Digital Harpocration
Harpocrationis Lexicon in decem oratores atticos ex recensione Gulielmi Dindorfii

Authors Catalog

Aeschines (Aeschines) - urn:cts:greekLit:tlg0026

Place of death (Wikidata Statement)

Samos (Wikidata) (Pleiades)

Significant Place (Wikidata Statement)

Kothokidai (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

politician (Wikidata)

diplomat (Wikidata)

orator (Wikidata)

writer (Wikidata)

philosopher (Wikidata)

Works

urn:cts:greekLit:tlg0026.harp001 - Against Timarchus
urn:cts:greekLit:tlg0026.harp002 - On the False Embassy
urn:cts:greekLit:tlg0026.harp003 - Against Ctesiphon

Α Ἀγρίους[ Ἀγρίους: Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου τοὺς σφόδρα ἐπτοημένους περὶ τὰ παιδικὰ καὶ χαλεποὺς παιδεραστάς φησι. καὶ ἄγριον κυβευτὴν Μένανδρος λέγει τὸν σφόδρα κυβεύειν ἐσπουδακότα. ]
Α Ἀδύνατοι[ Ἀδύνατοι: Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. οἱ ἐντὸς τριῶν μνῶν κεκτημένοι, τὸ δὲ σῶμα πεπηρωμένοι. ἐλάμβανον δὲ οὗτοι δοκιμασθέντες ὑπὸ τῆς βουλῆς βʹ ὀβολοὺς τῆς ἡμέρας ἑκάστης, ἢ ὀβολὸν, ὥς φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ, ὡς δὲ Φιλόχορός φησιν, θʹ δραχμὰς κατὰ μῆνα. ἔστι δὲ καὶ λόγος τις, ὡς λέγεται, Λυσίου περὶ τοῦ ἀδυνάτου, ἐν ᾧ ὡς ὀβολὸν λαμβάνοντος μέμνηται. ]
Α Ἀζηνιεύς[ Ἀζηνιεύς: Ἀζηνία δῆμός ἐστι φυλῆς τῆς Ἱπποθωντίδος, καὶ ὁ δημότης Ἀζηνιεύς· Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. ]
Α Ἀζήτητον[ Ἀζήτητον: τὸ ζήτησιν καὶ κατηγορίαν ἔχειν κεκωλυμένον παρ' Αἰσχίνῃ ἐν τῷ κατὰ Κτησιφῶντος. ]
Α Ἁλόννησος[ Ἁλόννησος: νησύδριον ἐν τῷ Αἰγαίῳ πελάγει· Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος, ὡς καὶ Ἀρχέμαχος ἐν δʹ τῶν Εὐβοϊκῶν. μνημονεύει δὲ τῆς ἀμφισβητήσεως τῆς περὶ Ἁλοννήσου καὶ Θεόπομπος ἐν δʹ καὶ Ἀναξιμένης ἐν δʹ Φιλιππικῶν. ]
Α Ἀμοργός[ Ἀμοργός: ἔστι παραπλήσιόν τι βύσσῳ· Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. μνημονεύουσι δὲ οἱ κωμικοὶ πολλάκις τῶν ἀμοργίνων, ὡς καὶ Ἀριστοφάνης Λυσιστράτῃ καὶ Εὔπολις Πόλεσιν. ]
Α Ἀναγεῖς[ Ἀναγεῖς: Αἰσχίνης κατὰ Κτησιφῶντος. διὰ μὲν τοῦ α τοὺς ἀνάγνους· ἐὰν δὲ ἐναγεῖς, τοὺς ἐν τῷ ἄγει, τουτέστιν ἐν τῷ μιάσματι. ]
Α Ἀναγυράσιος[ Ἀναγυράσιος: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. δῆμός ἐστιν Ἀναγυροῦς τῆς Ἐρεχθηΐδος φυλῆς, ἔνθεν ὁ δημότης Ἀναγυράσιος. ]
Α Ἀναφλύστιοι[ Ἀναφλύστιοι: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. Ἀνάφλυστος δῆμος τῆς Ἀντιοχίδος. ἔνιοι δὲ ὡς πόλεως τῆς Ἀναφλύστου μνημονεύουσιν. ]
Α Ἀνδοκίδου Ἑρμῆς[ Ἀνδοκίδου Ἑρμῆς: Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου ἔπειτα τὸν Ἑρμῆν τὸν Ἀνδοκίδου καλούμενον οὐκ Ἀνδοκίδου, ἀλλ' Αἰγηΐδος φυλῆς εἶναι ἀνάθημα. καὶ αὐτὸς Ἀνδοκίδης ἐν τῷ περὶ τῶν μυστηρίων ὅτι τῆς Αἰγηΐδος εἴη τὸ ἀνάθημα εἴρηκεν, ὥστε ὁ Δοῦρις αὐτοσχεδιάζει Ἀνδοκίδου αὐτὸ εἶναι λέγων. ]
Α Ἀντιγραφεύς[ Ἀντιγραφεύς: ὁ καθιστάμενος ἐπὶ τῶν καταβαλλόντων τινὰ τῇ πόλει χρήματα, ὥστε ἀντιγράφεσθαι ταῦτα· Δημοσθένης ἐν τῷ κατ' Ἀνδροτίωνος καὶ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. διττοὶ δὲ ἦσαν ἀντιγραφεῖς, ὁ μὲν τῆς διοικήσεως, ὥς φησι Φιλόχορος, ὁ δὲ τῆς βουλῆς, ὡς Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. ]
Α Ἀντίθεσις[ Ἀντίθεσις: Ἰσοκράτης Παναθηναϊκῷ. σχῆμα λέξεώς ἐστιν ἡ ἀντίθεσις, καθ' ἣν ἀντιτιθέασιν ἀλλήλοις τὰ ἐναντία ἤτοι κατὰ μέρος ἢ ἀθρόα. καὶ κατὰ μέρος μὲν, ὡς Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος ἐδίδασκες γράμματα, ἐγὼ δ' ἐφοίτων καὶ τὰ ἑξῆς. ἀθρόως δὲ πάντων πρὸς πάντα, ὡς ὁ αὐτὸς Δημοσθένης ἐν τῷ κατὰ Μειδίου ἀπὸ τοῦ ὁ μέν γε ὑπὸ φίλου ἕως τοῦ βαδίζειν χορηγοῦντι. λέγεται δὲ καὶ ἀντίθετον τὸ αὐτὸ σχῆμα, ὡς Αἰσχίνης ἐν τῇ περὶ τῆς πρεσβείας ἀπολογίᾳ. ]
Α Ἀπόκρισις[ Ἀπόκρισις: ἡ ἀπολογία· Λυσίας καὶ Δημοσθένης κατ' [+] Αἰσχίνου [+] [+] ἀπόκριναι γὰρ δεῦρο παρελθών μοι. Εὔπολις Πόλεσιν ὡς ὑμῖν πάντως ἐγὼ ἀποκρινοῦμαι πρὸς τὰ κατηγορούμενα. ]
Α Ἀργᾶς[ Ἀργᾶς: Αἰσχίνης περὶ τῆς ἀποδόσεως. πιθανώτερόν ἐστι λέγειν ὅτι Δωριεῖς, μάλιστα δ' Ἀργεῖοι, τὸν ὄφιν ἀργᾶν ἐκάλουν, ὡς Ἀχαιὸς ἐν Ἀδράστῳ. Τιμαχίδας δὲ Ῥόδιος οὐ κατὰ γλῶτταν καλεῖσθαι τὸν ὄφιν ἀργᾶν φησὶν, ἀλλὰ γένος τι εἶναι ὄφεως τοὺς ἀργᾶς· λέγεσθαι οὖν εἰκὸς τὸν Δημοσθένην, ἐπιτροπῆς τοῖς ἐπιτρόποις δίκας λαγχάνοντα, ὄφιν διὰ τὸ θηριῶδες. καὶ αὐτὸς τοὺς τοιούτους ὄφεσιν εἰκάζει ἐν τῷ κατ' Ἀριστογείτονος. ἐν μέντοι τοῖς Ἀττικιανοῖς ἐγέγραπτο ἅρπαξ. ἔνιοι δὲ τοῦ δράκοντος εἶναί φασι τὸ ἀργᾶν ἐπίθετον. ]
Α Ἀτίμητος ἀγὼν καὶ τιμητός[ Ἀτίμητος ἀγὼν καὶ τιμητός: ὁ μὲν τιμητὸς ἐφ' ᾧ τίμημα ὡρισμένον ἐκ τῶν νόμων οὐ κεῖται, ἀλλὰ τοὺς δικαστὰς ἔδει τιμᾶσθαι ὅ τι χρὴ παθεῖν ἢ ἀποτῖσαι· ὁ δὲ ἀτίμητος τοὐναντίον ᾧ πρόσεστιν ἐκ τῶν νόμων ὡρισμένον τίμημα, ὡς μηδὲν δεῖν τοὺς δικαστὰς διατιμῆσαι. Αἰσχίνης κατὰ Κτησιφῶντος, Δημοσθένης κατὰ Μειδίου. ]
Α Αὔλια[ Αὔλια: Λυσίας ἐν τῇ κατὰ Διοδότου καὶ Αἰσχίνης κατὰ Κτησιφῶντος ἤτοι ἀντὶ τοῦ ἐπαύλεις, ἢ ἀντὶ τοῦ μικρὰς αὐλάς. ]
Α Αὐτοκλείδης[ Αὐτοκλείδης: Αἰσχίνης κατὰ Τιμάρχου Κηδωνίδην καὶ Αὐτοκλείδην καὶ Θέρσανδρον. οὗτοι παιδερασταὶ σφοδροὶ, ὡς καὶ Ἀριστογείτων κατὰ Τιμάρχου. ]
Α Ἀφοσιῶ[ Ἀφοσιῶ: ἀντὶ τοῦ ἀποκαθαίρω, ἀφαγνίζω Αἰσχίνης κατὰ Κτησιφῶντος. τὸ δὲ μὴ ἐντελῶς τι ποιῆσαι, ἀλλ' ὥσπερ ὁσίας ἕνεκεν, ἀφοσιώσασθαι εἶπεν Ἰσαῖος ἐν τῷ πρὸς Ἕρμωνα. ]
Β Βάταλος[ Βάταλος: Αἰσχίνης ἐν τῷ παραπρεσβείας. κεκωμῴδηται δὲ ἐπὶ μαλακίᾳ. Εὔπολις δὲ τὸν πρωκτὸν βάταλον λέγει. μήποτε οὖν ἔνθεν τοὺς κιναίδους βατάλους καλοῦσι. ]
Γ Γάνος καὶ Γανιάδα[ Γάνος καὶ Γανιάδα: Αἰσχίνης κατὰ Κτησιφῶντος. χωρία ἐστὶ Θρᾳκικὰ, ὡς Ἀρτεμίδωρος. ]
Γ Γόργυρα[ Γόργυρα: τὸ κατὰ γῆς ὄρυγμα· Δείναρχος, Αἰσχίνης. ἔστι καὶ παρ' Ἡροδότῳ ἐν γʹ. ]
Δ Δημόσιος[ Δημόσιος: Δημοσθένης Φιλιππικοῖς. δημοσίους λέγουσι τοὺς τῆς πόλεως δούλους. Αἰσχίνης κατὰ Τιμάρχου ἄνθρωπον δημόσιον οἰκέτην τῆς πόλεως. ]
Δ Διαμεμετρημένη ἡμέρα[ Διαμεμετρημένη ἡμέρα: μέτρον τι ἐστὶν ὕδατος πρὸς μεμετρημένον ἡμέρας διάστημα ῥέον· ἐμετρεῖτο δὲ τῷ Ποσειδεῶνι μηνί. πρὸς δὴ τοῦτο ἠγωνίζοντο οἱ μέγιστοι καὶ περὶ τῶν μεγίστων ἀγῶνες. διενέμετο δὲ τρία μέρη τὸ ὕδωρ, τὸ μὲν τῷ διώκοντι, τὸ δὲ τῷ φεύγοντι, τὸ δὲ τρίτον τοῖς δικάζουσι. ταῦτα δὲ σαφέστατα αὐτοὶ οἱ ῥήτορες δεδηλώκασιν, ὥσπερ καὶ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος· Ἀριστοτέλης δ' ἐν τῇ Ἀθηναίων πολιτείᾳ διδάσκει περὶ τούτων. ἐπισκεπτέον δὲ τὸ παρ' Ἰσαίῳ ἐν τῷ κατ' Ἐλπαγόρου καὶ Δημοφάνους, πῶς μεμετρημένης τῆς ἡμέρας ὁτὲ μέν φησι χωρὶς ὕδατος γίνεσθαι τοὺς ἀγῶνας, ὁτὲ δὲ πρὸς ὕδωρ. ]
Δ Διασείστους[ Διασείστους: Αἰσχίνης κατὰ Τιμάρχου. ἐοίκασιν ὠνομάσθαι παρὰ τὸ κινεῖσθαι καὶ διασείεσθαι πρότερον, εἶτα βάλλεσθαι, ἵν' ἀκακούργητοι μᾶλλον ὦσι· Μένανδρος Πωλουμένοις. ]
Δ Διαψήφισις[ Διαψήφισις: ἰδίως λέγεται ἐπὶ τῶν ἐν τοῖς δήμοις ἐξετάσεων, αἳ γίγνονται περὶ ἑκάστου τῶν δημοτευομένων, εἰ τῷ ὄντι πολίτης καὶ δημότης ἐστὶν ἢ παρεγγέγραπται ξένος ὤν· Αἰσχίνης κατὰ Τιμάρχου. ἐντελέστατα δὲ διείλεκται περὶ τῶν διαψηφίσεων, ὡς γεγόνασιν ἐπὶ Ἀρχίου ἄρχοντος, Ἀνδροτίων ἐν τῇ Ἀτθίδι καὶ Φιλόχορος ἐν ϛʹ τῆς Ἀτθίδος. ]
Δ Δοκιμασθείς[ Δοκιμασθείς: ἀντὶ τοῦ εἰς ἄνδρας ἐγγραφείς Δημοσθένης ἐν τῷ κατὰ Ὀνήτορος. λέγεται δὲ καὶ ἐπὶ τῶν ἀρχόντων τὸ δοκιμασθῆναι, ὡς ὁ αὐτὸς ῥήτωρ ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει δηλοῖ. ἐλέγετο δὲ καὶ ἐπὶ τῶν πολιτευομένων, εἰ καὶ μηδ' ἡντιναοῦν ἦρχον ἀρχήν· ἐξητάζετο γὰρ αὐτῶν ὁ βίος ἐνίοτε, ὡς Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου φησίν. Λυκοῦργος δ' ἐν τῷ περὶ τῆς διοικήσεως γʹ δοκιμασίαι κατὰ τὸν νόμον φησὶ γίνονται, μία μὲν ἣν οἱ θʹ ἄρχοντες δοκιμάζονται, ἑτέρα δὲ ἣν οἱ ῥήτορες, τρίτη δὲ ἣν οἱ στρατηγοί. λέγει μέντοι ἐν τῷ αὐτῷ λόγῳ καὶ ἱππέων δοκιμασίαν. ]
Δ Δράκων[ Δράκων: οὗτος ἐπιφανέστατος νομοθέτης, ὡς Αἰσχίνης. ἕτερος δ' ἐστὶ Δράκων οὗ Ἰσοκράτης ἐν τῷ Πανηγυρικῷ μέμνηται. ]
Δ Δρομοκήρυκες[ Δρομοκήρυκες: Αἰσχίνης. οἱ λεγόμενοι ἡμεροδρόμοι. ]
Ε Ἐκκλητεύειν[ Ἐκκλητεύειν: τὸ εἰς κρίσιν ἄγειν, ἵν' ἐπάναγκές τις μαρτυρῇ· Αἰσχίνης ἐν τῇ περὶ τῆς πρεσβείας ἀπολογίᾳ. ]
Ε Ἐννέα ὁδοί[ Ἐννέα ὁδοί: Αἰσχίνης ἐν τῇ περὶ τῆς πρεσβείας ἀπολογίᾳ. τόπος ἐν Θρᾴκῃ περὶ τὴν Ἀμφίπολιν. ]
Ε Ἐξάγιστος[ Ἐξάγιστος: ἀντὶ τοῦ λίαν ἐναγὴς καὶ ἔμπλεως ἄγους. Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος ἐπί τινος λιμένος εἴρηκε τοὔνομα. ]
Ε Ἐξαράσασθαι[ Ἐξαράσασθαι: Αἰσχίνης κατὰ Κτησιφῶντος ὅτι χρυσᾶς ἀσπίδας ἀνέθηκε πρὸς τὸν καινὸν νεὼν πρὶν ἐξαράσασθαι. ἐξαράσασθαι δέ ἐστι τὸ ἐκτελέσαι τὰς ἀρὰς, τουτέστι τὰς εὐχὰς, ἃς ἐπὶ ταῖς ἱδρύσεσι τῶν ναῶν εἰώθασι ποιεῖσθαι. ]
Ε Ἐπαγγελία[ Ἐπαγγελία: σημαίνει μὲν καὶ ἄλλα, ἰδίως δὲ λέγεται ἐπὶ τῶν ἐγκαλούντων τινὶ δημηγορεῖν καὶ πολιτεύεσθαι οὐκ ἐξὸν, καὶ ἔστιν οἷον παραγγελία· Αἰσχίνης κατὰ Τιμάρχου. λέγεται δὲ παρ' αὐτοῖς τὸ ἐπαγγέλλεσθαι καὶ ἀντὶ τοῦ προστάττειν ἢ αἰτεῖσθαι, ὡς παρά τε Ἀντιφῶντι ἐν τῷ περὶ τοῦ Λινδίων φόρου καὶ Δημοσθένει ἐν τῷ περὶ πρεσβείας. ]
Ε Ἐπακτροκέλης[ Ἐπακτροκέλης: Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. εἶδος δ' ἐστὶ πλοίου σύνθετον ἔχον τὴν κατασκευὴν ἔκ τε ἐπακτρίδος καὶ κέλητος. ἦν δὲ ὡς ἐπίπαν λῃστρικὸν, ὡς καὶ Δείναρχος ἐν τῇ κατὰ Πολυεύκτου δοκιμασίᾳ. ]
Ε Ἐπικράτης[ Ἐπικράτης: Ἰσαῖος ἐν τῷ περὶ τῶν ἐν Μακεδονίᾳ ῥηθέντων. οὗτός ἐστιν ὁ τῶν Ἀθηναίων δημαγωγὸς ὁ σακεσφόρος ἐπικαλούμενος, οὗ μνημονεύει καὶ Δημοσθένης ἐν τῷ περὶ τῆς πρεσβείας. ἕτερος δ' ἐστὶν Ἐπικράτης οὗ μνημονεύει Λυκοῦργος ἐν τῷ περὶ διοικήσεως, λέγων ὡς χαλκοῦς ἐστάθη διὰ τὸν νόμον τὸν περὶ τῶν ἐφήβων, ὅν φασι κεκτῆσθαι ταλάντων ἑξακοσίων οὐσίαν. ἄλλος δ' ἐστὶν Ἐπικράτης Αἰσχίνου τοῦ ῥήτορος κηδεστὴς, ὡς δηλοῦται ὑπ' αὐτοῦ ἐν τῇ περὶ τῆς πρεσβείας ἀπολογίᾳ· οὗτος μέντοι ἐπωνύμιον εἶχε Κυρηβίων, ὡς Δημοσθένης φησὶν ἐν τῷ κατ' Αἰσχίνου [+]. ]
Ε Ἐπιλαχών[ Ἐπιλαχών: Αἰσχίνης κατὰ Κτησιφῶντος οὔτε λαχὼν οὔτ' ἐπιλαχὼν, ἀλλ' ἐκ παρασκευῆς πριάμενος. ἔοικε τὸ γιγνόμενον τοιοῦτον εἶναι. ἐκληροῦντο οἱ βουλεύειν ἢ ἄρχειν ἐφιέμενοι, ἔπειτα ἑκάστῳ τῶν λαχόντων ἕτερος ἐπελάγχανεν, ἵν' ἐὰν ὁ πρῶτος λαχὼν ἀποδοκιμασθῇ ἢ τελευτήσῃ, ἀντ' ἐκείνου γένηται βουλευτὴς ὁ ἐπιλαχὼν αὐτῷ. ὑποφαίνεται δὲ ταῦτα ἐν τῷ Πλάτωνος Ὑπερβόλῳ. ]
Ε Ἐπιστάτης[ Ἐπιστάτης: Ἰσαῖος ἐν τῷ κατ' Ἐλπαγόρου καὶ Δημοφάνους. δύο εἰσὶν οἱ καθιστάμενοι ἐπιστάται, ὁ μὲν ἐκ πρυτάνεων κληρούμενος ὁ δὲ ἐκ τῶν προέδρων, ὧν ἑκάτερος τίνα διοίκησιν διοικεῖ δεδήλωκεν ὁ Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. ἐλέγετο δ' ἐν τοῖς κοινοῖς καὶ ὁ ἐφεστηκὼς πράγματι ὁτῳοῦν, ὡς Ὑπερείδης τε ἐν τῷ κατὰ Δημοσθένους [+] καὶ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος φανερὸν ποιοῦσιν. ]
Ε Ἐργίσκη[ Ἐργίσκη: Αἰσχίνης κατὰ Κτησιφῶντος. καὶ ἡ Ἐργίσκη τῆς Θρᾴκης ἐστὶν, ὠνόμασται δὲ ἀπὸ Ἐργίσκου τοῦ Ποσειδῶνος καὶ Ἄβας νύμφης. ]
Ε Ἑρμαῖ[ Ἑρμαῖ: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος καὶ Ὑπερείδης ἐν τῷ περὶ τῶν Εὐβούλου δωρεῶν. ΜενεκλῆςΚαλλικράτης ἐν τῷ περὶ Ἀθηνῶν γράφει ταυτί ἀπὸ γὰρ τῆς Ποικίλης καὶ τῆς τοῦ βασιλέως στοᾶς εἰσὶν οἱ Ἑρμαῖ καλούμενοι· διὰ γὰρ τὸ πολλοὺς κεῖσθαι καὶ ὑπὸ ἰδιωτῶν καὶ ἀρχόντων ταύτην τὴν προσηγορίαν εἰληφέναι συμβέβηκεν. ἐφ' ἑνὸς δὲ αὐτῶν ἐπιγέγραπται γράμμασιν ἀρχαίοις ἀντ' εὐεργεσίης Ἀγαμέμνονα δῆσαν Ἀχαιοί. ὅτι δὲ καὶ Ἑρμῶν στοά τις ἐλέγετο δεδήλωκε καὶ Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. ὅτι δὲ ἐκαλοῦντό τινες καὶ Ἱππάρχειοι Ἑρμαῖ ἀπὸ Ἱππάρχου τοῦ Πεισιστράτου εἴρηται ἔν τε τῇ ἀρχαίᾳ κωμῳδίᾳ καὶ παρὰ Πλάτωνι ἐν τῷ Ἱππάρχῳ. ]
Ε Ἐσπαθᾶτο[ Ἐσπαθᾶτο: Δημοσθένης ἐν τῷ κατ' Αἰσχίνου [+]. Δίδυμός φησιν ἀντὶ τοῦ ἀπώλλυτο, παρὰ τὴν σπάθην, σπάθη δέ ἐστι ξίφος. μήποτε δὲ ἀπὸ τῶν ὑφαινόντων ἡ μεταφορά· σπάθῃ γὰρ χρῶνται. καὶ Ἀριστοφάνης Νεφέλαις ὦ γύναι, λίαν σπαθᾷς. ]
Ε Εὐρύβατον[ Εὐρύβατον: Αἰσχίνης κατὰ Κτησιφῶντος. Ἔφορος ἐν τῇ ηʹ Εὐρύβατόν φησιν ἄνδρα Ἐφέσιον λαβόντα χρήματα παρὰ Κροίσου ὥστε στρατιὰν συναγαγεῖν εἰς τὸν πόλεμον τὸν εἰς τοὺς Πέρσας, εἶτα προδότην γενόμενον ἐγχειρίσαι τὰ δοθέντα χρήματα τῷ Κύρῳ, καὶ ἐντεῦθεν τοὺς πονηροὺς Εὐρυβάτους καλεῖσθαι. ]
Ζ Ζηλοτυποῦν[ Ζηλοτυποῦν: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος ἀντὶ τοῦ μισοῦν· ζηλοῦν γὰρ τὸ μακαρίζειν, ζηλοτυπεῖν δὲ τὸ εἰς ἀπέχθειαν ἐληλυθέναι. ]
Η Ἡγεμονία δικαστηρίου[ Ἡγεμονία δικαστηρίου: Αἰσχίνης κατὰ Κτησιφῶντος. ἄλλαι πρὸς ἄλλους τῶν ἀρχόντων ἐλαγχάνοντο δίκαι, τὰς δὲ ἀπενεχθείσας αἱ ἀρχαὶ κατὰ τὸν αὐτῆς ἑκάστη νόμον εἰσῆγον εἰς δικαστήριον ἡγουμένη καὶ προεστῶσα, οἷον πρὸς μὲν τὸν ἄρχοντα αἱ τῶν ὀρφανῶν καὶ τῶν ἐπικλήρων, πρὸς δὲ τὸν βασιλέα αἱ τῆς ἀσεβείας, πρὸς δὲ τὸν πολέμαρχον τοῦ ἀποστασίου τε καὶ ἀπροστασίου, πρὸς δὲ τοὺς θεσμοθέτας αἱ τῆς ξενίας τε καὶ δωροξενίας καὶ συκοφαντίας καὶ δώρων καὶ ψευδεγγραφῆς καὶ ὕβρεως καὶ μοιχείας καὶ βουλεύσεως καὶ ἄλλων. ]
Η Ἡδύλειον[ Ἡδύλειον: Δημοσθένης ἐν τῷ κατ' Αἰσχίνου [+]. ὄρος ἐστὶν ἐν Βοιωτίᾳ τὸ Ἡδύλειον, ὡς καὶ Θεόπομπος ἐν τῇ κεʹ φησίν. ]
Η Ἡράκλεια[ Ἡράκλεια: Δημοσθένης ἐν τῷ κατ' Αἰσχίνου [+]. πολλῶν ὄντων τῶν κατὰ τὴν Ἀττικὴν Ἡρακλείων, νῦν ἂν ὁ Δημοσθένης μνημονεύοι ἤτοι τῶν ἐν Μαραθῶνι ἢ τῶν ἐν Κυνοσάργει· ταῦτα γὰρ μάλιστα διὰ τιμῆς εἶχον Ἀθηναῖοι. ]
Θ Θέμενος τὰ ὅπλα[ Θέμενος τὰ ὅπλα: ἀντὶ τοῦ περιθέμενος καὶ ὁπλισάμενος Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. καὶ Ὅμηρος κρατὶ δ' ἐπ' ἰφθίμῳ κυνέην θέτο. καὶ Αἰσχίνης κατὰ Τιμάρχου φησὶν ἄνθρωπε, τῇ πόλει ὑπὲρ ἧς τὰ ὅπλα μὴ τίθεσαι. ]
Θ Θέρμαν[ Θέρμαν: Αἰσχίνης ἐν τῇ περὶ τῆς πρεσβείας ἀπολογίᾳ. Θρᾴκιον τοῦτό ἐστι πόλισμα, ὡς καὶ Θεόπομπος ἐν κβʹ φησίν. ]
Θ Θέρσανδρος[ Θέρσανδρος: Αἰσχίνης κατὰ Τιμάρχου. ὅτι παιδεραστὴς οὗτος σφοδρὸς καὶ Ἀριστογείτων ἐν τῷ κατὰ Τιμάρχου δηλοῖ. ]
Θ Θεσμοθέται[ Θεσμοθέται: Δημοσθένης ἐν τῷ κατ’ Ἀνδροτίωνος. ἀρχή τίς ἐστιν Ἀθήνησιν ἡ τῶν θεσμοθετῶν ἓξ τὸν ἀριθμὸν ὄντων, εἰσὶ δὲ ἐκ τῶν καλουμένων θʹ ἀρχόντων. καλοῦνται δὲ οὕτως, ὅτι τῶν νόμων τὴν ἐπιμέλειαν εἶχον· θεσμοὶ δὲ ἐκαλοῦντο οἱ νόμοι, ὡς προείπομεν. ὅτι δὲ τοὺς νόμους οὗτοι διώρθουν κατ' ἐνιαυτὸν ἕκαστον εἴρηκεν Αἰσχίνης τε ἐν τῷ κατὰ Κτησιφῶντος καὶ Θεόφραστος ἐν γʹ Νόμων. ὁ δὲ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ διέρχεται ὅσα οὗτοι πράττουσιν. ]
Θ Θεωρικά[ Θεωρικά: Δημοσθένης Φιλιππικῷ. θεωρικὰ ἦν τινὰ ἐν κοινῷ χρήματα, ἀπὸ τῶν τῆς πόλεως προσόδων συναγόμενα· ταῦτα δὲ πρότερον μὲν εἰς τὰς τοῦ πολέμου χρείας ἐφυλάττετο καὶ ἐκαλεῖτο στρατιωτικὰ, ὕστερον δὲ κατετίθετο εἴς τε τὰς δημοσίας κατασκευὰς καὶ διανομὰς, ὧν πρῶτος ἤρξατο Ἀγύρριος ὁ δημαγωγός. Φιλόχορος δὲ ἐν τῇ γʹ τῆς Ἀτθίδος φησὶ τὸ δὲ θεωρικὸν ἦν τὸ πρῶτον νομισθὲν δραχμὴ τῆς θέας, ὅθεν καὶ τοὔνομα ἔλαβε καὶ τὰ ἑξῆς. Φιλῖνος δὲ ἐν τῇ πρὸς Σοφοκλέους καὶ Εὐριπίδου εἰκόνας περὶ Εὐβούλου λέγων φησὶν ἐκλήθη δὲ θεωρικὸν, ὅτι τῶν Διονυσίων ὑπογύων ὄντων διένειμεν Εὔβουλος εἰς τὴν θυσίαν, ἵνα πάντες ἑορτάζωσι καὶ τῆς θεωρίας μηδεὶς τῶν πολιτῶν ἀπολείπηται δι' ἀσθένειαν τῶν ἰδίων. ἄλλοτε μέντοι ἄλλως ὡρίσθη τὸ διδόμενον εἴς τε τὰς θέας καὶ εἰς τὰς θυσίας καὶ ἑορτὰς, ὡς ἔστι δῆλον ἐκ τοῦ αʹ Φιλιππικῶν Δημοσθένους. ὅτι δὲ οὐκ ἐξῆν τοῖς ἀποδημοῦσι θεωρικὸν λαμβάνειν Ὑπερείδης δεδήλωκεν ἐν τῷ κατ' Ἀρχεστρατίδου. ἦν δὲ ἀρχή τις ἐπὶ τοῦ θεωρικοῦ, ὡς Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος δεικνύει. θεωροὶ μέντοι λέγονται οὐ μόνον οἱ θεαταὶ, ἀλλὰ καὶ οἱ εἰς θεοὺς πεμπόμενοι, καὶ ὅλως τοὺς τὰ θεῖα φυλάττοντας ἢ τῶν θείων φροντίζοντας οὕτως ὠνόμαζον· ὤρην γὰρ ἔλεγον τὴν φροντίδα· ὤρη γάρ τ' ὀλίγη πέλεται νεικέων τ' ἀγορέων τε. ]
Θ Θίασος[ Θίασος: Δημοσθένης ἐν τῷ κατ' Αἰσχίνου [+]. θίασός ἐστι τὸ ἀθροιζόμενον πλῆθος ἐπὶ τελετῇ καὶ τιμῇ θεῶν· Ξενοφῶν ἐν βʹ Ἀπομνημονευμάτων. Ἴων δὲ ἐν Ὀμφάλῃ κοινῶς ἐπὶ παντὸς ἀθροίσματος ἔταξε τοὔνομα. θιασῶται δ' ἐκαλοῦντο οἱ κοινωνοῦντες τῶν θιάσων· Ἰσαῖος ἐν τῷ περὶ Ἀστυφίλου κλήρου. ]
Θ Θόλος[ Θόλος: Δημοσθένης ἐν τῷ κατ' Αἰσχίνου [+]. ὁ τόπος ἔνθα ἐδείπνουν οἱ πρυτάνεις οὕτως ἐκαλεῖτο παρ' Ἀθηναίοις. Ἀμμώνιος γοῦν ἐν δʹ περὶ βωμῶν γράφει ταυτί ὁ δὲ τόπος ὅπου ἑστιῶνται οἱ πρυτάνεις καλεῖται θόλος, ὑπ' ἐνίων δὲ σκιὰς, διὰ τὸ οὕτως ᾠκοδομῆσθαι αὐτὸν στρογγύλον παρόμοιον θολίᾳ. ]
Θ Θρόνιον[ Θρόνιον: Αἰσχίνης ἐν τῷ παραπρεσβείας. πόλις ἐστὶ τῆς Λοκρίδος Θρόνιον, ὡς Θεόπομπος ἐν τῇ * *]
Θ Θύστιον[ Θύστιον: Αἰσχίνης κατὰ Κτησιφῶντος. πόλις ἐστὶ τῆς Αἰτωλίας, καθά φησι Δίδυμος ἐπαγόμενος μαρτύριον ἐκ τῆς αʹ Νικάνδρου τῶν Αἰτωλικῶν. ἡμεῖς μέντοι ἐν τοῖς Ἀττικιανοῖς διὰ τοῦ τ Θύστιον εὕρομεν γεγραμμένον. ]
Ι Ἱερώνυμος[ Ἱερώνυμος: Λυσίας ἐν τῷ πρὸς Ἱπποθέρσην. Ἱερωνύμου τοῦ στρατηγήσαντος Ἀθηναίων ἄλλοι τε μνημονεύουσι καὶ Ἔφορος ἔν τε τῇ ιηʹ καὶ ἐν τῇ ιθʹ. ἕτερος δ' ἐστὶν Ἱερώνυμος Μεγαλοπολίτης, οὗ μνημονεύει Δημοσθένης ἐν τῷ κατ' Αἰσχίνου [+]. ὅτι δ' οὗτος ἦν τῶν μακεδονιζόντων μάλιστα καὶ Θεόπομπος εἴρηκεν ἐν τῇ ναʹ. ]
Ι Ἱκετηρία[ Ἱκετηρία: Αἰσχίνης ἐν τῇ ἀπολογίᾳ. ἱκετηρία καλεῖται ἐλαίας κλάδος στέμματι ἐστεμμένος. ]
Ι Ἴσα βαίνων Πυθοκλεῖ[ Ἴσα βαίνων Πυθοκλεῖ Δημοσθένης ἐν τῷ κατ' Αἰσχίνου [+] ἀντὶ τοῦ συνὼν ἀεὶ καὶ μηδὲ βραχὺ ἀφιστάμενος. καὶ ἐν τῷ κατὰ Στεφάνου αʹ φησὶν Ἀριστολόχῳ τῷ τραπεζίτῃ ἴσα βαίνων ἐβάδιζε. Μένανδρος παρ' αὐτὸν ἴσα βαίνουσ' ἑταίρα πολυτελής. ]
Ι Ἴσαι ψῆφοι[ Ἴσαι ψῆφοι: Αἰσχίνης κατὰ Κτησιφῶντος ἕτερος δὲ πλεύσας ἰδιώτης εἰς Ῥόδον, ὅτι τὸν φόβον ἀνάνδρως ἤνεγκε, πρώην μέν ποτε εἰσηγγέλθη καὶ ἴσαι αἱ ψῆφοι αὐτῷ ἐγένοντο, εἰ δὲ μία ψῆφος ὑπερέπεσεν, ὑπερώριστο ἂν καὶ ἀπέθανεν. ]
Ι Ἴσχανδρος[ Ἴσχανδρος: Δημοσθένης κατ' Αἰσχίνου [+]. τραγικὸς ὑποκριτὴς ὁ Ἴσχανδρός ἐστι. δοκεῖ δ' αὐτῷ συνυποκρινόμενος Αἰσχίνης ὁ ῥήτωρ ἐν Κολλυτῷ καταπεσεῖν, καθά φησι Δημοχάρης ἐν τοῖς Διαλόγοις. ]
Κ Καθάρσιον[ Καθάρσιον: Αἰσχίνης κατὰ Τιμάρχου. ἔθος ἦν Ἀθήνησι καθαίρειν τὴν ἐκκλησίαν καὶ τὰ θέατρα καὶ ὅλως τὰς τοῦ δήμου συνόδους μικροῖς πάνυ χοιριδίοις, ἅπερ ὠνόμαζον καθάρσια. τοῦτο δ' ἐποίουν οἱ λεγόμενοι περιστίαρχοι, οἵπερ ὠνομάσθησαν οὕτως ἤτοι ἀπὸ τοῦ περιστείχειν ἢ ἀπὸ τῆς ἑστίας. ]
Κ Κέρκωψ[ Κέρκωψ: Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. ἐν τοῖς εἰς Ὅμηρον ἀναφερομένοις Κέρκωψιν δηλοῦται ὡς ἐξαπατητῆρές τε ἦσαν καὶ ψεῦσται οἱ Κέρκωπες· Ξεναγόρας δὲ εἰς πιθήκους αὐτοὺς μεταβαλεῖν φησι, καὶ τὰς Πιθηκούσσας νήσους ἀπ' αὐτῶν κληθῆναι. Αἰσχρίων δὲ ὁ Σάμιος ἐν τοῖς ἰάμβοις καὶ τὰ ὀνόματα αὐτῶν ἀναγράφει, Κάνδουλον καὶ Ἄτλαντον. ]
Κ Κηδωνίδης[ Κηδωνίδης: Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου ὑπερβαίνων τούσδε τοὺς ἀγρίους, Κηδωνίδην καὶ Αὐτοκλείδην καὶ Θέρσανδρον. παιδερασταί τινες ἦσαν οὗτοι σφοδροί. ]
Κ Κῆπος[ Κῆπος: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. πόλις δ' ἐστὶ κατὰ Βόσπορον καλουμένη Κῆπος. ]
Κ Κηφισόδοτος[ Κηφισόδοτος: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. Ἀνδροτίων ἐν εʹ Ἀτθίδος ἱστορεῖ ὡς Ἀλωπεκόννησον πολιορκῶν ἀπεχειροτονήθη καὶ κριθεὶς ἑάλω καὶ ἀπέτισε πέντε τάλαντα. ]
Κ Κιρραῖον πεδίον[ Κιρραῖον πεδίον: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. Κίρρα πόλις ἐστὶν ἀπέχουσα Δελφῶν σταδίους λʹ. ἔοικεν οὖν Κιρραῖον πεδίον καλεῖν ὁ ῥήτωρ τὸ ταύτῃ παρακείμενον τῇ πόλει. ]
Κ Κολλυτεύς[ Κολλυτεύς: Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. δῆμός ἐστι τῆς Αἰγηΐδος Κολλυτός. ]
Κ Κορσιαί[ Κορσιαί: Δημοσθένης ἐν τῷ κατ' Αἰσχίνου [+]. πόλις ἐστὶ τῆς Βοιωτίας Κορσιαὶ, ὡς Θεόπομπος ἐν τῇ λʹ. ]
Κ Κοτύλαιον ὄρος[ Κοτύλαιον ὄρος: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. ἔοικε τὸ ὄρος τῆς Εὐβοίας εἶναι· Ἀρχέμαχος γοῦν ἐν γʹ Εὐβοϊκῶν φησὶ Κοτύλαιον μὲν οὖν φαίνεται κατασχεῖν τὸ ὄρος τὸ νῦν ἀπ' ἐκείνου Κοτύλαιον καλούμενον. ]
Κ Κραυαλλίδαι[ Κραυαλλίδαι: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. Δίδυμός φησι δεῖν γράφεσθαι Κραυγαλλίδαι· οὕτω γὰρ λέγεσθαι τὴν ἐν Φωκεῦσι πλησίον Κίρρας χώραν Κραυγάλλιον, ὡς καὶ Ξεναγόρας ἐν δʹ Χρόνων ἱστορεῖ. ]
Κ Κρώβυλος[ Κρώβυλος: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. Ἡγήσιππος μέν ἐστιν ὁ Κρώβυλος ἐπικαλούμενος, κυρίως δὲ εἶδός τι ἐμπλοκῆς ἐστὶν ὁ κρώβυλος, καθά φησι Θουκυδίδης ἐν αʹ. ]
Κ Κτησιφῶν[ Κτησιφῶν: Δημοσθένης ἐν τῷ κατ' Αἰσχίνου [+] τὸ μὲν γὰρ ἐξ ἀρχῆς, ἄχρι τοῦ λόγου τυχεῖν Φίλιππον ὑπὲρ τῆς εἰρήνης, Κτησιφῶν καὶ Ἀριστόδημος τὴν πρώτην ἔφερον τοῦ φενακισμοῦ. εἷς τῶν ιʹ πρέσβεων τῶν μετὰ Δημοσθένους καὶ Αἰσχίνου πρεσβευσάντων ἦν οὗτος· ἑκάτερος γοῦν τῶν ῥητόρων ἐν τῷ περὶ τῆς πρεσβείας πολλάκις αὐτοῦ μνημονεύει. ἕτερος δ' ἂν εἴη τις ὁ τὸ ψήφισμα τὸ περὶ τοῦ στεφάνου γεγραφὼς Δημοσθένει, καθ' οὗ λόγος ἐστὶ τῷ Αἰσχίνῃκατὰ Κτησιφῶντος. ]
Κ Κυρηβίων[ Κυρηβίων: Δημοσθένης ἐν τῷ κατ' Αἰσχίνου [+]. ὅτι δ' ἐπώνυμόν ἐστι τοῦτο Ἐπικράτους τοῦ Αἰσχίνου κηδεστοῦ καὶ ἐν ἄλλοις δεδήλωται. ]
Λ Ληξιαρχικὸν γραμματεῖον[ Ληξιαρχικὸν γραμματεῖον: Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου, εἰς ὃ ἐνεγράφοντο οἱ τελεωθέντες τῶν παίδων, οἷς ἐξῆν ἤδη τὰ πατρῷα οἰκονομεῖν, παρ' ὃ καὶ τοὔνομα γεγονέναι, διὰ τὸ τῶν λήξεων ἄρχειν· λήξεις δ' εἰσὶν οἵ τε κλῆροι καὶ αἱ οὐσίαι, ὡς καὶ Δείναρχος ἐν τῇ αʹ καθ' Ἡγελόχου συνηγορίᾳ ὑπὲρ ἐπικλήρου. ]
Λ Λοιδίας[ Λοιδίας: Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. ὅτι Μακεδονίας ἐστὶ ποταμὸς ἄλλοι τε ἱστοροῦσι καὶ Ἑκαταῖος ἐν περιόδῳ Εὐρώπης. ]
Μ Μαργίτης[ Μαργίτης: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος ἐπωνυμίαν δὲ Ἀλεξάνδρῳ Μαργίτην ἔθετο. καὶ Μαρσύας ἐν εʹ τῶν περὶ Ἀλεξάνδρου [+] ἱστορεῖ λέγων Μαργίτην ὑπὸ Δημοσθένους καλεῖσθαι τὸν Ἀλέξανδρον. ἐκάλουν δὲ τοὺς ἀνοήτους οὕτω διὰ τὸν εἰς Ὅμηρον ἀναφερόμενον Μαργίτην, ὅπερ ποίημα Καλλίμαχος θαυμάζειν ἔοικεν. ]
Μ Μεσεγγύημα[ Μεσεγγύημα: τὸ ὁμολογηθὲν ἀργύριον παρ' ἀνδρὶ μέσῳ γινομένῳ ἐγγυητῇ τῆς ἀποδόσεως. καὶ μεσεγγυήσασθαι τὸ ποιῆσαι τοῦτο λέγεται, ὡς ὑποσημαίνει Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. ]
Μ Μύριοι ἐν Μεγάληι πόλει[ Μύριοι ἐν Μεγάληι πόλει: Δημοσθένης ἐν τῷ κατ' Αἰσχίνου [+]. συνέδριόν ἐστι κοινὸν Ἀρκάδων ἁπάντων, οὗ πολλάκις μνημονεύουσιν οἱ ἱστορικοί. διείλεκται δὲ περὶ αὐτῶν καὶ Ἀριστοτέλης ἐν τῇ κοινῇ Ἀρκάδων πολιτείᾳ, ἀρχόμενος τοῦ βιβλίου. ]
Ν Νεμεὰς Χαράδρα[ Νεμεὰς Χαράδρα: Αἰσχίνης περὶ τῆς πρεσβείας. οὕτω τόπος τις ἐκαλεῖτο ἐν Πελοποννήσῳ· πλησίον τῆς Νεμεάδος Χαράδρας Ἔφορος ἐν κγʹ. ]
Ν Νεῶσι[ Νεῶσι: Δημοσθένης κατ' Αἰσχίνου [+]. πόλις ἐστὶν ἐν τῇ Φωκίδι, ἣν Ἡρόδοτος μὲν ἐν ηʹ Νεῶνα ὀνομάζει, Ἀνδροτίων δ' ἐν ϛʹ Ἀτθίδος Νεῶνας. ]
Ν Νίκαια[ Νίκαια: Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. ἔστι δὲ πόλις τῆς Λοκρίδος ἐπιθαλαττίδιος. ]
Ν Νύμφαιον[ Νύμφαιον: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντός φησι Νύμφαιον τὸ ἐν τῷ Πόντῳ. Κρατερὸς δὲ ἐν θʹ τῶν Ψηφισμάτων φησὶν ὅτι Ἀθηναίοις τὸ Νύμφαιον ἐτέλει τάλαντον. ]
Ξ Ξηραλοιφεῖν[ Ξηραλοιφεῖν: Αἰσχίνης κατὰ Τιμάρχου. ξηραλοιφεῖν ἔλεγον τὸ χωρὶς λουτρῶν ἀλείφεσθαι, ὡς Δίδυμος ἐν κηʹ Τραγικῆς λέξεως καὶ Νίκανδρος ἐν ιηʹ Ἀττικῆς διαλέκτου, προστιθεὶς ὅτι μήποτε καὶ τὸ ὑπὸ τῶν ἀλειπτῶν λεγόμενον ξηροτριβεῖσθαι οὕτως ἐλέγετο. Σοφοκλῆς Πηλεῖ καὶ ξηραλοιφῶν εἵματος διὰ πτυχῶν. ]
Ο Οἴκημα[ Οἴκημα: ἀντὶ τοῦ δεσμωτήριον Δείναρχος ἐν Τυρρηνικῷ καὶ ἐν τῷ κατὰ Ποσειδίππου, ἀντὶ δὲ τοῦ πορνεῖον Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. ]
Ο Ὁλοσχοίνωι[ Ὁλοσχοίνωι: Αἰσχίνης ἐν τῷ περὶ πρεσβείας. Θεόφραστος δ' ἐν δʹ περὶ φυτῶν, εἰπὼν τοῦ σχοίνου τρία εἴδη εἶναι, φησὶν ὡς ὁ τρίτος μεγέθει καὶ εὐσαρκίᾳ διαφέρων ὁλόσχοινος καλεῖται. ]
Ο Ὁμηρεύοντας[ Ὁμηρεύοντας: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος ἐπὶ τῶν ἀναπεμφθέντων Λακεδαιμονίων Ἀλεξάνδρῳ. Κλείταρχος δέ φησιν ἐν τῇ εʹ νʹ εἶναι τοὺς δοθέντας παρὰ τῶν Λακεδαιμονίων ὁμήρους. ὅμηροι δέ εἰσιν οἱ ἐπὶ συμβάσει διδόμενοι· ὁμηρῆσαι γὰρ τὸ συμβαλεῖν· Ὅμηρος ὡμήρησε δέ μοι παρ' ἑταίρων ἄγγελος ἐλθών. Θεόπομπος δὲ ὁμηρεῖν φησὶ παρὰ τοῖς ἀρχαίοις λέγεσθαι τὸ ἀκολουθεῖν· τοὺς οὖν ἐπ' ἀκολουθίᾳ τῶν ὁμολογουμένων διδομένους ἐντεῦθεν ὁμήρους φησὶ λέγεσθαι. ]
Ο Ὀρικὰ ζεύγη[ Ὀρικὰ ζεύγη: τὰ τῶν ὀρέων, τουτέστι τῶν ἡμιόνων, Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας· ὅτι γὰρ ὀρέας ἐκάλουν τὰς ἡμιόνους καὶ Ὅμηρος καὶ Ἀριστοφάνης ἐν Βατράχοις δηλοῖ. ]
Ο Ὅτι[ Ὅτι διαμαρτάνει Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας λέγων Πλαταιέας γεγράφθαι ἐν τῇ Ποικίλῃ στοᾷ· οὐδεὶς γὰρ τοῦτο εἴρηκεν, ὥσπερ οὐδὲ Κρατερὸς ἐν τῇ τῶν ψηφισμάτων συναγωγῇ. Ὅτι ἑξακισχίλια ἦν τάλαντα τὸ τίμημα τῆς Ἀττικῆς. Δημοσθένης ἐν τῷ περὶ τῶν συμμοριῶν φησὶν οὕτως ἡμῖν δὲ τὸ τῆς χώρας τίμημα ὑπάρχειν ἀφορμὴν ὀκτακισχίλια τάλαντα ἀκούσεται. ἤτοι οὖν γραφικὸν ἁμάρτημά ἐστιν, ἢ ἴσως ὁ ῥήτωρ συναρπάζει, ἵνα δοκῇ πλείω τὴν ἀφορμὴν ἔχειν ἡ πόλις εἰς τὸν πρὸς βασιλέα πόλεμον. ὅτι γὰρ ἑξακισχίλια τάλαντα ἦν τὸ τίμημα τῆς Ἀττικῆς καὶ λυθέντος ἐν τοῖς ἑξῆς τοῦ λόγου φησὶν, λογισμὸν αὐτῶν διδοὺς ποικίλως, καὶ Φιλόχορος ἐν ιʹ Ἀτθίδος. Ὅτι νόμος ἐστὶν ὑπὲρ μʹ ἔτη γενόμενον χορηγεῖν παισὶν Αἰσχίνης τε ἐν τῷ κατὰ Τιμάρχου φησὶ καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ. Ὅτι ξένους τινὰς ἑαυτοῦ αἰχμαλώτους σκάπτοντας ἐν τῷ Φιλίππου ἀμπελουργείῳ καὶ δεδεμένους παρὰ πότον ἐξῃτήσατο παρὰ Φιλίππου Σάτυρος Αἰσχίνης μὲν ἐν τῷ περὶ τῆς πρεσβείας φησὶ, Δημοσθένης δ' ἐν τῷ κατ' Αἰσχίνου [+] φησὶν ὅτι Ἀπολλοφάνους θυγατέρας ἐξῃτήσατο, καὶ ἔοικε μᾶλλον ἀληθεύειν· καὶ γὰρ Ἀριστοτέλης ἔν τινι τῶν πρὸς Φίλιππον ἐπιστολῶν λέγει ὡς Σατύρῳ τῷ ὑποκριτῇ τὰς Ἀπολλοφάνους θυγατέρας ἀφῆκεν. Ὅτι οἱ ἁλόντες ἐπ' ἀκουσίῳ φόνῳ ἐξουσίαν εἶχον εἰς διοίκησιν τῶν ἰδίων, Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους ὑποσημαίνει καὶ Θεόφραστος ἐν τῷ ιγʹ τῶν Νόμων δηλοῖ. Ὅτι οἱ ποιητοὶ παῖδες ἐπανελθεῖν εἰς τὸν πατρῷον οἶκον οὐκ ἦσαν κύριοι, εἰ μὴ παῖδας γνησίους καταλίποιεν ἐν τῷ οἴκῳ τοῦ ποιησαμένου, Ἀντιφῶν ἐπιτροπικῷ κατὰ Καλλιστράτου καὶ Σόλων ἐν καʹ Νόμων. Ὅτι τὰ ἐπικηρυττόμενά τισι χρήματα ἐπὶ τῶν βωμῶν ἐτίθετο εἴρηκεν Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην τὸν Σωκρατικὸν, εἰ γνήσιος ὁ λόγος. Ὅτι πρὸς τὴν φυλὴν τοῦ κεκτημένου αἱ πρὸς τοὺς δούλους λαγχάνονται δίκαι Ἰσαῖος ἐν ἀπολογίᾳ ἀποστασίου πρὸς Ἀπολλόδωρον δηλοῖ. Ὅτι παιδὶ καὶ γυναικὶ οὐκ ἐξῆν συμβάλλειν πέρα μεδίμνου κριθῶν Ἰσαῖος ἐν τῷ περὶ τοῦ Ἀριστάρχου κλήρου φησίν. Ὅτι χιλίας ἐζημιοῦντο αἱ κατὰ τὰς ὁδοὺς ἀκοσμοῦσαι γυναῖκες Ὑπερείδης ἐν τῷ κατ' Ἀρισταγόρας βʹ. εἴρηκεν. Κρώβυλος δὲ ὁ κωμικός φησι τοῦ Φιλιππίδου τὸν νόμον εἶναι τὸν περὶ τούτων κείμενον. ]
Π Παιανιεῖς καὶ Παιονίδαι[ Παιανιεῖς καὶ Παιονίδαι: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος ὅτ' ἐγράψατο εἰς Ἄρειον πάγον Δημομέλη τὸν Παιανιέα ἀνεψιὸν ὄντα. Δίδυμος γραπτέον εἶναί φησι Παιανιᾶ, χωρὶς τοῦ ε. εἰσὶ δὲ διττοὶ δῆμοι Παιανιέων τῆς Πανδιονίδος φυλῆς, οὓς Διόδωρος καλεῖσθαί φησι Παιανίαν καθύπερθεν καὶ Παιανίαν ὑπένερθεν· ὁμοίως δ' ἑκατέρου τῶν δήμων τὸν δημότην καλεῖσθαί φησι Παιανιέα. διαφέρουσι δὲ οὗτοι τῶν Παιονιδῶν, ὡς Ἴστρος ἐν Ἀτάκτῳ ὑποσημαίνει. μνημονεύουσι δὲ καὶ τούτων οἱ ῥήτορες, ὥσπερ καὶ Δείναρχος ἐν τῷ κατὰ Στεφάνου περὶ τοῦ ὀχετοῦ. δῆμος δέ ἐστιν οὗτος τῆς Λεοντίδος, ὡς ὁ αὐτὸς Διόδωρος δηλοῖ. ]
Π Παλίμβολον[ Παλίμβολον: Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. ὁ πολλάκις ἐπ' ἐμπολῇ μεταβεβλημένος παλίμπρατος παλίμβολος λέγεται, ὡς δῆλόν ἐστιν ἔκ τε τοῦ Δεινάρχου κατὰ Πολυεύκτου καὶ ἐκ τοῦ Μενάνδρου Σικυωνίου. ]
Π Παραγγελία[ Παραγγελία: Δημοσθένης ἐν τῷ κατ' Αἰσχίνου [+] ὅση σπουδὴ καὶ παραγγελία περὶ τουτονὶ τὸν ἀγῶνα γέγονε. καὶ Αἰσχίνης δὲ τρόπον τινὰ τῇ αὐτῇ διανοίᾳ ἐχρήσατο ἐν τῷ κατὰ Κτησιφῶντος· τὴν μὲν παρασκευὴν ὁρᾶτε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τὴν παράταξιν ὅση γεγένηται, καὶ τὰς κατ' ἀγορὰν δεήσεις αἷς κέχρηνταί τινες. Δείναρχος ἐν τῇ κατὰ Πολυεύκτου ἀποφάσει καὶ τὰς ἰδίᾳ παραγγελίας γεγενημένας καὶ τὰς δεήσεις. ]
Π Παραβάλοιτο[ Παραβάλοιτο: ἀντὶ τοῦ παραπέμψαιτο Αἰσχίνης κατὰ Κτησιφῶντος. ]
Π Περίπολος[ Περίπολος: Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ περὶ τῶν ἐφήβων λέγων φησὶν οὕτως τὸν δεύτερον ἐνιαυτὸν ἐκκλησίας ἐν τῷ θεάτρῳ γενομένης ἀποδεξάμενοι τῷ δήμῳ περὶ τὰς τάξεις καὶ λαβόντες ἀσπίδα καὶ δόρυ παρὰ τοῦ δήμου περιπολοῦσι τὴν χώραν καὶ διατρίβουσιν ἐν τοῖς φυλακτηρίοις. παρατηρητέον οὖν ὅτι ὁ μὲν Ἀριστοτέλης ἕνα φησὶν ἐνιαυτὸν ἐν τοῖς περιπόλοις γίγνεσθαι τοὺς ἐφήβους, ὁ δὲ Αἰσχίνης δύο· καὶ τάχα διὰ τοῦτο ἐπεμνήσθη τοῦ πράγματος ὁ ῥήτωρ, καίπερ πάντων τῶν ἐφήβων ἐξ ἀνάγκης περιπολούντων, ὅτι αὐτὸς δύο ἔτη γέγονεν ἐν τοῖς περιπόλοις· διὸ καὶ μαρτυρῶν ἐδήλωσεν αὐτό. ]
Π Πήληξ[ Πήληξ: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. δῆμός ἐστι τῆς Λεοντίδος Πήληκες, ὥς φησι Διόδωρος ὁ περιηγητής. ]
Π Προβαλλομένους[ Προβαλλομένους: ἀντὶ τοῦ ὑποτιθεμένους, οἷον πρὸ τῆς πράξεως εἰς τὸν νοῦν ἐμβαλλομένους, ὡς Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ἔν τε τῷ κατ' Αἰσχίνου [+] τὴν προαίρεσιν τῆς πολιτείας προβεβλημένην καὶ ἄπιστον εἶπεν ἀντὶ τοῦ εὐλαβῶς ἔχουσαν καὶ φυλαττομένην. ἐν δὲ τῷ ὑπὲρ Κτησιφῶντός φησι προβληθεὶς πυλάγορος οὕτω καὶ τριῶν ἢ τεττάρων χειροτονησάντων αὐτόν. ἐν δὲ τῷ κατὰ Μειδίου καὶ προὐβαλόμην φησὶν ἀδικεῖν τοῦτον περὶ τὴν ἑορτήν ἀντὶ τοῦ προβολῇ ἐχρησάμην τῇ συνήθει καὶ νομιζομένῃ κατὰ τῶν περὶ τὴν ἑορτὴν ἀδικούντων, [ ὠνόμασα τοῦτον ἐν τῷ δήμῳ] . ἐν δὲ τοῖς Φιλιππικοῖς φησι προβάλλεσθαι δ' ἢ βλέπειν ἐναντίον οὔτε οἶδεν οὔτε ἐθέλει ἀντὶ τοῦ προτείνειν τὰς χεῖρας ὡς εἰς μάχην. ]
Π Προβολάς[ Προβολάς: ἀντὶ τοῦ ἀσφαλείας ἐκ πόλεων ἢ τειχῶν ἤ τινων ἄλλων δυνάμεων ἐπὶ σωτηρίᾳ καὶ κράτει γιγνομένων Δημοσθένης ἐν τῷ περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν, εἰ γνήσιος. παρὰ δ' Αἰσχίνῃ ἐν τῷ περὶ τῆς πρεσβείας ἡ προβολὴ τοὔνομα γέγονεν ἀπὸ τοῦ προβάλλεσθαί τινα ἀδικεῖν. ]
Π Προβούλευμα[ Προβούλευμα: τὸ ὑπὸ τῆς βουλῆς ψηφισθὲν πρὶν εἰς τὸν δῆμον εἰσενεχθῆναι· Δημοσθένης ἐν τῷ κατ' Αἰσχίνου [+]. ]
Π Πρόεδροι[ Πρόεδροι: ἐκληροῦντο ὑπὸ τῶν πρυτάνεων καθ' ἑκάστην ἐκκλησίαν, εἷς ἐξ ἑκάστης φυλῆς πλὴν τῆς πρυτανευούσης, οἵτινες τὰ περὶ τὰς ἐκκλησίας διῴκουν. ἐκαλοῦντο δὲ πρόεδροι, ἐπειδήπερ προήδρευον τῶν ἄλλων ἁπάντων. πολλάκις δ' ἐστὶ τοὔνομα παρὰ τοῖς ῥήτορσιν, ὡς καὶ παρὰ Δημοσθένει ἐν τῷ κατ’ Ἀνδροτίωνος καὶ Αἰσχίνῃ ἐν τῷ κατὰ Κτησιφῶντος. ὅτι δ' ὁ καλούμενος ἐπιστάτης κληροῖ αὐτοὺς εἴρηκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. ]
Π Προναία[ Προναία: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. ὠνομάζετό τις παρὰ Δελφοῖς Ἀθηνᾶ Προναία διὰ τὸ πρὸ τοῦ ναοῦ ἱδρύσθαι. ταύτην δὲ Ἡρόδοτος ἐν τῇ ηʹ Προνηΐην ὀνομάζει. ἱστορήκασι δὲ περὶ αὐτῆς ἄλλοι τε καὶ Στάφυλος ἐν τῷ περὶ Αἰολέων. ]
Π Προπύλαια ταῦτα[ Προπύλαια ταῦτα: Δημοσθένης Φιλιππικοῖς. δύναται μὲν δεικτικῶς λέγεσθαι ἅτε ὁρωμένων τῶν προπυλαίων ἀπὸ τῆς Πυκνὸς, βέλτιον δὲ ἀναφορικῶς ἀκούειν· ἐπὶ γὰρ τῶν πάνυ γνωρίμων οὕτω λέγειν εἰώθασιν. ἐν γοῦν τῷ κατ' Αἰσχίνου [+] αὐτὸς ὁ Δημοσθένης φησὶν ἤρετο Σάτυρον τουτονὶ τὸν κωμικὸν ὑποκριτήν. περὶ δὲ τῶν προπυλαίων τῆς ἀκροπόλεως, ὡς ἐπὶ Εὐθυμένους ἄρχοντος οἰκοδομεῖν ἤρξαντο Ἀθηναῖοι Μνησικλέους ἀρχιτεκτονοῦντος, ἄλλοι τε ἱστορήκασι καὶ Φιλόχορος ἐν τῇ δʹ. Ἡλιόδωρος δ' ἐν αʹ περὶ τῆς Ἀθήνησιν ἀκροπόλεως μεθ' ἕτερα καὶ ταῦτά φησιν ἐν ἔτεσι μὲν εʹ παντελῶς ἐξεποιήθη, τάλαντα δὲ ἀνηλώθη δισχίλια ιβʹ· πέντε δὲ πύλας ἐποίησαν, δι' ὧν εἰς τὴν ἀκρόπολιν εἰσίασιν. ]
Π Προστασία[ Προστασία: Δημοσθένης ἐν τῷ κατὰ Ὀνήτορος ταῦτα οὐχ ὁμολογουμένη προστασία ἀντὶ τοῦ βοήθεια προϊσταμένου τινὸς καὶ ἐπικουροῦντος τῷ ἀδικουμένῳ. Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας ὡς δεῖ τὰ τῆς Ἀθηναίων ἀκροπόλεως προπύλαια μετενεγκεῖν εἰς τὴν προστασίαν τῆς Καδμείας. Δίδυμος τὴν προστασίαν φησὶ κεῖσθαι ἀντὶ τῆς προστάσεως, τουτέστι τῆς ὑπ' ἐνίων προστάδος καλουμένης. ]
Π Προστρόπαιον[ Προστρόπαιον: Αἰσχίνης περὶ τῆς πρεσβείας ἐάσετε οὖν αὐτὸν τὸ τοιοῦτον προστρόπαιον ἀντὶ τοῦ ἄγος καὶ τὸ μίασμα. καὶ προστροπὴ δὲ παρὰ τοῦτο λέγεται· ἐν γοῦν τῷ κατὰ Κτησιφῶντος ἐκ παραλλήλου τίθησι τὰ ὀνόματα ὁ ῥήτωρ. κεῖται δὲ τοῦτο τὸ ὄνομα καὶ παρὰ Δεινάρχῳ ἐν τῷ κατὰ Φορμισίου ἀσεβείας. ]
Π Προφερεῖς[ Προφερεῖς: οἱ νέοι μὲν ὄντες, πρεσβύτεροι δὲ φαινόμενοι· Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. ]
Π Πρυτάνεις[ Πρυτάνεις: τὸ δέκατον μέρος τῆς βουλῆς τῶν φʹ, νʹ ἄνδρες ἀπὸ μιᾶς φυλῆς, οἱ διοικοῦντες ἅπαντα τὰ ὑπὸ τῆς βουλῆς πραττόμενα, πρυτάνεις ἐκαλοῦντο. ἐπρυτάνευον δὲ ἐκ διαδοχῆς ἀλλήλαις αἱ ιʹ φυλαὶ κλήρῳ λαχοῦσαι, ὡς Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. ]
Π Πώμαλα[ Πώμαλα: ἀντὶ τοῦ οὐδαμῶς Δημοσθένης ἐν τῷ κατ' Αἰσχίνου [+]. ἔστι δὲ τὸ μὲν πῶ Δώριον, τιθέμενον ἀντὶ τοῦ πόθεν· τὸ δὲ μάλα ἤτοι παρέλκει ἢ ἔστιν ἐν ποσοῖς λεγόμενον πώμαλα, οἷον οὐ μάλα, οὐ πάνυ. πολὺ δ' ἐστὶν ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ· Ἀριστοφάνης ἦ λοιδορία τις ἐγένεθ' ὑμῖν πώμαλα οὐδ' εἶπον οὐδέν. ]
Σ Στεφανῶν τοὺς νενικηκότας[ Στεφανῶν τοὺς νενικηκότας: Δημοσθένης ἐν τῷ κατ' Αἰσχίνου [+] ἀντὶ τοῦ τιμῶν. καὶ Λυκοῦργος ἐν τῷ περὶ διοικήσεώς φησιν ἀλλὰ μὴν καὶ Καλλισθένην ρʹ μναῖς ἐστεφανώσατε. καὶ παρ' ἄλλοις ἐπὶ ταύτης τῆς ἐννοίας τὸ στεφανοῦν, ὡς παρά τε Θεοπόμπῳ ἐν νζʹ καὶ Μενάνδρῳ ἐν Αὑτὸν πενθοῦντι. ]
Σ Στρατεία ἐν τοῖς ἐπωνύμοις[ Στρατεία ἐν τοῖς ἐπωνύμοις: Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. τίς ἦν ἡ ἐν τοῖς ἐπωνύμοις στρατεία δεδήλωκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ λέγων εἰσὶ γὰρ ἐπώνυμοι ιʹ μὲν οἱ τῶν φυλῶν, βʹ δὲ καὶ μʹ οἱ τῶν ἡλικιῶν. οἱ δὲ ἔφηβοι ἐγγραφόμενοι πρότερον μὲν εἰς λελευκωμένα γραμματεῖα ἐνεγράφοντο, καὶ ἐπεγράφοντο αὐτοῖς ὅ τε ἄρχων ἐφ' οὗ ἐνεγράφησαν καὶ ὁ ἐπώνυμος ὁ τῷ προτέρῳ ἔτει δεδιητηκώς· νῦν δὲ εἰς τὴν βουλὴν ἀναγράφονται. καὶ μετ' ὀλίγα χρῶνται δὲ τοῖς ἐπωνύμοις καὶ πρὸς τὰς στρατείας, καὶ ὅταν ἡλικίαν ἐκπέμπωσι, προγράφουσιν ἀπὸ τίνος ἄρχοντος ἐπωνύμου μέχρι τίνος δεῖ στρατεύεσθαι. διείλεκται περὶ τούτων καὶ Φιλόχορος ἐν δʹ τῆς Ἀτθίδος. ]
Σ Στρέψα[ Στρέψα: Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. πόλις ἐστὶ τῆς Θρᾴκης, ὡς Ἑλλάνικος ἐν βʹ Περσικῶν ὑποσημαίνει. οἱ δὲ πολῖται τῆς Στρέψης καλοῦνται Στρεψαῖοι. ]
Σ Σύγκλητος ἐκκλησία[ Σύγκλητος ἐκκλησία: τῶν ἐκκλησιῶν αἱ μὲν ἐξ ἔθους καὶ κατὰ μῆνα ἐγίνοντο· εἰ δέ τι ἐξαίφνης κατεπείξειεν ὥστε γενέσθαι ἐκκλησίαν, αὕτη ἐκαλεῖτο σύγκλητος ἐκκλησία· Δημοσθένης ἐν τῷ κατ' Αἰσχίνου [+]. ]
Τ Ταμύναι[ Ταμύναι: Αἰσχίνης κατὰ Κτησιφῶντος. πόλις ἐστὶν ἐν Εὐβοίᾳ ἐν τῇ χώρᾳ τῇ Ἐρετριέων αἱ Ταμύναι, ἔνθα καὶ ἱερὸν Ἀπόλλωνος, ὡς οἵ τε τὰ Εὐβοϊκὰ γράψαντες μαρτυροῦσι καὶ Σιμωνίδης ἐν τῷ εἰς Λυσίμαχον τὸν Ἐρετριέα θρήνῳ. ]
Τ Τετρυπημένη[ Τετρυπημένη: Αἰσχίνης κατὰ Τιμάρχου. Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ γράφει ταυτί ψῆφοι δέ εἰσι χαλκαῖ, αὐλίσκον ἔχουσαι ἐν τῷ μέσῳ, αἱ μὲν ἡμίσειαι τετρυπημέναι, αἱ δὲ ἡμίσειαι πλήρεις. οἱ δὲ λαχόντες ἐπὶ τὰς ψήφους, ἐπειδὰν εἰρημένοι ὦσιν οἱ λόγοι, παραδιδόασιν ἑκάστῳ τῶν δικαστῶν βʹ ψήφους, τετρυπημένην καὶ πλήρη, φανερὰς ὁρᾶν τοῖς ἀντιδίκοις ἵνα μήτε πλήρεις μήτε πάντη τετρυπημένας λαμβάνωσιν. ]
Τ Τιλφώσσαιον[ Τιλφώσσαιον: Δημοσθένης κατ' Αἰσχίνου [+]. ὄρος ἐστὶ μικρὸν ἀπέχον τῆς λίμνης τῆς Κωπαΐδος, ὡς Θεόπομπος ἐν ταῖς Φιλιππικαῖς. ]
Τ Τραγικὸς πίθηκος[ Τραγικὸς πίθηκος: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἔοικε λέγειν τοῦτο ὁ ῥήτωρ ὡς καὶ περὶ τὴν ὑπόκρισιν ἀτυχοῦντος τοῦ Αἰσχίνου, καὶ μιμουμένου μᾶλλον τραγῳδοὺς ἢ τραγῳδεῖν δυναμένου. ]
Τ Τριττύς[ Τριττύς: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. τριττύς ἐστι τὸ τρίτον μέρος τῆς φυλῆς· αὕτη γὰρ διῄρηται εἰς γʹ μέρη, τριττῦς καὶ ἔθνη καὶ φατρίας, ὥς φησιν Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ. ]
Φ Φιλοτησία[ Φιλοτησία: Δημοσθένης ἐν τῷ κατ' Αἰσχίνου [+]· ἡ κύλιξ ἣν κατὰ φιλίαν τοῖς φίλοις προὔπινον φιλοτησία ἐκαλεῖτο, ὡς Ὑπερείδης φησὶ καὶ Ἄλεξις. ]
Φ Φιμοί[ Φιμοί: Αἰσχίνης κατὰ Τιμάρχου καὶ φιμοὺς καὶ κυβευτικὰ ἕτερα ὄργανα. φιμὸς δ' ἐστὶν ὁ καλούμενος κημὸς, εἰς ὃν ἐνεβάλλοντο, καθά φασιν οἱ γλωσσογράφοι. Δίφιλος Συνωρίδι ἕλκ' ἐς μέσον τὸν φιμὸν, ὡς ἂν ἐμβάλῃ. ]
Φ Φρυνώνδας[ Φρυνώνδας: Αἰσχίνης κατὰ Κτησιφῶντος. ἦν δὲ Ἀθηναίοις περιβόητος ἐπὶ πονηρίᾳ, οὐδὲν ἧττον Εὐρυβάτου. ]
Φ Φρύνων[ Φρύνων: Δημοσθένης κατ' Αἰσχίνου [+]. οὗτος τῶν ιʹ πρέσβεων εἷς ἦν τῶν μετ' Αἰσχίνου καὶ Δημοσθένους. ]
Χ Χίλων[ Χίλων: ὄνομα κύριον· Αἰσχίνης. ]
Χ Χρυσοχοεῖν[ Χρυσοχοεῖν: Δείναρχος ἐν τῷ κατὰ Πυθέου πάλιν γὰρ Αἰσχίνου ἀποφοιτήσας παρὰ τούτῳ δῆλον ὅτι χρυσοχοεῖν ἐμάνθανεν, ἀλλ' οὐ τὸ προκείμενον αὐτῷ πράττειν ἢ πάσχειν. κέχρηται δὲ τῇ παροιμίᾳ καὶ Πλάτων ἐν εʹ Πολιτείας λέγων τί δέ ἦ δ' ὃς ὁ Θρασύμαχος, χρυσοχοήσοντας οἴει τούσδε νῦν ἐνθάδε ἀφῖχθαι, ἀλλ' οὐ λόγων ἀκουσομένους ἄρξασθαι δέ φασι τὴν παροιμίαν ἐντεῦθεν. ἔπεσέ τις φήμη ποτὲ εἰς τὸ πλῆθος τὸ Ἀθηναίων ὡς ἐν Ὑμηττῷ χρυσοῦ ψῆγμα πολὺ φανείη καὶ φυλάττοιτο ὑπὸ τῶν μαχίμων μυρμήκων. οἱ δ' ἀναλαβόντες ὅπλα ἐξέθεον ἐπ' αὐτούς. ἄπρακτοι δ' ὑποστρέψαντες καὶ μάτην κεκακοπαθηκότες ἔσκωπτον ἀλλήλους, λέγοντες σὺ δὲ ᾤου χρυσοχοήσειν, ὅπερ δηλοῖ, σὺ δὲ ᾤου ψῆγμα πολὺ συλλέξας καὶ χρυσοχοήσας πλουτήσειν. ἐχλευάζοντο δὲ καὶ ὑπὸ τῶν κωμικῶν· Εὔβουλος γοῦν ἐν Γλαύκῳ φησὶν ἡμεῖς ποτ' ἄνδρας Κεκροπίδας ἐπείσαμεν λαβόντας εἰς Ὑμηττὸν ἐξελθεῖν ὅπλα καὶ σιτί' ἐπὶ μύρμηκας ἡμερῶν τριῶν, ὡς χρυσοτεύκτου ψήγματος πεφηνότος. ]
Χ Χύτροι[ Χύτροι: Λυσίας ἐν τῷ κατ' Αἰσχίνου [+] περὶ τῆς δημεύσεως τῶν Ἀριστοφάνους χρημάτων ἐπειδὴ τοίνυν τοὺς Χύτρους ὁ Δημάρατος ἑάλω προδιδούς. πόλις ἐστὶν ἐν Κύπρῳ οὕτω καλουμένη, καθά φησι Ξεναγόρας ἐν ταῖς Νήσοις. ἔστι δὲ καὶ Ἀττική τις ἑορτὴ Χύτροι, ἧς μνημονεύει Δείναρχος ἐν τῷ κατὰ Πυθέου. ἤγετο δὲ ἡ ἑορτὴ Ἀνθεστηριῶνος τρίτῃ ἐπὶ δέκα, ὥς φησι Φιλόχορος ἐν τῷ περὶ ἑορτῶν. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).

This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License