urn:cts:greekLit:tlg0030.harp001
urn:cts:greekLit:tlg0030.harp002
urn:cts:greekLit:tlg0030.harp003
urn:cts:greekLit:tlg0030.harp004
urn:cts:greekLit:tlg0030.harp005
urn:cts:greekLit:tlg0030.harp006
urn:cts:greekLit:tlg0030.harp007
urn:cts:greekLit:tlg0030.harp008
urn:cts:greekLit:tlg0030.harp009
urn:cts:greekLit:tlg0030.harp010
urn:cts:greekLit:tlg0030.harp011 - Against Athenogenes
urn:cts:greekLit:tlg0030.harp012
urn:cts:greekLit:tlg0030.harp013
urn:cts:greekLit:tlg0030.harp014
urn:cts:greekLit:tlg0030.harp015
urn:cts:greekLit:tlg0030.harp016 - Against Demosthenes
urn:cts:greekLit:tlg0030.harp017
urn:cts:greekLit:tlg0030.harp018
urn:cts:greekLit:tlg0030.harp019
urn:cts:greekLit:tlg0030.harp020
urn:cts:greekLit:tlg0030.harp021
urn:cts:greekLit:tlg0030.harp022
urn:cts:greekLit:tlg0030.harp023
urn:cts:greekLit:tlg0030.harp024
urn:cts:greekLit:tlg0030.harp025
urn:cts:greekLit:tlg0030.harp026
urn:cts:greekLit:tlg0030.harp027
urn:cts:greekLit:tlg0030.harp028
urn:cts:greekLit:tlg0030.harp029
urn:cts:greekLit:tlg0030.harp030
urn:cts:greekLit:tlg0030.harp031
urn:cts:greekLit:tlg0030.harp032
urn:cts:greekLit:tlg0030.harp033
urn:cts:greekLit:tlg0030.harp034
urn:cts:greekLit:tlg0030.harp035
urn:cts:greekLit:tlg0030.harp036
urn:cts:greekLit:tlg0030.harp037
urn:cts:greekLit:tlg0030.harp038
urn:cts:greekLit:tlg0030.harp039
urn:cts:greekLit:tlg0030.harp040
urn:cts:greekLit:tlg0030.harp041
urn:cts:greekLit:tlg0030.harp042
urn:cts:greekLit:tlg0030.harp043
urn:cts:greekLit:tlg0030.harp044
urn:cts:greekLit:tlg0030.harp045
urn:cts:greekLit:tlg0030.harp046
urn:cts:greekLit:tlg0030.harp047
urn:cts:greekLit:tlg0030.harp048 - Funeral Oration
Α | Ἀγασικλῆς | [ | Ἀγασικλῆς: περὶ Ἀγασικλέους Ὑπερείδης λέγει. γέγραπται καὶ Δεινάρχῳ λόγος κατ' αὐτοῦ, ἐν ᾧ δεδήλωται ὅτι Ἁλιμουσίους συνεδέκασε καὶ διὰ τοῦτο ξένος ὢν τῇ πολιτείᾳ ἐνεγράφη. | ] |
Α | Ἀγοράς | [ | Ἀγοράς: Ὑπερείδης ἐν τῷ κατὰ Πολυεύκτου περὶ τοῦ διαγράμματος οὗτοι πολλάκις ἀγορὰς ποιοῦνται. μήποτε ἀντὶ τοῦ συνόδους νῦν. σημαίνει δὲ καὶ ἕτερα τοὔνομα. | ] |
Α | Ἀγοράσαι | [ | Ἀγοράσαι: ἀντὶ τοῦ ὠνήσασθαι Ὑπερείδης ἐν τῷ Δηλιακῷ. | ] |
Α | Αἰγιλιεύς | [ | Αἰγιλιεύς: Ὑπερείδης. Αἰγιλία δῆμός ἐστι φυλῆς Ἀντιοχίδος, ἔνθεν ὁ δημότης Αἰγιλιεύς. | ] |
Α | Ἀκμάζεις | [ | Ἀκμάζεις: ἀντὶ τοῦ τὰ τῶν νέων πράττεις Ὑπερείδης ἐν τῷ κατὰ Μαντιθέου, Λυσίας ἐν τῷ πρὸς Νίκαρχον τὸν αὐλητὴν, εἰ γνήσιος. | ] |
Α | Ἀκτή | [ | Ἀκτή: ἰδίως ἐπιθαλαττίδιός τις μοῖρα τῆς Ἀττικῆς· Ὑπερείδης ἐν τῷ περὶ τοῦ ταρίχους· ὅθεν καὶ ὁ Ἀκτίτης λίθος. ἐκάλουν δὲ οὕτω καὶ τὴν Ἀττικὴν οἱ μὲν ἀπό τινος Ἀκταίωνος βασιλέως, οἱ δὲ διὰ τὸ τὴν πλείω τῆς χώρας ἐπιθαλάττιον εἶναι. | ] |
Α | Ἄκτια | [ | Ἄκτια: Ὑπερείδης ἐν τῷ περὶ τοῦ Πολύευκτον στρατηγεῖν. Ἄκτια ἀγὼν παλαιὸς ἦν, ὡς δῆλον ποιεῖ Καλλίμαχος ἐν τῷ περὶ ἀγώνων. | ] |
Α | Ἀλκίμαχος | [ | Ἀλκίμαχος: Δημοσθένης ἐν τῷ κατ' Εὐέργου καὶ Μνησιβούλου. στρατηγὸς οὗτός ἐστιν, Ἀναγυράσιος τῶν δήμων, στρατηγήσας ἐν τῷ πρὸς Φίλιππον πολέμῳ. ἕτερος δέ ἐστιν Ἀλκίμαχος Μακεδὼν, οὗ μνημονεύει Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου οὕτως Ἀλκίμαχον καὶ Ἀντίπατρον Ἀθηναίους καὶ προξένους ἐποιησάμεθα. Ἀναξιμένης δὲ ἐν τῇ βʹ τῶν περὶ Ἀλέξανδρον ἀνέγραψεν αὐτοῦ δημηγορίαν, πρὸς ἣν ἀντειπεῖν φησὶ Δημοσθένην. | ] |
Α | Ἀμφισβητεῖν καὶ παρακαταβάλλειν | [ | Ἀμφισβητεῖν καὶ παρακαταβάλλειν: οἱ τῶν κλήρων ἐπιδικαζόμενοι ἀμφισβητεῖν ἢ παρακαταβάλλειν λέγονται, οἱ μὲν οὐ φάσκοντες ἐπίδικον εἶναι τὸν κλῆρον ὡς ὄντος παιδὸς τῷ τετελευτηκότι ἢ γόνῳ ἢ ποιήσει, οἱ δὲ ὡς ἄπαιδος τελευτήσαντος δικαιότερον λέγοντες ἔχειν αὐτοὺς τὸν κλῆρον τοῦ λαχόντος, ἢ συγγενεῖς ὄντες ἢ κατὰ διαθήκας κληρονόμοι. οὕτω Δημοσθένης καὶ Ὑπερείδης περὶ τοῦ παρακαταβάλλειν διεσάφησαν. | ] |
Α | Ἀνασυντάξας | [ | Ἀνασυντάξας: ἀντὶ τοῦ ἄνωθεν συντάξας Ὑπερείδης κατὰ Πολυεύκτου. | ] |
Α | Ἄνδηρα | [ | Ἄνδηρα: Ὑπερείδης ἐν τῷ κατὰ Κόνωνος. τὰ χείλη τῶν ποταμῶν ἄνδηρα λέγουσι διὰ τὸ ἀεὶ ἔνικμα καὶ διερὰ εἶναι. οἱ δὲ τὰ χώματα διὰ τὸ ἄνω καὶ καθύπερθε τῶν διερῶν εἶναι· ὧν καὶ Ὑπερείδης. | ] |
Α | Ἀνεπόπτευτος | [ | Ἀνεπόπτευτος: Ὑπερείδης ἐν τῷ ὑπὲρ Φρύνης. ὁ μὴ ἐποπτεύσας. τί δὲ τὸ ἐποπτεῦσαι, δηλοῖ Φιλόχορος ἐν τῇ ιʹ· τὰ ἱερὰ οὗτος ἀδικεῖ πάντα, τά τε μυστικὰ καὶ τὰ ἐποπτικά, καὶ πάλιν Δημητρίῳ μὲν οὖν ἴδιόν τι ἐγένετο παρὰ τοὺς ἄλλους τὸ μόνον μυηθῆναί τε ἅμα καὶ ἐποπτεῦσαι καὶ τοὺς χρόνους τῆς τελετῆς τοὺς πατρίους μετακινηθῆναι. | ] |
Α | Ἄνετον | [ | Ἄνετον: ἀντὶ τοῦ ἱερὸν καὶ ἀνειμένον θεῷ τινὶ Ὑπερείδης Δηλιακῷ. | ] |
Α | Ἀντιγραφή | [ | Ἀντιγραφή: ἰδίως μὲν ἐπὶ ταῖς τῶν κλήρων διαδικασίαις ἀντιγραφὴ καλεῖται, ὅταν τις ὡς ἄπαιδος ὄντος τοῦ τετελευτηκότος ἑαυτῷ φάσκῃ προσήκειν τὸν κλῆρον κατὰ γένος ἢ δόσιν. κοινῶς δ' ἐν ταῖς δίκαις ταῖς δημοσίαις καὶ ταῖς ἰδίαις τὰ τῶν δικαζομένων γράμματα, ἃ ἐδίδοσαν περὶ τοῦ πράγματος, καὶ τὰ τοῦ διώκοντος καὶ τὰ τοῦ φεύγοντος, ἀντιγραφὴ, καὶ τὰ μαρτύρια· Δημοσθένης κατὰ Στεφάνου καὶ Ὑπερείδης. Πλάτων δὲ ἐν τῇ Σωκράτους ἀπολογίᾳ τὸ αὐτὸ καλεῖ ἀντωμοσίαν καὶ ἀντιγραφήν. | ] |
Α | Ἀποικία | [ | Ἀποικία: ἰδίως τὰ γράμματα καθ' ἃ ἀποικοῦσί τινες οὕτως ὠνόμασαν· Ὑπερείδης Δηλιακῷ. | ] |
Α | Ἀποστασίου | [ | Ἀποστασίου: δίκη τίς ἐστι κατὰ τῶν ἀπελευθερωθέντων δεδομένη τοῖς ἀπελευθερώσασιν, ἐὰν ἀφιστῶνταί τε ἀπ' αὐτῶν ἢ ἕτερον ἐπιγράφωνται προστάτην, καὶ ἃ κελεύουσιν οἱ νόμοι μὴ ποιῶσιν. καὶ τοὺς μὲν ἁλόντας δεῖ δούλους εἶναι, τοὺς δὲ νικήσαντας τελέως ἤδη ἐλευθέρους. πολλάκις δ' ἐστὶ παρὰ τοῖς ῥήτορσι, παρὰ τῷ Λυσίᾳ ἐν τῷ πρὸς Ἀριστόδημον καὶ Ὑπερείδῃ ἐν τῷ κατὰ Δημητρίας ἀποστασίου. Ἀριστοτέλης δ' ἐν Ἀθηναίων πολιτείᾳ περὶ τοῦ πολεμάρχου γράφει ταυτί· οὗτος δὲ εἰσάγει δίκας τάς τε τοῦ ἀποστασίου καὶ ἀπροστασίου καὶ κλήρων καὶ ἐπικλήρων. | ] |
Α | Ἀπρόσκλητον | [ | Ἀπρόσκλητον: τὴν οὐ προσκεκλημένην Ὑπερείδης ἐν τῷ κατ' Ἀθηνογένους βʹ. | ] |
Α | Ἀπροστασίου | [ | Ἀπροστασίου: εἶδος δίκης κατὰ τῶν προστάτην μὴ νεμόντων μετοίκων· ᾑρεῖτο γὰρ ἕκαστος ἑαυτῷ τῶν πολιτῶν τινὰ προστησόμενον περὶ πάντων τῶν ἰδίων καὶ τῶν κοινῶν. Ὑπερείδης ἐν τῷ κατ' Ἀρισταγόρας ἀπροστασίου βʹ. | ] |
Α | Ἀριστίων | [ | Ἀριστίων: Ὑπερείδης κατὰ Δημοσθένους [+]. οὗτος Σάμιος μέν ἐστιν ἢ Πλαταιεὺς, ὡς Δίυλλός φησιν, ἐκ μειρακυλλίου δ' ἑταῖρος Δημοσθένους, ἐπέμφθη δ' ὑπ' αὐτοῦ πρὸς Ἡφαιστίωνα ἕνεκα διαλλαγῶν, ὥς φησι Μαρσύας ἐν εʹ τῶν περὶ Ἀλέξανδρον. | ] |
Α | Ἀρτεμίσιον | [ | Ἀρτεμίσιον: ἰδίως τὸ τῆς Ἀρτέμιδος ἄγαλμα· Ὑπερείδης Δηλιακῷ. λέγεται δὲ καὶ ἀκρωτήριόν τι τῆς Εὐβοίας, ὡς Δημοσθένης ὑπὲρ Κτησιφῶντος. | ] |
Α | Ἀσήμαντα | [ | Ἀσήμαντα: τὰ ὑφ' ἡμῶν λεγόμενα ἀσφράγιστα· σημεῖα γὰρ ἔλεγον τὰς σφραγῖδας· Ὑπερείδης ἐν τῷ κατ' Ἀντίου. | ] |
Α | Ἀφαίρεσις | [ | Ἀφαίρεσις ἰδίως λέγεται ἡ εἰς ἐλευθερίαν· Ὑπερείδης ἐν τῷ κατ' Ἀρισταγόρας. | ] |
Α | Ἀφεὶς τὴν ὑπέραν τὸν πόδα διώκει | [ | Ἀφεὶς τὴν ὑπέραν τὸν πόδα διώκει: Ὑπερείδης ἐν τῷ περὶ τοῦ ταρίχους αʹ. παροιμία ἐπὶ τῶν παριέντων τὰ σπουδαιότερα καὶ περὶ τὰ φαῦλα διατριβόντων. ὑπέραι δ' εἰσὶ ναυτικαὶ σχοῖνοι, αἷς μετάγεται τὸ κέρας. | ] |
Α | Ἀφύας | [ | Ἀφύας: Ὑπερείδης κατ' Ἀρισταγόρας. ἔστι δὲ καὶ ὄνομα ἑταιρῶν γυναικῶν ἀδελφῶν βʹ. | ] |
Β | Βάσανος | [ | Βάσανος: Ἀντιφῶν [+]. λίθος οὕτω καλεῖται, ᾗ τὸ χρυσίον παρατριβόμενον δοκιμάζεται. Ὑπερείδης δ' ἐν τῷ κατ' Ἀντίου τὰ ἐν ταῖς βασάνοις εἰρημένα ὑπὸ τῶν βασανιζομένων καὶ ἀναγραφέντα βασάνους ὠνόμασε. | ] |
Β | Βουλεύσεως | [ | Βουλεύσεως: ἐγκλήματος ὄνομα ἐπὶ δυοῖν ταττόμενον πραγμάτοιν· τὸ μὲν γάρ ἐστιν ὅταν ἐξ ἐπιβουλῆς τίς τινι κατασκευάσῃ θάνατον, ἐάν τε ἀποθάνῃ ὁ ἐπιβουλευθεὶς ἐάν τε μὴ, τὸ δ' ἕτερον ὅταν ἐγγεγραμμένος ὡς ὀφείλων τῷ δημοσίῳ αὐτὸς δικάζηταί τινι ὡς οὐ δικαίως αὐτὸν ἐγγεγραφότι. τοῦ μὲν οὖν προτέρου μάρτυς Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην, ἐπὶ Παλλαδίῳ λέγων εἶναι τὰς δίκας, Δείναρχος δὲ ἐν τῷ κατὰ Πιστίου ἐν Ἀρείῳ πάγῳ. Ἀριστοτέλης δ' ἐν τῇ Ἀθηναίων πολιτείᾳ τῷ Ἰσαίῳ συμφωνεῖ. περὶ δὲ τοῦ ἑτέρου ἐγκλήματος Δημοσθένης ἐν τῷ κατ' Ἀριστογείτονος αʹ. Ὑπερείδης δ' ἐν τῷ κατ' Ἀθηνογένους αʹ ἐπὶ ἐνέδρας καὶ ἐπιβουλῆς τῆς εἰς χρήματα ἰδίως κέχρηται τῷ ὀνόματι. | ] |
Β | Βουφόνια | [ | Βουφόνια: Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου. ἑορτή τις ἐστὶ παρ' Ἀθηναίοις. | ] |
Γ | Γρύλλος | [ | Γρύλλος: Ὑπερείδης ἐν τῷ πρὸς Ἐπικλέα περὶ οἰκίας. Ξενοφῶντος τοῦ Σωκρατικοῦ υἱοὶ Γρύλλος καὶ Διόδωρος. ἐτελεύτησε δὲ οὗτος ἐν Μαντινείᾳ μαχόμενος. | ] |
Δ | Δειπνοφόρος | [ | Δειπνοφόρος: Ὑπερείδης ἐν τῷ κατὰ Δημέου. λέγεται δὲ καὶ τὰς δειπνοφόρους καταλέγεσθαι νῦν, ὅτι αἱ τῶν κατακεκλειμένων παίδων μητέρες εἰσέπεμπον καθ' ἡμέραν αὐτοῖς τροφὴν εἰς τὸ τῆς Ἀθηνᾶς ἱερὸν, ἐν ᾧ διῃτῶντο, καὶ αὐταὶ συνῄεσαν ἀσπασόμεναι τοὺς ἑαυτῶν. | ] |
Δ | Διάγραμμα | [ | Διάγραμμα: Ὑπερείδης ἐν τῷ πρὸς Ἐπικλέα. τὸ ταττόμενον ἐν ταῖς συμμορίαις ὁπόσον ἕκαστον ἄνδρα εἰσφέρειν δεῖ. ἐτάττετο δὲ οὐ τὸ αὐτὸ πᾶσιν, ἀλλὰ πρὸς τὴν τίμησιν τῆς οὐσίας. περὶ δὲ τούτων σαφέστατα δεδήλωκεν Ὑπερείδης ἐν τῷ κατὰ Πολυεύκτου περὶ διαγράμματος. διαγραφεὺς μέντοι ἐστὶν ὁ καθιστάμενος ἐν ταῖς συμμορίαις ἐπὶ τῷ διακρῖναι πόσον ἕκαστος ἀνὴρ εἰσενεγκεῖν ὀφείλει, ὡς ὁ αὐτὸς πάλιν φανερὸν ποιεῖ ἐν τῷ κατὰ Πολυεύκτου. | ] |
Δ | Διάθεσις | [ | Διάθεσις: ἀντὶ τοῦ πρᾶσις Ἰσοκράτης Βουσίριδι. ἀντὶ δὲ τοῦ ἀποδεδόμεθα διεθέμεθα εἶπεν Ἀντιφῶν ἐν τῷ πρὸς τὴν Καλλίου ἔνδειξιν, καὶ ἀντὶ τοῦ διοίκησις ὁ αὐτὸς ἐν τῷ περὶ ὁμονοίας ἀλλὰ εἰδότες τὴν διάθεσιν ἀκούουσιν. Φρύνιχος Τραγῳδοῖς τῇ διαθέσει τῶν ἐπῶν φησί. καὶ γὰρ τὸ ῥῆμα διαθέσθαι λέγουσιν ἐπὶ τοῦ διοικῆσαι· Ἀντιφῶν Ἀληθείας αʹ γυμνωθεῖσα δὲ ἀφορμῆς πολλὰ ἂν καὶ καλὰ κακῶς διαθεῖτο. διαθέσθαι ἀντὶ τοῦ συνθέσθαι Ὑπερείδης κατὰ Δημοσθένους [+]. | ] |
Δ | Διαμαρτυρία καὶ διαμαρτυρεῖν | [ | Διαμαρτυρία καὶ διαμαρτυρεῖν: τρόπος τις ἦν παραγραφῆς ἡ διαμαρτυρία· πρὸ γὰρ τοῦ εἰσαχθῆναι τὴν δίκην εἰς τὸ δικαστήριον ἐξῆν τῷ βουλομένῳ διαμαρτυρῆσαι ὡς εἰσαγώγιμός ἐστιν ἡ δίκη ἢ οὐκ εἰσαγώγιμος. διαφέρει δὲ τῆς παραγραφῆς τῷ τὴν διαμαρτυρίαν γίνεσθαι οὐ μόνον ὑπὸ τῶν φευγόντων, ἀλλὰ καὶ ὑπὸ τῶν διωκόντων. καὶ πρότερόν γε τῷ διώκοντι ἦν προβάλλεσθαί τινα μαρτυροῦντα εἰσαγώγιμον εἶναι τὴν δίκην, καὶ περὶ τούτου πρότερον ἐγίνετο ἡ κρίσις πρὸς αὐτὸν τὸν διαμαρτυρήσαντα, οὐ πρὸς τὸν ἐξ ἀρχῆς δικαζόμενον· εἰ δὲ μὴ προβάλοιτο μάρτυρα ὁ διώκων, τότε ἐξῆν τῷ φεύγοντι προσαγαγεῖν τινὰ μαρτυροῦντα μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην, καὶ πάλιν πρὸς τὸν διαμαρτυρήσαντα ὁ ἀγὼν ἐγίνετο. ἐπεσκήπτοντο δὲ ψευδομαρτυριῶν καὶ ταῖς διαμαρτυρίαις, ὥσπερ ταῖς μαρτυρίαις· Λυσίας ἐν τῇ πρὸς Ἀριστόδημον διαμαρτυρίῳ, εἰ γνήσιος ὁ λόγος. Ἰσαῖος δ' ἐν τῷ πρὸς Πύθωνα ἀποστασίου φησὶν ὅτι οὐχ οἷόν τε διαμαρτυρεῖν ξένους· Ὑπερείδης δ' ἐν τῷ κατ' Ἀρισταγόρας ἀπροστασίου βʹ φησὶν ὡς οἱ νόμοι κελεύουσι διαμαρτυρεῖν ἐπὶ ταῖς γραφαῖς ταῖς τοῦ ἀπροστασίου τὸν βουλόμενον ὁμοίως τῶν ξένων καὶ τῶν ἐπιχωρίων. μήποτ' οὖν ἐν μὲν ταῖς τοῦ ἀποστασίου δίκαις κεκώλυνται διαμαρτυρεῖν οἱ ξένοι, ἐν δὲ ταῖς τοῦ ἀπροστασίου οὐ κεκώλυνται. Δείναρχος μέντοι τὸ διαμαρτυρῆσαι τέθεικεν οὐκ ἐπὶ τοῦ μαρτυρήσαντος αὐτοῦ, ἀλλ' ἐπὶ τοῦ παρασχόντος τινὰ διαμαρτυρήσαντα ἐν τῇ διαμαρτυρίᾳ περὶ τοῦ μὴ ἐπίδικον εἶναι τὴν Ἀριστοφῶντος θυγατέρα. οὗτος δὲ ὁ ῥήτωρ ἐν τῷ κατὰ Ἡδύλης καὶ τὸν τρόπον διαγράφει τῆς διαμαρτυρίας. | ] |
Δ | Δρακοντίδης | [ | Δρακοντίδης: εἷς τῶν λʹ· Ὑπερείδης. | ] |
Δ | Δωροξενία | [ | Δωροξενία: Λυσίας ἐν τῷ κατὰ Νικίδου. ἐξηγήσατο τοὔνομα Ὑπερείδης ἐν τῷ κατ' Ἀρισταγόρας οὕτω γράφων· ἐπεὶ καὶ ὁ τῆς δωροξενίας νόμος ἁρμόττων ἐστὶ τῷ νῦν ἀγῶνι παραχθῆναι· εἰ γὰρ καὶ τοὺς ἀποφυγόντας ξενίας εἴρηκεν ἐξεῖναι τῷ βουλομένῳ πάλιν γράψασθαι, ἐὰν μὴ δοκῶσι δικαίως τὸ πρῶτον ἀποπεφευγέναι, πῶς οὐ φανερόν ἐστι κατ' Ἀρισταγόρας τὸ δίκαιον καὶ Ἀριστοτέλης δ' ἐν τῇ Ἀθηναίων πολιτείᾳ περὶ τῶν θεσμοθετῶν λέγων γράφει ταυτί· εἰσὶ δὲ καὶ γραφαὶ πρὸς αὐτοὺς, ὧν παράστασις τίθεται, ξενίας καὶ δωροξενίας, ἄν τις δῶρα δοὺς ἀποφύγῃ τὴν συκοφαντίαν. | ] |
Ε | Ἑκατομβαιών | [ | Ἑκατομβαιών: ὄνομα μηνός. Ὑπερείδης. ὁ γοῦν Ἀμμώνιός φησιν ἀπὸ τοῦ πλείστας τούτῳ τῷ μηνὶ θύεσθαι ἑκατόμβας κεκλῆσθαι. | ] |
Ε | Ἔκδεια | [ | Ἔκδεια: Ὑπερείδης ἐν τῷ κατὰ Πασικλέους ἐὰν δέ τις ἔκδεια γένηται, ἤγουν ἐὰν δέ τις ἐνδεήσῃ τοῦ προϋπάρχοντος ἀργυρίου. | ] |
Ε | Ἐλευθέριος Ζεύς | [ | Ἐλευθέριος Ζεύς: Ὑπερείδης τῷ μὲν τοίνυν Διῒ, ὦ ἄνδρες δικασταὶ, ἡ ἐπωνυμία γέγονε τοῦ ἐλευθέριον προσαγορεύεσθαι διὰ τὸ τοὺς ἐξελευθέρους τὴν στοὰν οἰκοδομῆσαι τὴν πλησίον αὐτοῦ. ὁ δὲ Δίδυμός φησιν ἁμαρτάνειν τὸν ῥήτορα· ἐκλήθη γὰρ ἐλευθέριος διὰ τὸ τῶν Μηδικῶν ἀπαλλαγῆναι τοὺς Ἀθηναίους. ὅτι δὲ ἐπιγέγραπται μὲν σωτὴρ, ὀνομάζεται δὲ καὶ ἐλευθέριος, δηλοῖ καὶ Μένανδρος. | ] |
Ε | Ἐλευσίνια | [ | Ἐλευσίνια: Ὑπερείδης ἐν τῷ ὑπὲρ Καλλίππου. τοῖς νικῶσι τὰ Ἐλευσίνια ἐδίδοτο ἆθλον. ὠνομάσθη δὲ ἡ πόλις Ἐλευσὶς ἀπὸ Ἐλευσίνου τοῦ Ἑρμοῦ. ἄλλοι δὲ ἄλλας αἰτίας φασὶ καὶ ἑορτὴν εἶναι μόνον τὰ Ἐλευσίνια. | ] |
Ε | Ἑλλανοδίκαι | [ | Ἑλλανοδίκαι: Ὑπερείδης ἐν τῷ ὑπὲρ Καλλίππου πρὸς Ἠλείους. Ἀριστοτέλης Ἠλείων πολιτείᾳ τὸ μὲν πρῶτόν φησιν ἕνα καταστῆσαι τοὺς Ἠλείους Ἑλλανοδίκην, χρόνου δὲ διελθόντος βʹ, τὸ δὲ τελευταῖον θʹ. Ἀριστόδημος δ' ὁ Ἠλεῖός φησι τοὺς τελευταίους τιθέντας τὸν ἀγῶνα Ἑλλανοδίκας εἶναι ιʹ, ἀφ' ἑκάστης φυλῆς ἕνα. | ] |
Ε | Ἔμμηνοι δίκαι | [ | Ἔμμηνοι δίκαι: αἵ τε ἐμπορικαὶ καὶ ἐρανικαί· Δημοσθένης καὶ Ὑπερείδης. | ] |
Ε | Ἐν Διομείοις Ἡράκλειον | [ | Ἐν Διομείοις Ἡράκλειον: Ὑπερείδης κατὰ Κόνωνος. τῆς ἐν Διομείοις ἀγομένης ἑορτῆς τῷ Ἡρακλεῖ μνημονεύουσι καὶ οἱ κωμικοί. | ] |
Ε | Ἕνη καὶ νέα | [ | Ἕνη καὶ νέα: Ὑπερείδης ἐν τῷ πρὸς Ὑγιαίνοντα. τὴν ὑφ' ἡμῶν τριακάδα καλουμένην ἕνην καὶ νέαν καλοῦσιν Ἀθηναῖοι ἀπὸ τοῦ τὴν τελευτὴν ἔχειν τοῦ προτέρου μηνὸς καὶ τὴν ἀρχὴν τοῦ ὑστέρου. Πολέμων δέ φησιν ὅτι ἐκάλεσάν ποτε αὐτὴν Ἀθηναῖοι Δημητριάδα ἐπὶ τιμῇ Δημητρίου τοῦ Μακεδόνος. ἕνην δὲ καὶ εἰς ἕνην τὸ εἰς τρίτην λέγουσι. καὶ ἁπλῶς τὸ ἕνον δασυνόμενον τὸ πρότερον καὶ παρεληλυθὸς δηλοῖ. | ] |
Ε | Ἐν παραβύστωι | [ | Ἐν παραβύστωι: ἀντὶ τοῦ κρύφα καὶ οὐ φανερῶς Ὑπερείδης ἐν τῷ κατ' Ἀρχεστρατίδου. | ] |
Ε | Ἐπιδιετὲς ἡβῆσαι | [ | Ἐπιδιετὲς ἡβῆσαι: Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. Δίδυμός φησιν ἀντὶ τοῦ ἐὰν ιϛʹ ἐτῶν γένωνται· τὸ γὰρ ἡβῆσαι μέχρι ιδʹ ἔστιν. ἀλλ' οἱ ἔφηβοι παρ' Ἀθηναίοις ὀκτωκαιδεκαετεῖς γίνονται, καὶ μένουσιν ἐν τοῖς ἐφήβοις ἔτη βʹ, ἔπειτα τῷ ληξιαρχικῷ ἐγγράφονται γραμματείῳ, καθά φησιν Ὑπερείδης ἐν τῷ πρὸς Χάρητα ἐπιτροπικῷ· ἐπεὶ δὲ ἐνεγράφην ἐγὼ καὶ ὁ νόμος ἀπέδωκε τὴν κομιδὴν τῶν καταλειφθέντων τῇ μητρὶ, ὃς κελεύει κυρίους εἶναι τῆς ἐπικλήρου καὶ τῆς οὐσίας ἁπάσης τοὺς παῖδας, ἐπειδὰν ἐπιδιετὲς ἡβῶσιν. | ] |
Ε | Ἐπὶ κόρρης | [ | Ἐπὶ κόρρης: Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. ἄλλοι μὲν ἄλλως ἀπέδοσαν, βέλτιον δὲ ὑπολαμβάνειν ἐπὶ κόρρης λέγεσθαι τὸ ἐπὶ τῆς γνάθου, ὃ λέγομεν ἐν τῷ βίῳ ῥάπισμα. Ὑπερείδης γοῦν ἢ Φιλῖνος ἐν τῷ κατὰ [+] Δωροθέου [+], προειπὼν τὸν ῥαπίσαντα Ἱππόνικον ἐπὶ κόρρης γραφῆναι ὕβρεως, ἐν τοῖς ἑξῆς ὥσπερ ἐξηγεῖται τοὔνομα λέγων ἔπειτα Ἱππόνικος ὑπ' Αὐτοκλέους μόνον ἐρραπίσθη τὴν γνάθον, ἐγὼ δ' ὑπὸ τούτων τῶν τριχῶν εἱλκόμην, κονδύλους ἔλαβον. | ] |
Ε | Ἐπιστάτης | [ | Ἐπιστάτης: Ἰσαῖος ἐν τῷ κατ' Ἐλπαγόρου καὶ Δημοφάνους. δύο εἰσὶν οἱ καθιστάμενοι ἐπιστάται, ὁ μὲν ἐκ πρυτάνεων κληρούμενος ὁ δὲ ἐκ τῶν προέδρων, ὧν ἑκάτερος τίνα διοίκησιν διοικεῖ δεδήλωκεν ὁ Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. ἐλέγετο δ' ἐν τοῖς κοινοῖς καὶ ὁ ἐφεστηκὼς πράγματι ὁτῳοῦν, ὡς Ὑπερείδης τε ἐν τῷ κατὰ Δημοσθένους [+] καὶ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος φανερὸν ποιοῦσιν. | ] |
Ε | Ἐπιχειροτονία | [ | Ἐπιχειροτονία: ἡ τῶν χειροτονητῶν κατάστασις· Ὑπερείδης ἐν τῷ ὑπὲρ Σιμίου πρὸς Πυθέαν καὶ Λυκοῦργον. | ] |
Ε | Ἐπωπτευκότων | [ | Ἐπωπτευκότων: Ὑπερείδης ἐν τῷ ὑπὲρ Φρύνης. οἱ μυηθέντες ἐν Ἐλευσῖνι ἐν τῇ δευτέρᾳ μυήσει ἐποπτεύειν λέγονται, ὡς δῆλόν ἐστιν ἔκ τε τοῦ Δημοσθένους λόγου καὶ ἐκ τῆς δεκάτης Φιλοχόρου. | ] |
Ε | Ἔργα νέων | [ | Ἔργα νέων: τοῦτο καὶ Ὑπερείδης ἐν τῷ κατ' Αὐτοκλέους Ἡσιόδου φησὶν εἶναι. παροιμία τίς ἐστιν, ἣν ἀνέγραψε καὶ Ἀριστοφάνης ὁ γραμματικὸς οὕτως ἔχουσαν ἔργα νέων, βουλαὶ δὲ μέσων, εὐχαὶ δὲ γερόντων. | ] |
Ε | Ἕρκειος Ζεύς | [ | Ἕρκειος Ζεύς: Δείναρχος ἐν τῷ κατὰ Μοσχίωνος εἰ φράτορες αὐτῷ καὶ βωμοὶ Διὸς ἑρκείου καὶ Ἀπόλλωνος πατρῴου εἰσίν. ἕρκειος Ζεὺς, ᾧ βωμὸς ἐντὸς ἕρκους ἐν τῇ αὐλῇ ἵδρυται· τὸν γὰρ περίβολον ἕρκος ἔλεγον. ὅτι δὲ τούτοις μετῆν τῆς πολιτείας οἷς εἴη Ζεὺς ἕρκειος, δεδήλωκε καὶ Ὑπερείδης ἐν τῷ ὑπὲρ δημοποιήτου, εἰ γνήσιος, καὶ Δημήτριος ἐν τοῖς περὶ τῆς Ἀθήνησι νομοθεσίας. | ] |
Ε | Ἑρμαῖ | [ | Ἑρμαῖ: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος καὶ Ὑπερείδης ἐν τῷ περὶ τῶν Εὐβούλου δωρεῶν. Μενεκλῆς ἢ Καλλικράτης ἐν τῷ περὶ Ἀθηνῶν γράφει ταυτί ἀπὸ γὰρ τῆς Ποικίλης καὶ τῆς τοῦ βασιλέως στοᾶς εἰσὶν οἱ Ἑρμαῖ καλούμενοι· διὰ γὰρ τὸ πολλοὺς κεῖσθαι καὶ ὑπὸ ἰδιωτῶν καὶ ἀρχόντων ταύτην τὴν προσηγορίαν εἰληφέναι συμβέβηκεν. ἐφ' ἑνὸς δὲ αὐτῶν ἐπιγέγραπται γράμμασιν ἀρχαίοις ἀντ' εὐεργεσίης Ἀγαμέμνονα δῆσαν Ἀχαιοί. ὅτι δὲ καὶ Ἑρμῶν στοά τις ἐλέγετο δεδήλωκε καὶ Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. ὅτι δὲ ἐκαλοῦντό τινες καὶ Ἱππάρχειοι Ἑρμαῖ ἀπὸ Ἱππάρχου τοῦ Πεισιστράτου εἴρηται ἔν τε τῇ ἀρχαίᾳ κωμῳδίᾳ καὶ παρὰ Πλάτωνι ἐν τῷ Ἱππάρχῳ. | ] |
Ε | Εὔβουλος | [ | Εὔβουλος: Ὑπερείδου λόγος ἐστὶ περὶ τῶν Εὐβούλου δωρεῶν, μνημονεύει δ' αὐτοῦ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ὅτι δὴ δημαγωγὸς ἦν ἐπιφανέστατος, ἐπιμελής τε καὶ φιλόπονος, ἀργύριόν τε συχνὸν πορίζων τοῖς Ἀθηναίοις διένειμε, διὸ καὶ τὴν πόλιν ἐπὶ τῆς τούτου πολιτείας ἀνανδροτάτην καὶ ῥαθυμοτάτην συνέβη γενέσθαι, Θεόπομπος ἐν τῇ ιʹ τῶν Φιλιππικῶν. ἕτερος δ' ἐστὶν ὁ κωμικὸς, οὗ μνημονεύει Ὑπερείδης ἐν τῷ κατ' Ἀρχεστρατίδου. | ] |
Ε | Εὔηνος | [ | Εὔηνος: Ὑπερείδης ἐν τῷ κατ' Αὐτοκλέους. δύο ἀναγράφουσιν Εὐήνους ἐλεγείων ποιητὰς ὁμωνύμους ἀλλήλοις, καθάπερ Ἐρατοσθένης ἐν τῷ περὶ χρονογραφιῶν, ἀμφοτέρους λέγων Παρίους εἶναι· γνωρίζεσθαι δέ φησι τὸν νεώτερον μόνον. μέμνηται δὲ θατέρου αὐτῶν καὶ Πλάτων. | ] |
Ε | Εὐθίας | [ | Εὐθίας: Ὑπερείδης ὑπὲρ Φρύνης. τῶν ἐπὶ συκοφαντίᾳ διαβεβλημένων ἦν ὁ Εὐθίας. τὸν μέντοι λόγον αὐτῷ τὸν κατὰ [+] Φρύνης [+] Ἀναξιμένην πεποιηκέναι φησὶν Ἕρμιππος. | ] |
Ε | Εὐρυσάκειον | [ | Εὐρυσάκειον: Ὑπερείδης ἐν τῷ πρὸς Ἀριστογείτονα. τέμενός ἐστιν Εὐρυσάκους τοῦ Αἴαντος ἐν Ἀθήναις οὕτως ὀνομαζόμενον, ἐν Μελίτῃ. | ] |
Η | Ἡγεμὼν συμμορίας | [ | Ἡγεμὼν συμμορίας: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἡγεμὼν ἐκαλεῖτο συμμορίας ὁ προέχων τῷ πλούτῳ καὶ διὰ τοῦτο τῶν ἄλλων ἡγεμονεύειν ἐπειλημμένος, ὡς ὑποφαίνει Ὑπερείδης ἐν τῷ κατὰ Πολυεύκτου. | ] |
Η | Ἡφαιστία | [ | Ἡφαιστία: Ὑπερείδης ἐν τῷ ὑπὲρ Ἀκαδήμου. ὅτι δύο πόλεις ἦσαν τῆς Λήμνου, Μύρινά τε καὶ Ἡφαιστία, δηλοῖ καὶ Διονύσιος ὁ Χαλκιδεὺς ἐν γʹ Κτίσεων. | ] |
Θ | Θαργήλια | [ | Θαργήλια: Ὑπερείδης ἐν τῷ κατὰ Πολυεύκτου. ἑορτή ἐστι τὰ Θαργήλια, ἄγεται δὲ Θαργηλιῶνι μηνὶ, ὅς ἐστιν ἱερὸς Ἀπόλλωνος. | ] |
Θ | Θέσθαι | [ | Θέσθαι: ἀντὶ μὲν τοῦ ὑποθήκην λαβεῖν Ὑπερείδης ἐν τῷ πρὸς Ὑγιαίνοντα, ἀντὶ δὲ τοῦ προσέσθαι καὶ κυρῶσαι νόμον Δημοσθένης· ἐπὶ γὰρ τῶν νόμων λέγεται ὡς ἔθηκε μὲν ὁ νομοθέτης, ἔθετο δὲ ὁ δῆμος· Δημοσθένης ἐν τῷ περὶ τῶν ἀτελειῶν. ἐν μέντοι τῷ κατὰ Στεφάνου φησὶν ἑαυτῷ νόμους ἰδίους θέμενον, μήποτε ἀντὶ τοῦ θέντα. | ] |
Θ | Θεωρικά | [ | Θεωρικά: Δημοσθένης Φιλιππικῷ. θεωρικὰ ἦν τινὰ ἐν κοινῷ χρήματα, ἀπὸ τῶν τῆς πόλεως προσόδων συναγόμενα· ταῦτα δὲ πρότερον μὲν εἰς τὰς τοῦ πολέμου χρείας ἐφυλάττετο καὶ ἐκαλεῖτο στρατιωτικὰ, ὕστερον δὲ κατετίθετο εἴς τε τὰς δημοσίας κατασκευὰς καὶ διανομὰς, ὧν πρῶτος ἤρξατο Ἀγύρριος ὁ δημαγωγός. Φιλόχορος δὲ ἐν τῇ γʹ τῆς Ἀτθίδος [+] φησὶ τὸ δὲ θεωρικὸν ἦν τὸ πρῶτον νομισθὲν δραχμὴ τῆς θέας, ὅθεν καὶ τοὔνομα ἔλαβε καὶ τὰ ἑξῆς. Φιλῖνος δὲ ἐν τῇ πρὸς Σοφοκλέους καὶ Εὐριπίδου εἰκόνας περὶ Εὐβούλου λέγων φησὶν ἐκλήθη δὲ θεωρικὸν, ὅτι τῶν Διονυσίων ὑπογύων ὄντων διένειμεν Εὔβουλος εἰς τὴν θυσίαν, ἵνα πάντες ἑορτάζωσι καὶ τῆς θεωρίας μηδεὶς τῶν πολιτῶν ἀπολείπηται δι' ἀσθένειαν τῶν ἰδίων. ἄλλοτε μέντοι ἄλλως ὡρίσθη τὸ διδόμενον εἴς τε τὰς θέας καὶ εἰς τὰς θυσίας καὶ ἑορτὰς, ὡς ἔστι δῆλον ἐκ τοῦ αʹ Φιλιππικῶν Δημοσθένους. ὅτι δὲ οὐκ ἐξῆν τοῖς ἀποδημοῦσι θεωρικὸν λαμβάνειν Ὑπερείδης δεδήλωκεν ἐν τῷ κατ' Ἀρχεστρατίδου. ἦν δὲ ἀρχή τις ἐπὶ τοῦ θεωρικοῦ, ὡς Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος δεικνύει. θεωροὶ μέντοι λέγονται οὐ μόνον οἱ θεαταὶ, ἀλλὰ καὶ οἱ εἰς θεοὺς πεμπόμενοι, καὶ ὅλως τοὺς τὰ θεῖα φυλάττοντας ἢ τῶν θείων φροντίζοντας οὕτως ὠνόμαζον· ὤρην γὰρ ἔλεγον τὴν φροντίδα· ὤρη γάρ τ' ὀλίγη πέλεται νεικέων τ' ἀγορέων τε. | ] |
Θ | Θριπήδεστον | [ | Θριπήδεστον: Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου θριπήδεστον τὴν Ἑλλάδα εἶπεν ἀντὶ τοῦ διεφθαρμένην, ἀπὸ τῶν ὑπὸ θριπῶν κατεδηδεσμένων ξύλων. | ] |
Ι | Ἱεροφάντης | [ | Ἱεροφάντης: Ὑπερείδης φησί που ἐγὼ δὲ οὔτε δᾳδούχου θυγατέρα ἔχω οὔτε ἱεροφάντου. Δείναρχος ἐν τῇ Κροκωνιδῶν διαδικασίᾳ ὠνομάσθαι φησὶ τὸν πρῶτον ἱεροφάντην τὸν ἀποφήναντα ἐκ τοῦ πολέμου ἐπανιόντα τὰ ἱερά. περὶ δὲ τοῦ γένους τῶν ἱεροφαντῶν δεδήλωκεν Ἑλλάνικος ἐν βʹ Ἀτθίδος. | ] |
Ι | Ἰθύφαλλοι | [ | Ἰθύφαλλοι: Ὑπερείδης ἐν τῷ κατ' Ἀρχεστρατίδου οἱ τοὺς ἰθυφάλλους ἐν τῇ ὀρχήστρᾳ ὀρχούμενοι. ποιήματά τινα οὕτως ἐλέγετο τὰ ἐπὶ τῷ φαλλῷ ᾀδόμενα, ὡς Λυγκεὺς ἐν ταῖς ἐπιστολαῖς φησίν· Δημοσθένης δὲ ἐν τῷ κατὰ Κόνωνος ἐπὶ ἐπωνύμου τεθειμένου τισὶ κατὰ παιδιὰν ἔταξεν αὐτό. ἐλέγετο δὲ κυρίως ἰθύφαλλος τὸ ἐντεταμένον αἰδοῖον, ὡς Κρατῖνος ἐν Ἀρχιλόχοις. | ] |
Ι | Ἰσοδαίτης | [ | Ἰσοδαίτης: Ὑπερείδης ἐν τῷ ὑπὲρ Φρύνης. ξενικός τις δαίμων, ᾧ τὰ δημώδη γύναια καὶ μὴ πάνυ σπουδαῖα ἐτέλει. | ] |
Κ | Κακώσεως | [ | Κακώσεως: δίκης ὄνομά ἐστι ταῖς τε ἐπικλήροις κατὰ τῶν γεγαμηκότων, καὶ κατὰ τῶν παίδων τοῖς γονεῦσι, καὶ κατὰ τῶν ἐπιτρόπων τοῖς ὑπὲρ τῶν ὀρφανῶν ἐπεξιοῦσι διδομένη· Δημοσθένης κατὰ Τιμοκράτους καὶ Λυσίας ἔν τε τῷ περὶ τοῦ Ἡγησάνδρου κλήρου καὶ ἐν τῷ ὑπὲρ * [+] [+] καὶ Ὑπερείδης περὶ τοῦ Πυρράνδρου κλήρου. ὅτι δὲ ἐξῆν καὶ παντὶ τῷ βουλομένῳ γράφεσθαι κακώσεως γονέων καὶ ταῖς ἐπικλήροις βοηθεῖν δηλοῦται ἔν τε τῷ προειρημένῳ λόγῳ Ὑπερείδου καὶ ἐν τῷ Λυσίου κατὰ Φιλωνίδου βιαίων, εἰ γνήσιος. ἦν δὲ καὶ ἄνευ ὕδατος. | ] |
Κ | Κατὰ τὴν ἀγορὰν ἀψευδεῖν | [ | Κατὰ τὴν ἀγορὰν ἀψευδεῖν: Ὑπερείδης ἐν τῷ κατ' Ἀθηνογένους αʹ ὁ μὲν τοίνυν νόμος κελεύει ἀψευδεῖν ἐν τῇ ἀγορᾷ. ἔοικεν ὁ νόμος περὶ τῶν ὠνίων κεῖσθαι· Θεόφραστος γοῦν ἐν τοῖς περὶ νόμων φησὶ δυοῖν τούτων ἐπιμελεῖσθαι δεῖν τοὺς ἀγορανόμους, τῆς τε ἐν τῇ ἀγορᾷ εὐκοσμίας καὶ τοῦ ἀψευδεῖν μὴ μόνον τοὺς πιπράσκοντας, ἀλλὰ καὶ τοὺς ὠνουμένους. | ] |
Κ | Κατατομή | [ | Κατατομή: Ὑπερείδης ἐν τῷ κατὰ Δημοσθένους [+] καὶ καθήμενος κάτω ὑπὸ τῇ κατατομῇ. Φιλόχορος δὲ ἐν ϛʹ οὕτως Αἰσχραῖος Ἀναγυράσιος ἀνέθηκε τὸν ὑπὲρ τοῦ θεάτρου τρίποδα καταργυρώσας, νενικηκὼς τῷ πρότερον ἔτει χορηγῶν παισὶ, καὶ ἐπέγραψεν ἐπὶ τὴν κατατομὴν τῆς πέτρας. | ] |
Κ | Καταχειροτονία | [ | Καταχειροτονία: ἔθος ἦν Ἀθήνησι κατὰ τῶν ἀρχόντων καὶ κατὰ τῶν συκοφαντῶν προβολὰς ἐν τῷ δήμῳ τίθεσθαι· εἰ δέ τις καταχειροτονηθείη, οὗτος εἰσήγετο εἰς τὸ δικαστήριον. ἔστι δὲ πολλάκις τοὔνομα παρά τε Δημοσθένει ἐν τῷ κατὰ Μειδίου καὶ Ὑπερείδῃ ἐν τῷ ὑπὲρ Χαιρεφίλου περὶ τοῦ ταρίχους. διεξῆλθε δὲ περὶ τῆς καταχειροτονίας καὶ Θεόφραστος ἐν δʹ Νόμων. | ] |
Κ | Κατέλευσαν | [ | Κατέλευσαν: ἀντὶ τοῦ λίθοις κατέβαλον· Ὑπερείδης ἐν τῷ κατ' Αὐτοκλέους. | ] |
Κ | Κεκροπίς | [ | Κεκροπίς: Ὑπερείδης ἐν τῷ πρὸς Ἀριστογείτονα. μία δ' ἦν τῶν ιʹ φυλῶν Ἀθήνησι Κεκροπὶς, ὡς Δημοσθένης ἐν τῷ ἐπιταφίῳ, εἰ γνήσιος. | ] |
Κ | Κεραμεῖς | [ | Κεραμεῖς: Ὑπερείδης ἐν τῷ ὑπὲρ Ξενοφίλου αʹ. δῆμός ἐστι φυλῆς τῆς Ἀκαμαντίδος Κεραμεῖς, ὥς φησι Διόδωρος. φησὶ δὲ Φιλόχορος ἐν γʹ εἰληφέναι τούτους τοὔνομα ἀπὸ τῆς κεραμικῆς τέχνης καὶ τοῦ θύειν Κεράμῳ τινὶ ἥρωϊ. | ] |
Κ | Κεστρῖνοι | [ | Κεστρῖνοι: Ὑπερείδης ἐν τῷ περὶ τοῦ ταρίχους. κεστρῖνος ἰχθύς. ἐπισκεπτέον δὲ εἰ διαφέρει τι κεστρέως. | ] |
Κ | Κολωνέτας | [ | Κολωνέτας: Ὑπερείδης ἐν τῷ πρὸς Ἀπελλαῖον περὶ τοῦ θησαυροῦ. τοὺς μισθωτοὺς Κολωνέτας ὠνόμαζον, ἐπειδὴ παρὰ τῷ Κολωνῷ εἱστήκεσαν, ὅς ἐστι πλησίον τῆς ἀγορᾶς, ἔνθα τὸ Ἡφαιστεῖον καὶ τὸ Εὐρυσάκειόν ἐστιν· ἐκαλεῖτο δὲ ὁ Κολωνὸς οὗτος ἀγοραῖος. ἦν δὲ καὶ ἕτερος Κολωνὸς πρὸς τὸ τοῦ Ποσειδῶνος ἱερὸν, ὡς Ὑπερείδης ἐν τῷ κατ' Αὐτοκλέους· οὗτος δ' ἂν εἴη ὁ τῶν ἱππέων. Φερεκράτης Πετάλῃ οὗτος, πόθεν ἥκεις ἐς Κολωνὸν ἱέμην, οὐ τὸν ἀγοραῖον, ἀλλὰ τὸν τῶν ἱππέων. Δημοσθένης ἐν τοῖς Κολωνῆθέν φησι. περὶ τῶν Κολωνῶν Διόδωρός τε ὁ περιηγητὴς καὶ Φιλόχορος ἐν γʹ Ἀτθίδος [+] διεξῆλθεν. | ] |
Κ | Κομιστικὰ πλοῖα | [ | Κομιστικὰ πλοῖα: Ὑπερείδης ἐν τῷ περὶ τῆς φυλακῆς τῶν Τυρρηνῶν. ἔοικε καλεῖσθαι κομιστικὰ πλοῖα ἐν οἷς ἐκόμιζον οἱ Τυρρηνοὶ τὰ ληφθέντα λάφυρα, ὡς αὐτὸς ὁ ῥήτωρ ὑποσημαίνει ἐν τῷ λόγῳ. | ] |
Κ | Κτησίου Διός | [ | Κτησίου Διός: Ὑπερείδης ἐν τῷ πρὸς Ἀπελλαῖον. κτήσιον Δία ἐν τοῖς ταμιείοις ἱδρύοντο· Μένανδρος Ψευδηρακλεῖ νῦν δ' εἰς γυναικωνῖτιν εἰσιόνθ' ὅταν ἴδω παράσιτον, τὸν δὲ Δία τὸν κτήσιον ἔχοντα τὸ ταμιεῖον οὐ κεκλεισμένον, ἀλλ' εἰστρέχοντα πορνίδια. | ] |
Κ | Κυδαθηναιεύς | [ | Κυδαθηναιεύς: Ὑπερείδης ἐν τῷ περὶ τοῦ Ἱππέως κλήρου. Κυδαθήναιον δῆμός ἐστι φυλῆς τῆς Πανδιονίδος, ἀφ' οὗ ὁ δημότης Κυδαθηναιεύς. | ] |
Κ | Κυδαντίδης | [ | Κυδαντίδης: Ὑπερείδης ἐν τῷ πρὸς Πολύευκτον. δῆμός ἐστι τῆς Αἰγηΐδος Κυδαντίδαι. | ] |
Κ | Κυρία ἐκκλησία | [ | Κυρία ἐκκλησία: Ὑπερείδης ἐν τῷ κατὰ Δημέου ξενίας, εἰ γνήσιος. τίνες δὲ αἱ κύριαι ἐκκλησίαι Ἀριστοτέλης δεδήλωκεν ἐν τῇ Ἀθηναίων πολιτείᾳ, λέγων τοὺς πρυτάνεις συνάγειν τὴν βουλὴν καὶ τὸν δῆμον, τὴν μὲν βουλὴν ὁσημέραι, πλὴν ἐάν τις ἀφέσιμος ᾖ, τὸν δὲ δῆμον τετράκις τῆς πρυτανείας ἑκάστης. προγράφουσι δέ φησι καὶ κυρίαν ἐκκλησίαν, ἐν ᾗ δεῖ τὰς ἀρχὰς ἀποχειροτονεῖν οἳ δοκοῦσι μὴ καλῶς ἄρχειν, καὶ περὶ φυλακῆς δὲ τῆς χώρας. καὶ τὰς εἰσαγγελίας ἐν ταύτῃ τῇ ἡμέρᾳ τοὺς βουλομένους ποιεῖσθαί φησι, καὶ τὰ ἑξῆς. | ] |
Κ | Κώδεια | [ | Κώδεια: τὴν τῆς μήκωνος κεφαλὴν οὕτω καλοῦσιν· Ὑπερείδης καὶ Ἀριστοφάνης Γεωργοῖς ἀγαθήν γε κώδειαν. | ] |
Λ | Λητή | [ | Λητή: Ὑπερείδης κατὰ Δημάδου. Λητὴ πόλις ἐστὶ τῆς Μακεδονίας, μνημονεύει δὲ αὐτῆς πολλάκις Μαρσύας ὁ νεώτερος ἐν ϛʹ Μακεδονικῶν. | ] |
Λ | Λουσιεύς | [ | Λουσιεύς: Ὑπερείδης ἐν τῷ πρὸς τὴν Δημέου γραφήν. δῆμός ἐστι τῆς Οἰνηΐδος Λουσιὰ, ἀφ' ἧς ὁ δημότης Λουσιεὺς, ὡς Διόδωρός φησιν. | ] |
Μ | Μαστῆρες | [ | Μαστῆρες: Ὑπερείδης ἐν τῷ πρὸς Πάγκαλον. ἔοικεν ἀρχή τις εἶναι ἀποδεδειγμένη ἐπὶ τοῦ ζητεῖν τὰ κοινὰ τοῦ δήμου, ὡς οἱ ζητηταὶ καὶ οἱ ἐν Πελλήνῃ μάστροι, ὡς Ἀριστοτέλης ἐν τῇ Πελληνέων πολιτείᾳ. | ] |
Μ | Μεταγειτνιών | [ | Μαιμακτηριών: Ὑπερείδης ἐν τῷ ὑπὲρ Ξενίππου. ὁ δεύτερος μὴν παρ' Ἀθηναίοις οὕτω καλεῖται. ἐν δὲ τούτῳ Ἀπόλλωνι Μεταγειτνίῳ θύουσιν, ὡς Λυσιμαχίδης ἐν τῷ περὶ τῶν Ἀθήνησι μηνῶν. | ] |
Μ | Μετοίκιον | [ | Μετοίκιον: Ὑπερείδης ἐν τῷ κατ' Ἀρισταγόρας. μέτοικος μέν ἐστιν ὁ ἐξ ἑτέρας πόλεως μετοικῶν ἐν ἑτέρᾳ καὶ μὴ πρὸς ὀλίγον ὡς ξένος ἐπιδημῶν, ἀλλὰ τὴν οἴκησιν αὐτόθι καταστησάμενος. ἐδίδοντο δὲ ὑπ' αὐτῶν καθ' ἕκαστον ἔτος δραχμαὶ ιβʹ, ὅπερ ὠνόμαστο μετοίκιον, ὡς δηλοῖ Εὔβουλος ἐν τῇ Πλαγγόνι. Ἰσαῖος δ' ἐν τῷ κατ' Ἐλπαγόρου καὶ Δημοφάνους ὑποσημαίνει ὅτι ὁ μὲν ἀνὴρ ιβʹ, δραχμὰς ἐτέλει μετοίκιον, ἡ δὲ γυνὴ ϛʹ, καὶ ὅτι τοῦ υἱοῦ τελοῦντος ἡ μήτηρ οὐκ ἐτέλει· μὴ τελοῦντος δ' ἐκείνου αὐτὴ τελεῖ. ὅτι δὲ καὶ οἱ δοῦλοι ἀφεθέντες ὑπὸ τῶν δεσποτῶν ἐτέλουν τὸ μετοίκιον ἄλλοι τε τῶν κωμικῶν δεδηλώκασι καὶ Ἀριστομένης. Μένανδρος δ' ἐν Ἀνατιθεμένῃ καὶ ἐν Διδύμαις πρὸς ταῖς ιβʹ, δραχμαῖς καὶ τριώβολόν φησι τούτους τελεῖν, ἴσως τῷ τελώνῃ. οἱ μέντοι μὴ τιθέντες τὸ μετοίκιον μέτοικοι ἀπήγοντο πρὸς τοὺς πωλητὰς, καὶ εἰ ἑάλωσαν ἐπιπράσκοντο, ὥς φησι Δημοσθένης ἐν τῷ κατ' Ἀριστογείτονος. ἐνεβίβαζον δὲ καὶ εἰς τὰς ναῦς τοὺς μετοίκους, ὡς ὁ αὐτὸς ῥήτωρ ἐν Φιλιππικοῖς δηλοῖ. ἐκάλουν δὲ οἱ κωμικοὶ σκαφέας τοὺς μετοίκους, ἐπεὶ ἐν ταῖς πομπαῖς τὰς σκάφας ἐκόμιζον οὗτοι. | ] |
Μ | Μηκύβερνα | [ | Μηκύβερνα: Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου. πόλις ἐστὶν ἐν Θρᾴκῃ σταδίους κʹ ἀπέχουσα τῆς Ὀλύνθου ἡ Μηκύβερνα. | ] |
Μ | Μηλόβιος | [ | Μηλόβιος: Ὑπερείδης ἐν τῷ κατ' Αὐτοκλέους. ἔστι δὲ εἷς τῶν λʹ τῶν παρ' Ἀθηναίοις τυραννησάντων. | ] |
Μ | Μουνυχιών | [ | Μουνυχιών: Ὑπερείδης ἐν τῷ ὑπὲρ Ξενοφίλου. ὁ δέκατος μὴν παρ' Ἀθηναίοις οὕτω καλεῖται, ἐν δὲ τούτῳ τῷ μηνὶ Ἀρτέμιδι θύεται Μουνυχίᾳ. | ] |
Ν | Νάννιον | [ | Νάννιον: Ὑπερείδης ἐν τῷ κατὰ Πατροκλέους, εἰ γνήσιος. Ἀπολλόδωρος ἐν τῷ περὶ τῶν ἑταιρῶν Αἶγα λέγεσθαί φησι ταύτην τὴν ἑταίραν διὰ τὸ Θάλλον τὸν κάπηλον καταφαγεῖν· ὅτι γὰρ θαλλῷ χαίρουσιν αἱ αἶγες καὶ Σοφοκλῆς Ποιμέσιν ἑωθινὸς γὰρ, πρίν τιν' αὐλιτῶν ὁρᾶν, θαλλὸν χιμαίραις προσφέρων νεοσπάδα, εἶδον στρατὸν στείχοντα παρ' ἁλίαν ἄκραν. ἔστι δὲ αὐτῆς μνήμη καὶ ἐν τῇ κωμῳδίᾳ. Ἀντιφάνης δὲ ὁ νεώτερος ἐν τῷ περὶ τῶν ἑταιρῶν τὴν Νάννιόν φησι Προσκήνιον ἐπονομάζεσθαι διὰ τὸ ἔξωθεν δοκεῖν εὐμορφοτέραν εἶναι. | ] |
Ν | Ναύκληρος | [ | Ναύκληρος: Ὑπερείδης ἐν τῷ περὶ τοῦ ταρίχους οὐ μόνον ὡς ἡ συνήθεια χρῆται τῷ ὀνόματι, ἀλλὰ καὶ ἐπὶ τοῦ μεμισθωμένου ἐπὶ τῷ τὰ ἐνοίκια ἐκλέγειν ἢ οἰκίας ἢ συνοικίας, ὡς ὁ αὐτὸς ῥήτωρ δηλοῖ ἐν τῷ πρὸς Ἀριστογείτονα καὶ Σαννυρίων Γέλωτι καὶ Δίφιλος Ἐμπόρῳ. | ] |
Ν | Νεμέας | [ | Νεμέας αὐλητρίδος μνημονεύει Ὑπερείδης ἐν τῷ κατὰ Πατροκλέους, εἰ γνήσιος. ὁ δὲ Πολέμων ἐν τοῖς περὶ τῆς ἀκροπόλεως παρατίθεται ψήφισμα καθ' ὃ ἀπείρητο Ἀθήνησιν ὄνομα πεντετηρίδος τίθεσθαι δούλῃ ἢ ἀπελευθέρᾳ ἢ πόρνῃ ἢ αὐλητρίδι· ἄξιον οὖν ἀπορῆσαι πῶς οὕτως ὠνομάζετο ἡ αὐλητρίς. | ] |
Ν | Νικάνωρ | [ | Νικάνωρ: Ὑπερείδης ἐν τῷ κατὰ Δημοσθένους [+]. τρεῖς γεγόνασι Νικάνορες, ὁ μὲν υἱὸς Βαλάκρου, ἕτερος δὲ Παρμενίωνος υἱὸς, ἄλλος δὲ Σταγειρίτης τὸ γένος, οὗ μνημονεύοι ἂν νῦν ὁ ῥήτωρ. | ] |
Ν | Νοθεῖα | [ | Νοθεῖα: τὰ τοῖς νόθοις ἐκ τῶν πατρῴων διδόμενα οὕτω καλεῖται, ἦν δὲ μέχρι χιλίων δραχμῶν· Λυσίας ἐν τῷ πρὸς Καλλιφάνη ξενίας, εἰ γνήσιος, Ἰσαῖος πρὸς Λυσίβιον περὶ ἐπικλήρου. Ἀριστοφάνης Ὄρνισι τί δ' ἢν ὁ πατὴρ ἐμοὶ διδῷ τὰ χρήματα τὰ νοθεῖ' ἀποθνήσκων ὁ νόμος αὐτὸν οὐκ ἐᾷ. τίνων δ' οὐκ ἐξῆν τοῖς νόθοις μετέχειν δεδήλωκεν Ὑπερείδης ἐν τῷ κατ' Ἀρισταγόρας βʹ. Δημοσθένης δ' ἐν τῷ κατ’ Ἀριστοκράτους φησὶν ὡς εἰς τὸ Κυνόσαργες ἐτέλουν. | ] |
Ξ | Ξυπεταίονες | [ | Ξυπεταίονες: Ὑπερείδης κατ' Ἀρχεστρατίδου. δῆμος τῆς Κεκροπίδος Ξυπέτη, ἀφ' ἧς ὁ δημότης Ξυπεταίων, ὡς Διόδωρος. | ] |
Ο | Ὀβολοστατοῖ | [ | Ὀβολοστατοῖ: ἀντὶ τοῦ δανείζοι Λυσίας ἐν τῷ κατὰ Νικίδου, εἰ γνήσιος. ἐν δὲ τῷ πρὸς Λακράτην διασαφῶν φησὶν οὐδ' ἂν εἰ πολὺ ἐλάττονα τόκον λογίσαιτό τις ἢ ὅσον οὗτοι οἱ ὀβολοστατοῦντες τοὺς ἄλλους πράττονται. ὀβολοστάτας δ' ἔλεγον τοὺς δανειστὰς, ὡς παρά τε Ὑπερείδῃ ἐν τῷ κατὰ Πολυεύκτου καὶ πολλάκις ἐν τῇ κωμῳδίᾳ. | ] |
Ο | Οἰνηΐς | [ | Οἰνηΐς: Ὑπερείδης ἐν τῷ πρὸς Ἀριστογείτονα. μία τῶν δέκα φυλῶν παρ' Ἀθηναίοις. | ] |
Ο | Οἰνόη καὶ Οἰναῖος | [ | Οἰνόη καὶ Οἰναῖος: Ὑπερείδης ἐν τῷ πρὸς Ἀριστογείτονα καὶ ἔφασαν ἐν Οἰνόῃ ἀκοῦσαι ὅτι μάχη εἴη γεγονυῖα. Οἰνόη δῆμος τῆς Ἱπποθωντίδος πρὸς Ἐλευθέραις, ὁ δὲ τῆς Αἰαντίδος πρὸς Μαραθῶνι· ἀφ' ἑκατέρου δὲ τῶν δήμων ὁ δημότης Οἰναῖος καλεῖται. μνημονεύοι δ' ἂν νῦν ὁ ῥήτωρ τοῦ πρὸς Ἐλευθέραις, οὗ καὶ Θουκυδίδης ἐν τῇ βʹ. | ] |
Ο | Ὁμόσε ἰέναι | [ | Ὁμόσε ἰέναι: Ὑπερείδης ἐν τῷ κατ' Ἀθηνογένους φησὶν ἀλλὰ ὁμόσε βούλομαι τῷ λόγῳ τούτῳ ἐλθεῖν ἀντὶ τοῦ παραβαλέσθαι. λέγεται δὲ ἐκ μεταφορᾶς τοῦ ὁμόσε ταῖς λόγχαις ἰέναι, ἀντὶ τοῦ ἐξ ἐναντίας εἰς τὸ αὐτὸ ἔρχεσθαι καὶ μὴ στρέφεσθαι μηδὲ φεύγειν. | ] |
Ο | Ὀξυθύμια | [ | Ὀξυθύμια: Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου φησὶ περὶ οὗ πολλῷ ἂν δικαιότερον ἐν τοῖς ὀξυθυμίοις ἡ στήλη σταθείη ἢ ἐν τοῖς ἡμετέροις ἱεροῖς. ἔνιοι μὲν, ὧν ἐστι καὶ Ἀρίσταρχος, ὀξυθύμια λέγεσθαί φασι τὰ ξύλα ἀφ' ὧν ἀπάγχονταί τινες, ἀπὸ τοῦ ὀξέως τῷ θυμῷ χρῆσθαι· ταῦτα δ' ἐκκόπτοντες ἐξορίζουσι καὶ καίουσι. Δίδυμος δὲ Αὐτοκλείδου λέξιν παραγράψας ἐκ τῶν ἐξηγητικῶν φησιν, ὀξυθύμια τὰ καθάρματα λέγεται καὶ ἀπολύματα· ταῦτα γὰρ ἀποφέρεσθαι εἰς τὰς τριόδους, ὅταν τὰς οἰκίας καθαίρωσιν. ἐν δὲ τῷ ὑπομνήματι τῷ κατὰ Δημάδου τὰ ἐν ταῖς τριόδοις φησὶν Ἑκαταῖα, ὅπου τὰ καθάρσια ἔφερόν τινες, ἃ ὀξυθύμια καλεῖται. Εὔπολις Δήμοις ὃν χρῆν ἔν τε ταῖς τριόδοις κἀν τοῖς ὀξυθυμίοις προστρόπαιον τῆς πόλεως κάεσθαι τετριγότα. ἔστι τοὔνομα καὶ παρὰ Πυθέᾳ ἐν τῷ κατὰ Ἀδειμάντου. | ] |
Ο | Ὅσιον | [ | Ὅσιον: Ὑπερείδης ἐν τῷ πρὸς Ἀριστογείτονά φησι καὶ τὰ χρήματα τά τε ἱερὰ καὶ τὰ ὅσια, ὅ τε Ἰσοκράτης Ἀρεοπαγιτικῷ καὶ τοῖς ἱεροῖς καὶ τοῖς ὁσίοις. ὅτι δὲ τὰ ὅσια τὰ δημόσια δηλοῖ Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους σαφῶς διδάσκει περὶ τούτων· καὶ τὰ μὲν ἱερὰ, τὰς δεκάτας τῆς θεοῦ καὶ τὰς πεντηκοστὰς τῶν ἄλλων θεῶν, σεσυληκότες καὶ μετ' ὀλίγα τὰ δὲ ὅσια ἃ ἐγίνετο ἡμέτερα κεκλοφότες. Δίδυμος δὲ διχῶς φησὶν ἔλεγον τὸ ὅσιον, τό τε ἱερὸν καὶ τὸ ἰδιωτικόν. | ] |
Ο | Ὀσχοφόροι | [ | Ὀσχοφόροι: Ὑπερείδης ἐν τῷ κατὰ Δημέου, εἰ γνήσιος. περὶ τῶν ὀσχοφόρων ἄλλοι τε εἰρήκασι καὶ Φιλόχορος ἐν τῇ βʹ. ὁ δὲ Ἴστρος ἐν τῇ ιγʹ περὶ Θησέως λέγων γράφει οὕτως, ἕνεκα τῆς κοινῆς σωτηρίας νομίσαι τοὺς καλουμένους ὀσχοφόρους καταλέγειν δύο τῶν γένει καὶ πλούτῳ προυχόντων. ἡ δὲ ὄσχη κλῆμά ἐστι βότρυς ἐξηρτημένους ἔχον· ταύτην δὲ ὀρεσχάδα ἔνιοι καλοῦσιν. | ] |
Ο | Ὅτι | [ | Ὅτι διαμαρτάνει Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας λέγων Πλαταιέας γεγράφθαι ἐν τῇ Ποικίλῃ στοᾷ· οὐδεὶς γὰρ τοῦτο εἴρηκεν, ὥσπερ οὐδὲ Κρατερὸς ἐν τῇ τῶν ψηφισμάτων συναγωγῇ. Ὅτι ἑξακισχίλια ἦν τάλαντα τὸ τίμημα τῆς Ἀττικῆς. Δημοσθένης ἐν τῷ περὶ τῶν συμμοριῶν φησὶν οὕτως ἡμῖν δὲ τὸ τῆς χώρας τίμημα ὑπάρχειν ἀφορμὴν ὀκτακισχίλια τάλαντα ἀκούσεται. ἤτοι οὖν γραφικὸν ἁμάρτημά ἐστιν, ἢ ἴσως ὁ ῥήτωρ συναρπάζει, ἵνα δοκῇ πλείω τὴν ἀφορμὴν ἔχειν ἡ πόλις εἰς τὸν πρὸς βασιλέα πόλεμον. ὅτι γὰρ ἑξακισχίλια τάλαντα ἦν τὸ τίμημα τῆς Ἀττικῆς καὶ λυθέντος ἐν τοῖς ἑξῆς τοῦ λόγου φησὶν, λογισμὸν αὐτῶν διδοὺς ποικίλως, καὶ Φιλόχορος ἐν ιʹ Ἀτθίδος [+]. Ὅτι νόμος ἐστὶν ὑπὲρ μʹ ἔτη γενόμενον χορηγεῖν παισὶν Αἰσχίνης τε ἐν τῷ κατὰ Τιμάρχου φησὶ καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ. Ὅτι ξένους τινὰς ἑαυτοῦ αἰχμαλώτους σκάπτοντας ἐν τῷ Φιλίππου ἀμπελουργείῳ καὶ δεδεμένους παρὰ πότον ἐξῃτήσατο παρὰ Φιλίππου Σάτυρος Αἰσχίνης μὲν ἐν τῷ περὶ τῆς πρεσβείας φησὶ, Δημοσθένης δ' ἐν τῷ κατ' Αἰσχίνου [+] φησὶν ὅτι Ἀπολλοφάνους θυγατέρας ἐξῃτήσατο, καὶ ἔοικε μᾶλλον ἀληθεύειν· καὶ γὰρ Ἀριστοτέλης ἔν τινι τῶν πρὸς Φίλιππον ἐπιστολῶν λέγει ὡς Σατύρῳ τῷ ὑποκριτῇ τὰς Ἀπολλοφάνους θυγατέρας ἀφῆκεν. Ὅτι οἱ ἁλόντες ἐπ' ἀκουσίῳ φόνῳ ἐξουσίαν εἶχον εἰς διοίκησιν τῶν ἰδίων, Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους ὑποσημαίνει καὶ Θεόφραστος ἐν τῷ ιγʹ τῶν Νόμων δηλοῖ. Ὅτι οἱ ποιητοὶ παῖδες ἐπανελθεῖν εἰς τὸν πατρῷον οἶκον οὐκ ἦσαν κύριοι, εἰ μὴ παῖδας γνησίους καταλίποιεν ἐν τῷ οἴκῳ τοῦ ποιησαμένου, Ἀντιφῶν ἐπιτροπικῷ κατὰ Καλλιστράτου καὶ Σόλων ἐν καʹ Νόμων. Ὅτι τὰ ἐπικηρυττόμενά τισι χρήματα ἐπὶ τῶν βωμῶν ἐτίθετο εἴρηκεν Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην τὸν Σωκρατικὸν, εἰ γνήσιος ὁ λόγος. Ὅτι πρὸς τὴν φυλὴν τοῦ κεκτημένου αἱ πρὸς τοὺς δούλους λαγχάνονται δίκαι Ἰσαῖος ἐν ἀπολογίᾳ ἀποστασίου πρὸς Ἀπολλόδωρον δηλοῖ. Ὅτι παιδὶ καὶ γυναικὶ οὐκ ἐξῆν συμβάλλειν πέρα μεδίμνου κριθῶν Ἰσαῖος ἐν τῷ περὶ τοῦ Ἀριστάρχου κλήρου φησίν. Ὅτι χιλίας ἐζημιοῦντο αἱ κατὰ τὰς ὁδοὺς ἀκοσμοῦσαι γυναῖκες Ὑπερείδης ἐν τῷ κατ' Ἀρισταγόρας βʹ. εἴρηκεν. Κρώβυλος δὲ ὁ κωμικός φησι τοῦ Φιλιππίδου τὸν νόμον εἶναι τὸν περὶ τούτων κείμενον. | ] |
Π | Παλληνεύς | [ | Παλληνεύς: Ὑπερείδης ἐν τῇ ὑπὲρ Χαιρεφίλου ἀπολογίᾳ. Παλλήνη δῆμος τῆς Ἀντιοχίδος. τὸ δὲ ἐκ τόπου ἐπίρρημα Δείναρχος ἐν τῷ κατὰ Στεφάνου Παλλήνηθέν φησιν, ὁ δὲ δημότης Παλληνεύς. ὅτι δ' ἐστὶ καὶ ἐν Θρᾴκῃ Παλλήνη γνώριμον. | ] |
Π | Παλαμναῖος | [ | Παλαμναῖος: Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου. τοὺς αὐτοχειρίᾳ τινὰς ἀνελόντας τῇ παλάμῃ παλαμναίους ἐκάλουν, ὡς καὶ Αὐτοκλείδης ἐν ἐξηγητικῷ ὑποσημαίνει. | ] |
Π | Πάνδημος Ἀφροδίτη | [ | Πάνδημος Ἀφροδίτη: Ὑπερείδης ἐν τῷ κατὰ Πατροκλέους, εἰ γνήσιος. Ἀπολλόδωρος ἐν τῷ περὶ θεῶν πάνδημόν φησιν Ἀθήνησι κληθῆναι τὴν ἀφιδρυθεῖσαν περὶ τὴν ἀρχαίαν ἀγορὰν διὰ τὸ ἐνταῦθα πάντα τὸν δῆμον συνάγεσθαι τὸ παλαιὸν ἐν ταῖς ἐκκλησίαις, ἃς ἐκάλουν ἀγοράς. Νίκανδρος ἐν ϛʹ Κολοφωνιακῶν Σόλωνά φησι σώματα ἀγοράσαντα εὐπρεπῆ ἐπὶ στέγης στῆσαι διὰ τοὺς νέους, καὶ ἐκ τῶν περιγενομένων χρημάτων ἱδρύσασθαι Ἀφροδίτης πανδήμου ἱερόν. ἔστι δὲ τὸ πάνδημον πάγκοινον. | ] |
Π | Πανδιονίς | [ | Πανδιονίς: Δημοσθένης κατὰ Μειδίου. μία τῶν δέκα φυλῶν παρ' Ἀθηναίοις ἐστὶ, κληθεῖσα ἀπὸ Πανδίονος τοῦ Ἐριχθονίου, ὡς ἄλλοι τε πολλοὶ λέγουσι καὶ Ὑπερείδης ἐν τῷ ὑπὲρ Φορμισίου. | ] |
Π | Παραγραφή | [ | Παραγραφή: οὐ μόνον ἐπὶ τοῦ κοινοῦ καὶ γνωρίμου τίθεται παρὰ τοῖς ῥήτορσιν, ἀλλ' ἰδίως Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεώς φησιν λέγε ἀρξάμενος ἀπὸ τῆς παραγραφῆς, ὅπερ ἐστὶν ἀπὸ τῆς γραμμῆς ἣν μέχρι νῦν παράγραφον καλοῦμεν· καὶ ἔστι τὸ λεγόμενον, ἀφ' οὗ παρέγραψα· τοῦτο δ' ἂν εἴη, ἀφ' οὗ παρεθέμην. ὁ δ' Ὑπερείδης ἐν τῷ κατὰ Δημοσθένους [+] οὐδὲ μέχρι παραγραφῆς φησὶν ἀντὶ τοῦ οὐδὲ μέχρι τινὸς ὡρισμένου χρόνου καὶ παραγεγραμμένου, ὅ ἐστι περιγεγραμμένου. | ] |
Π | Πάραλος | [ | Πάραλος: Δημοσθένης Φιλιππικοῖς. μία τῶν παρ' Ἀθηναίων πρὸς τὰς δημοσίας χρείας διαπεμπομένων τριήρων, ἀπό τινος ἥρωος τοὔνομα λαβοῦσα Παράλου. οἱ δὲ ἐπιβεβηκότες αὐτῆς ἐκαλοῦντο Πάραλοι, οἳ διὰ ταύτην τὴν ὑπηρεσίαν τέτταράς τε ὀβολοὺς ἐλάμβανον καὶ τὸ πλεῖον μέρος τοῦ ἐνιαυτοῦ οἴκοι ἔμενον, ἄλλα τέ τινα ὑπῆρχεν αὐτοῖς παρὰ τῆς πόλεως, ὥς φησιν Ὑπερείδης ἐν τῷ κατ' Ἀρχεστρατίδου. μέμνηται δὲ τοῦ Παράλου ἥρωος καὶ Φύλαρχος ἐν καʹ. | ] |
Π | Παράβυστον | [ | Παράβυστον: οὕτως ἐκαλεῖτό τι τῶν παρ' Ἀθηναίοις δικαστηρίων, ἐν ᾧ ἐδίκαζον οἱ ἕνδεκα· Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα περὶ ὅρων. μνημονεύουσι δ' αὐτοῦ ἄλλοι τε τῶν κωμικῶν καὶ Τιμοκλῆς ἐν Ὀρεσταυτοκλείδῃ. ἐκαλεῖτο δέ τις ἐν τοῖς νυμφικοῖς δωματίοις καὶ κλίνη παράβυστος, ἧς μέμνηται Ὑπερείδης ἐν τῷ κατὰ Πατροκλέους. λέγεσθαι δ' ἔοικε ταῦτα κατὰ μεταφορὰν ἀπὸ τῶν ἐν τοῖς φορτίοις παραβυσμάτων, τουτέστι παραπληρωμάτων. | ] |
Π | Παρακαταβολή καὶ παρακαταβάλλειν | [ | Παρακαταβολή καὶ παρακαταβάλλειν: οἱ ἀμφισβητοῦντες χρημάτων τινῶν δεδημευμένων πρὸς τὴν πόλιν καὶ οἱ περὶ κλήρων ἢ ἐπικλήρων πρὸς ἰδιώτας ἀντιδικοῦντες ἀργύριόν τι κατετίθεσαν· καὶ τούτου ἐχρῆν αὐτοὺς στέρεσθαι, εἰ τὴν δίκην ἡττηθεῖεν. ἐπὶ μὲν οὖν τῶν πρὸς τὸ δημόσιον ἀμφισβητήσεων δῆλόν ἐστιν ὅτι τὸ εʹ μέρος τοῦ ἀμφισβητουμένου κατετίθετο. περὶ μὲν οὖν τῶν δημοσίων πολλαχοῦ εἴρηται τῷ Λυσίᾳ, ὥσπερ ἔν τε τῷ πρὸς Ἀλκιβιάδην περὶ οἰκίας καὶ ἐν τῷ πρὸς Ἀσωπόδωρον περὶ οἰκίας, περὶ δὲ τῶν κληρικῶν ἄλλοι τε πάλιν εἰρήκασι ῥήτορες καὶ Ὑπερείδης ἐν τῷ περὶ τοῦ Ἱππέως κλήρου δευτέρῳ. Δημοσθένης μέντοι ἐν τῇ πρὸς Πανταίνετον παραγραφῇ περὶ ἰδίας τινὸς δίκης φησὶ καὶ μετὰ ταῦτα προσκαλεῖται μέν με τὴν δίκην πάλιν, ἐπειδὴ θᾶττον ἀνείλετο τὰς παρακαταβολάς. | ] |
Π | Παρεῖαι ὄφεις | [ | Παρεῖαι ὄφεις: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. παρεῖαι ὀνομάζονταί τινες ὄφεις παρὰ τὸ παρειὰς μείζους ἔχειν, ὡς καὶ Κρατῖνος ἐν τῷ Τροφωνίῳ ὑποσημαίνει. ὁ δὲ Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου γράφει ταυτί εἶναι δὲ τοὺς ῥήτορας ὁμοίους τοῖς ὄφεσι· τούς τε γὰρ ὄφεις μισητοὺς μὲν εἶναι πάντας, τῶν δὲ ὄφεων αὐτῶν τοὺς μὲν ἔχεις τοὺς ἀνθρώπους ἀδικεῖν, τοὺς δὲ παρείας αὐτοὺς τοὺς ἔχεις κατεσθίειν. | ] |
Π | Πεντηκοστή καὶ πεντηκοστεύεσθαι καὶ πεντηκοστολόγοι | [ | Πεντηκοστή καὶ πεντηκοστεύεσθαι καὶ πεντηκοστολόγοι: πεντηκοστὴ μὲν τέλος τι καὶ πεντηκοστολόγοι οἱ τοῦτο τὸ τέλος ἐκλέγοντες, πεντηκοστεύεσθαι δὲ τὸ πράττεσθαι τὴν πεντηκοστήν. ταῦτα δ' ἔστιν εὑρεῖν ἔν τε τῷ κατὰ Μειδίου καὶ ἐν τῷ πρὸς τὴν Λακρίτου παραγραφὴν Δημοσθένους, καὶ Ὑπερείδου ἐν τῷ περὶ τῶν Εὐβούλου δωρεῶν. | ] |
Π | Ποδοστράβη | [ | Ποδοστράβη: Ὑπερείδης ἔν τε τῷ κατ' Ἀθηνογένους καὶ ἐν τῷ κατ' Αὐτοκλέους. ποδοστράβας ἔλεγον μηχανήματά τινα ὑπὸ τῶν κυνηγετῶν κατασκευαζόμενα, εἰς ἃ τὰ θηρία ἐμβαίνοντα ἡλίσκετο. διείλεκται Ξενοφῶν περὶ τῆς κατασκευῆς αὐτῶν ἐν τῷ περὶ κυνηγετικῶν καὶ τῆς χρήσεως. | ] |
Π | Ποσειδεών | [ | Ποσειδεών: Ὑπερείδης ἐν τῷ κατὰ Μαντιθέου. ὁ ϛʹ μὴν παρ' Ἀθηναίοις οὕτω καλεῖται. | ] |
Π | Προβόλιον | [ | Προβόλιον: εἶδος δόρατος, ᾧ χρῶνται οἱ κυνηγέται πρὸς τὴν τῶν συῶν θήραν. Ὑπερείδης ἐν τῷ περὶ τῆς φυλακῆς τῶν Τυρρηνῶν τροπικῶς ἐκ μεταφορᾶς ἐχρήσατο τῷ ὀνόματι. ὅτι δὲ δόρυ τι σημαίνει πολλάκις ἔστι μαθεῖν ἐκ τοῦ Ξενοφῶντος Κυνηγετικοῦ. | ] |
Π | Προηροσία | [ | Προηροσία: Ὑπερείδης Δηλιακῷ. ὄνομα θυσίας. | ] |
Π | Προμετρητάς | [ | Προμετρητάς: Ὑπερείδης ἐν τῷ περὶ τοῦ ταρίχους. Δείναρχος κατ' Ἀγασικλέους Σκύθου τοίνυν τοῦ προμετρητοῦ ἦν υἱὸς καὶ ἐν δημόταις γέγονε καὶ αὐτὸς ἐν τῇ ἀγορᾷ προμετρῶν διατετέλεκεν. | ] |
Π | Πρόσκλησις | [ | Πρόσκλησις: ἡ εἰς δικαστήριον κλῆσις, καὶ προσκαλέσασθαι τὸ παραγγέλλειν εἰς δίκην· Δημοσθένης ἐν τῷ περὶ τοῦ Ἁγνίου κλήρου, Ὑπερείδης ἐν τῷ πρὸς Δάμιππον. | ] |
Π | Προστάτης | [ | Προστάτης: οἱ τῶν μετοίκων Ἀθήνησι προεστηκότες προστάται ἐκαλοῦντο· ἀναγκαῖον γὰρ ἦν ἕκαστον τῶν μετοίκων πολίτην τινὰ Ἀθηναῖον νέμειν προστάτην· Ὑπερείδης ἐν τῷ κατ' Ἀρισταγόρας. μέμνηται καὶ Μένανδρος ἐν ἀρχῇ τῆς Περινθίας. | ] |
Π | Πυθαέα | [ | Πυθαέα: Ὑπερείδης πρὸς Ἀπελλαῖον. ἄπορον πῶς ἀπὸ τούτου ἐσχημάτισται παρὰ τῷ Διδύμῳ· καὶ γὰρ οὐ δι' ὧν παρέθετο ὁ γραμματικὸς ὠνόμασε τὰ Πύθια ἑορτὴν, ἀλλὰ τὸν Πύθιον Ἀπόλλωνα. | ] |
Π | Πυκνί | [ | Πυκνί: Ὑπερείδης ἐν τῷ ὑπὲρ Χαιρεφίλου αʹ φησὶ καὶ τῆς Πυκνὸς τοσοῦτον εὑρισκούσης. ἡ τῶν Ἀθηναίων ἐκκλησία οὕτως ἐκαλεῖτο. πολλὴ δ' ἡ μνήμη αὐτῆς παρ' Ἀττικοῖς. Κλείδημος δ' ἐν γʹ Πρωτογονίας συνῄεσάν φησιν εἰς τὴν Πύκνα ὀνομασθεῖσαν διὰ τὸ τὴν συνοίκησιν πυκνουμένην εἶναι. | ] |
Π | Πύλαι μὲν καλοῦνται αἱ Θερμοπύλαι | [ | Πύλαι μὲν καλοῦνται αἱ Θερμοπύλαι: Δημοσθένης Φιλιππικοῖς. ἐκλήθησαν δ' οὕτω διὰ τὸ στενὴν εἶναι ταύτην τὴν εἴσοδον ἀπὸ Θετταλίας εἰς τὴν Φωκίδα πορευομένοις. Πυλαία δ' ἐκαλεῖτο ἡ εἰς τὰς Πύλας σύνοδος τῶν Ἀμφικτυόνων· Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ὅτι δέ τις ἐγίγνετο σύνοδος τῶν Ἀμφικτυόνων εἰς Πύλας Ὑπερείδης τε ἐν ἐπιταφίῳ καὶ Θεόπομπος ἐν τῇ λʹ εἰρήκασιν. ἐπέμποντο δ' ἐκ τῶν πόλεων τῶν μετεχουσῶν τῆς Ἀμφικτυονίας τινὲς οἵπερ ἐκαλοῦντο Πυλαγόραι· μνημονεύουσι δὲ καὶ τούτων πολλοὶ, ὥσπερ καὶ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος καὶ Ἀριστοφάνης ἐν δευτέραις Θεσμοφοριαζούσαις. | ] |
Π | Πωληταὶ καὶ πωλητήριον | [ | Πωληταὶ καὶ πωλητήριον: οἱ μὲν πωληταὶ ἀρχή τίς ἐστιν Ἀθήνησι, ιʹ τὸν ἀριθμὸν ἄνδρες, εἷς ἐκ τῆς φυλῆς ἑκάστης· διοικοῦσι δὲ τὰ πιπρασκόμενα ὑπὸ τῆς πόλεως πάντα, τέλη καὶ μέταλλα καὶ μισθώσεις καὶ τὰ δημευόμενα· Ὑπερείδης ἐν τῷ κατ' Ἀρισταγόρας βʹ. διείλεκται δὲ περὶ αὐτῶν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. πωλητήριον δὲ καλεῖται ὁ τόπος ἔνθα συνεδρεύουσιν οἱ πωληταί· Ἰσαῖος ἐν τῷ κατ' Ἐλπαγόρου πολλάκις. | ] |
Π | Πωλάς | [ | Πωλάς: ἀντὶ τοῦ πράσεις Ὑπερείδης ἐν τῷ πρὸς Ἀπελλαῖον. ἔστι τοὔνομα καὶ ἐν τοῖς Σώφρονος Ἀνδρείοις. | ] |
Ρ | Ῥηναία | [ | Ῥηναία: Ὑπερείδης Δηλιακῷ. ἔστι δὲ νῆσος πλησίον Δήλου. | ] |
Ρ | Ῥόθιον | [ | Ῥόθιον: Ὑπερείδης ἐν τῷ περὶ τοῦ Πολύευκτον στρατηγεῖν. ῥόθιον καλεῖται παρὰ τὸν ῥόθον τὸν ἐκ τῶν κωπῶν ἀκουόμενον, ὅταν σφοδρῶς ἐλαύνωσιν. τοὔνομα παρὰ πολλοῖς καὶ παρ' Ἀριστοφάνει ἐν Ἱππεῦσι καὶ Θουκυδίδῃ ἐν δʹ. | ] |
Σ | Σεσημασμένωι | [ | Σεσημασμένωι: ἀντὶ τοῦ ἐσφραγισμένῳ Δημοσθένης ἐν τῷ περὶ τοῦ ὀνόματος, Ὑπερείδης ἐν τῷ κατ' Ἀντίου ὀρφανικῷ. | ] |
Σ | Σκευοποιοῦντα τὸ πρᾶγμα | [ | Σκευοποιοῦντα τὸ πρᾶγμα: Ὑπερείδης ἐν τῷ κατὰ Μαντιθέου ἀντὶ τοῦ σκευωρούμενον καὶ κατασκευάζοντα καὶ πλαττόμενον. | ] |
Σ | Στειριεύς | [ | Στειριεύς: Ὑπερείδης κατ' Ἀρχεστρατίδου. δῆμος φυλῆς τῆς Πανδιονίδος ἡ Στειριά. | ] |
Σ | Στρατηγοί | [ | Στρατηγοί: Δημοσθένης Φιλιππικοῖς. οἱ καθ' ἕκαστον ἐνιαυτὸν χειροτονούμενοι στρατηγοὶ ιʹ ἦσαν, ὡς μαθεῖν ἔστιν ἔκ τε τῶν Ὑπερείδου κατ' Αὐτοκλέους καὶ ἐκ τῆς Ἀθηναίων πολιτείας Ἀριστοτέλους. | ] |
Σ | Συμμορία | [ | Συμμορία: Δημοσθένης κατ' Ἀφόβου αʹ. οὐχ ἅπαν τὸ πλῆθος, ὥσπερ παρ' ἡμῖν, διῄρητο εἰς τὰς συμμορίας Ἀθήνησιν, ἀλλὰ μόνοι οἱ πλούσιοι καὶ εἰσφέρειν τῇ πόλει δυνάμενοι. ὁ γοῦν Δημοσθένης ἐν τῷ περὶ τῶν συμμοριῶν φησι, περὶ τῶν χιλίων καὶ διακοσίων ἀνδρῶν λέγων τῶν πλουσιωτάτων, ἐκ τούτων τοίνυν οἶμαι δεῖν ποιῆσαι συμμορίας κʹ, ὥσπερ νῦν εἰσὶ, σώματα ξʹ ἑκάστην ἔχουσαν. Ὑπερείδης δ' ἐν τῷ πρὸς Πολύευκτόν φησιν εἰσὶ γὰρ ἐν τῇ συμμορίᾳ ἑκάστῃ ιεʹ ἄνδρες. οὐ δεῖ δὲ θαυμάζειν πῶς ὁ μὲν Δημοσθένης φησὶν ξʹ ἄνδρας ἔχειν τὴν συμμορίαν, ὁ δὲ Ὑπερείδης ιεʹ· ἐν γὰρ τῷ κατὰ Πασικλέους λέγει τὴν αἰτίαν, γράφων ταυτί ἕως μὲν οἱ πλουσιώτατοι παρακρουόμενοι τὴν πόλιν σύμπεντε καὶ σύνεξ τριηραρχοῦντες μέτρια ἀνήλισκον, ἡσυχίαν ἦγον οὗτοι· ἐπειδὴ δὲ ταῦτα κατιδὼν Δημοσθένης νόμους ἔθηκε τοὺς τʹ τριηραρχεῖν καὶ βαρεῖαι γεγόνασιν αἱ τριηραρχίαι, νῦν ὁ Φορμίων αὑτὸν ἐκκλέπτει. ὅτι δὲ καὶ οἱ δημοποίητοι ἐνεγράφοντο εἰς τὰς συμμορίας δεδήλωκεν ὁ Ὑπερείδης ἐν τῷ κατὰ Πολυεύκτου πολλάκις. συμμορῖται δέ εἰσιν οἱ τῆς αὐτῆς αὑτοῖς μετέχοντες συμμορίας, ὡς ἐν τῷ αὐτῷ λόγῳ Ὑπερείδης δείκνυσι. διῃρέθησαν δὲ πρῶτον Ἀθηναῖοι κατὰ συμμορίας ἐπὶ Ναυσινίκου ἄρχοντος, ὥς φησι Φιλόχορος ἐν τῇ εʹ Ἀτθίδος [+]. | ] |
Σ | Σύνταξις | [ | Σύνταξις: ἀντὶ τοῦ συντεταγμένη διοίκησις· Δημοσθένης Φιλιππικοῖς καὶ μίαν σύνταξιν εἶναι τὴν αὐτὴν τοῦ τε λαμβάνειν καὶ τοῦ ποιεῖν τὰ δέοντα. ἔλεγον δὲ καὶ τοὺς φόρους συντάξεις, ἐπειδὴ χαλεπῶς ἔφερον οἱ Ἕλληνες τὸ τῶν φόρων ὄνομα, Καλλιστράτου οὕτω καλέσαντος, ὥς φησι Θεόπομπος ἐν ιʹ Φιλιππικῶν. Ὑπερείδης Δηλιακῷ σύνταξιν ἐν τῷ παρόντι οὐδενὶ διδόντες, ἡμεῖς δέ ποτε ἠξιώσαμεν λαβεῖν. | ] |
Τ | Τὰ τῶν φωρῶν κρείττω | [ | Τὰ τῶν φωρῶν κρείττω: Ὑπερείδης ἐν τῷ κατ' Ἀθηνογένους βʹ. παροιμία ἐστὶ λεγομένη κατὰ τῶν πλείω φερομένων ὧν ἠδίκησαν. | ] |
Τ | Τριακάς | [ | Τριακάς: τοῖς τετελευτηκόσιν ἤγετο ἡ τριακοστὴ ἡμέρα διὰ θανάτου, καὶ ἐλέγετο τριακὰς, ὡς Ὑπερείδης ἐν τῷ περὶ τοῦ Ἱππέως κλήρου δηλοῖ, ἑνικῶς τε καὶ πληθυντικῶς τριακάδα καὶ τριακάδας τὴν ἡμέραν καλῶν. | ] |
Τ | Τυρμεῖδαι | [ | Τυρμεῖδαι: Ὑπερείδης ἐν τῷ ὑπὲρ Ξενοφίλου. δῆμος τῆς Οἰνηΐδος οἱ Τυρμεῖδαι, ὥς φησι Διόδωρος. | ] |
Υ | Ὑποστήσας | [ | Ὑποστήσας: ἀντὶ τοῦ ὑποβαλόμενος Ὑπερείδης ἐν τῷ κατ' Ἀντίου. | ] |
Υ | Ὑσιαί | [ | Ὑσιαί: Ὑπερείδης ἐν τῷ ὑπὲρ Ξενοφίλου. Ὑσιαὶ τῆς Βοιωτίας πόλις, ἧς μνημονεύει καὶ Εὐριπίδης ἐν Ἀντιόπῃ. | ] |
Φ | Φαλάγγια | [ | Φαλάγγια: Ὑπερείδης ἐν τῷ κατ' Ἀρισταγόρας βʹ ὅτι τῶν δακετῶν τι ζῷόν ἐστι τὸ φαλάγγιον. δῆλον δὲ ποιεῖ καὶ Ξενοφῶν ἐν αʹ τῶν Ἀπομνημονευμάτων. | ] |
Φ | Φιλοτησία | [ | Φιλοτησία: Δημοσθένης ἐν τῷ κατ' Αἰσχίνου [+]· ἡ κύλιξ ἣν κατὰ φιλίαν τοῖς φίλοις προὔπινον φιλοτησία ἐκαλεῖτο, ὡς Ὑπερείδης φησὶ καὶ Ἄλεξις. | ] |
Φ | Φορβαντεῖον | [ | Φορβαντεῖον: Ὑπερείδης ἐν τῷ κατὰ Πατροκλέους. ὅτι τὸ Ἀθήνησι Φορβαντεῖον ὠνομάσθη ἀπὸ Φόρβαντος βασιλεύσαντος Κουρήτων καὶ ὑπ' Ἐρεχθέως ἀναιρεθέντος δεδήλωκεν Ἄνδρων ἐν ηʹ τῶν Συγγενειῶν· ἦν δὲ Ποσειδῶνος υἱὸς ὁ Φόρβας, καθά φησιν Ἑλλάνικος ἐν αʹ Ἀτθίδος. | ] |
Χ | Χαλκεῖα | [ | Χαλκεῖα: Ὑπερείδης ἐν τῷ κατὰ Δημέου ξενίας. τὰ Χαλκεῖα ἑορτὴ παρ' Ἀθηναίοις τῇ Ἀθηνᾷ ἀγομένη Πυανεψιῶνος ἕνῃ καὶ νέᾳ, χειρώναξι κοινὴ, μάλιστα δὲ χαλκεῦσιν, ὥς φησιν Ἀπολλώνιος ὁ Ἀχαρνεύς. Φανόδημος δὲ οὐκ Ἀθηνᾷ φησιν ἄγεσθαι τὴν ἑορτὴν ἀλλ' Ἡφαίστῳ. γέγραπται δὲ καὶ Μενάνδρῳ δρᾶμα Χαλκεῖα. | ] |
The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).
This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.
* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever: