Alexander the Great) - urn:cts:greekLit:tlg0042Macedonia (Wikidata) (Pleiades)
politician (Wikidata)
military leader (Wikidata)
monarch (Wikidata)
| alphaiota | 354 | [ | Αἰσχρίων, Μιτυληναῖος, ἐποποιός, ὃς συνεξεδήμει Ἀλεξάνδρῳ τῷ Φιλίππου. ἦν δὲ Ἀριστοτέλους γνώριμος καὶ ἐρώμενος, ὡς Νίκανδρος ὁ Ἀλεξανδρεὺς ἐν τῷ περὶ τῶν Ἀριστοτέλους [+] μαθητῶν. | ] |
| chi | 398 | [ | Χορείαν· οἱ παλαιοὶ τὴν μετὰ ᾠδῆς ὄρχησιν. δύο δὲ ὀρχήσεις οἶδεν Ὅμηρος, τὴν τῶν κυβιστητήρων καὶ τὴν διὰ τῆς σφαίρας. τὴν δὲ σφαιριστικὴν ἔπαιζεν Ἀριστόνικος ὁ Καρύστιος, ὁ Ἀλεξάνδρου τοῦ βασιλέως συσφαιριστής. καὶ Χορεῖον, ἡ χόρευσις. | ] |
| delta | 10 | [ | Δαημονέστατος· ἐμπειρότατος. ἦν δὲ ὁ Ἀλέξανδρος καὶ τάξαι στρατιὰν καὶ ὁπλίσαι δαημονέστατος. ἦσαν δὲ καὶ τελετῶν ἀμφότεροι δαημονέστατοι. καὶ Δαημονεστάτων, ἐμπείρων, ἐπιστημόνων. οἷα δὴ δαημονεστάτων τὰ πολέμια. πέμπει δὲ πρεσβευτὴν τῆς τε Ἑλλήνων φωνῆς δαήμονα καὶ τῆς Ῥωμαίων οὐ πάντῃ ἀνήκουστον, ὡς καὶ τοῦ πολίτην Ῥωμαίων κατὰ ποίησιν γενέσθαι μὴ δόξαι ἀνάξιον. | ] |
| delta | 74 | [ | Δαρεῖος· ὅτι Ἀλέξανδρος ὁ τῶν Μακεδόνων πρὸς Δαρεῖον τὸν Περσῶν βασιλέα συνάψας πόλεμον, τοῦτον κατὰ κράτος νικᾷ. καὶ αἰτεῖται εἰς διαλλαγὴν ἐλθεῖν καὶ δοῦναι αὐτῷ καὶ τὴν θυγατέρα Ῥωξάνην πρὸς γάμου κοινωνίαν. ὅτι αὐτὸς Δαρεῖος ὑπὸ τοῦ ἰδίου σατράπου ἀναιρεῖται, Βέσσος ὄνομα· καὶ προσάγει τὴν κεφαλὴν Ἀλεξάνδρῳ τῷ Μακεδόνι. ζήτει περὶ τούτου ἐν τῷ Ἀλέξανδρος, καὶ ζήτει ἐν τῷ Δημοκήδης. ζήτει παράνω ἐν τῷ Δαρεικούς. | ] |
| delta | 415 | [ | Δημάδης, μετ’ Ἀντίπατρον βασιλεύσας Θήβας ἀνέστησε, Δημέου ναύτου, ναύτης καὶ αὐτός, ναυπηγὸς καὶ πορθμεύς. ἀποστὰς δὲ τούτων ἐπολιτεύσατο καὶ ἦν προδότης καὶ ἐκ τούτου εὔπορος παντὸς καὶ κτήματα ἐν Βοιωτίᾳ παρὰ Φιλίππου δωρεὰν ἔλαβεν. οὗτος Δημοσθένει λέγοντι ὑπὲρ Ὀλυνθίων ἀντέλεγεν, Εὐθυκράτη δὲ τὸν Ὀλύνθιον, ἀτιμωθέντα παρὰ Ἀθηναίοις, ἐψηφίσατο ἐπίτιμον εἶναι καὶ πρόξενον Ἀθηναίοις. λόγους δὲ διδοὺς ἀρχῆς θορυβηθεὶς ἀπεδήμησεν, οὔτε ἑαυτῶν, εἰπών, ἐστὲ κύριοι οὔτε ἐμοῦ. ἐπέστελλε δὲ Φιλίππῳ καὶ τὸν υἱὸν ἔπεμπε πρὸς αὐτόν. ἱπποτρόφει δὲ καὶ ἠγωνίζετο Ὀλυμπιάσι καὶ ἐνίκα. ἔγραψε δὲ καὶ ψήφισμα τῷ Φιλίππῳ τοὺς Ἕλληνας ὑπακούειν. ἐν Χαιρωνείᾳ δὲ αἰχμάλωτος γενόμενος ἀφείθη καὶ πρεσβευτὴς ὑπὲρ τῶν αἰχμαλώτων ἀπεστάλη, οὓς ἀνῆκε Φίλιππος. δὶς δὲ παρανόμων ἥλω. ἐπολιτεύσατο δὲ καὶ ἐπ’ Ἀλεξάνδρου. | ] |
| delta | 456 | [ | Δημοσθένης, μαχαιροποιός, Παιανιεύς, οὗ Δημοσθένης ὁ ῥήτωρ, ὃς ὀρφανὸς καταλειφθεὶς ἐπιτρόπους ἔσχε γʹ, Ἄφοβον, Δημοφῶντα, Θηριππίδην. ὧν ἀμελούντων αὐτοῦ καὶ τῆς οὐσίας, αὐτὸς αὑτὸν ἐνεχείρισε διδασκάλῳ Ἰσαίῳ. φιλόπονος δὲ οὕτως ἦν, ὥστε φασὶν ἑαυτὸν οἴκοι καθείρξαντα ἑαυτοῦ ξυρῆσαι τῆς κεφαλῆς μέρος, ἵνα μήτε προΐοι μήτε δέχοιτό τινα. παιδευθεὶς δὲ εἷλε τῆς ἐπιτροπῆς τοὺς ἐπιτρόπους. σοφιστεύειν βουληθεὶς ἀπέστη διαβληθεὶς ἐπὶ Μόσχῳ μειρακίῳ τῶν εὐγενῶν. λογογραφεῖν δὲ ἀρξάμενος διεβλήθη πάλιν, ὡς ἐναντίους λόγους ἐκδοὺς Ἀπολλοδώρῳ καὶ Φορμίωνι. καὶ τούτου οὖν ἀποστὰς ἤρξατο πολιτεύεσθαι. τραυλὸς δὲ ὢν καὶ τὸν ὦμον ἀπρεπῶς ἐκίνει, καὶ τὴν ἀκοὴν ἀσθενὴς καὶ τὸ πνεῦμα οὐ διαρκής· ἅπερ ἀσκήσει διωρθώσατο. τήν τε ὑπόκρισιν οὐκ ὢν ἄκρος ὑπ’ Ἀνδρονίκῳ καὶ ταύτην ἐξήσκησεν. ἐχορήγησε δὲ καὶ ἐτριηράρχησε καὶ αἰχμαλώτους ἐλύσατο καὶ θυγατέρας συνεξέδωκεν. ὅτε δὲ ἐχορήγει, τυπτηθεὶς ὑπὸ Μειδίου τρισχιλίαις, ὥς φασιν, ἐπείσθη. καὶ Δημαίνετον ἀνεψιὸν γραψάμενος τραύματος, ὥς φασιν, διελύσατο. αἰτησάμενος δὲ Χαβρίου τοῦ στρατηγοῦ γυναῖκα, Χαβρίου τελευτήσαντος, Κτησίππου θυγατέρα ἔγημεν. ἐπολιτεύσατο δὲ κατὰ Φίλιππον· οὗ Θηβαίοις ἐπιόντος, πείθει συμμαχῆσαι· καὶ κατὰ Χαιρώνειαν ἡττῶνται, χιλίων ἀποθανόντων καὶ δισχιλίων αἰχμαλώτων. ἀγαπητὴν δὲ σχὼν θυγατέρα τελευτήσασαν ἐπένθει, καὶ ἑβδομαίου τοῦ πάθους ὄντος, ἀγγελθέντος ἀνῃρῆσθαι Φίλιππον ὑπὸ Παυσανίου, μετημφιάσατο καὶ τοῖς θεοῖς ἔθυσεν. ἐπολιτεύσατο δὲ καὶ κατὰ Ἀλεξάνδρου τοῦ Φιλίππου. οὗ Ἅρπαλος πολλὰ νοσφισάμενος χρήματα ὡς Ἀθηναίους κατέφυγεν· ὧν καὶ Δημοσθένης εἰληφέναι μέρος ἔδοξε. καὶ ἔφυγεν εἰς Τροιζῆνα. Ἀλεξάνδρου δὲ ἐν Βαβυλῶνι τελευτήσαντος, ὁ Δημοσθένης κατῆλθε κληθείς. Ἀντίπατρος δὲ ἄρξας τῶν Ἑλλήνων, πέμψας ἐξαιτεῖ τοὺς δέκα ῥήτορας. ἐκδόντων Ἀθηναίων, ὁ Δημοσθένης εἰς Σικελίαν ἔφυγεν. Ἀρχίας δὲ ὁ ὑποκριτὴς ἀποσταλεὶς ἐπ’ αὐτὸν ὑπ’ Ἀντιπάτρου βίᾳ ἀποσπᾷ ἀπὸ τοῦ ἱεροῦ Ποσειδῶνος, ὃ ἦν ἄσυλον. ὁ δὲ ὑπὸ τῇ σφραγῖδι φάρμακον ἔχων, μυζήσας ἀπέθανεν. | ] |
| delta | 500 | [ | Διαβάλλειν· τὸ ἐξαπατᾶν καὶ παραλογίζεσθαι. Θουκυδίδης αʹ καὶ Κράτης. καὶ Διαβάλλειν τὸ πέλαγος, τὸ διεκπερᾶν. ἐντεῦθεν ἐνόει διαβάλλειν τὸ ἐν μέσῳ πέλαγος καὶ λῃστεύειν τὰς νήσους. καὶ Ἀρριανός· αὐτόν τε κυβερνῶντα τὴν στρατηγίδα ναῦν διαβάλλειν. καί, διαβάλλειν ἐπιχειροῦντι Ἀλεξάνδρῳ τὸν Ὦξον ποταμόν. ἀντὶ τοῦ περᾶν. καὶ Διαβάλλω· αἰτιατικῇ. διαβάλλει τὸν ἀεὶ προτετιμημένον. | ] |
