Digital Harpocration
Harpocrationis Lexicon in decem oratores atticos ex recensione Gulielmi Dindorfii

Authors Catalog

Didymus (Didymus Chalcenterus)

Grammaticus

Alexandrinus Alexandria

urn:cts:greekLit:tlg1312

Works

urn:cts:greekLit:tlg1312.harp001
urn:cts:greekLit:tlg1312.harp002
urn:cts:greekLit:tlg1312.harp003
urn:cts:greekLit:tlg1312.harp004
urn:cts:greekLit:tlg1312.harp005

Α Ἀπὸ μισθωμάτων[ Ἀπὸ μισθωμάτων: Δίδυμός φησιν ὁ γραμματικὸς ἀντὶ τοῦ ἐκ τῶν τεμενικῶν προσόδων. ἑκάστῳ γὰρ θεῷ πλέθρα γῆς ἀπένεμον, ἐξ ὧν μισθουμένων αἱ εἰς τὰς θυσίας ἐγίνοντο δαπάναι· οὐ γὰρ κατ' εὐσέβειαν ἔθυον τὰ ἱερεῖα, ἀλλὰ μισθούμενοι. ]
Γ Γαμηλία[ Γαμηλία: Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει καὶ Ἰσαῖος. καὶ Δίδυμος ὁ γραμματικὸς ἐν μὲν τοῖς Ἰσαίου ὑπομνήμασί φησιν εἶναι γαμηλίαν τὴν τοῖς φράτορσιν ἐπὶ γάμοις διδομένην, παρατιθέμενος λέξιν Φανοδήμου, ἐν ᾗ οὐδὲν τοιοῦτον γέγραπται. ἐν δὲ τοῖς εἰς Δημοσθένην ὁ αὐτὸς πάλιν γαμηλίαν φησὶν εἶναι τὴν εἰς τοὺς φράτορας εἰσαγωγὴν τῶν γυναικῶν, οὐδεμίαν ἀπόδειξιν τῆς ἐξηγήσεως παραθέμενος. ]
Δ Δεκατεύειν[ Δεκατεύειν: Δημοσθένης κατ’ Ἀνδροτίωνος οὐ γὰρ αὐτοὺς δεκατεύοντες ἀντὶ τοῦ τὴν δεκάτην εἰσπραττόμενοι καὶ οἷον λαφυραγωγοῦντες· τὰ γὰρ ἐκ τῶν πολεμίων ληφθέντα ἐδεκάτευον τοῖς θεοῖς. Δημοσθένους δ' ἐν τῷ κατὰ Μέδοντος περί τινος παρθένου λέγοντος οὕτως οὐ δεκατεῦσαι ταύτην οὐδὲ μυῆσαι, Δίδυμος ὁ γραμματικὸς περὶ τούτου βιβλίον γράψας φησὶν ὅτι τὸ δεκατεῦσαι Λυσίας ἐν τῷ περὶ τῆς Φρυνίχου θυγατρὸς ἀρκτεῦσαι εἴρηκεν. δεκατεῦσαι μέντοι, φησὶν, κυρίως ἐλέγετο τὸ καθιερῶσαι, ἐπειδήπερ ἔθος ἦν Ἐλληνικὸν τὰς δεκάτας τῶν περιγινομένων τοῖς θεοῖς καθιεροῦν. ἴσως δὲ τὸ ἀρκτεῦσαι δεκατεῦσαι εἴρηκεν ὁ ῥήτωρ, ἐπειδὴ αἱ δεκέτιδες ἤρκτευον. ]
Δ Δερμηστής[ Δερμηστής: Λυσίας ἐν τῷ πρὸς Εὐπείθην. Δίδυμος μὲν ἀποδίδωσι τὸν σκώληκα οὕτω λέγεσθαι τῷ Σοφοκλεῖ ἐν Νιόβῃ, ἐν ζʹ τῆς ἀπορουμένης λέξεως, Ἀρίσταρχος δὲ τὸ Σοφόκλειον ἐξηγούμενος τὸν ὄφιν ἀπέδωκε. μήποτε δὲ μᾶλλον ἂν εἴη ὅστις τὰ δέρματα ἐσθίει δερμηστὴς, ὡς ὑποσημαίνεται καὶ ἐν ϛʹ Μιλησιακῶν Ἀριστείδου. ]
Ε Ἐλευθέριος Ζεύς[ Ἐλευθέριος Ζεύς: Ὑπερείδης τῷ μὲν τοίνυν Διῒ, ὦ ἄνδρες δικασταὶ, ἡ ἐπωνυμία γέγονε τοῦ ἐλευθέριον προσαγορεύεσθαι διὰ τὸ τοὺς ἐξελευθέρους τὴν στοὰν οἰκοδομῆσαι τὴν πλησίον αὐτοῦ. ὁ δὲ Δίδυμός φησιν ἁμαρτάνειν τὸν ῥήτορα· ἐκλήθη γὰρ ἐλευθέριος διὰ τὸ τῶν Μηδικῶν ἀπαλλαγῆναι τοὺς Ἀθηναίους. ὅτι δὲ ἐπιγέγραπται μὲν σωτὴρ, ὀνομάζεται δὲ καὶ ἐλευθέριος, δηλοῖ καὶ Μένανδρος. ]
Ε Ἔνθρυπτα[ Ἔνθρυπτα: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. Δίδυμος ὁ γραμματικὸς ἐν τῷ ὑπομνήματι τοῦ λόγου εἰπὼν ὡς τὰ ἔνθρυπτα ἐκκείμενον καὶ γνώριμον ἀπ' αὐτῆς ἔχει τῆς φωνῆς τὸ σημαινόμενον, περιεργότερόν τινα ἐκτίθεται ἐξήγησιν ἀμάρτυρον· εἰσὶ δὲ ἔνθρυπτα τὰ ἐκ πεμμάτων, ἢ τὰ ἐνθρυβόμενα βρώματα. ἔνιοι δὲ ταῖς τελεταῖς αὐτὰ προσοικειοῦσι· καὶ Ἀπόλλων δὲ παρ' Ἀθηναίοις Ἔνθρυπτος. ]
Ε Ἐξένιζε[ Ἐξένιζε: Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει διαβεβλήκασι γάρ μου τὸν πατέρα ὡς ἐξένιζε. μήποτε ἀντὶ τοῦ ξένος ἦν, καὶ οὐχ ὡς Δίδυμός φησιν, ἀντὶ τοῦ οὐκ Ἀττικῶς διελέγετο, ἀλλὰ ξενικῶς. ]
Ε Ἐπιδιετὲς ἡβῆσαι[ Ἐπιδιετὲς ἡβῆσαι: Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. Δίδυμός φησιν ἀντὶ τοῦ ἐὰν ιϛʹ ἐτῶν γένωνται· τὸ γὰρ ἡβῆσαι μέχρι ιδʹ ἔστιν. ἀλλ' οἱ ἔφηβοι παρ' Ἀθηναίοις ὀκτωκαιδεκαετεῖς γίνονται, καὶ μένουσιν ἐν τοῖς ἐφήβοις ἔτη βʹ, ἔπειτα τῷ ληξιαρχικῷ ἐγγράφονται γραμματείῳ, καθά φησιν Ὑπερείδης ἐν τῷ πρὸς Χάρητα ἐπιτροπικῷ· ἐπεὶ δὲ ἐνεγράφην ἐγὼ καὶ ὁ νόμος ἀπέδωκε τὴν κομιδὴν τῶν καταλειφθέντων τῇ μητρὶ, ὃς κελεύει κυρίους εἶναι τῆς ἐπικλήρου καὶ τῆς οὐσίας ἁπάσης τοὺς παῖδας, ἐπειδὰν ἐπιδιετὲς ἡβῶσιν. ]
Ε Ἐσπαθᾶτο[ Ἐσπαθᾶτο: Δημοσθένης ἐν τῷ κατ' Αἰσχίνου [+]. Δίδυμός φησιν ἀντὶ τοῦ ἀπώλλυτο, παρὰ τὴν σπάθην, σπάθη δέ ἐστι ξίφος. μήποτε δὲ ἀπὸ τῶν ὑφαινόντων ἡ μεταφορά· σπάθῃ γὰρ χρῶνται. καὶ Ἀριστοφάνης Νεφέλαις ὦ γύναι, λίαν σπαθᾷς. ]
Ε Ἑωλοκρασία[ Ἑωλοκρασία: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος αἴτιος δ' οὗτος ὥσπερ ἑωλοκρασίαν τινά μου τῆς πονηρίας τῆς αὑτοῦ κατασκεδάσας. Δίδυμος δὲ οὗτος χθὲς καὶ πρώην ἃ ἐκέρασε πράγματα, τήμερόν μου καταχεῖ καὶ ἐμὲ πρᾶξαί φησι. ]
Θ Θέτης[ Θέτης: μήποτε θέτην λέγουσι τὸν ὑποθήκην τεθεικότα, οὐχ ὡς Δίδυμος τὸν εἰσποιησάμενον· θετοὺς γὰρ ἔλεγον, φησὶ, τοὺς εἰσποιητούς. ]
Θ Θύστιον[ Θύστιον: Αἰσχίνης κατὰ Κτησιφῶντος. πόλις ἐστὶ τῆς Αἰτωλίας, καθά φησι Δίδυμος ἐπαγόμενος μαρτύριον ἐκ τῆς αʹ Νικάνδρου τῶν Αἰτωλικῶν. ἡμεῖς μέντοι ἐν τοῖς Ἀττικιανοῖς διὰ τοῦ τ Θύστιον εὕρομεν γεγραμμένον. ]
Κ Κραυαλλίδαι[ Κραυαλλίδαι: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. Δίδυμός φησι δεῖν γράφεσθαι Κραυγαλλίδαι· οὕτω γὰρ λέγεσθαι τὴν ἐν Φωκεῦσι πλησίον Κίρρας χώραν Κραυγάλλιον, ὡς καὶ Ξεναγόρας ἐν δʹ Χρόνων ἱστορεῖ. ]
Κ Κυμβίον[ Κυμβίον: Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. εἶδός τι ἐκπώματος τὸ κυμβίον. φησὶ δὲ Δίδυμος ἐπίμηκες αὐτὸ εἶναι καὶ στενὸν καὶ τῷ σχήματι παρόμοιον τῷ πλοίῳ ὃ καλεῖται κυμβίον. ]
Λ Λυκιουργεῖς[ Λυκιουργεῖς: Δημοσθένης ἐν τῷ πρὸς Τιμόθεον. Δίδυμός φησι τὰς ὑπὸ Λυκίου κατεσκευασμένας φιάλας, τοῦ Μύρωνος υἱοῦ, οὕτως εἰρῆσθαι. ἀγνοεῖν δὲ ἔοικεν ὁ γραμματικὸς ὅτι τὸν τοιοῦτον σχηματισμὸν ἀπὸ κυρίων ὀνομάτων οὐκ ἄν τις εὕροι γινόμενον, μᾶλλον δὲ ἀπὸ πόλεων καὶ ἐθνῶν· κλίνη Μιλησιουργής Κριτίας φησὶν ἐν τῇ Λακεδαιμονίων πολιτείᾳ. μήποτ' οὖν γραπτέον καὶ παρ' Ἡροδότῳ ἐν τῇ ζʹ, ἀντὶ τοῦ προβόλους δύο Λυκοεργέας, Λυκιεργέας, ἵνα ὥσπερ παρὰ τῷ Δημοσθένει οὕτως ὀνομάζηται τὰ ἐν Λυκίᾳ εἰργασμένα. ]
Μ Ματρυλεῖον[ Ματρυλεῖον: Δείναρχος ἐν τῷ κατὰ Προξένου. Ἡρακλέων καὶ Δίδυμος τόπον τινά φασιν εἶναι ἐν ᾧ γρᾶες διατρίβουσαι δέχονται τοὺς βουλομένους καταμεθυσθῆναι· Μένανδρος Ἐπιτρέπουσιν οὐκ οἰμώξεται καταφθαρεὶς ἐν ματρυλείῳ τὸν βίον]
Ξ Ξηραλοιφεῖν[ Ξηραλοιφεῖν: Αἰσχίνης κατὰ Τιμάρχου. ξηραλοιφεῖν ἔλεγον τὸ χωρὶς λουτρῶν ἀλείφεσθαι, ὡς Δίδυμος ἐν κηʹ Τραγικῆς λέξεως καὶ Νίκανδρος ἐν ιηʹ Ἀττικῆς διαλέκτου, προστιθεὶς ὅτι μήποτε καὶ τὸ ὑπὸ τῶν ἀλειπτῶν λεγόμενον ξηροτριβεῖσθαι οὕτως ἐλέγετο. Σοφοκλῆς Πηλεῖ καὶ ξηραλοιφῶν εἵματος διὰ πτυχῶν. ]
Ο Οἰκίσκωι[ Οἰκίσκωι: ἀντὶ τοῦ μικρῷ τινι οἴκῳ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἐκάλουν δὲ οἱ Ἀττικοὶ τὸ ὑφ' ἡμῶν λεγόμενον ὀρνιθοτροφεῖον οἰκίσκον· Ἀριστοφάνης Πελαργοῖς, Μεταγένης Αὔραις. ἐκ τούτων δ' ἔοικε πλανώμενος ὁ Δίδυμος καὶ τὸ Δημοσθενικὸν ἐξηγεῖσθαι. ]
Ο Ὁ κάτωθεν νόμος[ Ὁ άτωθεν νόμος: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. Δίδυμος ἤτοι φησὶ τὴν ἡλιαίαν λέγει ὁ ῥήτωρ διὰ τὸ τῶν δικαστηρίων τὰ μὲν ἄνω, τὰ δὲ κάτω ὀνομάζεσθαι, ἢ διὰ τὸ σχῆμα τῆς ἐν τοῖς ἄξοσι γραφῆς βουστροφηδὸν γεγραμμένης τὸν ἀπὸ τῶν εὐωνύμων ἀρχόμενον νόμον κάτωθεν ὀνομάζει ὁ Δημοσθένης· ὅτι γάρ φησι βουστροφηδὸν ἦσαν οἱ ἄξονες καὶ οἱ κύρβεις γεγραμμένοι δεδήλωκεν Εὐφορίων ἐν τῷ Ἀπολλοδώρῳ. ἢ ἐπεί φησι τοὺς ἄξονας καὶ τοὺς κύρβεις ἄνωθεν ἐκ τῆς ἀκροπόλεως εἰς τὸ βουλευτήριον καὶ τὴν ἀγορὰν μετέστησεν Ἐφιάλτης, ὥς φησιν Ἀναξιμένης ἐν Φιλιππικοῖς. ]
Ο Ὀξυθύμια[ Ὀξυθύμια: Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου φησὶ περὶ οὗ πολλῷ ἂν δικαιότερον ἐν τοῖς ὀξυθυμίοις ἡ στήλη σταθείη ἢ ἐν τοῖς ἡμετέροις ἱεροῖς. ἔνιοι μὲν, ὧν ἐστι καὶ Ἀρίσταρχος, ὀξυθύμια λέγεσθαί φασι τὰ ξύλα ἀφ' ὧν ἀπάγχονταί τινες, ἀπὸ τοῦ ὀξέως τῷ θυμῷ χρῆσθαι· ταῦτα δ' ἐκκόπτοντες ἐξορίζουσι καὶ καίουσι. Δίδυμος δὲ Αὐτοκλείδου λέξιν παραγράψας ἐκ τῶν ἐξηγητικῶν φησιν, ὀξυθύμια τὰ καθάρματα λέγεται καὶ ἀπολύματα· ταῦτα γὰρ ἀποφέρεσθαι εἰς τὰς τριόδους, ὅταν τὰς οἰκίας καθαίρωσιν. ἐν δὲ τῷ ὑπομνήματι τῷ κατὰ Δημάδου τὰ ἐν ταῖς τριόδοις φησὶν Ἑκαταῖα, ὅπου τὰ καθάρσια ἔφερόν τινες, ἃ ὀξυθύμια καλεῖται. Εὔπολις Δήμοις ὃν χρῆν ἔν τε ταῖς τριόδοις κἀν τοῖς ὀξυθυμίοις προστρόπαιον τῆς πόλεως κάεσθαι τετριγότα. ἔστι τοὔνομα καὶ παρὰ Πυθέᾳ ἐν τῷ κατὰ Ἀδειμάντου. ]
Ο Ὅσιον[ Ὅσιον: Ὑπερείδης ἐν τῷ πρὸς Ἀριστογείτονά φησι καὶ τὰ χρήματα τά τε ἱερὰ καὶ τὰ ὅσια, ὅ τε Ἰσοκράτης Ἀρεοπαγιτικῷ καὶ τοῖς ἱεροῖς καὶ τοῖς ὁσίοις. ὅτι δὲ τὰ ὅσια τὰ δημόσια δηλοῖ Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους σαφῶς διδάσκει περὶ τούτων· καὶ τὰ μὲν ἱερὰ, τὰς δεκάτας τῆς θεοῦ καὶ τὰς πεντηκοστὰς τῶν ἄλλων θεῶν, σεσυληκότες καὶ μετ' ὀλίγα τὰ δὲ ὅσια ἃ ἐγίνετο ἡμέτερα κεκλοφότες. Δίδυμος δὲ διχῶς φησὶν ἔλεγον τὸ ὅσιον, τό τε ἱερὸν καὶ τὸ ἰδιωτικόν. ]
Π Παιανιεῖς καὶ Παιονίδαι[ Παιανιεῖς καὶ Παιονίδαι: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος ὅτ' ἐγράψατο εἰς Ἄρειον πάγον Δημομέλη τὸν Παιανιέα ἀνεψιὸν ὄντα. Δίδυμος γραπτέον εἶναί φησι Παιανιᾶ, χωρὶς τοῦ ε. εἰσὶ δὲ διττοὶ δῆμοι Παιανιέων τῆς Πανδιονίδος φυλῆς, οὓς Διόδωρος καλεῖσθαί φησι Παιανίαν καθύπερθεν καὶ Παιανίαν ὑπένερθεν· ὁμοίως δ' ἑκατέρου τῶν δήμων τὸν δημότην καλεῖσθαί φησι Παιανιέα. διαφέρουσι δὲ οὗτοι τῶν Παιονιδῶν, ὡς Ἴστρος ἐν Ἀτάκτῳ ὑποσημαίνει. μνημονεύουσι δὲ καὶ τούτων οἱ ῥήτορες, ὥσπερ καὶ Δείναρχος ἐν τῷ κατὰ Στεφάνου περὶ τοῦ ὀχετοῦ. δῆμος δέ ἐστιν οὗτος τῆς Λεοντίδος, ὡς ὁ αὐτὸς Διόδωρος δηλοῖ. ]
Π Πανδαισία[ Πανδαισία: Ἰσαῖος ἐν τῷ πρὸς Μέδοντα. ἔστι μὲν τοὔνομα πολλάκις καὶ ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ, πανδαισία δέ ἐστι τὸ πάντα ἔχειν ἄφθονα καὶ μηδὲν ἐλλείπειν ἐν τῇ δαιτί. ἡ γὰρ τοῦ Διδύμου ἀπόδοσις περίεργος. ]
Π Παρασκήνια[ Παρασκήνια: Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. ἔοικε παρασκήνια καλεῖσθαι, ὡς καὶ Θεόφραστος ἐν κʹ Νόμων ὑποσημαίνει, ὁ παρὰ τὴν σκηνὴν ἀποδεδειγμένος τόπος ταῖς εἰς τὸν ἀγῶνα παρασκευαῖς. ὁ δὲ Δίδυμος τὰς ἑκατέρωθεν τῆς ὀρχήστρας εἰσόδους οὕτω φησὶ καλεῖσθαι. ]
Π Πέλανος[ Πέλανος: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. πολλάκις ἐστὶ τοὔνομα παρὰ πολλοῖς τῶν ἀρχαίων. Ἀπολλώνιος δ' Ἀχαρνεὺς ἐν τῷ περὶ τῶν ἑορτῶν οὕτω γράφει ὁμοίως δὲ καὶ ὁ προσαγορευόμενος πέλανος. λέγεται δὲ πέμματά τινα τοῖς θεοῖς γινόμενα ἐκ τοῦ ἀφαιρεθέντος σίτου ἐκ τῆς ἅλω. Σαννυρίων δ' ἐν Γέλωτί φησι πέλανον * * * * * ἃ καλεῖτε σεμνῶς ἄλφιθ' ὑμεῖς οἱ βροτοί. Δίδυμος δὲ κυρίως φησὶ τὸ ἐκ τῆς παιπάλης πέμμα, ἐξ ἧς ποιοῦνται πέμματα, ἢ καὶ ἀπὸ τοῦ πεπλατύνθαι, ἢ ὅτι λευκά ἐστιν· Ὅμηρος ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας. ἢ διὰ τὸ φανὸν εἶναι, ὅ ἐστι λευκόν. Εὐριπίδης μέντοι ἐν τῷ Ὀρέστῃ ἰδίως φησὶν ἐκ δ' ὄμορξον ἀθλίου στόματος ἀφρώδη πέλανον. ὅπερ τὸν ἐπὶ τοῦ στόματος ἀφρὸν δηλοῖ. ]
Π Περὶ τῆς ἐν Δελφοῖς σκιᾶς[ Περὶ τῆς ἐν Δελφοῖς σκιᾶς: Δημοσθένης Φιλιππικοῖς. Δίδυμός φησι τὴν περὶ ὄνου σκιᾶς παροιμίαν παραπεποιῆσθαι ὑπὸ τοῦ ῥήτορος λέγοντος περὶ τῆς ἐν Δελφοῖς σκιᾶς, λέγεσθαι δ' αὐτὴν ἐπὶ τοῖς περὶ τῶν μηδενὸς ἀξίων μαχομένοις. ]
Π Περίστοιχοι[ Περίστοιχοι: Δημοσθένης ἐν τῷ πρὸς Νικόστρατον περὶ τῶν Ἀρεθουσίου ἀνδραπόδων φυτευτήρια ἐλαῶν περιστοίχων κατέκλασεν. Δίδυμος δέ τι γένος ἐλαιῶν περιστοίχους καλεῖ, ἃς Φιλόχορος στοιχάδας προσηγόρευσε. μήποτε δὲ περιστοίχους κέκληκεν ὁ ῥήτωρ τὰς κύκλῳ περὶ τὸ χωρίον ἐν στοίχῳ πεφυκυίας. ]
Π Ποδοκάκκη[ Ποδοκάκκη: Δημοσθένης κατὰ Τιμοκράτους. τὸ ξύλον τὸ ἐν τῷ δεσμωτηρίῳ οὕτως ἐκαλεῖτο, ἤτοι παρεμβεβλημένου τοῦ ἑτέρου κ, ποδῶν τις κάκωσις οὖσα, ἢ κατὰ συγκοπὴν, ὥς φησι Δίδυμος, οἷον ποδοκατοχή. Λυσίας δ' ἐν τῷ κατὰ Θεομνήστου, εἰ γνήσιος, ἐξηγεῖται τοὔνομα· φησὶ γὰρ ἡ ποδοκάκκη αὐτό ἐστιν ὃ νῦν καλεῖται ἐν τῷ ξύλῳ δεδέσθαι. ]
Π Πολύστρατος[ Πολύστρατος: Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου, εἰ γνήσιος. Πολύστρατος αἰτίαν ἔχων τοὺς Ἑρμᾶς περικόψαι ἀνῃρέθη ὑπὸ Ἀθηναίων. ἕτερος δ' ἂν εἴη Πολύστρατος ὑπὲρ οὗ λόγος ἐστὶ Λυσίᾳ ἐπιγραφόμενος ὑπὲρ Πολυστράτου δήμου καταλύσεως ἀπολογία. ἄλλος δ' ἂν εἴη Πολύστρατος οὗ Δημοσθένης μνημονεύει ἐν Φιλιππικοῖς, λέγων αὐτόν ποτε ἐν Κορίνθῳ ξενικὸν τρέφειν. μήποτε μέντοι ἐνταῦθα δεῖ γράφειν Πολύτροπον ἀντὶ τοῦ Πολυστράτου· παρὰ μηδενὶ γάρ φησιν ὁ Δίδυμος εὑρηκέναι τὸν Πολύστρατον ἡγησάμενον τοῦ ἐν Κορίνθῳ ξενικοῦ. τὸν Πολύτροπον μὲν οὖν ἐν τῇ ϛʹ τῶν Ἑλληνικῶν Ξενοφῶντος εὗρον· ἀλλ' οὔτε τὸ ξενικὸν τοῦτο ἔφησεν ὁ Ξενοφῶν τρέφεσθαι ὑπ' Ἀθηναίων οὔτε αὐτὸς Ἀθηναῖος ἦν ὁ Πολύτροπος. ]
Π Προκώνια[ Προκώνια: Λυκοῦργος κατὰ Μενεσαίχμου. Δίδυμος προκώνιά φησίν ἐστι πυροὶ μέλιτι κεχρισμένοι. Ἀριστοφάνης δ' ὁ γραμματικὸς καὶ Κράτης τὰ ἐξ ἀφρύκτων κριθῶν οὕτω φασὶν ὀνομάζεσθαι. ἔοικε δὲ καὶ ἐκ πυρῶν καὶ ἐκ κριθῶν γίνεσθαι, ὡς Αὐτοκλείδης ἐν τοῖς ἐξηγητικοῖς ὑποσημαίνει. Δήμων δ' ἐν τῷ περὶ θυσιῶν φησι καὶ προκώνιά ἐστι κάχρυς κατηρειγμέναι μετὰ ἀρωμάτων. ]
Π Πρόπεμπτα[ Πρόπεμπτα: Λυσίας ἐν τῷ πρὸς τὴν Μιξιδήμου γραφὴν, εἰ γνήσιος, καὶ Δημοσθένης ἐν τῷ περὶ τοῦ Ἁγνίου κλήρου. Δίδυμος μήποτέ φησιν ἄλλα τινά ἐστιν ἐπιτίμια τὰ πρὸ τῆς καταβολῆς· εἰσὶ γὰρ οἳ τὰ πέμπτα τῶν τιμημάτων παρακαταβάλλεσθαί φασιν, ὡς Λυσίας ἐν τῷ κατὰ Ἀπολλοδώρου ὑποσημαίνει. εἰ μὴ ἄρα πρόπεμπτα ὡς Δημοσθένης πρὸ ἡμερῶν πέντε· ταῖς γὰρ μεγάλαις δίκαις οὐκ ἤρκει μία ἡμέρα πρὸς τὴν κρίσιν. ]
Π Προστασία[ Προστασία: Δημοσθένης ἐν τῷ κατὰ Ὀνήτορος ταῦτα οὐχ ὁμολογουμένη προστασία ἀντὶ τοῦ βοήθεια προϊσταμένου τινὸς καὶ ἐπικουροῦντος τῷ ἀδικουμένῳ. Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας ὡς δεῖ τὰ τῆς Ἀθηναίων ἀκροπόλεως προπύλαια μετενεγκεῖν εἰς τὴν προστασίαν τῆς Καδμείας. Δίδυμος τὴν προστασίαν φησὶ κεῖσθαι ἀντὶ τῆς προστάσεως, τουτέστι τῆς ὑπ' ἐνίων προστάδος καλουμένης. ]
Π Πυθαέα[ Πυθαέα: Ὑπερείδης πρὸς Ἀπελλαῖον. ἄπορον πῶς ἀπὸ τούτου ἐσχημάτισται παρὰ τῷ Διδύμῳ· καὶ γὰρ οὐ δι' ὧν παρέθετο ὁ γραμματικὸς ὠνόμασε τὰ Πύθια ἑορτὴν, ἀλλὰ τὸν Πύθιον Ἀπόλλωνα. ]
Π Πωλῶσι[ Πωλῶσι: Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας ἢ ἐν τῇ ἀγορᾷ πωλῶσί τι ἀποπεφασμένως. Δίδυμός φησιν ἀντὶ τοῦ πορνεύωσι φανερῶς· πωλεῖν γὰρ τὸ παρέχειν ἑαυτὴν τοῖς βουλομένοις, ὅθεν καὶ τὸ πορνεύειν, ὅπερ ἐστὶ περνάναι. ἐγὼ δέ φημι ὅτι κυρίως ἔταξε νῦν ὁ ῥήτωρ τὸ πωλεῖν· φησὶ γὰρ τὸν νόμον οὐκ ἐᾶν ἐπὶ ταύταις μοιχὸν λαβεῖν, ὁπόσαι ἂν ἐπ' ἐργαστηρίου κάθωνται ἢ ἐν τῇ ἀγορᾷ πωλῶσί τι ἀποπεφασμένως. ]
Σ Στρωτήρ[ Στρωτήρ: Λυκοῦργος κατ' Ἰσχυρίου. τὰ μικρὰ δοκίδια τὰ ἐπάνω τῶν δουροδόκων τιθέμενα στρωτῆρας ἔλεγον, ὥς φησι Δίδυμος. ἔστι τοὔνομα καὶ ἐν Βαβυλωνίοις Ἀριστοφάνους. ]
Τ Τοὺς ἑτέρους τραγωιδοὺς ἀγωνιεῖται[ Τοὺς ἑτέρους τραγωιδοὺς ἀγωνιεῖται: Λυκοῦργος ἐν τῷ πρὸς Δημάδην. Δίδυμός φησιν ὅτι παροιμία ἐστὶν ἐπὶ τῶν ἁρμοζομένων καὶ σεμνοποιούντων ἑαυτοὺς πρὸς τὰ ἐναντία. ]
Φ Φαρμακός[ Φαρμακός: Λυσίας ἐν τῷ κατ’ Ἀνδοκίδου [+] ἀσεβείας, εἰ γνήσιος. δύο ἄνδρας Ἀθήνησιν ἐξῆγον καθάρσια ἐσομένους τῆς πόλεως ἐν τοῖς Θαργηλίοις, ἕνα μὲν ὑπὲρ τῶν ἀνδρῶν, ἕνα δὲ ὑπὲρ τῶν γυναικῶν. ὅτι δὲ ὄνομα κύριόν ἐστιν ὁ Φαρμακὸς, ἱερὰς δὲ φιάλας τοῦ Ἀπόλλωνος κλέψας ἁλοὺς ὑπὸ τῶν περὶ τὸν Ἀχιλλέα κατελεύσθη, καὶ τὰ τοῖς Θαργηλίοις ἀγόμενα τούτων ἀπομιμήματά ἐστιν, Ἴστρος ἐν αʹ τῶν Ἀπόλλωνος ἐπιφανειῶν εἴρηκεν. Δημοσθένους δ' ἐν τῷ κατ' Ἀριστογείτονος λέγοντος οὗτος οὖν αὐτὸν ἐξαιρήσεται ὁ φαρμακός Δίδυμος προπερισπᾶν ἀξιοῖ τοὔνομα· ἀλλ' ἡμεῖς οὐχ εὕρομεν οὕτω που τὴν χρῆσιν. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).

This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.

* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License