Digital Harpocration
Harpocrationis Lexicon in decem oratores atticos ex recensione Gulielmi Dindorfii

Authors Catalog

Aristophanes Atheniensis (Aristophanes) - urn:cts:greekLit:tlg0019

Place of birth (Wikidata Statement)

Classical Athens (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Classical Athens (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

comedy writer (Wikidata)

playwright (Wikidata)

poet (Wikidata)

writer (Wikidata)

Works

urn:cts:greekLit:tlg0019.harp001
urn:cts:greekLit:tlg0019.harp002
urn:cts:greekLit:tlg0019.harp003
urn:cts:greekLit:tlg0019.harp004
urn:cts:greekLit:tlg0019.harp005
urn:cts:greekLit:tlg0019.harp006
urn:cts:greekLit:tlg0019.harp007
urn:cts:greekLit:tlg0019.harp008
urn:cts:greekLit:tlg0019.harp009
urn:cts:greekLit:tlg0019.harp010
urn:cts:greekLit:tlg0019.harp011
urn:cts:greekLit:tlg0019.harp012
urn:cts:greekLit:tlg0019.harp013
urn:cts:greekLit:tlg0019.harp014
urn:cts:greekLit:tlg0019.harp015
urn:cts:greekLit:tlg0019.harp016
urn:cts:greekLit:tlg0019.harp017
urn:cts:greekLit:tlg0019.harp018
urn:cts:greekLit:tlg0019.harp019
urn:cts:greekLit:tlg0019.harp020
urn:cts:greekLit:tlg0019.harp021
urn:cts:greekLit:tlg0019.harp022
urn:cts:greekLit:tlg0019.harp023
urn:cts:greekLit:tlg0019.harp024
urn:cts:greekLit:tlg0019.harp025

Α Ἀγυιᾶς[ Ἀγυιᾶς: Δημοσθένης ἐν τῷ κατὰ Μειδίου χοροὺς ἱστάναι κατὰ τὰ πάτρια καὶ κνισᾶν ἀγυιᾶς. ἔνιοι μὲν ὀξύνουσι θηλυκῶς χρώμενοι, οἷον τὰς ὁδούς· βέλτιον δὲ περισπᾶν ὡς ἀπὸ τοῦ ἀγυιεύς. ἀγυιεὺς δέ ἐστι κίων εἰς ὀξὺ λήγων, ὃν ἱστᾶσι πρὸ τῶν θυρῶν, ὡς σαφὲς ποιοῦσιν Ἀριστοφάνης τε ἐν Σφηξὶ καὶ Εὔπολις. ἰδίους δὲ εἶναι φασιν αὐτοὺς Ἀπόλλωνος, οἱ δὲ Διονύσου, οἱ δὲ ἀμφοῖν. ἔστιν οὖν τὸ ὁλόκληρον ἀγυιέας, καὶ κατὰ τὴν Ἀττικῶν διάλεκτον ἀγυιᾶς, καθὰ καὶ Στειριᾶς καὶ Μηλιᾶς καὶ τὰ παραπλήσια λέγουσιν ἐν συναλοιφῇ. Ἀριστοφάνης ἐν Ὄρνισι μηλοσφαγεῖν τε βουθύτοις ἐπ' ἐσχάραις κνισᾶν τ' ἀγυιᾶς. φασὶ δ' αὐτὸ ἴδιον εἶναι Δωριέων, ὡς δῆλον ποιεῖ Διευχίδας ἐν τῇ γʹ τῶν Μεγαρικῶν. εἶεν δ' ἂν οἱ παρὰ τοῖς Ἀττικοῖς λεγόμενοι ἀγυιεῖς οἱ πρὸ τῶν οἰκιῶν βωμοὶ, ὥς φασι Κρατῖνος καὶ Μένανδρος. καὶ Σοφοκλῆς ἐν τῷ Λαοκόωντι, μετάγων τὰ Ἀθηναίων ἔθη εἰς Τροίαν, φησὶ λάμπει δ' ἀγυιεὺς βωμὸς ἀτμίζων πυρὶ σμύρνης σταλαγμοὺς, βαρβάρων εὐοσμίας. ]
Α Ἀετός[ Ἀετός: τῶν οἰκοδομημάτων τὸ κατὰ τὸν ὄροφον, ὅ τινες ἀέτωμα καλοῦσιν. Ἀριστοφάνης Ὄρνισι τὰς γὰρ ὑμῶν οἰκίας ἐρέψομεν πρὸς ἀετόν. ]
Α Ἁλίπεδόν[ Ἁλίπεδόν τινες τὸν Πειραιᾶ φασίν. ἔστι δὲ καὶ κοινῶς τόπος ὃς πάλαι μὲν ἦν θάλασσα, αὖθις δὲ πεδίον ἐγένετο. διὸ καὶ δασύνεται ἡ πρώτη· ἔστι γὰρ οἷον ἁλὸς πεδίον. ἤτοι ὁμαλὸν πεδίον καὶ τετριμμένον καὶ οἷον ἀληλεσμένον, ὡς Ἀριστοφάνης Δαιταλεῦσιν διὰ ψιλοῦ ἐν ἀλιπέδῳ. ἔνιοι δέ φασιν ὅτι τὸ παραθαλάσσιον πεδίον οὕτω λέγεται. τινὲς δέ φασι παρὰ τὸ ἀλινδεῖσθαι ἵππους ἐν αὐτῷ δύνασθαι, ὅ ἐστι κονίσασθαι, οὕτως ὀνομασθῆναι. ]
Α Ἀμοργός[ Ἀμοργός: ἔστι παραπλήσιόν τι βύσσῳ· Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. μνημονεύουσι δὲ οἱ κωμικοὶ πολλάκις τῶν ἀμοργίνων, ὡς καὶ Ἀριστοφάνης Λυσιστράτῃ καὶ Εὔπολις Πόλεσιν. ]
Α Ἀμφιδέαι[ Ἀμφιδέαι: εἰσὶ περισκελίδες τινές· Ἀριστοφάνης Θεσμοφοριαζούσαις. ἰδίως δὲ Λυσίας ἐν τῷ κατ' Εὐθυδίκου φησὶν οὐ δυνάμενος δ' ἐκβαλεῖν διὰ τὸ ἀμφιδέαις δεδέσθαι τὰς θύρας. ]
Α Ἀπολαχεῖν[ Ἀπολαχεῖν: ἀντὶ ἁπλοῦ τοῦ λαχεῖν Ἀντιφῶν ἐν τῷ κατὰ Φιλίνου, Λυσίας κατὰ Ποσειδίππου. Ἀριστοφάνης Ταγηνισταῖς οὐ μὴν ὅ γε σὸς ἀδελφὸς οὗ ἀπελάγχανεν. ]
Α Ἀρκτεῦσαι[ Ἀρκτεῦσαι: Λυσίας ἐν τῷ ὑπὲρ Φρυνίχου θυγατρὸς, εἰ γνήσιος, τὸ καθιερωθῆναι πρὸ γάμων τὰς παρθένους τῇ Ἀρτέμιδι τῇ Μουνυχίᾳ ἢ τῇ Βραυρωνίᾳ. τὰ δὲ συντείνοντα εἰς τὸ προκείμενον εἴρηται παρά τε ἄλλοις καὶ Κρατερῷ ἐν τοῖς Ψηφίσμασιν. ὅτι δὲ αἱ ἀρκτευόμεναι παρθένοι ἄρκτοι καλοῦνται, Εὐριπίδης Ὑψιπύλῃ, Ἀριστοφάνης Λημνίαις καὶ Λυσιστράτῃ. ]
Α Ἀσπασία[ Ἀσπασία: Λυσίας ἐν τῷ πρὸς Αἰσχίνην [+] τὸν [+] Σωκρατικὸν [+], οὗ διάλογος ἐπιγραφόμενος Ἀσπασία. μνημονεύουσι δ' αὐτῆς πολλάκις καὶ οἱ ἄλλοι Σωκρατικοὶ, καὶ Πλάτων ἐν τῷ Μενεξένῳ τὸν Σωκράτην παρ' αὐτῆς φησὶ μαθεῖν τὰ πολιτικά. ἦν δὲ τὸ μὲν γένος Μιλησία, δεινὴ δὲ περὶ λόγους· Περικλέους δέ φασιν αὐτὴν διδάσκαλόν τε ἅμα καὶ ἐρωμένην εἶναι. δοκεῖ δὲ δυοῖν πολέμων αἰτία γεγονέναι, τοῦ τε Σαμιακοῦ καὶ τοῦ Πελοποννησιακοῦ, ὡς ἔστι μαθεῖν παρά τε Δούριδος τοῦ Σαμίου καὶ Θεοφράστου ἐκ τοῦ δʹ τῶν Πολιτικῶν καὶ ἐκ τῶν Ἀριστοφάνους Ἀχαρνέων. δοκεῖ δὲ καὶ ἐξ αὐτῆς ἐσχηκέναι ὁ Περικλῆς τὸν ὁμώνυμον αὐτῷ Περικλέα τὸν νόθον, ὡς ἐμφαίνει καὶ Εὔπολις ἐν τοῖς Δήμοις. Λυσικλεῖ δὲ τῷ δημαγωγῷ συνοικήσασα Πορίστην ἔσχεν, ὡς ὁ Σωκρατικὸς Αἰσχίνης φησίν. ]
Β Βουλεία[ Βουλεία: τὸ ἐκ τῆς βουλῆς ὄντα πράττειν ἃ τοῖς βουλευταῖς προσήκει· Δείναρχος καὶ Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις. ]
Β Βωμολοχεύεσθαι[ Βωμολοχεύεσθαι: κυρίως ἐλέγοντο βωμολόχοι οἱ ἐπὶ τῶν θυσιῶν ὑπὸ τοὺς βωμοὺς καθίζοντες καὶ μετὰ κολακείας προσαιτοῦντες, ἔτι δὲ καὶ οἱ παραλαμβανόμενοι ταῖς θυσίαις αὐληταί τε καὶ μάντεις. Φερεκράτης Τυραννίδι κἄπειθ' ἵνα μὴ πρὸς τοῖσι βωμοῖς πανταχοῦ ἀεὶ λοχῶντες βωμολόχοι καλώμεθα, ἐποίησεν ὁ Ζεὺς καπνοδόκην μεγάλην πάνυ. ἐκ μεταφορᾶς δὲ τούτων ἐλέγοντο βωμολόχοι εὔκολοί τινες ἄνθρωποι καὶ ταπεινοὶ καὶ πᾶν ὁτιοῦν ὑπομένοντες ἐπὶ κέρδει διὰ τοῦ παίζειν τε καὶ σκώπτειν. Ἀριστοφάνης Γηρυτάδῃ χαριεντίζει καὶ καταπαίζεις ἡμῶν καὶ βωμολοχεύει. ]
Γ Γυλιός[ Γυλιός: σκεῦος στρατιωτικὸν πλεκτὸν, εἰς ὃ ἐνετίθετο τὰ ἐπιτήδεια, ὡς καὶ Ἀριστοφάνης δηλοῖ ἐν Εἰρήνῃ. ]
Γ Γωνιασμός[ Γωνιασμός: Λυσίας ἐν τῷ κατὰ Λυσιθέου, εἰ γνήσιος. ἔστι δὲ κάμψαντι τοῦ τείχους, ὦ βουλὴ, γωνιασμὸς ἐν ἀριστερᾷ καὶ εὐρυχωρία πάνυ πολλή. καὶ Ἀριστοφάνης Βατράχοις λεπτῶν τε κανόνων ἐσβολὰς ἐπῶν τε γωνιασμούς. ]
Δ Δήμαρχος[ Δήμαρχος: Λυσίας ἐν τῷ κατὰ Μόσχου. ἄρχων τις ἦν ὁ δήμαρχος· οὗτοι δὲ τὰς ἀπογραφὰς ἐποιοῦντο τῶν ἐν ἑκάστῳ δήμῳ χωρίων. ἔτι δὲ καὶ τὰ ληξιαρχικὰ γραμματεῖα παρὰ τούτοις ἦν, καὶ συνῆγον τοὺς δήμους ὁπότε δεήσειεν, καὶ ψῆφον αὐτοῖς ἐδίδοσαν. τούτους δέ φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ ὑπὸ Κλεισθένους κατασταθῆναι, τὴν αὐτὴν ἔχοντας ἐπιμέλειαν τοῖς πρότερον ναυκράροις. ὅτι δὲ ἠνεχυρίαζον οἱ δήμαρχοι δηλοῖ Ἀριστοφάνης ἐν Σκηνὰς καταλαμβανούσαις. ]
Δ Διὰ μέσου τείχους[ Διὰ μέσου τείχους: Ἀντιφῶν πρὸς Νικοκλέα. τριῶν ὄντων τειχῶν ἐν τῇ Ἀττικῇ, ὡς καὶ Ἀριστοφάνης φησὶν ἐν Τριφάλητι, τοῦ τε βορείου καὶ τοῦ νοτίου καὶ τοῦ Φαληρικοῦ, διὰ μέσου τῶν παρ' ἑκάτερα ἐλέγετο τὸ νότιον, οὗ μνημονεύει καὶ Πλάτων ἐν Γοργίᾳ. ]
Ε Ἐλεοκόπων[ Ἐλεοκόπων: Λυσίας ἐν τῷ κατὰ Δημοσθένους ἐπιτροπῆς πέντε μησὶ μετὰ τῶν ἐλεοκόπων διαιτώμενος. ἐλεοκόπους λέγοι ἂν ὁ ῥήτωρ τοὺς τὰ ἕλη κόπτοντας, τοῦ ε παρεμβεβλημένου, ὡς τὸ ἐλεόθρεπτόν τε σέλινον παρ' Ὁμήρῳ. μήποτε δὲ παρὰ τὸ ἐλεὸν, ὅπερ ἐστὶ σκεῦος ξύλινον, γεγένηται τοὔνομα. Ἀριστοφάνης Ἱππεῦσιν εἰ προσκαθέλοι με τοὐλεόν. ]
Ε Ἐπαιρόμενος[ Ἐπαιρόμενος: ἀντὶ τοῦ ἐπανατεινόμενος Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἐν δὲ τῷ πρὸς Ἄφοβον ἐπ' ἄλλου σημαινομένου φησὶν ἢ κέρδεσιν δι' ἀπορίαν ἐπαιρομένους. [ Ἀριστοφάνης Νεφέλαις εἴθ' ὤφελ' ἡ προμνήστρι' ἀπολέσθαι κακῶς, ἥτις με γῆμ' ἐπῆρε τὴν σὴν μητέρα. ] ]
Ε Ἐπιβάτης[ Ἐπιβάτης: Δημοσθένης ἐν τῷ περὶ τοῦ ἐπιτριηραρχήματος. οὕτως ἐκάλουν τῶν ἐν ταῖς τριήρεσι στρατευομένων τοὺς μὴ κωπηλατοῦντας, ἀλλὰ μόνον πρὸς τὸ μάχεσθαι ἐπιτηδείους. Ἀριστοφάνης Βαβυλωνίοις εὖ γ' ἐξεκολύμβησ' οὑπιβάτης ὡς ἐξοίσων ἐπίγυιον. ]
Ε Ἐπίγυιον[ Ἐπίγυιον: Λυσίας ἐν τῷ πρὸς Ἀνδοκίδην ἀποστασίου, εἰ γνήσιος. τὰ πρυμνήσια ἐπίγυια ἔλεγον. κέχρηνται τῷ ὀνόματι καὶ οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταί· Ἀριστοφάνης Ὁλκάσιν. ]
Ε Ἐπίπεμπτον[ Ἐπίπεμπτον: Λυσίας ἐν τῷ πρὸς Κριτόδημον καὶ Πλάτων ἀντὶ ἁπλοῦ τοῦ πέμπτου. Ἀριστοφάνης Δαιταλεῦσιν οὐ μὴ μεταλάβῃ τοὐπίπεμπτον, κλαέτω. ]
Ε Ἕρμα[ Ἕρμα: ἡ ὕφαλος πέτρα· Ἀντιφῶν ἐν τῇ πρὸς Καλλίου ἔνδειξιν ἀπολογίᾳ. ἔστι δὲ τοὔνομα καὶ παρ' Ἀνακρέοντι καὶ ἐν Γηρυτάδῃ Ἀριστοφάνους. ]
Ε Ἐσπαθᾶτο[ Ἐσπαθᾶτο: Δημοσθένης ἐν τῷ κατ' Αἰσχίνου [+]. Δίδυμός φησιν ἀντὶ τοῦ ἀπώλλυτο, παρὰ τὴν σπάθην, σπάθη δέ ἐστι ξίφος. μήποτε δὲ ἀπὸ τῶν ὑφαινόντων ἡ μεταφορά· σπάθῃ γὰρ χρῶνται. καὶ Ἀριστοφάνης Νεφέλαις ὦ γύναι, λίαν σπαθᾷς. ]
Ε Ἐχῖνος[ Ἐχῖνος: ἔστι μὲν ἄγγος τι εἰς ὃ τὰ γραμματεῖα τὰ πρὸς τὰς δίκας ἐτίθεντο· Δημοσθένης ἐν τῷ πρὸς Τιμόθεον. μνημονεύει τοῦ ἄγγους τούτου καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ καὶ Ἀριστοφάνης Δαναΐσιν. ἦν δὲ καὶ πόλις Ἐχῖνος, ἧς μνημονεύει Δημοσθένης ἐν θʹ Φιλιππικῶν. ἔστι δέ τι καὶ ζῷον χερσαῖον καὶ θαλάσσιον ὄστρεον. ]
Θ Θῆτες καὶ θητικόν[ Θῆτες καὶ θητικόν: Ἀντιφῶν ἐν τῷ κατὰ Φιλίνου φησὶ τούς τε θῆτας ἅπαντας ὁπλίτας ποιῆσαι καὶ Δημοσθένης ἐν τῷ περὶ Ἁγνίου κλήρου τῶν ἐπικλήρων ὅσαι θητικὸν τελοῦσιν. εἰς τέσσαρα διῃρημένης παρ' Ἀθηναίοις τῆς πολιτείας οἱ ἀπορώτατοι ἐλέγοντο θῆτες καὶ θητικὸν τελεῖν. οὗτοι δὲ οὐδεμιᾶς μετεῖχον ἀρχῆς, ὡς καὶ Ἀριστοτέλης δηλοῖ ἐν Ἀθηναίων πολιτείᾳ. ὅτι δὲ οὐκ ἐστρατεύοντο εἴρηκε καὶ Ἀριστοφάνης ἐν Δαιταλεῦσιν. ὁ μέντοι Δημοσθένης ἐν τοῖς προκειμένοις ἐπίκληρον ὠνόμασε τὴν πενιχρὰν κόρην, ἣν θῆσσαν ὀνομάζουσιν οἱ Ἀττικοί. ἐπάναγκες δὲ ἦν τοῖς ἔγγιστα γένους τὰς θήσσας ἢ λαμβάνειν πρὸς γάμον ἢ ε μνᾶς διδόναι, ὡς καὶ Ποσείδιππός που ὁ κωμικός φησιν. ]
Κ Καταχύσματα[ Καταχύσματα: Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου αʹ. ὅτι τῶν νεωνήτων οἱ δεσπόται τραγήματα κατέχεον Ἀριστοφάνης Πλούτῳ δηλοῖ· ὅτι δὲ καὶ τῶν ἀπὸ θεωρίας * * * *. κατεχεῖτο δὲ καὶ τῶν νυμφίων, ὡς Θεόπομπος Ἡδυχάρει. ]
Κ Κεῖοι[ Κεῖοι: Λυσίας ἐν τῷ περὶ τῶν ἰδίων εὐεργεσιῶν οἱ Κεῖοι μὲν πόλις τοσαύτη. Κέως μία τῶν Κυκλάδων νήσων, παρακειμένη τῇ Ἀττικῇ. τὴν νῆσον δὲ πόλιν ὠνόμασεν ὁ ῥήτωρ. καὶ Εὐριπίδης τὴν Εὔβοιαν· Εὔβοι' Ἀθήναις ἐστί τις γείτων πόλις. Ἀριστοφάνης δὲ περὶ Σικελίας φησὶν οἵα πόλις τάλαινα διαλυμαίνεται. ]
Κ Κελέοντες[ Κελέοντες: Ἀντιφῶν ἐν τῇ πρὸς Δημοσθένους γραφὴν ἀπολογίᾳ ἵνα τοὺς κελέοντας κατέπηξεν. κυρίως μὲν κελέοντές εἰσιν οἱ ἱστόποδες, ὡς καὶ παρ' Ἀριστοφάνει δῆλον τῷ κωμικῷ. μεταφορικῶς δὲ νῦν ὁ ῥήτωρ λέγοι ἂν τὰ ὀρθὰ ξύλα. ]
Κ Κιγκλίς[ Κιγκλίς: Δημοσθένης ἐν τῷ κατ' Ἀριστογείτονος. αἱ τῶν δικαστηρίων θύραι κιγκλίδες ἐκαλοῦντο· Ἀριστοφάνης Δαιταλεῦσιν ὁ δ' ἡλιαστὴς εἷρπε πρὸς τὴν κιγκλίδα. ]
Κ Κίναδος[ Κίναδος: ἀντὶ τοῦ θηρίον Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος· ἔστι δὲ καὶ ἐν τῇ κωμῳδίᾳ, ὡς καὶ παρ' Ἀριστοφάνει. ἰδίως δέ φασι Σικελιώτας τὴν ἀλώπεκα καλεῖν κινάδιον. ]
Κ Κράστις[ Κράστις: Δείναρχος ἐν τῷ πρὸς Λυσικράτην. κράστις ἐστὶν ἡ πόα, ὡς καὶ Ἀριστοφάνης. ]
Κ Κύπασσις[ Κύπασσις: Λυσίας ἐν τῷ ὑπὲρ Βακχίου καὶ Πυθαγόρου, εἰ γνήσιος. οἱ γλωσσογράφοι χιτῶνος εἶδός φασιν αὐτὸν εἶναι τὸν κύπασσιν, οἱ μὲν γυναικείου, οἱ δὲ ἀνδρείου. μέμνηται δ' αὐτοῦ Ἱππῶνάξ τε καὶ Ἑκαταῖος ἐν περιόδῳ Εὐρώπης, λέγων Κίσσιοι δὲ ἐσθῆτα φορέουσι κυπάσσεις Περσικούς, καὶ Ἀριστοφάνης ἐν τοῖς Ταγηνισταῖς. ]
Κ Κώδεια[ Κώδεια: τὴν τῆς μήκωνος κεφαλὴν οὕτω καλοῦσιν· Ὑπερείδης καὶ Ἀριστοφάνης Γεωργοῖς ἀγαθήν γε κώδειαν. ]
Κ Κωλιάς[ Κωλιάς: Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας, εἰ γνήσιος. ἐπιθαλασσία ἄκρα τῆς Ἀττικῆς ἐστιν ἡ Κωλιὰς, ἐκ μεταφορᾶς τοῦ κώλου ὠνομασμένη· ἔστι δ' αὐτόθι Ἀφροδίτης ἱερόν. μέμνηται Ἀριστοφάνης κατ' ἀρχὴν τῆς Λυσιστράτης. ]
Λ Λαμπτρεῖς[ Λαμπτρεῖς: Δημοσθένης ἐν τῷ πρὸς Κάλλιππον. Λαμπτραὶ δῆμος τῆς Ἐρεχθηΐδος, ὡς Διόδωρός φησι. δύο δ' εἰσὶ Λαμπτραὶ, αἱ μὲν παράλιαι, αἱ δὲ καθύπερθεν· Ἀριστοφάνης Ἀμφιάρεῳ Λαμπτρεὺς ἔγωγε τῶν κάτω. ]
Λ Λάρκος[ Λάρκος: Λυσίας ἐν τῷ πρὸς Καλλιππίδην. λάρκος ἐστὶ φορμὸς εἰς ὃν ἄνθρακας ἐνέβαλλον. κέχρηνται τῷ ὀνόματι ἄλλοι τε καὶ Ἀριστοφάνης Ἀχαρνεῦσιν. ]
Μ Μέταυλος[ Μέταυλος: Λυσίας ἐν τῇ ὑπὲρ τοῦ Ἐρατοσθένους φόνου ἀπολογίᾳ. μέταυλός ἐστιν ἡ ῥυπαρὰ λεγομένη αὐλὴ, οὗ ὄρνιθες ἦσαν· Ἀριστοφάνης Λημνίαις καὶ Μένανδρος Θαΐδι. ]
Ν Ναΐς[ Ναΐς: ἑταίρα τις· Λυσίας ἐν τῷ κατὰ Φιλωνίδου, εἰ γνήσιος, καὶ Ἀριστοφάνης Γηρυτάδῃ. μήποτε δὲ καὶ ἐν τῷ Πλούτῳ, ὅπου φησὶν ὁ κωμικὸς ἐρᾷ δὲ Λαῒς οὐ διὰ σὲ Φιλωνίδου, γραπτέον ἦν διὰ τοῦ ν Ναΐς. ]
Ν Ναυτοδίκαι[ Ναυτοδίκαι: Λυσίας ἐν τῷ πρὸς Ἀλκιβιάδην, εἰ γνήσιος ὁ λόγος. ἀρχή τις ἦν Ἀθήνησιν οἱ ναυτοδίκαι· Κρατερὸς γοῦν ἐν τῷ δʹ τῶν Ψηφισμάτων φησὶν ἐὰν δέ τις ἐξ ἀμφοῖν ξένοιν γεγονὼς φρατρίζῃ, διώκειν εἶναι τῷ βουλομένῳ Ἀθηναίων, οἷς δίκαι εἰσὶ, λαγχάνειν δὲ τῇ ἕνῃ καὶ νέᾳ πρὸς τοὺς ναυτοδίκας. Ἀριστοφάνης Δαιταλεῦσιν ἐθέλω βάψας πρὸς ναυτοδίκας ξένον ἐξαίφνης ⏑ ⏑– – . ]
Ν Νοθεῖα[ Νοθεῖα: τὰ τοῖς νόθοις ἐκ τῶν πατρῴων διδόμενα οὕτω καλεῖται, ἦν δὲ μέχρι χιλίων δραχμῶν· Λυσίας ἐν τῷ πρὸς Καλλιφάνη ξενίας, εἰ γνήσιος, Ἰσαῖος πρὸς Λυσίβιον περὶ ἐπικλήρου. Ἀριστοφάνης Ὄρνισι τί δ' ἢν ὁ πατὴρ ἐμοὶ διδῷ τὰ χρήματα τὰ νοθεῖ' ἀποθνήσκων ὁ νόμος αὐτὸν οὐκ ἐᾷ. τίνων δ' οὐκ ἐξῆν τοῖς νόθοις μετέχειν δεδήλωκεν Ὑπερείδης ἐν τῷ κατ' Ἀρισταγόρας βʹ. Δημοσθένης δ' ἐν τῷ κατ’ Ἀριστοκράτους φησὶν ὡς εἰς τὸ Κυνόσαργες ἐτέλουν. ]
Ξ Ξενικὸν ἐν Κορίνθωι[ Ξενικὸν ἐν Κορίνθωι: Δημοσθένης Φιλιππικοῖς καὶ Ἀριστοφάνης Πλούτῳ. συνεστήσατο δ' αὐτὸ πρῶτον Κόνων, παρέλαβε δ' αὐτὸ Ἰφικράτης ὕστερον καὶ Χαβρίας· ᾧ χρησάμενοι τὴν Λακεδαιμονίων μόραν κατέκοψαν στρατηγοῦντος αὐτοῖς Ἰφικράτους καὶ Καλλίου, καθά φησιν Ἀνδροτίων τε καὶ Φιλόχορος. ]
Ξ Ξυστίς[ Ξυστίς: Λυσίας ἐν τῷ πρὸς Νικόδημον καὶ Κριτόβουλον. γυναικεῖόν τι ἔνδυμά ἐστιν ἡ ξυστὶς πεποικιλμένον, ὡς δῆλον ποιοῦσιν ἄλλοι τε τῶν κωμικῶν καὶ Ἀντιφάνης ἐν Εὐπλοίᾳ τὸν ποικίλ' ὥσπερ ξυστίδ' ἠμφιεσμένον. ἔστι μὲν καὶ τραγικόν τι ἔνδυμα οὕτω καλούμενον, ὡς Κρατῖνος ἐν Ὥραις, ἔστι δὲ καὶ ἱππικὸν ἔνδυμα, ὡς Ἀριστοφάνης Νεφέλαις. ]
Ο Οἰκίσκωι[ Οἰκίσκωι: ἀντὶ τοῦ μικρῷ τινι οἴκῳ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἐκάλουν δὲ οἱ Ἀττικοὶ τὸ ὑφ' ἡμῶν λεγόμενον ὀρνιθοτροφεῖον οἰκίσκον· Ἀριστοφάνης Πελαργοῖς, Μεταγένης Αὔραις. ἐκ τούτων δ' ἔοικε πλανώμενος ὁ Δίδυμος καὶ τὸ Δημοσθενικὸν ἐξηγεῖσθαι. ]
Ο Ὀρικὰ ζεύγη[ Ὀρικὰ ζεύγη: τὰ τῶν ὀρέων, τουτέστι τῶν ἡμιόνων, Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας· ὅτι γὰρ ὀρέας ἐκάλουν τὰς ἡμιόνους καὶ Ὅμηρος καὶ Ἀριστοφάνης ἐν Βατράχοις δηλοῖ. ]
Π Πυελίδα[ Πυελίδα: τὸ ὑφ' ἡμῶν λεγόμενον σφραγιδοφυλάκιον Λυσίας ἐν τῷ κατ' Εὐφήμου καὶ Ἀριστοφάνης Ἥρωσιν. ]
Π Πύλαι μὲν καλοῦνται αἱ Θερμοπύλαι[ Πύλαι μὲν καλοῦνται αἱ Θερμοπύλαι: Δημοσθένης Φιλιππικοῖς. ἐκλήθησαν δ' οὕτω διὰ τὸ στενὴν εἶναι ταύτην τὴν εἴσοδον ἀπὸ Θετταλίας εἰς τὴν Φωκίδα πορευομένοις. Πυλαία δ' ἐκαλεῖτο ἡ εἰς τὰς Πύλας σύνοδος τῶν Ἀμφικτυόνων· Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ὅτι δέ τις ἐγίγνετο σύνοδος τῶν Ἀμφικτυόνων εἰς Πύλας Ὑπερείδης τε ἐν ἐπιταφίῳ καὶ Θεόπομπος ἐν τῇ λʹ εἰρήκασιν. ἐπέμποντο δ' ἐκ τῶν πόλεων τῶν μετεχουσῶν τῆς Ἀμφικτυονίας τινὲς οἵπερ ἐκαλοῦντο Πυλαγόραι· μνημονεύουσι δὲ καὶ τούτων πολλοὶ, ὥσπερ καὶ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος καὶ Ἀριστοφάνης ἐν δευτέραις Θεσμοφοριαζούσαις. ]
Π Πώμαλα[ Πώμαλα: ἀντὶ τοῦ οὐδαμῶς Δημοσθένης ἐν τῷ κατ' Αἰσχίνου [+]. ἔστι δὲ τὸ μὲν πῶ Δώριον, τιθέμενον ἀντὶ τοῦ πόθεν· τὸ δὲ μάλα ἤτοι παρέλκει ἢ ἔστιν ἐν ποσοῖς λεγόμενον πώμαλα, οἷον οὐ μάλα, οὐ πάνυ. πολὺ δ' ἐστὶν ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ· Ἀριστοφάνης ἦ λοιδορία τις ἐγένεθ' ὑμῖν πώμαλα οὐδ' εἶπον οὐδέν. ]
Ρ Ῥόθιον[ Ῥόθιον: Ὑπερείδης ἐν τῷ περὶ τοῦ Πολύευκτον στρατηγεῖν. ῥόθιον καλεῖται παρὰ τὸν ῥόθον τὸν ἐκ τῶν κωπῶν ἀκουόμενον, ὅταν σφοδρῶς ἐλαύνωσιν. τοὔνομα παρὰ πολλοῖς καὶ παρ' Ἀριστοφάνει ἐν Ἱππεῦσι καὶ Θουκυδίδῃ ἐν δʹ. ]
Ρ Ῥόπτρον[ Ῥόπτρον: Λυσίας κατ’ Ἀνδοκίδου [+] ἀσεβείας ἔδησε τὸν ἵππον ἐκ τοῦ ῥόπτρου τοῦ ἱεροῦ. νῦν τὸν τῆς θύρας κρίκον λέγει, ὡς καὶ ἄλλοι, Ἀριστοφάνης Ἀμφιάρεῳ, Ξενοφῶν Ἑλληνικῶν ϛʹ. ]
Σ Σηράγγιον[ Σηράγγιον: Λυσίας ἐν τῷ κατ' Ἀνδροτίωνος. χωρίον τι τοῦ Πειραιῶς οὕτως ἐκαλεῖτο. μνημονεύει δ' αὐτοῦ καὶ Ἀριστοφάνης ἐν Γεωργοῖς. ]
Σ Σιπύα[ Σιπύα: Λυσίας ἐν τῷ περὶ ἡμικληρίου τῶν Μακαρτάτου χρημάτων. σιτηρὸν ἀγγεῖόν ἐστιν ἡ σιπύα, ἔστι δὲ πολλάκις παρὰ τοῖς ἀρχαίοις κωμικοῖς· Εὔπολις Χρυσῷ γένει, Ἀριστοφάνης Τελμησεῦσιν. ]
Σ Σκαφίον[ Σκαφίον: Ἀντιφῶν ἐν τῇ πρὸς τὴν Δημοσθένους γραφὴν ἀπολογίᾳ. ὅτι δὲ τὸ σκαφίον εἶδος κουρᾶς καὶ Ἀριστοφάνης Γήρᾳ. ]
Σ Σπερμολόγος[ Σπερμολόγος: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. λέγεταί τι μικρὸν ὀρνιθάριον κολοιῶδες σπερμολόγος, ὠνομασμένον, ὡς ἔοικεν, ἀπὸ τοῦ τὰ σπέρματα ἀναλέγειν, οὗ μνημονεύει Ἀριστοφάνης ἐν Ὄρνισι. λέγεται οὖν ἀπὸ τούτου ὁ εὐτελὴς καὶ εὐκαταφρόνητος ἄνθρωπος καὶ ἴσως ἀπὸ τῶν ἀλλοτρίων διαζῶν σπερμολόγος. ]
Σ Στρωτήρ[ Στρωτήρ: Λυκοῦργος κατ' Ἰσχυρίου. τὰ μικρὰ δοκίδια τὰ ἐπάνω τῶν δουροδόκων τιθέμενα στρωτῆρας ἔλεγον, ὥς φησι Δίδυμος. ἔστι τοὔνομα καὶ ἐν Βαβυλωνίοις Ἀριστοφάνους. ]
Τ Τῆτες[ Τῆτες: ἀντὶ τοῦ τούτῳ τῷ ἔτει Λυσίας ἐν τῇ πρὸς Πυθόδημον ἀπολογίᾳ, εἰ γνήσιος, Ἀριστοφάνης Γήρᾳ καὶ οἱ ἄλλοι. ]
Φ Φάσκωλον[ Φάσκωλον: πήρα τις οὕτως ἐκαλεῖτο παρ' αὐτοῖς· Ἰσαῖος καὶ Λυσίας ἐν τῷ πρὸς Δίωνα, Ἀριστοφάνης Θεσμοφοριαζούσαις. ]
Φ Φελλέα[ Φελλέα: Ἰσαῖος ἐν τῷ περὶ τοῦ Κίρωνος κλήρου τὰ πετρώδη καὶ αἰγίβοτα χωρία φελλέας ἐκάλουν· Κρατῖνος Ὥραις, Ἀριστοφάνης Νεφέλαις. ]
Χ Χερνίβων[ Χερνίβων: Δημοσθένης ἐν τῷ κατ' Ἀνδροτίωνος καὶ χερνίβων καὶ κανῶν ἁψόμενον. εἴη δ' ἂν ἀπ' ὀρθῆς τῆς χέρνιψ γενικὴ πληθυντικὴ χερνίβων· τῆς γὰρ χέρνιβος μέμνηνται καὶ οἱ κωμικοὶ ὡς παραλαμβανομένης εἰς τὰς θυσίας. ὁ γοῦν Ἀριστοφάνης ἐν Ὄρνισι φησι παῖ παῖ, τὸ κανοῦν αἴρεσθε καὶ τὴν χέρνιβα. ]
Χ Χρῆσται[ Χρῆσται: δύο σημαίνει τοὔνομα τἀναντία· καὶ γὰρ τοὺς δανειστὰς, ὡς παρ' Ἰσαίῳ ἐν τῷ πρὸς Καλυδῶνα καὶ παρ' Ἀριστοφάνει ἐν Νεφέλαις· φησὶ γὰρ ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων ἄγομαι, φέρομαι, τὰ χρήματ' ἐνεχυράζομαι. ἐπὶ δὲ τοῦ δανειζομένου κέχρηνται τῷ ὀνόματι ἄλλοι τε καὶ Δημοσθένης ἐν τῇ ὑπὲρ Φορμίωνος παραγραφῇ. καὶ ἐν τῇ πρὸς Ζηνόθεμιν παραγραφῇ φησιν οἱ δὲ δανεισταὶ τὸ ἐξ ἀρχῆς ἠπατημένοι, ὁρῶντες ἑαυτοῖς ἀντὶ τῶν χρημάτων ἄνθρωπον πονηρὸν χρήστην, ἄλλο δ' οὐδέν. ]
Χ Χρυσίς[ Χρυσίς: ἡ φιάλη· Δημοσθένης ἐν τῷ κατ' Ἀνδροτίωνος, Ἀριστοφάνης Εἰρήνῃ. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).

This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License