| delta | 1143 | [ | Διογένης, Ἱκεσίου υἱὸς τραπεζίτου, Σινωπεύς. ὃς φυγὼν τὴν πατρίδα διὰ τὸ παρακόψαι νόμισμα ἦλθεν εἰς Ἀθήνας καὶ Ἀντισθένει παραβαλὼν τῷ Κυνικῷ ἠράσθη τοῦ ἐκείνου βίου καὶ τὴν Κυνικὴν φιλοσοφίαν ἠσπάσατο, πολλῆς οὔσης αὐτῷ ὑπεριδὼν οὐσίας. γηραιὸς δὲ ὢν ὑπὸ πειρατοῦ Σκιρτάλου ἐλήφθη καὶ πραθεὶς ἐν Κορίνθῳ Ξενιάδῃ τινὶ παρὰ τῷ πριαμένῳ διέμεινεν, οὐχ ἑλόμενος λυθῆναι ὑπὸ Ἀθηναίων ἢ τῶν οἰκείων καὶ φίλων. ἐπὶ δὲ τῆς ριγʹ Ὀλυμπιάδος κατέστρεψε τὸν βίον δηχθεὶς ὑπὸ κυνὸς τὸ σκέλος καὶ θεραπείας ὑπεριδών, κατὰ τὴν αὐτὴν ἡμέραν ὅτε καὶ ὁ Μακεδὼν Ἀλέξανδρος ἐν Βαβυλῶνι ἀπέθανεν. | ] |
| delta | 1240 | [ | Δίων, ὁ Πασικράτους, Προυσαεύς, σοφιστὴς καὶ φιλόσοφος, ὃν Χρυσόστομον ἐκάλεσαν. ἀντεποιεῖτο δὲ σεμνότητος ὡς καὶ λεοντῆν φορῶν προϊέναι. ἦν δὲ λεπτὸς τὸ σῶμα καὶ διέτριψε τὸ πλεῖστον παρὰ Τραιανῷ τῷ Καίσαρι, ὡς καὶ συγκαθέζεσθαι ἐν τῷ βασιλικῷ ὀχήματι. ἔγραψεν Εἰ φθαρτὸς ὁ κόσμος, Ἐγκώμιον Ἡρακλέους καὶ Πλάτωνος [+], Ὑπὲρ Ὁμήρου [+] πρὸς Πλάτωνα [+] δʹ, Περὶ τῶν Ἀλεξάνδρου [+] ἀρετῶν ηʹ. οὗτος διαβάλλει καὶ τὸν Ὅμηρον ὡς ψευδῶς τὰ περὶ τὸ Ἴλιον γεγραφότα. | ] |
| delta | 1497 | [ | Δράκων, υἱιδοῦς Ἱπποκράτους, τοῦ διασήμου ἰατροῦ, ἀπὸ Θεσσαλοῦ· πατὴρ δὲ Ἱπποκράτους· οὗ πάλιν γέγονε Δράκων, ἰατρὸς καὶ αὐτός, ὃς Ῥωξάνην ἰάτρευσε, συνοικοῦσαν Ἀλεξάνδρῳ τῷ Μακεδόνι. ὅτι δράκων, τὸ θηρίον, διπλῆν ἔχει τὴν γλῶσσαν, ὁμοίως καὶ ὁ ῥήτωρ. φασὶν ὅτι δράκων, ἐὰν ἁλῷ, εἰς τὴν κεφαλὴν παιόμενος ἀποθνήσκει. ὅτι δράκων ἐν τῷ Ἰὼβ ὁ Διάβολος λέγεται. ψελίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ. | ] |
| delta | 1517 | [ | Δρεπανηφόρα τέθριππα· ἦν δὲ τῷ Δαρείῳ ὑπ’ Ἀλεξάνδρου πολεμουμένῳ τέθριππα δρεπανηφόρα κατεσκευασμένα τὸν τρόπον τοῦτον. τῶν τροχῶν ἦσαν εἰς τὸν κύκλον περικεχαλκευμένα δρέπανα· συνέβαινέ τε ἐπερχομένων τὰς τάξεις ἀναιρεῖσθαι καὶ τοὺς ἐμπίπτοντας οἰκτρῶς ἀπόλλυσθαι· ἐλαυνομένων γὰρ τῶν δρεπάνων οἱ μὲν τῶν ποδῶν, οἱ δὲ τῶν χειρῶν, οἱ δὲ ἐκ τῶν ὅπλων κρατούμενοι ἐσύροντο ἐπὶ πολὺ καὶ ἀνῃροῦντο. | ] |
| epsilon | 2733 | [ | Ἐπιτροπεύω· γενικῇ. αἰτιατικῇ δέ· καὶ ἐπετρόπευσε μὲν τὸν υἱὸν Ἀλεξάνδρου τὸν Ἡρακλέους κληθέντα. | ] |
| epsilon | 3953 | [ | Ἔφορος Κυμαῖος καὶ Θεόπομπος Δαμασιστράτου, Χῖος, ἄμφω Ἰσοκράτους μαθηταί, ἀπ’ ἐναντίων τό τε ἦθος καὶ τοὺς λόγους ὁρμώμενοι. ὁ μὲν γὰρ Ἔφορος ἦν τὸ ἦθος ἁπλοῦς, τὴν δὲ ἑρμηνείαν τῆς ἱστορίας ὕπτιος καὶ νωθρὸς καὶ μηδεμίαν ἔχων ἐπίτασιν· ὁ δὲ Θεόπομπος τὸ ἦθος πικρὸς καὶ κακοήθης, τῇ δὲ φράσει πολὺς καὶ συνεχὴς καὶ φορᾶς μεστός, φιλαλήθης ἐν οἷς ἔγραψεν. ὁ γοῦν Ἰσοκράτης τὸν μὲν ἔφη χαλινοῦ δεῖσθαι, τὸν δὲ Ἔφορον κέντρου. φυγὰς δὲ γενόμενος ὁ Θεόπομπος ἱκέτης ἐγένετο τῆς Ἐφεσίας Ἀρτέμιδος, ἐπέστελλέ τε πολλὰ κατὰ Χίων Ἀλεξάνδρῳ [+], καὶ μέντοι καὶ αὐτὸν Ἀλέξανδρον [+] ἐγκωμιάσας πολλά. λέγεται δὲ καὶ ψόγον αὐτοῦ γεγραφέναι, ὃς οὐ φέρεται. | ] |
| eta | 660 | [ | Ἡφαιστίων, ἑταῖρος Μακεδὼν τοῦ Ἀλεξάνδρου. λόγος δὲ ἔχει Ἀλέξανδρον ἐλθεῖν ἐπὶ τὴν σκηνὴν τῶν γυναικῶν Δαρείου τοῦ Πέρσου καὶ παρελθεῖν εἴσω ξὺν Ἡφαιστίωνι μόνῳ τῶν ἑταίρων· καὶ τὴν μητέρα τὴν Δαρείου ἀγνοήσασαν ὅστις ὁ βασιλεὺς εἴη αὐτοῖν· ἐστάλθαι γὰρ ἄμφω τῷ αὐτῷ κόσμῳ· τὴν δὲ Ἡφαιστίωνι προσελθεῖν καὶ προσκυνῆσαι, ὅτι μείζων αὐτῇ ἐφάνη ἐκεῖνος. ὡς δὲ ὁ Ἡφαιστίων τε ὀπίσω ὑπεχώρησε καί τις τῶν ἀμφ’ αὐτὴν τὸν Ἀλέξανδρον δείξας ἐκεῖνον ἔφη εἶναι Ἀλέξανδρον, τὴν μὲν καταιδεσθεῖσαν τῇ διαμαρτίᾳ ἀποχωρεῖν, Ἀλέξανδρον δὲ οὐ φάναι αὐτὴν ἁμαρτεῖν· καὶ γὰρ ἐκεῖνον εἶναι Ἀλέξανδρον. καὶ ταῦτα ἐγὼ οὔτε ὡς ἀληθῆ οὔτε ὡς πάντῃ ἄπιστα ἀνέγραψα· ἀλλὰ εἴτε οὕτως ἐπράχθη, ἐπαινῶ Ἀλέξανδρον ὅτι ὡς καὶ ταῦτα ἂν πράξας καὶ εἰπών, ἐπὶ τῷδε ἐπαινῶ Ἀλέξανδρον. οὕτως φησὶν Ἀρριανός. ὅτι τῆς τε ἐς τὰς γυναῖκας κατοικτίσεως καὶ τῆς ἐς τὸν ἑταῖρον πίστεως καὶ τιμῆς. εἴτε πιθανὸς δοκεῖ τοῖς συγγράψασιν Ἀλέξανδρον. | ] |
| iota | 53 | [ | Ἰάσων, Ἀργεῖος, ἱστορικός, νεώτερος Πλουτάρχου τοῦ Χαιρωνέως, γραμματικός. ἔγραψε περὶ τῆς Ἑλλάδος βιβλία δʹ· ἔχει δὲ ἀρχαιολογίαν Ἑλλάδος καὶ τὰ ἀπὸ τῶν Μηδικῶν τά τε κατ’ Ἀλέξανδρον ἕως τελευτῆς αὐτοῦ καὶ τὰ μέχρι τῆς Ἀθηναίων ἁλώσεως, τῆς γενομένης ὑπὸ Ἀντιπάτρου τοῦ πατρὸς Κασάνδρου. | ] |
| iota | 201 | [ | Ἱερώνυμος, Καρδιανός, ὃς τὰ ἐπ’ Ἀλεξάνδρῳ [+] πραχθέντα συνέγραψε. Καρδία δὲ ὄνομα πόλεως. | ] |
| iota | 580 | [ | Ἱπποστράτηγος Ἀλεξάνδρου Ἀλκέτας ἦν. | ] |
| kappa | 31 | [ | Κάθαμμα λύεις· ἐπὶ τῶν δύσλυτόν τι λύειν ἐπιχειρούντων. ἀπὸ τῆς ἁμάξης Μίδου. λόγιον γὰρ τοῖς Φρυξὶν ἐκπεπτώκει, τῆς κομισάσης τὸν Μίδαν ἁμάξης εἴ τις ἐπιλύσειε τὸν δεσμόν, τοῦτον τῆς Ἀσίας ἄρξειν. Ἀλέξανδρος δὲ ἔλυσε. | ] |
| kappa | 203 | [ | Κάλανος, Ἰνδός, ἐκ τῶν Βραχμάνων. οὕτω δὲ πάντα σοφὸν οἱ Ἰνδοὶ προσαγορεύουσιν. ἐπὶ τούτῳ δὲ Ἀλέξανδρος ὁ Μακεδών, ἐπειδὴ ἐτελεύτησε παρόντος αὐτοῦ ἐν Ἰνδίᾳ, ἐπιτάφιον ἀγῶνα συντελέσας, καὶ ἀκρατοπότας ἁμιλληθῆναι παρεσκεύασε διὰ τὴν παρ’ Ἰνδοῖς φιλοινίαν. οὗτος ἀπόκρισιν ἔδωκεν Ἀλεξάνδρῳ πρὸς πᾶσαν ἐρώτησιν εὔστοχον. | ] |
| kappa | 240 | [ | Καλλισθένης, Δημοτίμου, οἱ δὲ Καλλισθένους· Ὀλύνθιος, μαθητὴς Ἀριστοτέλους καὶ ἀνεψιαδοῦς· ὃν ἔδωκεν ἕπεσθαι Ἀλεξάνδρῳ τῷ Μακεδόνι. ὁ δ’ ἐν γαλεάγρᾳ σιδηρᾷ βαλὼν ἀνεῖλεν ἅμα Νεάρχῳ τῷ τραγικῷ, διότι συνεβούλευε μὴ ἐπιζητεῖν ὑπὸ Ἀθηναίων καλεῖσθαι δεσπότης. τινὲς δὲ αὐτὸν ὡς ἐπιβουλεύοντα Ἀλεξάνδρῳ ἀνῃρῆσθαί φασιν ἅμα Νεάρχῳ. εὐφυὴς πρὸς τὸ αὐτοσχεδιάζειν καὶ ῥύμῃ πολλῇ φέρεσθαι. καὶ φέρεται λόγος, ὡς ὁ Καλλισθένης ὑπὸ φθειρῶν ὑπερβλύσεως καὶ ἐκβράσεως τὸν βίον καταστρέφει. καὶ μαρτυρεῖ ὁ ἴαμβος οὗτος· καὶ φθειριῶσαν, ὡς ὁ πρὶν Καλλισθένης. περὶ τῆς ἰατρικῆς τέχνης λέγων, ὡς ἠμέλητο πάνυ. | ] |
| kappa | 301 | [ | Κανδάκη· ἡ τῶν Αἰθιόπων βασίλισσα. καὶ ζήτει ἐν τῇ Ἀλεξάνδρου ἱστορίᾳ. | ] |
| kappa | 1932 | [ | Κολασσαεῖς· οἱ Ῥόδιοι· οἵ τινες ἀνέστησαν ἐν τῇ νήσῳ χαλκοῦν ἀνδριάντα τοῦ ἡλίου, ὃν διὰ τὸ μέγεθος ἐκάλεσαν Κολοσσόν, ἐπὶ Σελεύκου τοῦ Νικάνορος υἱοῦ, διαδόχου Ἀλεξάνδρου τοῦ Μακέδονος. ἐν Ἐπιγράμμασι· αὐτῷ σοι πρὸς Ὄλυμπον ἐμακύναντο Κολοσσὸν τόνδε Ῥόδου ναέται Δωρίδος, Ἀέλιε, χάλκεον, ἥνικα κῦμα κατευνάσαντες Ἐνυοῦς ἔστεψαν πάτραν δυσμενέων ἐνάροις. | ] |
| kappa | 2055 | [ | Κοππατίας ἵππους ἐκάλουν, οἷς ἐγκεχάρακται τὸ κ στοιχεῖον, ὡς σαμφόρας τοὺς ἐγκεχαραγμένους τὸ ς καὶ τὸ ν χαρασσόμενον σὰν ἔλεγον· αἱ δὲ χαράξεις αὗται ἔτι καὶ νῦν σῴζονται ἐπὶ τοῖς ἵπποις· συζευγνυμένου γὰρ τοῦ κ καὶ τοῦ ς τὸ σχῆμα τοῦ ϟʹ ἀριθμοῦ κατανοεῖσθαι, οὗ προηγεῖται τὸ κόππα· παρὰ γὰρ τοῖς γραμματισταῖς οὕτω διδάσκεται, καὶ καλεῖται κόππα τὸ ϟʹ. τινὲς δὲ κοππατίαν ἐξηγήσαντο τὸν κόπτοντα ταῖς ὁπλαῖς τὸ ἔδαφος, οὐ δεόντως ὑποτιθέμενοι· οὐδὲ γὰρ βουκεφάλας καλοῦμεν διὰ τὸ μορφὴν τοιαύτην ἔχειν, ἀλλὰ διὰ τὸ οὕτω κεχαράχθαι· οἷος οἶμαι καὶ ὁ τοῦ Ἀλεξάνδρου τοῦ Μακεδόνος ἵππος ἦν, ᾧ τελευτήσαντι τὴν Βουκέφαλον Ἀλεξάνδρειαν ἔκτισεν, ἐντάφιον αὐτῷ τῆς ἀρετῆς χαριζόμενος πόλιν. | ] |
| kappa | 2251 | [ | Κῶμα· κοίμημα. Ἀλέξανδρος δὲ πλήρης ὢν ἐκ συμποσίου ἐπὶ κῶμον ἦλθεν εἰς Ἀντιπάτρου οἷ πάντες οἱ φίλοι παρακληθείς. | ] |
| kappa | 2335 | [ | Κρατερός, ὁ Μακεδών· ὃς ἦν μέγιστός τε ὀφθῆναι καὶ οὐ πρόσω ὄγκου βασιλικοῦ, τῆς τε σκευῆς τῇ λαμπρότητι διαφέρων, καὶ παντὶ τῷ κόσμῳ κατὰ τὸν Ἀλέξανδρον ἔσταλτο πλὴν τοῦ διαδήματος· καὶ τοῖς συγγινομένοις οἷος σὺν ἐπιεικείᾳ καὶ τοῦ σεμνοῦ προσόντος φιλοφρονέστατος δόξαι καὶ πιθανώτατος τῷ ἐπαγωγῷ τῶν λόγων, ὡς συμβάλλουσι τῇ τε σμικρότητι τοῦ Ἀντιπάτρου σώματος καὶ τῇ φαυλότητι, ἐπὶ τούτοις τῷ ἀπροσμίκτῳ καὶ ἀνημέρῳ ἐς τοὺς ὑπηκόους· [ ὥστε] θεραπεύειν τὸν Κρατερὸν κατὰ βασιλέα, καὶ ἐν ἐπαίνοις ἄγοντας κατὰ τὸ εἰκός, οἷα δὴ στρατηγῶν τὸν εὐτολμότατον καὶ τῶν πολεμικῶν ἔργων συνετώτατον, δεύτερον τῇ προτιμήσει μετὰ Ἀλέξανδρον ἀναμφιλόγως ἄγειν. κίνησίς τε δὴ οὖν ἦν ἐπὶ τούτῳ τῆς στρατιᾶς συμπάσης, Κρατερὸν μὲν οἷα βασιλέα ἐς τὸ ἐπιφανὲς θεραπευούσης, καὶ ἑκάστων ἀπαξιούντων ἐν ἴσῃ μοίρᾳ ἄμφω τετάχθαι, Ἀντιπάτρῳ δὲ κατ’ οὐδὲν ἐθελόντων πείθεσθαι. Εὐμένης δὲ κατὰ τὸν πόλεμον εὑρὼν τὸ Κρατεροῦ σῶμα κείμενον ἔτι ἔμπνουν καταπηδῆσαί τε ἀπὸ τοῦ ἵππου λέγεται αὐτὸν καὶ κατολοφύρασθαι, ἐπιμαρτυρόμενος ἀνδρείαν τε τὴν Κρατεροῦ καὶ σύνεσιν καὶ τὸ ἄγαν ἵλεων τοῦ τρόπου καὶ ἐς φιλίαν τὴν πρὸς αὑτὸν ἀνεπίπλαστον, ὅσον τε πλούτου ἀνέραστον καὶ ὀρθῇ δικαιοσύνῃ σύντροφον· κράτιστος δὲ ἄρα οὗτος, ὅτου τὰ ἀρετῆς ἔργα καὶ παρὰ τοῖς ἐναντίοις τῷ ἐπαίνῳ ξυμφωνούσης ἔχει. ἐντίμως δὲ καὶ μεγαλοπρεπῶς τὸ σῶμα αὐτοῦ ἐκήδευσεν. ἔχει μὲν οὖν καὶ ταῦτα Κρατερῷ ἀγαθὴν δόξαν, πεπίστευται δὲ σωφρονέστατος γενέσθαι καὶ πραότατος καὶ φιλίας κοινωνῆσαι βεβαιότατος, οἷα δὴ τὸ φιλέταιρον φύσει κτησάμενος καὶ ἐπιτηδεύσας. | ] |
| lambda | 84 | [ | Λαμία· ταύτην ἐν τῇ Λιβύῃ Δοῦρις ἐν βʹ Λιβυκῶν ἱστορεῖ γυναῖκα καλὴν γενέσθαι, μιχθέντος δὲ αὐτῇ Διός, ὑφ’ Ἥρας ζηλοτυπουμένην, ἃ ἔτικτεν ἀπολλύναι· διόπερ ἀπὸ τῆς λύπης δύσμορφον γεγονέναι καὶ τὰ τῶν ἄλλων παιδία ἀναρπάζουσαν διαφθείρειν. ἔστι δὲ καὶ πόλις Θεσσαλίας, ὅθεν ὁρμηθέντες οἱ Ἕλληνες μετὰ τὸν Ἀλεξάνδρου θάνατον, Ἀθηναίων ἡγουμένων, τῆς ἐλευθερίας ἀντιποιησάμενοι τὸν Ἀντίπατρον ἐνίκησαν. Μένανδρος Ἀνδρογύνῳ· πλήσας γὰρ ἔφθειρεν ἐκ παρατάξεώς ποθεν τὰς ἐν Λαμίᾳ πάσας. | ] |
| lambda | 105 | [ | Λαμψακηνῶν· ζήτει περὶ τῆς εἰς αὐτοὺς μήνιδος Ἀλεξάνδρου ἐν τῷ Ἀναξιμένης. | ] |
| lambda | 249 | [ | Λεοννάτος, στρατηγὸς Μακεδονίας, κατὰ γένος προσήκων Φιλίππου μητρί, συντραφεὶς δὲ Ἀλεξάνδρῳ, κατὰ τὸ τῆς τροφῆς ἐπιτήδειον καὶ τοῦ γένους καὶ κατὰ μέγεθος μέντοι καὶ κάλλος τοῦ σώματος τιμῆς μετεῖχεν. ὅθεν αὐτῷ καὶ ζῶντος Ἀλεξάνδρου τό τε φρόνημα ὑπέρογκον ἦν καί τις ἁβρότης Περσικὴ κατά τε τὴν τῶν ὅπλων λαμπρότητα καὶ τὴν ἄλλην δίαιταν ἐς τὴν τῶν πολεμίων οὐκ ἀφανῶς ἐπετηδεύετο. τελευτήσαντος δὲ Ἀλεξάνδρου καὶ ζῆλον ἐποιεῖτο, εἰκάζων αὑτὸν πρὸς τὰ βασιλικὰ τῷ τε ἀφέτῳ καὶ ἀνειμένῳ τῆς κόμης καὶ τῇ ἄλλῃ κατασκευῇ, ἣ οὐ πρόσω τοῦ Περσικοῦ τρόπου ἤσκητο αὐτῷ. ἵπποι τε Νισαῖοι, οἱ δὲ Φάσιδος ἄπο, χρυσοχάλινοι σύμπαντες, προετετάχατο τῆς τάξεως, ἐκπρέποντες τοῖς καλλωπίσμασιν. ἐπήγνυντο δὲ αὐτῷ καὶ σκηναὶ μεγαλοπρεπεῖς, καὶ ὅπλα κάλλει ὑπερφέροντα, εἵπετο καὶ τὸ τῶν ἑταίρων ἄγημα. | ] |
| lambda | 257 | [ | Λεόντιος μοναχός· οὗτος ἐπὶ Ζήνωνος ἦν· προφητικῇ χάριτι τὰς ἐπικρύψεις τῶν γραφῶν ἐμφανεῖς ποιῶν πολλοὺς εἶχε τῶν σπουδαίων παρ’ αὐτὸν φοιτῶντας. ἀλυόντων δέ τινων ἐπὶ τοῖς κατὰ τῆς ἐκκλησίας παρὰ τοῦ βασιλέως τερατευομένοις, οὐ δεῖ ξενίζεσθαι, ἔλεγεν, ἐπὶ τοῖς δρωμένοις παρ’ ἀνθρώπου ἐξ ἀνθρώπων τε τὸ ἄρχειν ᾑρημένου, ὁπότε καὶ Σαοὺλ ὁ ψήφῳ θεοῦ βασιλεύσας Ἀβιμέλεχ καὶ τοὺς υἱεῖς ὄντας ἐν τῷ οἴκῳ κυρίου διεχρήσατο μαχαίρᾳ. διαπορούντων δὲ τῶν ἄλλων καὶ οἰομένων μεταβεβλῆσθαι τὴν φύσιν αὐτοῦ ἐξ ἡμέρου εἰς ἀγρίαν, διὰ τὸ τὰ πρῶτα τῆς βασιλείας πρᾶξαί τέ τινα καὶ ὑποσχέσθαι ἕτερα τῶν εἰς χρηστὰ τεινόντων· οὐ μεταβέβληται, ἔφη, τὴν φύσιν, ἀλλ’ ἐνδέδεικται ἐν εὐδαιμονίᾳ τὴν κακίαν, πολὺν χρόνον διὰ τὸν φόβον τοῦ Ἴλλου ἡσυχασθεῖσαν. ἀναγινωσκομένης δὲ βίβλου Κλήμεντος τοῦ Στρωματέως καὶ φθάσαντος χωρίον ἐν ᾧ τοὺς ἄνδρας ἀποσκώπτει τοὺς ἑταιρικῶς τὰς ὄψεις ὑπογράφοντας καὶ βάπτοντας τὰς τρίχας, εἰπόντος τοῦ Λεοντίου, ἆρά γέ ἐστι τις τοῦ βασιλέως ἄτερ, ὁ τὰς τρίχας βάπτων καὶ φυκούμενος τὰς ὄψεις; ὑποτυχών, ἄλλος, ἔφη, μοναχός· ἡμεῖς περὶ ἀνθρώπου διηπορήσαμεν, εἴ γε ὅλως ἀνέχεται κοσμήσει τὴν φύσιν ἐναλλάττειν· οὐ μήν γε τοῦτο διελάβομεν ποιεῖν τὸν βασιλέα. ἀλλ’ εὐτρόχως μὲν λίαν οἱ μοναχοὶ ἀπέσκωψαν τοὺς τὴν τῶν ἀνθρώπων φύσιν εἰς τὴν τῶν θηλειῶν πειρωμένους μετεγγράφειν. ὅτι γὰρ τοὺς τοιούτους καὶ τῶν παλαιῶν πλεῖστοι ἀπεστράφησαν ὡς οὐ βεβαίους, πολλοὺς μέν ἐστιν εὑρεῖν ἐν ἱστορίαις· ἐκδηλότερον δὲ Φίλιππον τὸν τοκέα Ἀλεξάνδρου. ἐπεὶ γὰρ Ἀντίπατρόν τινα τῶν φίλων τάξας εἰς τοὺς δικαστὰς τὸν πώγωνα καταβαπτόμενον εἶδε καὶ τὴν κόμην, ἐξανέστησεν εἰπών, τὸν ἄπιστον ἐν θριξὶ μὴ νομίζειν ἐν πράγμασιν ἀξιόπιστον ὑπάρχειν. | ] |
| lambda | 265 | [ | Λέων, Λέοντος, Βυζάντιος, φιλόσοφος Περιπατητικὸς καὶ σοφιστής, μαθητὴς Πλάτωνος ἢ ὥς τινες Ἀριστοτέλους. ἔγραψε τὰ κατὰ Φίλιππον καὶ τὸ Βυζάντιον βιβλίοις ζʹ, Τευθραντικόν, Περὶ Βησαίου, Τὸν ἱερὸν πόλεμον, Περὶ στάσεων, Τὰ κατ’ Ἀλέξανδρον [+]. οὗτος ἦν σφόδρα παχύς. καὶ πρεσβεύσας πρὸς Ἀθηναίους γέλωτά τε ἐκίνησε καὶ τῆς πρεσβείας ἐκράτησεν, ἐπειδὴ πίων ἐφαίνετο καὶ περιττὸς τὴν γαστέρα. ταραχθεὶς δὲ οὐδὲν ἀπὸ τοῦ γέλωτος, τί, ἔφη, ὦ Ἀθηναῖοι γελᾶτε; ἢ ὅτι παχὺς ἐγὼ καὶ τοσοῦτος; ἔστι μοι καὶ γυνὴ πολλῷ παχυτέρα, καὶ ὁμονοοῦντας μὲν ἡμᾶς χωρεῖ ἡ κλίνη, διαφερομένους δὲ οὐδὲ ἡ οἰκία. καὶ εἰς ἓν ἦλθεν ὁ τῶν Ἀθηναίων δῆμος, ἁρμοσθεὶς ὑπὸ τοῦ Λέοντος, σαφῶς ἐπισχεδιάσαντος τῷ καιρῷ. οὗτος ὁ Λέων ἀποκρουόμενος τὸν Φίλιππον ἀπὸ τοῦ Βυζαντίου διεβλήθη παρὰ Φιλίππου πρὸς τοὺς Βυζαντίους δι’ ἐπιστολῆς, ἐχούσης οὕτως· εἰ τοσαῦτα χρήματα παρεῖχον Λέοντι, ὁπόσα με ᾐτεῖτο, ἐκ πρώτης ἂν ἔλαβον τὸ Βυζάντιον. ταῦτα ἀκούσαντος τοῦ δήμου καὶ ἐπισυστάντος τῇ οἰκίᾳ τοῦ Λέοντος, φοβηθεὶς μή πως λιθόλευστος παρ’ αὐτῶν γένηται, ἑαυτὸν ἦγξε, μηδὲν ἀπὸ τῆς σοφίας καὶ τῶν λόγων κερδάνας ὁ δείλαιος. | ] |
| lambda | 465 | [ | Λῆξις· παῦσις, ἢ μερίς, κληρονομία. Αἰλιανός· καὶ θάπτει τὸν νεκρόν, τοῖς καταχθονίοις θεοῖς ἀποδιδοὺς τῆς ἐκείνων λήξεως ἤδη. καὶ αὖθις· λήξει οὐ μὰ Δία εὐκλήρῳ χρόνου τὰ Αἰγυπτίων κακὰ τῶν ἐν τῇ πόλει τῇ Ἀλεξάνδρου ἐγκατέσκηψε καὶ τῇ Ῥώμῃ. ὅτι παῦσίς ἐστι κληρονομία, λῆξις δὲ μερίς· ἡ δὲ ἀποκλήρωσις μέρος εἰς ἀμείνονα λῆξιν. ἀποκληρῶσαι θεοποιῷ φροντίδι οὐδὲν ὤκνησε. | ] |
| mu | 141 | [ | Μάναιχμος, Σικυώνιος, υἱὸς Ἀλκιβίου ἢ Ἀλκιβιάδου, ἱστορικός· γέγονε δὲ ἐπὶ τῶν διαδόχων. ἔγραψεν ἱστορίαν τὴν κατὰ τὸν Μακεδόνα Ἀλέξανδρον [+]. | ] |
| mu | 185 | [ | Μαργίτης· Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος· ἐπωνυμίαν Ἀλεξάνδρῳ Μαργίτην ἔθετο. ἐκάλουν δὲ τοὺς ἀνοήτους οὕτως. | ] |
| mu | 214 | [ | Μάρκος, ὁ καὶ Ἀντωνῖνος, βασιλεὺς Ῥωμαίων ὁ ἐπαινετὸς κατὰ πάντα φιλόσοφος· ἀκροατὴς μὲν καὶ ἄλλων πολλῶν γενόμενος. ὕστερον δὲ διήκουσε Σέξτου, ἐκ Βοιωτίας φιλοσόφου, ἐπ’ αὐτῆς Ῥώμης, θαμίζων αὐτῷ καὶ φοιτῶν ἐπὶ θύρας· πρὸς ὃν καὶ Λούκιός τις ῥήτωρ, γνώριμος Ἡρώδου τοῦ Ἀθηναίου ῥήτορος, ἤρετο προϊόντα, ποῖ βαδίζοι καὶ ἐφ’ ὅ τι. καὶ ὁ Μάρκος, καλόν, ἔφη, καὶ γηράσκοντι τὸ μανθάνειν. εἶμι δὴ πρὸς Σέξτον τὸν φιλόσοφον μαθησόμενος ἃ οὔπω οἶδα. καὶ ὁ Λούκιος ἐξάρας τὴν χεῖρα εἰς τὸν οὐρανόν, ὦ ἥλιε, ἔφη, ὁ Ῥωμαίων βασιλεὺς γηράσκων ἤδη δέλτον ἐφαψάμενος ἐς διδασκάλου φοιτᾷ. ὁ δὲ ἐμὸς βασιλεὺς Ἀλέξανδρος δύο καὶ τριάκοντα ἐτῶν ἀπέθανεν. οὗτος ἔγραψε τοῦ [+] ἰδίου [+] βίου [+] ἀγωγὴν [+] ἐν βιβλίοις ιβʹ. | ] |
| mu | 227 | [ | Μαρσύας [+], Περιάνδρου, Πελλαῖος [+], ἱστορικός. οὗτος δὲ ἦν πρότερον γραμματοδιδάσκαλος, καὶ ἀδελφὸς Ἀντιγόνου τοῦ μετὰ ταῦτα βασιλεύσαντος, σύντροφος δὲ Ἀλεξάνδρου τοῦ βασιλέως. ἔγραψε Μακεδονικὰ [+] ἐν βιβλίοις δέκα· ἤρξατο δὲ ἀπὸ τοῦ πρώτου βασιλεύσαντος Μακεδόνων, καὶ μέχρι τῆς Ἀλεξάνδρου τοῦ Φιλίππου ἐπὶ τὴν Συρίαν ἐφόδου, μετὰ τὴν Ἀλεξανδρείας κτίσιν· Ἀττικὰ [+] ἐν βιβλίοις ιβʹ· καὶ αὐτοῦ Ἀλεξάνδρου [+] [+] ἀγωγήν [+]. | ] |
| mu | 375 | [ | Μεγαλωστί· πάνυ. Ἀρριανός· τὴν πίστιν καὶ τὴν δικαιότητα μεγαλωστὶ ἐπῄνει τοῦ Ἀλεξάνδρου, τά τε ἄλλα καὶ τὸ αὑτοῦ ἐν πρώτοις ἐς βεβαίωσιν τοῦ λόγου προφέρων. | ] |
| mu | 720 | [ | Μεταξύ· ἔτι, οὐ πρὸ πολλοῦ. ὁ δὲ Ἀλέξανδρος μεταξὺ πίνων καὶ ἀναφλεχθεὶς ὑπὸ τῆς μέθης πρὸς ἔριν ἦλθε πρὸς Κλεῖτον καὶ λόγχην ἁρπάσας παρά του τῶν δορυφόρων διήλασε τοῦ Κλείτου τὴν λόγχην, ὥσπερ οἰστρηθείς. καὶ αὖθις· ἐξάπτεται δὲ αὐτῷ μεταξὺ πίνοντι ὀργὴ πρός τινα συμπότην μὲν τότε, κοινωνὸν δὲ τῶν φόνων. | ] |
| nu | 117 | [ | Νέαρχος· οὗτος ξυνεστράτευσεν Ἀλεξάνδρῳ καὶ συγγραφὴν συνεγράψατο ὑπὲρ Ἀλεξάνδρου [+]. ἐψεύσατο δὲ ναύαρχον ἑαυτὸν ἀναγράψας εἶναι, κυβερνήτης ὤν. | ] |
| nu | 218 | [ | Νεοφρῶν ἢ Νεοφῶν, Σικυώνιος, τραγικός· οὗ φασιν εἶναι τὴν τοῦ Εὐριπίδου Μήδειαν [+]· ὃς πρῶτος εἰσήγαγε παιδαγωγοὺς καὶ οἰκετῶν βάσανον. ἐδίδαξε δὲ τραγῳδίας ρκʹ. συνῆν δὲ τὰ μετὰ ταῦτα Ἀλεξάνδρῳ τῷ Μακεδόνι, καὶ διότι φίλος ἦν Καλλισθένει τῷ φιλοσόφῳ, σὺν ἐκείνῳ καὶ αὐτὸν ἀνεῖλεν αἰκισμοῖς. | ] |
| nu | 455 | [ | Νομάρχαι· οἱ κατὰ τέλη τῆς χώρας ἄρχοντες παρ’ Αἰγυπτίοις· οἳ ἦσαν ἐπὶ Πτολεμαίου τοῦ μετὰ Ἀλέξανδρον τὸν Φιλίππου. | ] |
| nu | 598 | [ | Νύμφις, Νύμφιδος, Ξεναγόρου, Ἡρακλεώτης ἐκ Πόντου, ἱστορικός. Περὶ Ἀλεξάνδρου [+] καὶ τῶν διαδόχων καὶ ἐπιγόνων βιβλία κδʹ, Περὶ Ἡρακλείας βιβλία ιγʹ· ἔχει δὲ μέχρι τῆς καθαιρέσεως τῶν τυράννων τὰ μετὰ τοὺς ἐπιγόνους καὶ μέχρι τοῦ τρίτου Πτολεμαίου. | ] |
| omega | 127 | [ | Ὦξος· ποταμὸς ἐν τῇ Βακτρίων χώρᾳ, ὃς Ἀλεξάνδρῳ ἄπορος ἐφαίνετο· τὸ μὲν γὰρ εὖρος ἦν ἐς ἓξ μάλιστα σταδίους, βάθος δὲ οὐ πρὸς λόγον τοῦ εὔρους, ἀλλὰ πολὺ δή τι βαθύτερος, καὶ ψαμμώδης καὶ ῥεῦμα ὀξύ, ὡς τὰ καταπηγνύμενα ὑπ’ αὐτοῦ τοῦ ῥοῦ ἐκστρέφεσθαι ἐκ τῆς γῆς οὐ χαλεπῶς, οἷα δὴ οὐ βεβαίως ἐπὶ τῆς ψάμμου ἱδρυμένα. | ] |
| omicron | 245 | [ | Ὁμηρεύοντας· Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος ἐπὶ τῶν ἄνω πεμφθέντων Λακεδαιμονίων Ἀλεξάνδρῳ. ἦσαν δὲ νʹ. | ] |
| omicron | 573 | [ | Ὀρθιασμάτων· ἀνατάσεως ῥημάτων· ἢ τῶν μετὰ βοῆς κόμπων· ἢ τῶν μελῶν· παρόσον ὄρθιος νόμος κιθαρῳδικός. καὶ Ὄρθιος νόμος· Τιμόθεος ὁ αὐλητὴς ηὔλει ποτὲ τῆς Ἀθηνᾶς τὸν ὄρθιον νόμον καλούμενον καὶ ἐς τοσόνδε ἐξέπληττεν Ἀλέξανδρον τοῖς μέλεσιν, ὡς μεταξὺ καὶ ἀκούσαντα ἀΐξαι ἐπὶ τὰ ὅπλα. τὸν δὲ φάναι, ὅτι τοιαῦτα χρὴ εἶναι τὰ βασιλικὰ αὐλήματα. ὁ δὲ Τιμόθεος ἀνελήλυθε πρὸς αὐτόν, σπουδῇ μετάπεμπτος γενόμενος. | ] |
| omicron | 670 | [ | Ὄρχησις· δύο ὀρχήσεις οἶδεν ὁ Ὅμηρος, τὴν τῶν κυβιστητήρων καὶ τὴν διὰ τῆς σφαίρας. τὴν δὲ σφαιριστικὴν ἔπαιξεν Ἀριστόνικος ὁ Καρύστιος, Ἀλεξάνδρου τοῦ βασιλέως σφαιριστής. | ] |
| omicroniota | 97 | [ | Οἶμος· ὁδός· ἢ στίχος· ἢ ῥάβδος κύκλου. ἔνθεν καὶ παροιμία κέκληται, τὸ παροδικὸν διήγημα. ἔργον Ἀλεξάνδροιο Μακηδόνος, οἵ ποτ’ ἄνακτι Δαρείῳ πυμάτην οἶμον ἐφεσπόμεθα. | ] |
| phi | 73 | [ | Φανίας ἢ Φαινίας, Ἐρέσιος, φιλόσοφος Περιπατητικός, Ἀριστοτέλους μαθητής. ἦν δὲ ἐπὶ τῆς ριαʹ ὀλυμπιάδος καὶ μετέπειτα, ἐπὶ Ἀλεξάνδρου τοῦ Μακεδόνος. | ] |
| phi | 131 | [ | Φάτις· φήμη, λόγος. Σοφοκλῆς· ἀλλ’ ἀπερύκοι Φοῖβος Ἀργείων φάτιν. τὴν νόσον τοῦ Αἴαντος. καὶ αὖθις· φθεῖσθαι Ἀλέξανδρον ψευδὴς φάτις, εἴπερ ἀληθὴς Φοῖβος. ἀνικήτων ἅπτεται οὐδ’ Ἀΐδης. καὶ αὖθις Σοφοκλῆς· τὴν δ’ ὅταν κλύῃ φάτιν. τὴν ῥῆσιν. | ] |
| phi | 137 | [ | Φαύλη κηλίς· Ἀρριανός· ἐδεδίει μὴ διαφθαρῇ ὁ στόλος Ἀλεξάνδρου, καὶ οὐ φαύλη κηλὶς αὕτη τοῖς ἔργοις αὐτοῦ τοῖσι μεγάλοισιν ἐπιγενομένη τὴν πᾶσαν εὐτυχίαν αὐτοῦ ἀφανίσοι· ἀλλ’ ἐκνικῆσαι γὰρ αὐτῷ τὴν ἐπιθυμίαν τοῦ καινόν τι ἀεὶ καὶ ἄτοπον ἐργάζεσθαι. φαύλη οὖν κηλὶς οὐχ ἡ τυχοῦσα. | ] |
| phi | 212 | [ | Φερεκράτης, Ἀθηναῖος, κωμικός· ὃς Ἀλεξάνδρῳ συνεστράτευσεν. ἐδίδαξε δράματα ιζʹ. Φερεκράτης Πετάλῃ γράφει. | ] |
| phi | 327 | [ | Φιλήμων, Συρακούσιος, υἱὸς Δάμωνος, καὶ αὐτὸς κωμικὸς τῆς νέας κωμῳδίας. ἤκμαζεν ἐπὶ τῆς Ἀλεξάνδρου βασιλείας, βραχεῖ Μενάνδρου πρότερος. ἔγραψε δὲ κωμῳδίας πρὸς ϟʹ, καὶ ἐβίωσεν ἔτη ϟθʹ, εἰσὶ δὲ οἳ λέγουσιν αʹ καὶ ρʹ· ἐτελεύτησε δὲ ὑπὸ σφοδροῦ γέλωτος. περὶ γέλωτος θανατηφόρου· ὃν ἄξιον εἰπεῖν σαρδάνιον, ὡς μὴ ὤφελε γελάσαι. | ] |
| phi | 332 | [ | Φιλήτας, Κῷος, υἱὸς Τηλέφου, ὢν ἐπί τε Φιλίππου καὶ Ἀλεξάνδρου, γραμματικὸς κριτικός· ὃς ἰσχνωθεὶς ἐκ τοῦ ζητεῖν τὸν καλούμενον Ψευδόμενον λόγον ἀπέθανεν. ἐγένετο δὲ καὶ διδάσκαλος τοῦ δευτέρου Πτολεμαίου. ἔγραψεν ἐπιγράμματα, καὶ ἐλεγείας καὶ ἄλλα. | ] |
| phi | 359 | [ | Φιλίσκος, Αἰγινήτης, ὁ διδάξας γράμματα Ἀλέξανδρον τὸν Μακεδόνα. αὐτὸς δὲ ἀκουστὴς ἦν τοῦ Κυνὸς Διογένους, κατὰ δὲ Ἕρμιππον Στίλπωνος. ἔγραψε διαλόγους, ὧν ἐστι Κόδρος. | ] |
| phi | 448 | [ | Φίλων, Ἰουδαῖος, τεχθεὶς ἐν Ἀλεξανδρείᾳ, γένους ἱερέων, φιλοσοφήσας δὲ τὰ Ἑλλήνων εἰς μέγα προὔβη παιδείας, ὡς μετελθεῖν πᾶσαν Ἑλληνικὴν παίδευσιν τήν τε τῶν ἐγκυκλίων καλουμένων καὶ τὰς λοιπὰς ἐπιστήμας σὺν ἀκριβεῖ καταλήψει. ἐπλούτησέ τε λόγον, παρόμοιον Πλάτωνι, ὡς καὶ εἰς παροιμίαν παρ’ Ἕλλησι τοῦτο χωρῆσαι, ἢ Πλάτων φιλωνίζει, ἢ Φίλων πλατωνίζει· τοσαύτη ἐστὶν ὁμοιότης τῆς τε διανοίας καὶ φράσεως τοῦ ἀνδρὸς πρὸς τὴν Πλάτωνος. καὶ τοίνυν γέγραπται αὐτῷ βιβλία ἄπειρα, ἐξ ὧν καὶ ταῦτα· Περὶ συγχύσεως γλωσσῶν βιβλίον αʹ, Περὶ φύσεως καὶ εὑρήματος αʹ, Περὶ ὧν κατὰ νοῦν τις εὔχεται αʹ, Περὶ παιδεύσεως αʹ, Περὶ κληρονόμου τῶν θείων πραγμάτων αʹ, Περὶ μερισμοῦ ἴσων καὶ ἐναντίων αʹ, Περὶ τῶν τριῶν δυνάμεων, Περὶ ἐναλλαγεισῶν γραφῶν παρά τινων, Περὶ συνθηκῶν λόγοι βʹ, Περὶ βίου φιλοσόφου, Περὶ Γιγάντων αʹ, Περὶ ὀνείρων εʹ, Περὶ ζητημάτων καὶ ἑρμηνευμάτων τῆς Ἐξόδου εʹ, Περὶ τῆς σκηνῆς καὶ δεκαλόγου δʹ, Περὶ θυσιῶν, Περὶ ὑποσχέσεων ἤτοι καταρῶν, Περὶ προνοίας, Περὶ Ἰουδαίων αʹ, Περὶ ἀγωγῆς βίου, Περὶ Ἀλεξάνδρου [+], καὶ Περὶ τοῦ ὅτι ἴδιον λογισμὸν ἔχει τὰ ἄλογα, Περὶ τοῦ πᾶς ἄφρων δοῦλός ἐστι, Περὶ τῆς διαγωγῆς τὼν Χριστιανῶν, Περὶ [+] βίου [+] θεωρητικοῦ [+], Περὶ ἱκετῶν, Περὶ γεωργίας λόγοι βʹ, Περὶ μέθης βʹ, Περὶ τοῦ Μωσέως [+] βίου, εἰς τὰ Χερουβίμ, τουτέστι τὴν φλογίνην ῥομφαίαν, εἰς τὴν πεντάτευχον Μωϋσέως [+] καὶ εἰς αὐτὸν τὸν Μωϋσῆν [+] λόγοι εʹ. λέγουσι τοῦτον ἐπὶ Γαίου Καλλιγόλα ἐν τῇ Ῥώμῃ κινδυνεῦσαι, ὁπηνίκα πρεσβευτὴς τοῦ οἰκείου ἔθνους ἀπεστάλη· καὶ ὅτε τὸ δεύτερον ἦλθε πρὸς Κλαύδιον, ἐν τῇ αὐτῇ πόλει διαλεχθῆναι τῷ ἁγίῳ ἀποστόλῳ Πέτρῳ καὶ τούτους ἐσχηκέναι φιλίαν καὶ διὰ τοῦτο τοὺς σπουδαστὰς Μάρκου, τοῦ μαθητοῦ Πέτρου, ἐν Ἀλεξανδρείᾳ ἔπεσι κεκοσμηκέναι. εἰσὶν οὖν, ὡς προείπομεν, περιφανῆ καὶ ἀναρίθμητα συντάγματα καὶ πᾶσαν ὠφέλειαν γέμοντα. | ] |
| pi | 71 | [ | Παλαίφατος, Ἀβυδηνός, ἱστορικός. Κυπριακά, Ἀττικά, Δηλιακά, Ἀραβικά. γέγονε δὲ ἐπὶ Ἀλεξάνδρου τοῦ Μακεδόνος· παιδικὰ δὲ Ἀριστοτέλους τοῦ φιλοσόφου, ὡς Φίλων ἐν τῷ ε στοιχείῳ τοῦ περὶ παραδόξου ἱστορίας βιβλίον αʹ καὶ Θεόδωρος ὁ Ἰλιεὺς ἐν δευτέρῳ Τρωϊκῶν. | ] |
| pi | 658 | [ | Παρίστασθαι· δοτικῇ. Ἀρριανός· ὁ δὲ Ἀλέξανδρος προσέταξε τὰ κατὰ τὴν ὁδὸν χωρία ἢ βίᾳ ἐξαιρεῖν ἢ ὁμολογίᾳ παρίστασθαι. καὶ αὖθις Δαμάσκιός φησιν· οὐ γὰρ προσίετο τὰ χρήματα ῥᾳδίως, οὐδὲ πρόχειρος ἦν καταφρονεῖν χρημάτων δικαίως ὀφειλομένων, ἀλλὰ παρίστατο καὶ ἐξῄτει τοῖς ἀποστεροῦσι μέχρι καὶ δικαστῶν ἀγοραίων. | ] |
| pi | 912 | [ | Πεζαίτεροι· Δημοσθένης ἐν Φιλιππικοῖς [+]. Ἀναξιμένης δὲ ἐν αʹ Φιλιππικῶν [+] περὶ Ἀλεξάνδρου λέγων φησίν· ἔπειτα τοὺς μὲν ἐνδοξοτάτους ἱππεύειν συνεθίσας ἑταίρους προσηγόρευσε, τοὺς δὲ πλείστους καὶ τοὺς πεζοὺς εἰς λόχους καὶ δεκάδας καὶ τὰς ἄλλας ἀρχὰς διελὼν πεζαιτέρους ὠνόμασεν, ὅπως ἑκάτεροι μετέχοντες τῆς βασιλικῆς ἑταιρείας προθυμότατα διατελῶσιν ὄντες. | ] |
| pi | 1619 | [ | Περὶ Πινδάρου· ὅτι τὰς Θήβας τὴν πόλιν Ἀλέξανδρόν φασιν εἰς ἔδαφος κατασκάψαι καὶ πλὴν ἱερῶν τε καὶ ἱερέων τοὺς ἄλλους ἀνδραποδίσαι· καὶ τὴν Πινδάρου δὲ τοῦ ποιητοῦ οἰκίαν καὶ τοὺς ἀπογόνους τοῦ Πινδάρου λέγουσιν ὅτι ἀπαθεῖς ἐφύλαξεν, αἰδοῖ τῇ Πινδάρου, ὡς φησὶν Ἀρριανὸς ὁ ἱστορικὸς ἐν τῇ αʹ Ἀναβάσει Ἀλεξάνδρου [+]. | ] |
| pi | 2127 | [ | Ποτάμων, Μιτυληναῖος, υἱὸς Λεσβώνακτος, ῥήτωρ. ἐσοφίστευσεν ἐν Ῥώμῃ ἐπὶ Καίσαρος Τιβερίου. καί ποτε αὐτοῦ ἐς τὴν πατρίδα ἐπανιόντος, ὁ βασιλεὺς ἐφοδιάζει τοιοῖσδε γράμμασι· Ποτάμωνα Λεσβώνακτος εἴ τις ἀδικεῖν τολμήσοι, σκεψάσθω, εἴ μοι δυνήσεται πολεμεῖν. ἔγραψε περὶ Ἀλεξάνδρου [+] τοῦ Μακεδόνος [+], Ὅρους Σαμίων, Βρούτου [+] ἐγκώμιον, Καίσαρος [+] ἐγκώμιον, Περὶ τελείου ῥήτορος. | ] |
| pi | 2180 | [ | Πῶρος, βασιλεὺς Ἰνδῶν· ὃς ἐγένετο κάλλιστος Ἰνδῶν καὶ μῆκος ὅσον οὔπω τις ἀνθρώπων τῶν μετὰ τοὺς Τρωϊκοὺς ἄνδρας. ἦν δὲ κομιδῇ πάνυ νέος, ὅτε συνῆν Ἀλεξάνδρῳ καὶ τούτῳ ἐπολέμει. τοῦτον ἤρετο περὶ διαίτης ὁ Ἀπολλώνιος. ὁ δέ, οἴνου μέν, ἔφη, πίνω τοσοῦτον, ὅσον τῷ ἡλίῳ σπένδω· ἃ δ’ ἂν ἐν θήρᾳ λάβω, ταῦτα σιτοῦνται ἕτεροι, ἐμοὶ δὲ ἀπόχρη τὸ γεγυμνάσθαι. τὰ δὲ ἐμὰ σιτία λάχανα καὶ φοινίκων ἐγκέφαλοι καὶ καρπὸς τῶν φοινίκων καὶ ὁπόσα μοι ὁ ποταμὸς κηπεύει· πολλὰ δέ μοι καὶ ἀπὸ δένδρων φύεται, ὧν γεωργοὶ αἵδε αἱ χεῖρες. ταῦτα ἀκούων ὁ Ἀπολλώνιος ὑπερήδετό τε καὶ ἐς τὸν Δᾶμιν θαμὰ ἑώρα. | ] |
| rho | 255 | [ | Ῥωξάνη· ὄνομα κύριον. καὶ ζήτει περὶ αὐτῆς ἐν τῷ Ἀλέξανδρος ὁ Μακεδών. | ] |
| sigma | 117 | [ | Σάραπις· τούτου ἐν Ἀλεξανδρείᾳ καθεῖλε Θεόφιλος ὁ ἀρχιεπίσκοπος τὸ ξόανον ἐπὶ Θεοδοσίου τοῦ μεγάλου. τοῦτο δὲ οἱ μὲν Δία ἔφασαν εἶναι, οἱ δὲ τὸν Νεῖλον διὰ τὸ μόδιον ἔχειν ἐν τῇ κεφαλῇ καὶ τὸν πῆχυν, ἤγουν τὸ τοῦ ὕδατος μέτρον, ἄλλοι δὲ τὸν Ἰωσήφ, ἕτεροι δὲ Ἄπιν τινὰ γεγονέναι ἄνθρωπον εὔπορον καὶ βασιλέα ἐν Μέμφιδι πόλει τῆς Αἰγύπτου. λιμοῦ δὲ γενομένου τοῖς Ἀλεξανδρεῦσιν ἐκ τῶν ἰδίων τροφὴν παρέσχε, τετελευτηκότι δὲ αὐτῷ ναὸν ἀνέστησαν, ἐν ᾧ βοῦς ἐτρέφετο, σύμβολον φέρων τοῦ γεωργοῦ καί τινα δὲ ἔχων ἐν τῇ χροιᾷ ἐπίσημα, ὅστις ἐκ τῆς προσηγορίας αὐτοῦ καὶ αὐτὸς Ἄπις ἐκαλεῖτο. τὴν δὲ σορὸν τούτου τοῦ Ἄπιδος, ἐν ἧ τὸ σῶμα ἔκειτο αὐτοῦ, ἐν Ἀλεξανδρείᾳ μετήνεγκαν καὶ ἀπὸ τῆς σοροῦ καὶ τοῦ Ἄπιδος σύνθετον ὄνομα πεποιηκότες ἐκάλουν αὐτὸν Σόραπιν, οἱ δὲ μετὰ ταῦτα Σάραπιν. τούτου ναὸς ὑπὸ Ἀλεξάνδρου ἐκτίσθη παμμεγέθης καὶ πάνυ λαμπρός. | ] |
| sigma | 182 | [ | Σεβῆρος, σοφιστής· Ῥωμαῖος. οὗτος εἰς Ἀραβίαν ἐκ τῆς Συρίας καὶ ἐς τὴν Παλαιστίνην ἦλθε καὶ εἰς τὴν Αἴγυπτον τὴν ἄνω διὰ τοῦ Νείλου ἀνέπλευσε καὶ εἶδε πᾶσαν αὐτὴν πλὴν βραχέων· οὐ γὰρ ἠδυνήθη πρὸς τὰ τῆς Αἰθιοπίας μεθόρια διὰ λοιμώδη νόσον ἐσβαλεῖν. καὶ ἐπολυπραγμόνησε πάντα, καὶ τὰ πάνυ κεκρυμμένα· ἦν γὰρ οἷος μηδὲν μήτ’ ἀνθρώπειον μήτε θεῖον ἀδιερεύνητον ἐᾶν. κἀκ τούτου τά τε βιβλία πάντα τὰ ἀπόρρητόν τι ἔχοντα, ὅσα γε καὶ εὑρεῖν ἠδυνήθη, ἐκ πάντων τῶν ἀδύτων ἀνεῖλε καὶ τὸ τοῦ Ἀλεξάνδρου μνημεῖον συνέκλεισεν, ἵνα μηδεὶς ἔτι μήτε τὸ τούτου σῶμα ἴδῃ μήτε τὰ ἐν ἐκείνοις γεγραμμένα ἀναλέξηται. οὗτος τὸ γένος ἦν Λίβυς, ἐς πραγμάτων διοίκησιν γενναῖος ἅμα καὶ θυμοειδής, σκληρῷ τε βίῳ καὶ τραχεῖ ἐνειθισμένος πόνοις τε ἀνέχων ῥᾷστα, νοῆσαί τε ταχὺς καὶ τὸ νοηθὲν ἐπιτελέσαι ὀξύς. οὗτος μετὰ τὸ εἰσελθεῖν εἰς τὰ βασίλεια τῶν Ἀλβίνου φίλων ἐπὶ τῆς συγκλήτου κατηγόρει γράμματά τε αὐτῶν καὶ ἐλέγχους προσέφερεν, ἄλλας τε ἄλλοις ἐπιφέρων αἰτίας πάντας τοὺς ἐξέχοντας τότε τῆς συγκλήτου καὶ τῶν κατὰ ἔθνη πλούτῳ τε καὶ γένει ὑπερέχοντας διέφθειρε. πάνυ δὲ ἦν αὐτῷ καὶ τὸ φιλόχρυσον, ὡς ὑπερβάλλειν τὰ πλεονεκτήματα τῆς ἀνδρείας. ὁ Σεβῆρος οὗτος ἐπὶ Ἀνθεμίου βασιλέως ἦν· ἐν Ἀλεξανδρείᾳ δὲ ἀφικόμενος τὸν ἀπράγμονα βίον ἔζη φιλοσοφῶν, ἐν βιβλίοις ἀφθόνοις οὖσιν αὐτῷ καὶ παντοδαποῖς. εἴπερ δέ τις ἕτερος ἱκανὸς ἦν ἐπαγαγέσθαι τοὺς ἐπὶ παιδείᾳ διενέγκοντας ὡς ἑαυτὸν ἰέναι πολλάκις· ἐπιεικής τε..... | ] |
| sigma | 202 | [ | Σέλευκος· οὗτος ἐπεκέκλητο Νικάνωρ· ὃς τῷ ἰδίῳ υἱῷ Ἀντιόχῳ δίδωσι τὴν ἑαυτοῦ γυναῖκα Στρατονίκην, ἐρασθέντι αὐτῆς καὶ διὰ τὸν πρὸς αὐτὴν ἔρωτα ἀσθενήσαντι καὶ ἐπικρυπτομένῳ, γνωσθέντι δὲ ὑπὸ Ἐρασιστράτου τοῦ ἰατροῦ. φασὶ δὲ Σέλευκον συνόντα Ἀλεξάνδρῳ τῷ Μακεδόνι ταῦρον θυομένῳ ἀποδράντα, μόνον Σέλευκον περιγενέσθαι αὐτοῦ τῶν κεράτων κρατήσαντα. καὶ διὰ τοῦτο τῷ ἀγάλματι αὐτοῦ ἐν τῇ κεφαλῇ περιτιθέασι κέρατα. | ] |
| sigma | 361 | [ | Σίβυλλα Χαλδαία, ἡ καὶ πρός τινων Ἑβραία ὀνομαζομένη, ἡ καὶ Περσίς, ἡ κυρίῳ ὀνόματι καλουμένη Σαμβήθη, ἐκ τοῦ γένους τοῦ μακαριωτάτου Νῶε· ἡ τῶν κατὰ Ἀλέξανδρον τὸν Μακεδόνα λεγομένων προειρηκυῖα· ἧς μνημονεύει Νικάνωρ ὁ τὸν Ἀλεξάνδρου [+] βίον ἱστορήσας· ἡ περὶ τοῦ δεσπότου Χριστοῦ μυρία προθεσπίσασα καὶ τῆς αὐτοῦ παρουσίας. ἀλλὰ καὶ αἱ λοιπαὶ συνᾴδουσιν αὐτῇ, πλὴν ὅτι ταύτης εἰσὶ βιβλία κδʹ, περὶ παντὸς ἔθνους καὶ χώρας περιέχοντα. ὅτι δὲ οἱ στίχοι αὐτῆς ἀτελεῖς εὑρίσκονται καὶ ἄμετροι, οὐ τῆς προφήτιδός ἐστιν ἡ αἰτία, ἀλλὰ τῶν ταχυγράφων, οὐ συμφθασάντων τῇ ῥύμῃ τοῦ λόγου ἢ καὶ ἀπαιδεύτων γενομένων καὶ ἀπείρων γραμματικῶν· ἅμα γὰρ τῇ ἐπιπνοίᾳ ἐπέπαυτο ἡ τῶν λεχθέντων μνήμη. καὶ διὰ τοῦτο εὑρίσκονται καὶ οἱ στίχοι ἀτελεῖς καὶ διάνοια σκάζουσα, εἴτε καὶ κατ’ οἰκονομίαν θεοῦ τοῦτο γέγονεν, ὡς μὴ γινώσκοιντο ὑπὸ τῶν πολλῶν καὶ ἀναξίων οἱ χρησμοὶ αὐτῆς. ὅτι Σίβυλλαι γεγόνασιν ἐν διαφόροις τόποις καὶ χρόνοις τὸν ἀριθμὸν δέκα. πρώτη οὖν ἡ Χαλδαία ἡ καὶ Περσίς, ἡ κυρίῳ ὀνόματι καλουμένη Σαμβήθη. δευτέρα ἡ Λίβυσσα. τρίτη Δελφίς, ἡ ἐν Δελφοῖς τεχθεῖσα. τετάρτη Ἰταλική, ἡ ἐν Κιμμερίᾳ τῆς Ἰταλίας. πέμπτη Ἐρυθραία, ἡ περὶ τοῦ Τρωϊκοῦ προειρηκυῖα πολέμου. ἕκτη Σαμία, ἡ κυρίῳ ὀνόματι καλουμένη Φυτώ· περὶ ἧς ἔγραψεν Ἐρατοσθένης. ἑβδόμη ἡ Κυμαία, ἡ καὶ Ἀμαλθία, ἡ καὶ Ἱεροφίλη. ὀγδόη Ἑλλησποντία, τεχθεῖσα ἐν κώμῃ Μαρμισσῷ, περὶ τὴν πολίχνην Γεργίτιον, αἳ τῆς ἐνορίας ποτὲ Τρῳάδος ἐτύγχανον, ἐν καιροῖς Σόλωνος καὶ Κύρου. ἐνάτη Φρυγία. δεκάτη ἡ Τιγουρτία, ὀνόματι Ἀβουναία. φασὶ δὲ ὡς ἡ Κυμαία ἐννέα βιβλία χρησμῶν ἰδίων προσεκόμισε Ταρκυνίῳ Πρίσκῳ τῷ τηνικαῦτα βασιλεύοντι τῶν Ῥωμαίων· καὶ τούτου μὴ προσηκαμένου, ἔκαυσε βιβλία βʹ. ὅτι Σίβυλλα Ῥωμαϊκὴ λέξις ἐστίν, ἑρμηνευομένη προφῆτις, ἤγουν μάντις· ὅθεν ἑνὶ ὀνόματι αἱ θήλειαι μάντιδες ὠνομάσθησαν. Σίβυλλαι τοίνυν, ὡς πολλοὶ ἔγραψαν, γεγόνασιν ἐν διαφόροις τόποις καὶ χρόνοις τὸν ἀριθμὸν ιʹ. | ] |
| sigma | 863 | [ | Σωσιφάνης, Σωσικλέους, Συρακούσιος, τραγικός. ἐδίδαξε δράματα ογʹ, ἐνίκησε δὲ ζʹ. ἔστι δὲ καὶ αὐτὸς ἐκ τῶν ζʹ τραγικῶν, οἵτινες ὠνομάσθησαν Πλειάς. ἐγένετο δὲ ἐπὶ τῶν τελευταίων χρόνων Φιλίππου, οἱ δὲ Ἀλεξάνδρου τοῦ Μακεδόνος. τελευτᾷ δὲ ριαʹ ὀλυμπιάδι, οἱ δὲ ριδʹ· οἱ δὲ ἀκμάσαι αὐτὸν γράφουσι. | ] |
| sigma | 877 | [ | Σωτήριχος, Ὀασίτης, ἐποποιός, γεγονὼς ἐπὶ Διοκλητιανοῦ. Ἐγκώμιον εἰς Διοκλητιανόν, Βασσαρικὰ ἤτοι Διονυσιακὰ βιβλία δʹ, Τὰ κατὰ Πάνθειαν τὴν Βαβυλωνίαν, Τὰ κατὰ Ἀριάδνην, Βίον Ἀπολλωνίου [+] τοῦ Τυανέως [+], Πύθωνα ἢ Ἀλεξανδριακόν· ἔστι δὲ ἱστορία Ἀλεξάνδρου [+] τοῦ Μακεδόνος [+], ὅτε Θήβας παρέλαβε· καὶ ἄλλα. | ] |
| sigma | 1179 | [ | Στράττις, Ὀλύνθιος, ἱστορικός. Περὶ τῶν Ἀλεξάνδρου [+] ἐφημερίδων βιβλία εʹ, Περὶ ποταμῶν καὶ κρηνῶν καὶ λιμνῶν, Περὶ τῆς Ἀλεξάνδρου [+] τελευτῆς. | ] |
| sigma | 1719 | [ | Σφαῖρα· τὰ περιφερῆ καὶ στρογγύλα. καὶ Σφαιροπαικτεῖν, τὸ διὰ σφαίρας παίζειν. καὶ σχίζας καὶ σφαῖραν ἀείβολον. τὴν ἀεὶ βαλλομένην. καὶ Σφαιρηδόν, διὰ σφαίρας. τὴν δὲ σφαιριστικὴν ἔπαιξεν Ἀριστόνικος ὁ Καρύστιος, ὁ Ἀλεξάνδρου τοῦ βασιλέως συσφαιριστής. | ] |
| tau | 600 | [ | Τίμαιος, ὁ ἱστορικός. οὗτος κατὰ τοῦ Ἐφόρου πλείστην πεποίηται καταδρομήν, αὐτὸς ὢν δυσὶν ἁμαρτήμασιν ἔνοχος, τῷ μὲν ὅτι πικρῶς κατηγορεῖ τῶν πέλας ἐπὶ τούτοις, οἷς αὐτὸς ἔνοχός ἐστι, τῷ δὲ διότι καθόλου διέφθαρται τῇ ψυχῇ, τοιαύτας ἀποφάσεις ἐκτιθέμενος ἐν τοῖς ὑπομνήμασι καὶ τοιαύτας ἐντίκτων δόξας τοῖς ἐντυγχάνουσι. πλὴν εἰ τὸν Καλλισθένην θετέον εἰκότως κολασθέντα μεταλλάξαι τὸν βίον, τί χρὴ πάσχειν Τίμαιον; πολὺ γὰρ ἂν δικαιότερον τούτῳ νεμεσήσαι τὸ δαιμόνιον ἢ Καλλισθένει. ἐκεῖνος μὲν οὖν ἀποθεοῦν Ἀλέξανδρον ἐβουλήθη, Τίμαιος δὲ μείζω ποιεῖν Τιμολέοντα τῶν ἐπιφανεστάτων θεῶν, καὶ Καλλισθένης μὲν ἄνδρα τοιοῦτον, ὃν πάντες μεγαλοφυέστερον ἢ κατ’ ἄνθρωπον γεγονέναι τῇ ψυχῇ συγχωροῦσιν, οὗτος δὲ Τιμολέοντα τὸν οὐχ οἷον δόξαντά τι πεπραχέναι μεγαλεῖον, ἀλλ’ οὐδ’ ἐπιβαλλόμενον, μίαν δὲ τῷ βίῳ γραμμὴν διανύσαντα, καὶ ταύτην οὐδὲ σπουδαίαν τρόπον τινὰ πρὸς τὸ μέγεθος τῆς οἰκουμένης, λέγω δὴ ἐκ τῆς πατρίδος ἐς Συρακούσας. ἀλλά μοι δοκεῖ πεισθῆναι Τίμαιος, ὡς ἂν Τιμολέων, πεφιλοδοξηκὼς ἐν αὐτῇ Σικελίᾳ, καθάπερ ἐν ὀξυβάφῳ, σύγκριτος φανῆναι τοῖς ἐπιφανεστάτοις τῶν ἡρώων, κἂν αὐτὸς ὑπὲρ Ἰταλίας μόνον καὶ Σικελίας πραγματευόμενος εἰκότως παραβολῆς ἀξιωθῆναι τοῖς ὑπὲρ τῆς οἰκουμένης τῶν καθόλου πράξεων πεποιημένοις τὰς συντάξεις. ἔγραψε Περὶ Συρίας καὶ τῶν ἐν αὐτῇ πόλεων καὶ βασιλέων βιβλία γʹ. | ] |
| tau | 620 | [ | Τιμόθεος, Θερσάνδρου ἢ Νεομούσου ἢ Φιλοπόλιδος, Μιλήσιος, λυρικός· ὃς τὴν ιʹ καὶ ιαʹ χορδὴν προσέθηκε καὶ τὴν ἀρχαίαν μουσικὴν ἐπὶ τὸ μαλακώτερον μετήγαγεν. ἦν δὲ ἐπὶ τῶν Εὐριπίδου χρόνων τοῦ τραγικοῦ, καθ’ οὓς καὶ Φίλιππος ὁ Μακεδὼν ἐβασίλευεν· καὶ ἐτελεύτησεν ἐτῶν ϟζʹ, γράψας δι’ ἐπῶν νόμους μουσικοὺς ιθʹ, προοίμια λϛʹ, Ἄρτεμιν, διασκευὰς ηʹ, ἐγκώμια, Πέρσας ἢ Ναύπλιον, Φινείδας, Λαέρτην, διθυράμβους ιηʹ, ὕμνους καʹ, καὶ ἄλλα τινά. ὅτι Ἀλέξανδρος φιλήκοος ἦν εἴπερ τις ἄλλος τῶν μουσικῶν· Τιμόθεος γὰρ ὁ αὐλητὴς ἔτι πρόσθεν, ὅν ποτε αὐλοῦντα λέγουσι τῆς Ἀθηνᾶς τὸν ὄρθιον νόμον ἐπικαλούμενον, ἐς τοσόνδε ἐκπλῆξαι Ἀλέξανδρον τοῖς μέλεσιν, ὥστε μεταξὺ ἀκούσαντα ἀναΐξαι ἐπὶ τὰ ὅπλα· τὸν δὲ φάναι, ὅτι τοιαῦτα χρὴ εἶναι τὰ βασιλικὰ αὐλήματα. οὗτός τε δὴ ὁ Τιμόθεος ἀνεληλύθει πρὸς αὐτὸν σπουδῇ μετάπεμπτος γενόμενος. | ] |
| upsilon | 380 | [ | Ὑπεροίσων· ὑπερβαλών, ὑπερενεγκών. ὁ δὲ τὸ φρόνημα μέγα ὡς καὶ τὸν Ἀλέξανδρον ὑπεροίσων, ἐκέκτητο. | ] |
| xi | 42 | [ | Ξενοκράτης, Ἀγάθωνος ἢ Ἀγαθάνορος, Χαλκηδόνιος, μαθητὴς καὶ διάδοχος μετὰ Σπεύσιππον Πλάτωνος· τοῦ δὲ Πολέμων, τοῦ δὲ Κράντωρ. καὶ πέμψαντος αὐτῷ τοῦ Μακεδόνος Ἀλεξάνδρου χρυσοῦ τάλαντα λʹ, αὐτὸς ἀπέπεμψεν, εἰπών, βασιλέα δεῖσθαι χρημάτων, οὐ φιλόσοφον. ἔγραψε περὶ τῆς Πλάτωνος [+] πολιτείας. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: