Digital Harpocration
Harpocrationis Lexicon in decem oratores atticos ex recensione Gulielmi Dindorfii

Works Catalog

Lycurgus (Lycurgus of Athens) - urn:cts:greekLit:tlg0034.harp003 (On the priestess)

Α Ἀλόπη[ Ἀλόπη: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. Κερκυόνος θυγάτηρ, ἐξ ἧς καὶ Ποσειδῶνος Ἱπποθῶν ὁ τῆς Ἱπποθωντίδος φυλῆς ἐπώνυμος, ὡς Ἑλλάνικός τε ἐν βʹ Ἀτθίδος καὶ Εὐριπίδης ἐν τῷ ὁμωνύμῳ δράματι καὶ Δείναρχος ἐν τῇ διαδικασίᾳ Φαληρέων. ]
Δ Διήλλαξεν[ Διήλλαξεν: ἀντὶ τοῦ μετήλλαξεν, ἐτελεύτησεν, Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. ]
Ε Ἐπίβοιον[ Ἐπίβοιον: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. Φιλόχορος δ' ἐν βʹ φησὶν οὕτως· ἐὰν δέ τις τῇ Ἀθηνᾷ θύῃ βοῦν, ἀναγκαῖόν ἐστι καὶ τῇ Πανδώρᾳ θύειν ὄϊν, καὶ ἐκαλεῖτο τὸ θῦμα ἐπίβοιον. ὁμοίως καὶ Στάφυλος ἐν αʹ τῶν περὶ Ἀθηνῶν. ]
Ε Ἐπιμήνια[ Ἐπιμήνια: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. ἔοικεν εἶναι ἐπιμήνια ἤτοι τὰ καθ' ἕκαστον μῆνα θυόμενα, ἢ τὰ ὑπὲρ ὅλου τοῦ μηνὸς ἅπαξ ποτὲ γιγνόμενα θύματα. ]
Ε Ἐπιτελεοῦν καὶ ἐπιτελέωμα[ Ἐπιτελεοῦν καὶ ἐπιτελέωμα: ἀμφότερα πολλάκις ἐστὶ τὰ ὀνόματα ἐν τῷ περὶ τῆς ἱερείας Λυκούργου, ἔοικε δὲ ἐπιτελέωμα λέγεσθαι τὸ ἐπὶ πᾶσι θυόμενον ὑπὲρ τοῦ ἐπιτελεῖς γενέσθαι τὰς πρότερον θυσίας. αὐτὸς γοῦν ὁ ῥήτωρ ἐν τῷ λόγῳ φησὶν ἔτι τοίνυν ἔφη πάντων ὕστατα ταῦτα θύεσθαι καὶ ἐπιτελεώματα εἶναι τῶν ἄλλων θυμάτων. ]
Ε Ἐσχάρα[ Ἐσχάρα: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. Ἀμμώνιος ἐν τοῖς περὶ βωμῶν ἐχάραν φησὶ καλεῖσθαι τὴν μὴ ἔχουσαν ὕψος ἑστίαν, ἀλλ' ἐπὶ γῆς ἱδρυμένην κοίλην, παρ' ὃ καὶ τοὺς ἰατροὺς τὰ ἐν τοῖς σώμασι κοῖλα ἕλκη ἐσχάρας καλεῖν. ]
Ε Ἐτεοβουτάδαι[ Ἐτεοβουτάδαι: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. γένος παρ' Ἀθηναίοις, οἷον οἱ ἀληθῶς ἀπὸ Βούτου· ἐτεόν γὰρ τὸ ἀληθές. ἐκ δὲ τούτων καθίστατο ἡ ἱέρεια τῆς Πολιάδος Ἀθηνᾶς, καθά φησι Δράκων περὶ γενῶν. ]
Κ Κύρβεις[ Κύρβεις: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. κύρβεις φησὶν Ἀπολλόδωρος ἐν τοῖς περὶ θεῶν ἔχειν ἐγγεγραμμένους τοὺς νόμους, εἶναι δ' αὐτοὺς λίθους ὀρθοὺς ἑστῶτας, οὓς ἀπὸ μὲν τῆς στάσεως στήλας, ἀπὸ δὲ τῆς εἰς ὕψος ἀνατάσεως διὰ τὸ κεκορυφῶσθαι κύρβεις ἐκάλουν, ὥσπερ καὶ κυρβασίαν τὴν ἐπὶ τῆς κεφαλῆς τιθεμένην. Ἀριστοτέλης δ' ἐν τῇ Ἀθηναίων πολιτείᾳ φησὶν ἀναγράψαντες δὲ τοὺς νόμους εἰς τοὺς κύρβεις ἔστησαν ἐν τῇ στοᾷ τῇ βασιλείᾳ. ]
Μ Μίκων[ Μίκων: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας καὶ Μίκωνα τὸν γράψαντα καταδεῶς τοὺς Ἕλληνας ἐζημίωσαν. ]
Ν Νίκη Ἀθηνᾶ[ Νίκη Ἀθηνᾶ: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. ὅτι δὲ Νίκης Ἀθηνᾶς ξόανον ἄπτερον, ἔχον ἐν μὲν τῇ δεξιᾷ ῥόαν, ἐν δὲ τῇ εὐωνύμῳ κράνος, ἐτιμᾶτο παρ' Ἀθηναίοις δεδήλωκεν Ἡλιόδωρος ὁ περιηγητὴς ἐν αʹ περὶ ἀκροπόλεως. ]
Π Παράκλησις[ Παράκλησις: ἀντὶ τοῦ προτροπή. Ἰσοκράτης Παραινέσεσι διόπερ ἡμεῖς οὐ παράκλησιν εὑρόντες, ἀλλὰ παραίνεσιν γράψαντες. τίθεται μέντοι σπανίως καὶ ἀντὶ τῆς δεήσεως· Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας προειπὼν εἰ μὲν ὑπὲρ ἰδίου τινὸς ἦν ὁ ἀγὼν, ἐδεόμην ἂν ὑμῶν μετ' εὐνοίας ἀκοῦσαί μου μετ' ὀλίγον φησὶν νυνὶ δὲ αὐτοὺς ὑμᾶς οἶμαι τοῦτο ποιήσειν καὶ χωρὶς παρακλήσεως τῆς ἐμῆς. ]
Π Πάρεδρος[ Πάρεδρος: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. πολύ ἐστι τοὔνομα παρά τε τοῖς ῥήτορσι καὶ ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ. Ἀριστοτέλης δ' ἐν τῇ Ἀθηναίων πολιτείᾳ φησὶ λαμβάνουσι δὲ καὶ παρέδρους ὅ τε ἄρχων καὶ ὁ πολέμαρχος, δύο ἑκάτερος οὓς ἂν βούληται· καὶ οὗτοι δοκιμάζονται ἐν τῷ δικαστηρίῳ πρὶν παρεδρεύειν, καὶ εὐθύνας διδόασιν ἐπὰν παρεδρεύσωσιν. ]
Π Πέλανος[ Πέλανος: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. πολλάκις ἐστὶ τοὔνομα παρὰ πολλοῖς τῶν ἀρχαίων. Ἀπολλώνιος δ' Ἀχαρνεὺς ἐν τῷ περὶ τῶν ἑορτῶν οὕτω γράφει ὁμοίως δὲ καὶ ὁ προσαγορευόμενος πέλανος. λέγεται δὲ πέμματά τινα τοῖς θεοῖς γινόμενα ἐκ τοῦ ἀφαιρεθέντος σίτου ἐκ τῆς ἅλω. Σαννυρίων δ' ἐν Γέλωτί φησι πέλανον * * * * * ἃ καλεῖτε σεμνῶς ἄλφιθ' ὑμεῖς οἱ βροτοί. Δίδυμος δὲ κυρίως φησὶ τὸ ἐκ τῆς παιπάλης πέμμα, ἐξ ἧς ποιοῦνται πέμματα, ἢ καὶ ἀπὸ τοῦ πεπλατύνθαι, ἢ ὅτι λευκά ἐστιν· Ὅμηρος ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας. ἢ διὰ τὸ φανὸν εἶναι, ὅ ἐστι λευκόν. Εὐριπίδης μέντοι ἐν τῷ Ὀρέστῃ ἰδίως φησὶν ἐκ δ' ὄμορξον ἀθλίου στόματος ἀφρώδη πέλανον. ὅπερ τὸν ἐπὶ τοῦ στόματος ἀφρὸν δηλοῖ. ]
Π Πλυντήρια[ Πλυντήρια: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. ἑορτὴ παρ' Ἀθηναίοις. ]
Π Πολύγνωτος[ Πολύγνωτος: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. περὶ Πολυγνώτου τοῦ ζωγράφου, Θασίου μὲν τὸ γένος, υἱοῦ δὲ καὶ μαθητοῦ Ἀγλαοφῶντος, τυχόντος δὲ τῆς Ἀθηναίων πολιτείας ἤτοι ἐπεὶ τὴν Ποικίλην στοὰν ἔγραψε προῖκα, ἢ ὡς ἕτεροι, τὰς ἐν τῷ Θησείῳ καὶ τῷ ἀνακείῳ γραφὰς, ἱστορήκασιν ἄλλοι τε καὶ Ἀρτέμων ἐν τῷ περὶ ζωγράφων καὶ Ἰόβας ἐν τοῖς περὶ γραφικῆς. ]
Π Προτέλεια[ Προτέλεια: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. τὰ πρὸ τοῦ τελεσθῆναί τι τῶν εἰς τὸ θεῖον ἀναφερομένων γινόμενα ἢ διδόμενα καλεῖται προτέλεια. ]
Σ Σκίρον[ Σκίρον: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. Σκίρα ἑορτὴ παρ' Ἀθηναίοις, ἀφ' ἧς καὶ ὁ μὴν Σκιροφοριών. φασὶ δὲ οἱ γράψαντες περί τε μηνῶν καὶ ἑορτῶν τῶν Ἀθήνησιν, ὧν ἐστι καὶ Λυσιμαχίδης, ὡς τὸ σκίρον σκιάδιόν ἐστι μέγα, ὑφ' ᾧ φερομένῳ ἐξ ἀκροπόλεως εἴς τινα τόπον καλούμενον Σκίρον πορεύονται ἥ τε τῆς Ἀθηνᾶς ἱέρεια καὶ ὁ τοῦ Ποσειδῶνος ἱερεὺς καὶ ὁ τοῦ Ἡλίου· κομίζουσι δὲ τοῦτο Ἐτεοβουτάδαι. σύμβολον δὲ τοῦτο γίνεται τοῦ δεῖν οἰκοδομεῖν καὶ σκέπας ποιεῖν, ὡς τούτου τοῦ χρόνου ἀρίστου ὄντος πρὸς οἰκοδομίαν. καὶ Ἀθηνᾶν δὲ Σκιράδα τιμῶσιν Ἀθηναῖοι, ἣν Φιλόχορος μὲν ἐν βʹ Ἀτθίδος ἀπὸ Σκίρου τινὸς Ἐλευσινίου μάντεως κεκλῆσθαι, Πραξίων δὲ ἐν βʹ Μεγαρικῶν ἀπὸ Σκίρωνος. ]
Τ Τραπεζοφόρος[ Τραπεζοφόρος: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας ὅτι ἱερωσύνης ὄνομά ἐστιν ἡ τραπεζοφόρος. ὅτι δ' αὕτη τε καὶ ἡ κοσμὼ συνδιέπουσι πάντα τῇ τῆς Ἀθηνᾶς ἱερείᾳ αὐτός τε ὁ ῥήτωρ ἐν τῷ αὐτῷ λόγῳ δεδήλωκε καὶ Ἴστρος ἐν ιγʹ τῶν Ἀττικῶν συναγωγῶν. ]
Τ Τριτόμηνις[ Τριτόμηνις: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. τὴν τρίτην τοῦ μηνὸς τριτομήνιδα ἐκάλουν. δοκεῖ δὲ γεγεννῆσθαι τότε ἡ Ἀθηνᾶ. Ἴστρος δὲ καὶ Τριτογένειαν αὐτήν φησι διὰ τοῦτο λέγεσθαι, τὴν αὐτὴν Σελήνην νομιζομένην. ]
Υ Ὑγίεια Ἀθηνᾶ[ Ὑγίεια Ἀθηνᾶ: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. ἔστι δὲ ἐπώνυμον τῆς Ἀθηνᾶς· καὶ γὰρ Ὑγίεια καλεῖται καὶ Νίκη καὶ Ἱππία καὶ Ἐργάνη. ]

Catalog of Authors and Works

The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).

This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License