἰώμενος μόνον, ἀλλ’ ὁ καὶ τὴν αἰτίαν καθ’ ἣν ἰᾶται γνωρίζων. Ἰατροτέχναι δέ. ὅτι καὶ ἰατροὶ περὶ ἀέρων, ὀρέων καὶ ὑδάτων ἔγραψαν. συντάγματα δέ εἰσιν Ἱπποκράτους οὕτως ἐπιγραφόμενα, περὶ ἀέρων, τόπων καὶ ὑδάτων. ὅτι εἰώθασιν οἱ ἰατροὶ ὑπ’ ἀλαζονείας πατρίδας ὀνομάζειν τῶν βοτανῶν, οἷον Κυρηναϊκὸν ὀπόν, τιθύμαλλος Λακωνικός. καὶ οἱ νῦν Ῥέον Ποντικὸν καὶ Ῥέον βάρβαρον. ζήτει περὶ ἰατρείας ἐν τῷ ὑγίεια. ]
iota 564[ Ἱπποκράτης, Κῷος, ἰατρός, Ἡρακλείδου υἱός. προτετάχθω γὰρ καὶ τοῦ πάππου, τοῦ Ἡρακλείδου πατρός, εἰ καὶ ὁμώνυμος ἦν, διὰ τὸ ἀστέρα καὶ φῶς τῆς βιωφελεστάτης ἰατρικῆς γενέσθαι. ἀπόγονος δὲ Χρύσου τοὔ νομα καὶ Ἐλάφου, τοῦ ἐκείνου παιδός, ἰατρῶν καὶ αὐτῶν. οὗτος μαθητὴς γέγονε τὸ μὲν πρῶτον τοῦ πατρός, μετὰ δὲ ταῦτα Ἡροδίκου τοῦ Σηλυβριανοῦ καὶ Γοργίου τοῦ Λεοντίνου, ῥήτορος καὶ φιλοσόφου· ὡς δέ τινες Δημοκρίτου τοῦ Ἀβδηρίτου, ἐπιβαλεῖν γὰρ αὐτὸν νέῳ πρεσβύτην· ὡς δέ τινες καὶ Προδίκου. διέτριψε δὲ ἐν Μακεδονίᾳ, φίλος ὢν σφόδρα τῷ βασιλεῖ Περδίκκᾳ. παῖδας δὲ σχὼν δύο, Θεσσαλὸν καὶ Δράκοντα, κατέστρεψε τὸν βίον ἐνιαυτῶν γεγονῶς τεσσάρων καὶ ἑκατὸν καὶ τέθαπται ἐν Λαρίσσῃ τῆς Θετταλίας. ἐν δὲ ταῖς εἰκόσιν ἱστορεῖται τὸ ἱμάτιον ἐπὶ τὴν κεφαλὴν ἀναβεβλημένος καὶ σκεπόμενος· ἢ ὅτι τοῦτο ἔθος ἦν αὐτῷ ἢ διὰ τὸ φιλαπόδημον ἢ τὸ ἴδιον ἐν ταῖς χειρουργίαις. οὗτος ἔγραψε πολλὰ καὶ πᾶσιν ἐγένετο διάδηλος· ὥστε καὶ τὸν τῶν Περσῶν βασιλέα, τὸν καλούμενον Ἀρταξέρξην, γράψαι πρὸς Ὑστάνην, τῆς τοῦ ἀνδρὸς σοφίας δεόμενον· βασιλεὺς βασιλέων μέγας Ἀρταξέρξης Ὑστάνῃ Ἑλλησπόντου ὑπάρχῳ χαίρειν. Ἱπποκράτους ἰητροῦ Κῴου, ἀπὸ Ἀσκληπιοῦ γεγονότος, ἐς ἐμὲ κλέος ἀφῖκται τέχνης. δὸς οὖν αὐτῷ χρυσόν, ὁπόσον ἂν βούληται, καὶ τ ἄλλα χύδην ὧν σπανίζει, καὶ πέμπε πρὸς ἡμέας. ἔσται γὰρ ἰσότιμος Περσέων τοῖσιν ἀρίστοισι. καὶ εἴ τις ἄλλος ἐστὶν ἀνὴρ κατ’ Εὐρώπην ἀγαθός, φίλον οἴκῳ βασιλέως τίθεσο μὴ φειδόμενος ὄλβου· ἄνδρας γὰρ εὑρεῖν δυναμένους τι κατὰ συμβουλίην οὐ ῥᾴδιον. ἔρρωσο. αἱ μὲν οὖν γραφεῖσαι παρ’ Ἱπποκράτους βίβλοι πᾶσι τοῖς μετερχομένοις τὴν ἰατρικὴν ἐπιστήμην ἔκδηλοι· καὶ οὕτως αὐτὰς κατασπάζονται ὡς θεοῦ φωνὰς καὶ οὐκ ἀνθρωπίνου προελθούσας ἐκ στόματος. πλὴν τῶν ἐν πρώτοις καὶ ἡμεῖς ἀπομνημονεύσωμεν. πρώτη μὲν οὖν βίβλος ἡ τὸν ὅρκον περιέχουσα, δευτέρα δὲ ἡ τὰς προγνώσεις ἐμφαίνουσα, τρίτη ἡ τῶν ἀφορισμῶν ἀνθρωπίνην ὑπερβαίνουσα σύνεσιν· τετάρτην τάξιν ἐχέτω ἡ πολυθρύλλητος καὶ πολυθαύμαστος Ἑξηκοντάβιβλος, ἡ πᾶσαν ἰατρικὴν ἐπιστήμην τε καὶ σοφίαν ἐμπεριέχουσα. ]
iota 565[ Ἱπποκράτης, Γνωσιδίκου υἱός, Κῷος, πατὴρ Ἡρακλείδου τοῦ πατρὸς Ἱπποκράτους, ἰατρὸς καὶ αὐτός, τοῦ γένους τῶν Ἀσκληπιαδῶν· ἰατρικά. ]
iota 566[ Ἱπποκράτης, Θεσσαλοῦ, Κῷος, ἰατρός· ἔγγονος δὲ Ἱπποκράτους τοῦ δευτέρου, τοῦ υἱοῦ Ἡρακλείδου. ἔγραψε καὶ αὐτὸς ἰατρικά. ]
theta 258[ Θεσσαλός, Κῷος, ἰατρός, υἱὸς Ἱπποκράτους τοῦ διασήμου, οὗ πάλιν υἱοὶ Γοργίας καὶ Ἱπποκράτης. ἰατρικῶν βιβλία γʹ. ]
kappa 1446[ Κεφαλή· παρὰ τὸ κεκυφῶσθαι, ἤγουν κεκάμφθαι. καὶ οἱ ἰατροὶ σκαφεῖον αὐτὸ καλοῦσι. καὶ ὁ Ἱπποκράτης δὲ κύβητον. Μακεδόνες δὲ κέβην, τὸ β ἀντὶ τοῦ φ λαμβάνοντες, ὡς ἐπὶ Φερενίκης, Βερενίκης. ]
kappa 2302[ Κῶς· ἡ νῆσος, ὅθεν ἦν Ἱπποκράτης ὁ ἰατρός· ἥτις καὶ Μεροπὶς λέγεται. ]
nu 374[ Νίκανδρος, Ξενοφάνους, Κολοφώνιος, κατὰ δέ τινας Αἰτωλός· ἅμα γραμματικός τε καὶ ποιητὴς καὶ ἰατρός, γεγονὼς κατὰ τὸν νέον Ἄτταλον, ἤγουν τὸν τελευταῖον τὸν Γαλατονίκην, ὃν Ῥωμαῖοι κατέλυσαν. ἔγραψε Θηριακά, Ἀλεξιφάρμακα, Γεωργικά, Ἑτεροιουμένων βιβλία εʹ, Ἰάσεων συναγωγήν, Προγνωστικὰ δι’ ἐπῶν· μεταπέφρασται δὲ ἐκ τῶν Ἱπποκράτους Προγνωστικῶν· Περὶ χρηστηρίων πάντων βιβλία τρία· καὶ ἄλλα πλεῖστα ἐπικῶς. ]
pi 1627[ Πιξώδαρος· ὅτι Δέξιππος Κῷος, ἰατρός, Ἱπποκράτους μαθητής, μεταπεμφθεὶς ὑπὸ Ἑκατόμνου τοῦ Καρῶν βασιλέως ἰάσασθαι αὐτοῦ τοὺς παῖδας ἀπογνωσθέντας, Μαύσωλον καὶ Πιξώδαρον, ἐπὶ ὑποσχέσει ἰάσατο τοῦ παῦσαι τὸν πρὸς Κᾶρας τότε αὐτοῖς ἐνεστῶτα πόλεμον. ]
sigma 852[ Σωρανός, Ἐφέσιος, ἰατρὸς νεώτερος. Γυναικεῖα βιβλία δʹ, Βίους ἰατρῶν καὶ αἱρέσεις καὶ συντάγματα βιβλία ιʹ· καὶ ἄλλα διάφορα. ὅτι Ἀσκληπιόδοτος ὁ φιλόσοφος, καὶ τὴν ἰατρικῆν ἐκμαθὼν τῶν μὲν νεωτέρων οὐδένα ἀπεδέχετο πλὴν Ἰάκωβον, τῶν δὲ πρεσβυτέρων μετὰ τὸν Ἱπποκράτην Σωρανὸν τὸν Κίλικα, τὸν Μαλλώτην ἐπίκλην. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License