Philochorus) - urn:cts:greekLit:tlg0583Athens (Wikidata)
Athens (Wikidata)
Classical Athens (Wikidata) (Pleiades)
Atthidographer (Wikidata)
historian (Wikidata)
mythographer (Wikidata)
writer (Wikidata)
urn:cts:greekLit:tlg0583.suda001 -
On Divination
urn:cts:greekLit:tlg0583.suda002 -
Atthis
urn:cts:greekLit:tlg0583.suda003 -
Tetrapolis
urn:cts:greekLit:tlg0583.suda004
urn:cts:greekLit:tlg0583.suda005
urn:cts:greekLit:tlg0583.suda006
urn:cts:greekLit:tlg0583.suda007
urn:cts:greekLit:tlg0583.suda008
urn:cts:greekLit:tlg0583.suda009
urn:cts:greekLit:tlg0583.suda010
urn:cts:greekLit:tlg0583.suda011
urn:cts:greekLit:tlg0583.suda012
urn:cts:greekLit:tlg0583.suda013
urn:cts:greekLit:tlg0583.suda014
urn:cts:greekLit:tlg0583.suda015
urn:cts:greekLit:tlg0583.suda016
urn:cts:greekLit:tlg0583.suda017
urn:cts:greekLit:tlg0583.suda018
urn:cts:greekLit:tlg0583.suda019
urn:cts:greekLit:tlg0583.suda020
urn:cts:greekLit:tlg0583.suda021
| alpha | 540 | [ | Ἀδύνατοι: οἱ πεπηρωμένοι τὸ σῶμα· ἐλάμβανον δὲ οὗτοι δοκιμασθέντες ὑπὸ τῆς βουλῆς, οἱ μέν φασιν, ἑκάστης ἡμέρας ὀβολοὺς δύο, οἱ δὲ ὀβολόν. Φιλόχορος δέ φησιν ἐννέα δραχμὰς κατὰ μῆνα. | ] |
| alpha | 1298 | [ | Ἀλκυονίδες ἡμέραι: αἱ εὐδιειναί. περὶ τοῦ ἀριθμοῦ διαφέρονται. Σιμωνίδης γὰρ ἐν Πεντάθλοις ια φησὶν αὐτὰς καὶ Ἀριστοτέλης ἐν τοῖς περὶ ζῴων, Δημαγόρας δὲ ὁ Σάμιος ζʹ, καὶ Φιλόχορος θʹ. τὸν δὲ ἐπ’ αὐταῖς μῦθον Ἡγήσανδρος ἐν τοῖς περὶ ὑπομνημάτων λέγει οὕτως· Ἀλκυονέως τοῦ γίγαντος θυγατέρες ἦσαν, Φωσθονία, Ἄνθη, Μεθώνη, Ἀλκίππα, Παλήνη, Δριμὼ, Ἀστερίη. αὗται μετὰ τὴν τοῦ πατρὸς τελευτὴν ἀπὸ Καναστραίου, ὅ ἐστιν ἄκρον τῆς Πελλήνης, ἔρριψαν αὑτὰς εἰς τὴν θάλασσαν, Ἀμφιτρίτη δ’ αὐτὰς ὄρνιθας ἐποίησε, καὶ ἀπὸ τοῦ πατρὸς Ἀλκυόνες ἐκλήθησαν. αἱ δὲ νήνεμοι καὶ γαλήνην ἔχουσαι ἡμέραι Ἀλκυονίδες καλοῦνται. καὶ Ἀλκυόνειος ἡμέρα. | ] |
| alpha | 1372 | [ | Ἁλῶα: ἑορτή ἐστιν Ἀττική. Φιλόχορος δέ φησιν ὀνομασθῆναι ἀπὸ τοῦ τότε τοὺς ἀνθρώπους τὰς διατριβὰς περὶ τὰς ἅλως ποιεῖσθαι. | ] |
| alpha | 2303 | [ | Ἀνεπόπτευτον: τὸ μὴ ἐποπτεῦον· οὕτως ’Υπερίδης. τὸ δὲ Ἐποπτεῦσαι δηλοῖ Φιλόχορος λέγων· ἀδικεῖ πάντα τά τε μυστικὰ καὶ τὰ ἐποπτικά. καὶ πάλιν· Δημητρίῳ μὲν οὖν ἴδιόν τι γέγονε παρὰ τοὺς ἄλλους, τὸ μόνον μυηθῆναί τε ἅμα καὶ ἐποπτεῦσαι καὶ τοὺς πατρίους χρόνους τῆς τελετῆς μετακινηθῆναι. | ] |
| beta | 478 | [ | Βούχετα: πόλις ἐστὶ τῆς Ἠπείρου, οὐδετέρως καὶ πληθυντικῶς λεγομένη· ἥν φησι Φιλόχορος ὠνομάσθαι διὰ τὸ τὴν Θέμιν ἐπὶ βοὸς ὀχουμένην ἐλθεῖν ἐκεῖ κατὰ τὸν Δευκαλίωνος κατακλυσμόν. | ] |
| chi | 623 | [ | Χύτροι· πόλις ἐστὶν ἐν Κύπρῳ, οὕτω καλουμένη. ἔστι δὲ καὶ Ἀττική τις ἑορτὴ Χύτροι. ἤγετο δὲ ἡ ἑορτὴ Ἀνθεστηριῶνος τρίτῃ ἐπὶ δέκα· ὡς Φιλόχορος. | ] |
| epsilon | 45 | [ | Ἐγγαστρίμυθος· ἐγγαστρίμαντις· ὃ νῦν τινες Πύθωνα, Σοφοκλῆς δὲ στερνόμαντιν, Πλάτων ὁ φιλόσοφος Εὐρυκλέα ἀπὸ Εὐρυκλέους τοιούτου μάντεως. Ἀριστοφάνης Σφηξί· μιμησάμενος τὴν Εὐρυκλέους μαντείαν καὶ διάνοιαν. Φιλόχορος δ’ ἐν γʹ περὶ μαντικῆς καὶ γυναῖκας ἐγγαστριμύθους. αὗται τὰς τῶν τεθνηκότων ψυχὰς ἐξεκαλοῦντο. μιᾷ δὲ αὐτῶν ἐχρήσατο Σαούλ, ἥτις ἐξεκαλέσατο τὴν ψυχὴν Σαμουὴλ τοῦ προφήτου. | ] |
| epsilon | 3039 | [ | Ἑρμῆς ὁ πρὸς τῇ πυλίδι· Φιλόχορος λέγει, ὡς θʹ ἄρχοντες ταῖς φυλαῖς ἀνέθεσαν Ἑρμῆν παρὰ τὸν πυλῶνα. | ] |
| epsilon | 3695 | [ | Εὐριπίδης, Μνησάρχου ἢ Μνησαρχίδου καὶ Κλειτοῦς, οἳ φεύγοντες εἰς Βοιωτίαν μετῴκησαν, εἶτα ἐν τῇ Ἀττικῇ. οὐκ ἀληθὲς δέ, ὡς λαχανόπωλις ἦν ἡ μήτηρ αὐτοῦ· καὶ γὰρ τῶν σφόδρα εὐγενῶν ἐτύγχανεν, ὡς ἀποδείκνυσι Φιλόχορος. ἐν δὲ τῇ διαβάσει Ξέρξου ἐκυοφορεῖτο ὑπὸ τῆς μητρὸς καὶ ἐτέχθη καθ’ ἣν ἡμέραν Ἕλληνες ἐτρέψαντο τοὺς Πέρσας. γέγονε δὲ τὰ πρῶτα ζωγράφος, εἶτα μαθητὴς Προδίκου μὲν ἐν τοῖς ῥητορικοῖς, Σωκράτους δὲ ἐν τοῖς ἠθικοῖς καὶ φιλοσόφοις. διήκουσε δὲ καὶ Ἀναξαγόρου τοῦ Κλαζομενίου. ἐπὶ τραγῳδίαν δὲ ἐτράπη τὸν Ἀναξαγόραν ἰδὼν ὑποστάντα κινδύνους δι’ ἅπερ εἰσῆξε δόγματα. σκυθρωπὸς δὲ ἦν τὸ ἦθος καὶ ἀμειδὴς καὶ φεύγων τὰς συνουσίας· ὅθεν καὶ μισογύνης ἐδοξάσθη. ἔγημε δὲ ὅμως πρώτην μὲν Χοιρίνην, θυγατέρα Μνησιλόχου· ἐξ ἧς ἔσχε Μνησίλοχον καὶ Μνησαρχίδην καὶ Εὐριπίδην [+]. ἀπωσάμενος δὲ ταύτην ἔσχε καὶ δευτέραν, καὶ ταύτης ὁμοίως ἀκολάστου πειραθείς. ἀπάρας δὲ ἀπ’ Ἀθηνῶν ἦλθε πρὸς Ἀρχέλαον τὸν βασιλέα τῶν Μακεδόνων, παρ’ ᾧ διῆγε τῆς ἄκρας ἀπολαύων τιμῆς. ἐτελεύτησε δὲ ὑπὸ ἐπιβουλῆς Ἀρριβαίου τοῦ Μακεδόνος καὶ Κρατεύα τοῦ Θετταλοῦ, ποιητῶν ὄντων καὶ φθονησάντων αὐτῷ πεισάντων τε τὸν βασιλέως οἰκέτην τοὔ νομα Λυσίμαχον, δέκα μνῶν ἀγορασθέντα, τοὺς βασιλέως, οὓς αὐτὸς ἔτρεφε, κύνας ἐπαφεῖναι αὐτῷ. οἱ δὲ ἱστόρησαν οὐχ ὑπὸ κυνῶν, ἀλλ’ ὑπὸ γυναικῶν νύκτωρ διασπασθῆναι, πορευόμενον ἀωρὶ πρὸς Κρατερὸν τὸν ἐρώμενον Ἀρχελάου( καὶ γὰρ σχεῖν αὐτὸν καὶ περὶ τοὺς τοιούτους ἔρωτας) , οἱ δέ, πρὸς τὴν γαμετὴν Νικοδίκου τοῦ Ἀρεθουσίου. ἔτη δὲ βιῶναι αὐτὸν οεʹ, καὶ τὰ ὀστᾶ αὐτοῦ ἐν Πέλλῃ μετακομίσαι τὸν βασιλέα. δράματα δὲ αὐτοῦ κατὰ μέν τινας οεʹ, κατὰ δὲ ἄλλους ϟβʹ· σῴζονται δὲ οζʹ. νίκας δὲ ἀνείλετο εʹ, τὰς μὲν δʹ περιών, τὴν δὲ μίαν μετὰ τὴν τελευτήν, ἐπιδειξαμένου τὸ δρᾶμα τοῦ ἀδελφιδοῦ αὐτοῦ Εὐριπίδου [+]. ἐπεδείξατο δὲ ὅλους ἐνιαυτοὺς κβʹ, καὶ τελευτᾷ ἐπὶ τῆς ϟγʹ Ὀλυμπιάδος. | ] |
| gamma | 147 | [ | Γεννῆται: οἱ τοῦ αὐτοῦ γένους κοινωνοῦντες. καὶ γὰρ διήρηντο κατὰ μέρη οἱ τῶν Ἀθηναίων πολῖται, καὶ τὰ μὲν μέγιστα μέρη φυλαὶ ὠνομάζοντο, ἑκάστη δὲ φυλὴ πάλιν εἰς τρία διῄρητο, ὧν ἕκαστον μέρος τριττὺς καὶ φρατρία ὠνομάζετο. πάλιν δὲ τῶν φρατριῶν ἑκάστη εἰς γένη διῄρητο λʹ, ἐξ ὧν αἱ ἱερωσύναι ἑκάστοις προσήκουσαι ἐκληροῦντο. καὶ γεννῆται, οἱ ἐκ τοῦ αὐτοῦ καὶ πρώτου γένους τῶν λ’ γενῶν, οὓς καὶ πρότερόν φησι Φιλόχορος ὁμογάλακτας καλεῖσθαι. Ἰσαῖος μέντοι τοὺς γεννήτας ἁπλῶς τοὺς ἐξ αἵματος συγγενεῖς ὀνομάζει. | ] |
| kappa | 308 | [ | Κανηφόροι· Φιλόχορός φησιν, ὡς Ἐριχθονίου βασιλεύοντος πρῶτον κατέστησαν αἱ ἐν ἀξιώματι παρθένοι φέρειν τὰ κανᾶ τῇ θεῷ, ἐφ’ ᾧ ἐπέκειτο τὰ πρὸς τὴν θυσίαν, τοῖς τε Παναθηναίοις καὶ ταῖς ἄλλαις πομπαῖς. | ] |
| kappa | 826 | [ | Κατατομή· Ὑπερίδης ἐν τῷ κατὰ Δημοσθένους [+]· καὶ καθήμενος ὑποκάτω ὑπὸ τῇ κατατομῇ. καὶ Φιλόχορος· καὶ ἐπέγραψεν ἐπὶ τὴν κατατομὴν τῆς πέτρας. | ] |
| kappa | 1896 | [ | Κοβαλεία· οὕτως ἐλέγετο ἡ προσποίητος μετὰ ἀπάτης παιδιά. καὶ κόβαλος, ὁ ταύτῃ χρώμενος. ἔοικε δὲ συνώνυμον τῷ βωμολόχῳ. Φιλόχορος δευτέρῳ Ἀτθίδος· οὐ γὰρ ἔνιοι λέγουσι βωμολόχον τινὰ καὶ κόβαλον γενέσθαι νομιστέον τὸν Διόνυσον. Ἀριστοτέλης δὲ ἐν δευτέρῳ Ζῴων ἱστορίας τὸν ὦτόν φησι κόβαλον καὶ μιμητὴν ὄντα, ἀντορχούμενον ἁλίσκεσθαι. | ] |
| lambda | 523 | [ | Λίθος· Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος· τῶν τε παρόντων καθ’ ἕνα ἡμῶν οὑτωσὶ πρὸς τὸν λίθον ἄγοντες καὶ ἐξορκοῦντες. ἐοίκασιν οὖν Ἀθηναῖοι πρός τινι λίθῳ τοὺς ὅρκους ποιεῖσθαι, ὡς Ἀριστοτέλης καὶ Φιλόχορος ὑποδηλοῦσι. | ] |
| lambda | 802 | [ | Λύκειον· ἓν τῶν παρ’ Ἀθηναίοις γυμνασίων τὸ Λύκειον. ὃ Θεόπομπος μὲν Πεισίστρατον ποιῆσαί φησι, Φιλόχορος δὲ ἐπιστατοῦντος Περικλέους γενέσθαι. | ] |
| omicron | 261 | [ | Ὁμογάλακτας Φιλόχορος καλεῖ τοὺς γεννήτας, τοὺς ἐκ τοῦ αὐτοῦ πρώτου γένους τῶν λʹ γενῶν. ζήτει ἐν τῷ γεννῆται. | ] |
| omicron | 511 | [ | Ὀργεῶνες· οἱ τοῖς ἰδίᾳ ἀφιδρυμένοις θεοῖς ὀργιάζοντες. ὀργιάζειν δέ ἐστι τὰ τῶν θεῶν ὄργια τελεῖν, τουτέστι μυστήρια καὶ νόμιμα. Νόμων δʹ· μὴ κεκτῆσθαι ἔσω ἐν ἰδίαις οἰκίαις ἱερά. τὸν δὲ φανέντα κεκτημένον ἕτερα καὶ ὀργιάζοντα πλὴν τὰ δημόσια. Σέλευκος δ’ ἐν τῷ ὑπομνήματι τῶν Σόλωνος [+] Ἀξόνων ὀργεῶνάς φησι καλεῖσθαι τοὺς συλλόγους ἔχοντας περί τινας ἥρωας ἢ θεούς. ἤδη δὲ μεταφέροντες καὶ τοὺς ἱερέας οὕτω καλοῦσιν. ὁ γοῦν Ἀντίμαχος ἐν τῇ Λύδῃ· γενεᾷ Καβάρνους θῆκεν ἀβακλέας ὀργεῶνας. καὶ οἷον ὁ Αἰσχύλος ἐν Μυσοῖς, τὸν ἱερέα τοῦ Καΐκου προσαγορεύων· ποταμοῦ Καΐκου χαῖρε πρῶτος ὀργεών, εὐχαῖς δὲ σώσοις δεσπότας παιωνίαις. περὶ δὲ τῶν ὀργεώνων γέγραφε καὶ Φιλόχορος· τοὺς δὲ φράτορας ἐπάναγκες δέχεσθαι καὶ τοὺς ὀργεῶνας καὶ τοὺς ὁμογάλακτας, οὓς γεννήτας καλοῦμεν. | ] |
| omicroniota | 44 | [ | Οἰῆθεν· δῆμος Πανδιονίδος ἡ Οἴη. καὶ τὸ Οἰῆθεν, τοπικὸν ἐπίρρημα. Φιλόχορός τε τὴν Οἴην φησὶ Κεφάλου μὲν θυγατέρα εἶναι, Χαρόπου δὲ γυναῖκα. | ] |
| phi | 441 | [ | Φιλόχορος, Κύκνου, Ἀθηναῖος, μάντις καὶ ἱεροσκόπος· γυνὴ δὲ ἦν αὐτῷ Ἀρχεστράτη. κατὰ δὲ τοὺς χρόνους γέγονεν ὁ Φιλόχορος Ἐρατοσθένους, ὡς ἐπιβαλεῖν πρεσβύτῃ νέον ὄντα Ἐρατοσθένει. ἐτελεύτησε δὲ ἐνεδρευθεὶς ὑπὸ Ἀντιγόνου, ὅτι διεβλήθη προσκεκλικέναι τῇ Πτολεμαίου βασιλείᾳ. ἔγραψεν Ἀτθίδος βιβλία ιζʹ· περιέχει δὲ τὰς Ἀθηναίων πράξεις καὶ βασιλεῖς καὶ ἄρχοντας, ἕως Ἀντιόχου τοῦ τελευταίου τοῦ προσαγορευθέντος θεοῦ· ἔστι δὲ πρὸς Δήμωνα· Περὶ μαντικῆς δʹ, Περὶ θυσιῶν αʹ, Περὶ τῆς Τετραπόλεως, Σαλαμῖνος κτίσιν, Ἐπιγράμματα Ἀττικά, Περὶ τῶν Ἀθήνησιν ἀγώνων, βιβλία ιζʹ, Περὶ τῶν Ἀθήνησιν ἀρξάντων ἀπὸ Σωκρατίδου καὶ μέχρι Ἀπολλόδωρον, Ὀλυμπιάδας ἐν βιβλίοις βʹ, Πρὸς τὴν Δήμωνος [+] Ἀτθίδα, Ἐπιτομὴν τῆς ἰδίας Ἀτθίδος, Ἐπιτομὴν τῆς Διονυσίου [+] πραγματείας περὶ ἱερῶν, Περὶ τῶν Σοφοκλέους [+] μύθων βιβλία εʹ, Περὶ Εὐριπίδου [+], Περὶ Ἀλκμᾶνος [+], Περὶ μυστηρίων τῶν Ἀθήνησι, Συναγωγὴν ἡρωΐδων ἤτοι Πυθαγορείων [+] γυναικῶν, Δηλιακὰ βιβλία βʹ, Περὶ εὑρημάτων, Περὶ καθαρμῶν, Περὶ συμβόλων. | ] |
| phi | 838 | [ | Φυλή· Ἰσοκράτης ἐν τῷ Περὶ τῆς εἰρήνης. δῆμός ἐστι Φυλὴ τῆς Οἰνηΐδος φυλῆς. ὁ δὲ Μένανδρος τόπον νομίζει εἶναι Φυλήν. ὁ δὲ Φιλόχορος φρούριον αὐτό φησιν εἶναι. ζήτει ἐν τῷ φυλάρχης. | ] |
| pi | 1313 | [ | Περιστοῖχον· Δημοσθένης ἐν τῷ πρὸς Νικόστρατον· φυτευτήρια ἐλαῶν περιστοίχων κατέκλασε. Δίδυμος δέ τι γένος ἐλαῶν περιστοίχους καλεῖ, ἃς Φιλόχορος στοιχάδας προσηγόρευσε. μήποτε δὲ νῦν ὁ ῥήτωρ περιστοίχους κέκληκε τῶν κύκλῳ περὶ τὸ χωρίον ἐν στοίχῳ πεφυκότων. | ] |
| pi | 2022 | [ | Πομπεία· λοιδορία. καὶ οἱ δικανικοὶ χρῶνται τῷ ὀνόματι. λέγεται πομπεῖα καὶ τὰ εἰς πομπὰς κατασκευαζόμενα σκεύη, ὡς ὁ αὐτὸς ῥήτωρ ἐν τοῖς κατὰ Ἀνδροτίωνος ὑποσημαίνει. Φιλόχορος δέ φησιν, ὡς πρότερον ἐχρῶντο οἱ Ἀθηναῖοι τοῖς ἐκ τῆς οὐσίας τῶν λʹ κατασκευασθεῖσιν. ὀψὲ δὲ καὶ Ἀνδροτίων ἄλλα κατεσκεύασε. | ] |
| pi | 2165 | [ | Πωλίων, ὁ Ἀσίνιος χρηματίσας, Τραλλιανός, σοφιστὴς καὶ φιλόσοφος· σοφιστεύσας ἐν Ῥώμῃ ἐπὶ Πομπηΐου τοῦ μεγάλου καὶ διαδεξάμενος τὴν σχολὴν Τιμαγένους. ἔγραψεν ἐπιτομὴν τῆς Φιλοχόρου [+] Ἀτθίδος, Ἀπομνημονεύματα Μουσωνίου [+] τοῦ φιλοσόφου, ἐπιτομὴν τῶν Διοφάνους [+] Γεωργικῶν ἐν βιβλίοις βʹ, πρὸς Ἀριστοτέλην [+] περὶ ζῴων βιβλία ιʹ, περὶ τοῦ ἐμφυλίου τῆς Ῥώμης πολέμου, ὃν ἐπολέμησαν Καῖσάρ τε καὶ Πομπήϊος. | ] |
| pi | 2815 | [ | Πρὸς τῇ πυλίδι Ἑρμῆς· Δημοσθένης ἐν τῷ κατ’ Εὐέργου. Φιλόχορός φησι περὶ τοῦ πρὸς τῇ πυλίδι Ἑρμοῦ, ὡς ἀρξάμενοι τειχίζειν τὸν Πειραιᾶ οἱ θʹ ἄρχοντες, τοῦτον ἀναθέντες ὑπέγραψαν οὕτως· πρῶτοι τειχίζειν οἵδ’ ἀνέθηκαν, βουλῆς καὶ δήμου δόγμασι πειθόμενοι. | ] |
| sigma | 289 | [ | Σεισάχθεια· χρεωκοπία δημοσίων καὶ ἰδιωτικῶν, ἣν εἰσηγήσατο Σόλων. εἴρηται δέ, παρ’ ὅσον ἔθος ἦν Ἀθήνησι τοὺς ὀφείλοντας τῶν πενήτων σώματι ἐργάζεσθαι τοῖς χρήσταις· ἀποδόντας δὲ οἱονεὶ τὸ ἄχθος ἀποσείσασθαι· ὡς Φιλοχόρῳ δὲ δοκεῖ, ἀποψηφισθῆναι τὸ ἄχθος. | ] |
| sigma | 623 | [ | Σκίρον· Σκίρα, ἑορτὴ παρ’ Ἀθηναίοις, ἀφ’ ἧς καὶ ὁ μὴν Σκιροφοριών. φασὶ δὲ οἱ γράψαντες περί τε μηνῶν καὶ ἑορτῶν τῶν Ἀθήνησιν, ὡς τὸ σκίρον σκιάδιόν ἐστι, μεθ’ οὗ φερόμενοι ἐξ ἀκροπόλεως εἴς τινα τόπον, καλούμενον Σκίρον, πορεύονται ἥ τε τῆς Ἀθηνᾶς ἱέρεια καὶ ὁ τοῦ Ποσειδῶνος ἱερεὺς καὶ ὁ τοῦ Ἡλίου. κομίζουσι δὲ τοῦτο Ἐτεοβουτάδαι. σύμβολον δὲ τοῦτο γίνεται τοῦ δεῖν οἰκοδομεῖν καὶ σκέπας δὲ ποιεῖν, ὡς τούτου τοῦ χρόνου ἀρίστου ὄντος πρὸς οἰκοδομίαν· καὶ Ἀθηνᾶν δὲ Σκιράδα τιμῶσιν Ἀθηναῖοι, ἣν Φιλόχορος μὲν ἐν βʹ Ἀτθίδος ἀπὸ Σκίρου τινὸς Ἐλευσινίου μάντεως κεκλῆσθαι, Πραξίων δὲ ἐν βʹ Μεγαρικῶν ἀπὸ Σκίρωνος. | ] |
| sigma | 1283 | [ | Συγγραφεῖς· εἰθισμένον ἦν παρ’ Ἀθηναίοις, ὁπότε δέοι πλῆθός τι αἱρεῖσθαι, εἰς ῥητὴν ἡμέραν εἰσέφερε γνώμας εἰς τὸν δῆμον, ὡς Ἰσοκράτης φησί. τοῦτο δὲ καὶ πρὸ τῆς καταστάσεως τῶν νῦν ἐγίνετο, καθὰ Θουκυδίδης ἐν τῇ ηʹ· ἐν δὲ τούτῳ τῷ καιρῷ οἱ περὶ τὸν Πείσανδρον ἐλθόντες εὐθὺς τῶν λοιπῶν εἴχοντο. καὶ πρῶτον μὲν τὸν δῆμον συλλέξαντες εἶπον γνώμην, ιʹ ἄνδρας ἑλέσθαι συγγραφέας αὐτοκράτορας, τούτους δὲ συγγράψαντας γνώμην ἐξενεγκεῖν εἰς τὸν δῆμον ἐς ἡμέραν ῥητήν, καθότι ἄριστα ἡ πόλις οἰκήσεται. ἦσαν δὲ οἱ μὲν πάντες συγγραφεῖς λʹ οἱ τότε αἱρεθέντες, ὥς φησιν Ἀνδροτίων καὶ Φιλόχορος. ὁ δὲ Θουκυδίδης τῶν ιʹ ἐμνημόνευσε μόνων τῶν προβούλων. | ] |
| sigma | 1386 | [ | Συμμορία· Δημοσθένης κατὰ Ἀφόβου. οὐχ ἅπαν τὸ πλῆθος, ὥσπερ παρ’ ἡμῖν, διῄρητο εἰς τὰς συμμορίας Ἀθήνησιν, ἀλλὰ μόνοι οἱ πλούσιοι καὶ εἰσφέρειν τῇ πόλει δυνάμενοι. ὁ γοῦν Δημοσθένης ἐν τῷ περὶ τῶν συμμοριῶν φησὶ περὶ τῶν ͵αʹ καὶ σʹ ἀνδρῶν τῶν πλουσιωτάτων· ἐκ τοίνυν τούτων οἶμαι δεῖν ποιῆσαι συμμορίας κʹ ναῦς εἰσιν ξʹ σώματα ἑκάστην ἔχουσαν. Ὑπερίδης δὲ ἐν τῷ πρὸς Πολύευκτόν [+] φησιν· εἰσὶ γὰρ ἐν τῇ συμμορίᾳ ἑκάστῃ ιεʹ ἄνδρες. οὐ δεῖ δὲ θαυμάζειν, πῶς ὁ μὲν Δημοσθένης φησὶν ξʹ ἄνδρας ἔχειν τὴν συμμορίαν, ὁ δὲ Ὑπερίδης ιεʹ· ἐν γὰρ τῷ κατὰ Πασικλέους λέγει τὴν αἰτίαν, γράφων ταυτί· ἕως μὲν οἱ πλουσιώτατοι παρακρουόμενοι τὴν πόλιν σὺν εʹ καὶ ϛʹ τριηραρχοῦντες μέτρια ἀνήλισκον, ἡσυχίαν ἦγον οὗτοι· ἐπειδὴ δὲ ταῦτα κατεῖδε Δημοσθένης, νόμους ἔθηκε τοὺς τʹ τριηραρχεῖν, καὶ βαρεῖαι γεγόνασιν αἱ τριηραρχίαι. ὅτι δὲ καὶ οἱ δημοποίητοι ἐνεγράφοντο εἰς τὰς συμμορίας, δεδήλωκεν Ὑπερίδης ἐν τῷ κατὰ Πολυεύκτου [+]. συμμορῖται δ’ εἰσὶν οἱ τῆς αὐτῆς αὑτοῖς μετέχοντες συμμορίας. διῃρέθησαν δὲ πρῶτον Ἀθηναῖοι κατὰ συμμορίας ἐπὶ Ναυσινίκου ἄρχοντος, ὡς Φιλόχορος. | ] |
| tau | 388 | [ | Τετράδι γέγονας· ἐπὶ τῶν ἄλλως πονούντων. καὶ γὰρ τὸν Ἡρακλέα τετράδι γεννηθέντα Εὐρυσθεῖ ταλαιπωρῆσαι. Φιλόχορος δὲ αὐτὴν καὶ ἐπὶ Ἑρμοῦ δύνασθαι λέγεσθαι. διατεθεῖσθαι δὲ Ἡρακλεῖ τὴν ἡμέραν ἐν ταύτῃ εἰς θεοὺς μεταστάντι. | ] |
| tau | 677 | [ | Τιτανίδα γῆν· οἱ μὲν τὴν πᾶσαν, οἱ δὲ τὴν Ἀττικήν. ἀπὸ Τιτηνίου, ἑνὸς τῶν Τιτάνων ἀρχαιοτέρου, οἰκήσαντος περὶ Μαραθῶνα, ὃς μόνος οὐκ ἐστράτευσεν ἐπὶ τοὺς θεούς, ὡς Φιλόχορος ἐν Τετραπόλει, Ἴστρος δ’ ἐν αʹ Ἀττικῶν. Τιτᾶνας βοᾶν, ἐβοήθουν γὰρ τοῖς ἀνθρώποις ἐπακούοντες, ὡς Νίκανδρος ἐν αʹ Αἰτωλικῶν. ἐνομίζοντο δὲ τῶν Πριαπωδῶν θεῶν εἶναι. | ] |
| tau | 981 | [ | Τρικέφαλος· ὁ Ἑρμῆς, ὥσπερ διδάσκων τὰς ὁδοὺς καὶ ἔχων ὑπογραφήν, ποῦ μὲν αὕτη φέρει ἡ ὁδός, ποῦ δὲ ἐκείνη. ἴσως δὲ πρὸς ἑκάστην ὁδὸν κεφαλὴν εἶχεν. ἔστι δὲ ὁ ἀναθεὶς τὸν τρικέφαλον Ἑρμῆν, ὡς Φιλόχορός φησι, Προκλείδης Ἱππάρχου ἐραστής. Ἰσαῖος ἐν τῷ περὶ Εὐκλείδου· μικρὸν δ’ ἄνω τοῦ Τρικεφάλου, παρὰ τὴν Ἑστίαν ὁδόν. τὸ πλῆρές ἐστι τοῦ τρικεφάλου Ἑρμοῦ. | ] |
| tau | 1023 | [ | Τριτοπάτορες· Δήμων ἐν τῇ Ἀτθίδι φησὶν ἀνέμους εἶναι τοὺς Τριτοπάτορας, Φιλόχορος δὲ τοὺς Τριτοπάτρεις πάντων γεγονέναι πρώτους. τὴν μὲν γὰρ γῆν καὶ τὸν ἥλιον, φησίν, ὃν καὶ Ἀπόλλωνα τότε καλεῖν, γονεῖς αὐτῶν ἐπίσταντο οἱ τότε ἄνθρωποι, τοὺς δὲ ἐκ τούτων τρίτους πατέρας. Φανόδημος δὲ ἐν ϛʹ φησίν, ὅτι μόνοι Ἀθηναῖοι θύουσί τε καὶ εὔχονται αὐτοῖς ὑπὲρ γενέσεως παίδων, ὅταν γαμεῖν μέλλωσιν. ἐν δὲ τῷ Ὀρφέως Φυσικῷ ὀνομάζεσθαι τοὺς Τριτοπάτορας Ἀμαλκείδην καὶ Πρωτοκλέα καὶ Πρωτοκλέοντα, θυρωροὺς καὶ φύλακας ὄντας τῶν ἀνέμων. ὁ δὲ τὸ Ἐξηγητικὸν ποιήσας Οὐρανοῦ καὶ Γῆς φησιν αὐτοὺς εἶναι, ὀνόματα δὲ αὐτῶν Κόττον, Βριάρεων καὶ Γύγην. | ] |
| theta | 114 | [ | Θέμιν· δικαιοσύνην. Βούχετα πόλις ἐστὶ τῆς Ἠπείρου, οὐδετέρως καὶ πληθυντικῶς λεγομένη, ἥν φησι Φιλόχορος ὠνομάσθαι διὰ τὸ τὴν Θέμιν ἐπὶ βοὸς ὀχουμένην ἐλθεῖν ἐκεῖ κατὰ τὸν Δευκαλίωνος κατακλυσμόν. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: