Digital Harpocration
Harpocrationis Lexicon in decem oratores atticos ex recensione Gulielmi Dindorfii

Works Catalog

Demosthenes (Demosthenes) - urn:cts:greekLit:tlg0014.harp019

Α Ἀγνοῦς[ Ἀγνοῦς: δῆμος τῆς Ἀκαμαντίδος φυλῆς· ὁ δημότης Ἀγνούσιος. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ]
Α Ἄκριτος[ Ἄκριτος: ἀντὶ τοῦ ἀδιάκριτος Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ]
Α Ἀλάστωρ[ Ἀλάστωρ: οὗ μηδέποτ' ἄν τις ἐπιλάθοιτο· Δημοσθένης ὑπὲρ Κτησιφῶντος. πολὺ δὲ τοὔνομα ἐν τῇ τραγῳδίᾳ. ]
Α Ἄμφισσα[ Ἄμφισσα: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. πόλις τῆς Λοκρίδος. Ἀριστοτέλης ἐν τῇ Ὀπουντίων πολιτείᾳ οὕτω λέγει Ἀνδραίμων δὲ ἦν οἰκιστὴς, Ἄμφισσαν δ' ὠνόμασαν διὰ τὸ περιέχεσθαι τὸν τόπον ὄρεσιν. ]
Α Ἀναφοράν[ Ἀναφοράν: τὸ ἀναφέρειν τὴν αἰτίαν τῶν ἁμαρτηθέντων ἐπ' ἄλλους Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ]
Α Ἀνεμύτας[ Ἀνεμύτας: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. οὗτος τὸ γένος Θηβαῖος. ]
Α Ἀντίθεσις[ Ἀντίθεσις: Ἰσοκράτης Παναθηναϊκῷ. σχῆμα λέξεώς ἐστιν ἡ ἀντίθεσις, καθ' ἣν ἀντιτιθέασιν ἀλλήλοις τὰ ἐναντία ἤτοι κατὰ μέρος ἢ ἀθρόα. καὶ κατὰ μέρος μὲν, ὡς Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος ἐδίδασκες γράμματα, ἐγὼ δ' ἐφοίτων καὶ τὰ ἑξῆς. ἀθρόως δὲ πάντων πρὸς πάντα, ὡς ὁ αὐτὸς Δημοσθένης ἐν τῷ κατὰ Μειδίου ἀπὸ τοῦ ὁ μέν γε ὑπὸ φίλου ἕως τοῦ βαδίζειν χορηγοῦντι. λέγεται δὲ καὶ ἀντίθετον τὸ αὐτὸ σχῆμα, ὡς Αἰσχίνης ἐν τῇ περὶ τῆς πρεσβείας ἀπολογίᾳ. ]
Α Ἀπομάττων[ Ἀπομάττων: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. οἱ μὲν ἁπλοϊκώτερον ἀκούουσιν ἀντὶ τοῦ ἀποψῶν καὶ ἀπολυμαινόμενος, ἄλλοι δὲ περιεργότερον, οἷον περιπλάττων τὸν πηλὸν καὶ τὰ πίτυρα τοῖς τελουμένοις, ὡς λέγομεν ἀπομάττεσθαι τὸν ἀνδριάντα πηλῷ· ἤλειφον γὰρ τῷ πηλῷ καὶ τῷ πιτύρῳ τοὺς μυουμένους, ἐκμιμούμενοι τὰ μυθολογούμενα παρ' ἐνίοις, ὡς ἄρα οἱ Τιτᾶνες τὸν Διόνυσον ἐλυμήναντο γύψῳ καταπλασάμενοι ἐπὶ τῷ μὴ γνώριμοι γενέσθαι. τοῦτο μὲν οὖν τὸ ἔθος ἐκλιπεῖν, πηλῷ δὲ ὕστερον καταπλάττεσθαι νομίμου χάριν. Σοφοκλῆς ἐν Αἰχμαλωτίσι στρατοῦ καθαρτὴς κἀπομαγμάτων ἴδρις, καὶ πάλιν δεινότατος ἀπομάκτης τε μεγάλων συμφορῶν. ]
Α Ἀπόρρητα[ Ἀπόρρητα: τὰ ἀπειρημένα ἐν τοῖς νόμοις· Δημοσθένης ὑπὲρ Κτησιφῶντος. τίνα δὲ ἦν ἅπερ ἀπείρηται λέγειν εἰς ἀλλήλους δεδήλωκε Λυσίας ἐν τῷ κατὰ Θεομνήστου, εἰ γνήσιος ὁ λόγος. ]
Α Ἀποστολεῖς[ Ἀποστολεῖς: οἱ ἐπὶ τῆς ἐκπομπῆς τῶν τριήρων ἀποδεδειγμένοι· Δημοσθένης ὑπὲρ Κτησιφῶντος καὶ Φιλόχορος ἐν ζʹ. Ἀπόστολοι δ' εἰσὶν αἱ τῶν νεῶν ἐκπομπαί· ὁ αὐτὸς ῥήτωρ ἐν αʹ Φιλιππικῶν. ]
Α Ἁρμοσταί[ Ἁρμοσταί: οἱ ὑπὸ Λακεδαιμονίων εἰς τὰς ὑπηκόους πόλεις ἄρχοντες ἐκπεμπόμενοι, ὡς Ἐρατοσθένης ἐν τοῖς περὶ ἀγαθῶν καὶ κακῶν φησί· Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ]
Α Ἀρτεμίσιον[ Ἀρτεμίσιον: ἰδίως τὸ τῆς Ἀρτέμιδος ἄγαλμα· Ὑπερείδης Δηλιακῷ. λέγεται δὲ καὶ ἀκρωτήριόν τι τῆς Εὐβοίας, ὡς Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ]
Α Ἄττης[ Ἄττης: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ὁ Ἄττης παρὰ Φρυξὶ μάλιστα τιμᾶται ὡς πρόσπολος τῆς μητρὸς τῶν θεῶν. τὰ δὲ περὶ αὐτὸν δεδήλωκε Νεάνθης· μυστικὸς δὲ ὁ λόγος. ]
Β Βασκαίνει[ Βασκαίνει: ἀντὶ τοῦ αἰτιᾶται καὶ μέμφεται καὶ συκοφαντεῖ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. καὶ ἐν τούτοις βάσκανον δὲ καὶ πικρὸν καὶ κακόηθες οὐκ ἔστι πολίτευμα ἐμόν ἀντὶ τοῦ φιλαίτιον καὶ συκοφαντικόν. ]
Γ Γέρρα[ Γέρρα: Δημοσθένης ὑπὲρ Κτησιφῶντος τούς τε ἐκ τῶν σκηνῶν τῶν κατὰ τὴν ἀγορὰν ἐξεῖργον καὶ τὰ γέρρα ἐνεπίμπρασαν. Περσικὰ μέν τινα ὅπλα τὰ γέρρα ἐστὶ, καθὰ καὶ Ἡρόδοτός φησιν· ἤδη δὲ καταχρηστικῶς καὶ ἅπαν σκέπασμα, εἴτε δερμάτινον εἴη εἴτε ἄλλης τινὸς ὕλης, γέρρον ἐλέγετο. νῦν γοῦν τὰ τῶν σκηνῶν σκεπάσματα καὶ παρακαλύμματα ἐμπίπρασθαί φησιν ὁ Δημοσθένης ὑπὲρ τοῦ μὴ συνεστάναι περὶ τὰ ὤνια ἐπὶ τῆς ἀγορᾶς μηδὲ πρὸς ἄλλοις τισὶ τὰς διατριβὰς ἔχειν. ἐν δὲ τῷ κατὰ Νεαίρας, εἰ γνήσιος ὁ λόγος, φησὶν οὕτω· τοὺς δὲ πρυτάνεις κελεύει τιθέναι τοὺς καδίσκους ὁ νόμος καὶ τὴν ψῆφον διδόναι προσιόντι τῷ δήμῳ, πρὶν τοὺς ξένους εἰσιέναι καὶ τὰ γέρρα ἀναιρεῖν. ἤτοι οὖν ταὐτόν ἐστι τῷ ὑπὲρ Κτησιφῶντος, ἢ τοιοῦτό τι ὑποληπτέον ὡς παρὰ τοῖς ἐκκλησιάζουσι πολίταις ἡ ψῆφος ὑπὸ τῶν πρυτάνεων ἐδίδοτο πρὶν εἰσιέναι τοὺς ξένους καὶ πρὶν ἀναιρεθῆναι τὰ περιφράγματα, τουτέστι πρὶν ἀναπετασθῆναι τὴν ἐκκλησίαν παντὶ τῷ εἰπεῖν βουλομένῳ. ]
Γ Γραμματεύς[ Γραμματεύς: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ὁ γραμματεὺς πῶς τε καθίστατο καὶ τί ἔπραττεν, ὡς τῶν γραμμάτων τ' ἐστὶ κύριος καὶ τὰ ψηφίσματα τὰ γενόμενα φυλάττει καὶ τὰ ἄλλα πάντα ἀντιγράφεται καὶ παρακάθηται τῇ βουλῇ, δεδήλωκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. ]
Δ Δάοχος[ Δάοχος: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. εἷς οὗτος τῶν προεμένων Φιλίππῳ τὰ Θετταλῶν πράγματα. ]
Δ Δορίσκος[ Δορίσκος: χωρίον τῆς Θρᾴκης· Δημοσθένης ὑπὲρ Κτησιφῶντος καὶ Ἡρόδοτος. ]
Ε Ἐκδεξάμενος[ Ἐκδεξάμενος: Δημοσθένης ὑπὲρ Κτησιφῶντος ἐκδεξάμενος καὶ γράψας. ἐκδέξασθαί ἐστι τὸ παρ' ἑτέρου λαβόντα αὐτὸν ἐγχειρεῖν τὸ δεύτερον. ἐπισκεπτέον δὲ πῶς ἔχει τὸ ἐν τῷ εʹ Φιλιππικῷ λεχθὲν ὑπὸ τοῦ ῥήτορος καὶ τὸ δοκεῖν ἐκδέξασθαι τῶν ἐκείναις πεπραγμένων. ]
Ε Ἐκ περιουσίας[ Ἐκ περιουσίας: Δημοσθένης ὑπὲρ Κτησιφῶντος οὗτος δ' ἐκ περιουσίας μου κατηγορεῖ. βέλτιον οὕτως ἀκούειν, ὅτι ἐγὼ μὲν περὶ τῶν ἐσχάτων κινδυνεύω, οὗτος δ' ἐκ πολλοῦ τοῦ περιόντος μου κατηγορεῖ, οὐ περὶ χρημάτων, ὡς οἴονταί τινες. ]
Ε Ἐλάτεια[ Ἐλάτεια: Δημοσθένης ὑπὲρ Κτησιφῶντος· πόλις δὲ ἦν μεγίστη τῶν ἐν Φωκεῦσι. τοῦ δὲ ῥήτορος πάλιν ἐν ζʹ Φιλιππικῶν, εἰ γνήσιος, τάδε, ἐν Κασσωπίᾳ τρεῖς πόλεις, Πανδοσίαν καὶ Βούχετα καὶ Ἐλάτειαν. ῥητέον ὅτι βέλτιον ἐν ἐνίοις γέγραπται διὰ τοῦ ρ Ἐλάτρεια· Θεόπομπος γοῦν ἐν μγʹ τέτταρας πόλεις φησὶν εἶναι τῶν Κασσωπαίων, ἀλλ' οὐ τρεῖς ὥσπερ ὁ Δημοσθένης, Ἐλάτρειάν τε καὶ Πανδοσίαν καὶ Βιτίαν καὶ Βούχετα. ]
Ε Ἔμπουσα[ Ἔμπουσα: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. φάσμα τί φασιν εἶναι τῆς Ἑκάτης, ὅπερ στοιχοῦσιν ἐφαίνετο. πλήρης δὲ τοῦ ὀνόματος ἡ κωμῳδία. ]
Ε Ἔνθρυπτα[ Ἔνθρυπτα: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. Δίδυμος ὁ γραμματικὸς ἐν τῷ ὑπομνήματι τοῦ λόγου εἰπὼν ὡς τὰ ἔνθρυπτα ἐκκείμενον καὶ γνώριμον ἀπ' αὐτῆς ἔχει τῆς φωνῆς τὸ σημαινόμενον, περιεργότερόν τινα ἐκτίθεται ἐξήγησιν ἀμάρτυρον· εἰσὶ δὲ ἔνθρυπτα τὰ ἐκ πεμμάτων, ἢ τὰ ἐνθρυβόμενα βρώματα. ἔνιοι δὲ ταῖς τελεταῖς αὐτὰ προσοικειοῦσι· καὶ Ἀπόλλων δὲ παρ' Ἀθηναίοις Ἔνθρυπτος. ]
Ε Ἐπαιρόμενος[ Ἐπαιρόμενος: ἀντὶ τοῦ ἐπανατεινόμενος Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἐν δὲ τῷ πρὸς Ἄφοβον ἐπ' ἄλλου σημαινομένου φησὶν ἢ κέρδεσιν δι' ἀπορίαν ἐπαιρομένους. [ Ἀριστοφάνης Νεφέλαις εἴθ' ὤφελ' ἡ προμνήστρι' ἀπολέσθαι κακῶς, ἥτις με γῆμ' ἐπῆρε τὴν σὴν μητέρα. ] ]
Ε Ἐπιτείχισμα[ Ἐπιτείχισμα: τὸ τειχιζόμενον κατά τινων χωρίον, ὅθεν ὁρμώμενοι οἱ τειχίσαντες κακῶς δυνήσονται ποιεῖν τοὺς ἐπιτειχισθέντας· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. καὶ τὸ πρᾶγμα δὲ ἐπιτειχισμὸν ὀνομάζουσιν, ὥσπερ ἐν ταὐτῷ λόγῳ ἐστίν. ]
Ε Ἐπιχάρης[ Ἐπιχάρης: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ὄνομα κύριον, Σικυώνιος προδότης. ]
Ε Εὔβουλος[ Εὔβουλος: Ὑπερείδου λόγος ἐστὶ περὶ τῶν Εὐβούλου δωρεῶν, μνημονεύει δ' αὐτοῦ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ὅτι δὴ δημαγωγὸς ἦν ἐπιφανέστατος, ἐπιμελής τε καὶ φιλόπονος, ἀργύριόν τε συχνὸν πορίζων τοῖς Ἀθηναίοις διένειμε, διὸ καὶ τὴν πόλιν ἐπὶ τῆς τούτου πολιτείας ἀνανδροτάτην καὶ ῥαθυμοτάτην συνέβη γενέσθαι, Θεόπομπος ἐν τῇ ιʹ τῶν Φιλιππικῶν. ἕτερος δ' ἐστὶν ὁ κωμικὸς, οὗ μνημονεύει Ὑπερείδης ἐν τῷ κατ' Ἀρχεστρατίδου. ]
Ε Εὔδικος[ Εὔδικος: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. εἷς δ' ἐστὶν οὗτος τῶν κατασταθέντων ὑπὸ Φιλίππου κυρίων Θετταλίας ἁπάσης. ]
Ε Εὐξίθεος[ Εὐξίθεος: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος ὑπὸ τούτου φησὶν Ἠλείους προδοθῆναι. ]
Ε Εὐοῖ σαβοῖ[ Εὐοῖ σαβοῖ: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. Βακχικόν τι ἐπίφθεγμά ἐστι τὸ εὐοῖ. Ἀριγνώτη δέ φησιν ὅτι τινὲς ἔλεξαν εὐοῖ ἀντὶ τοῦ εὖ σοι, τὸ εὕρημα τοῦ κατόπτρου ἐπαινέοντες. ]
Ε Ἑωλοκρασία[ Ἑωλοκρασία: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος αἴτιος δ' οὗτος ὥσπερ ἑωλοκρασίαν τινά μου τῆς πονηρίας τῆς αὑτοῦ κατασκεδάσας. Δίδυμος δὲ οὗτος χθὲς καὶ πρώην ἃ ἐκέρασε πράγματα, τήμερόν μου καταχεῖ καὶ ἐμὲ πρᾶξαί φησι. ]
Η Ἡγεμὼν συμμορίας[ Ἡγεμὼν συμμορίας: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἡγεμὼν ἐκαλεῖτο συμμορίας ὁ προέχων τῷ πλούτῳ καὶ διὰ τοῦτο τῶν ἄλλων ἡγεμονεύειν ἐπειλημμένος, ὡς ὑποφαίνει Ὑπερείδης ἐν τῷ κατὰ Πολυεύκτου. ]
Η Ἡγήμων[ Ἡγήμων: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. εἷς δὲ ἦν τῶν μακεδονιζόντων καὶ τῶν ἐπὶ δωροδοκίᾳ διαβεβλημένων. ]
Η Ἠκρωτηριασμένοι[ Ἠκρωτηριασμένοι: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος ἠκρωτηριασμένοι τὰς ἑαυτῶν ἕκαστοι πατρίδας ἀντὶ τοῦ λελυμασμένοι· οἱ γὰρ λυμαινόμενοί τισιν εἰώθασι περικόπτειν αὐτῶν τὰ ἄκρα, ὡς καὶ Σοφοκλῆς Πολυξένῃ. τὸ μέντοι ἠκρωτηριασμένοι ἀντὶ ἐνεργητικοῦ κεῖται τοῦ ἠκρωτηριακότες. ]
Θ Θεμίσων[ Θεμίσων: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ὄνομα κύριον. οὗτος ἐτυράννησεν. ]
Θ Θεογείτων[ Θεογείτων: Δημοσθένης ἐν τῷ αὐτῷ. ἔνιοι δὲ τοῦτον Θεογένην ὠνόμασαν, ὡς καὶ Δείναρχος ἐν τῷ κατὰ Δημοσθένους [+]. ]
Θ Θεοκρίνης[ Θεοκρίνης: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος λοιδορούμενος Αἰσχίνῃ φησὶ τραγικὸς Θεοκρίνης. βούλεται δὲ λέγειν αὐτὸν συκοφάντην, ἐπειδὴ ὁ Θεοκρίνης τοιοῦτος, ὡς ἔστι δῆλον ἐκ τοῦ κατὰ [+] Θεοκρίνου [+], εἴτε Δημοσθένους ἐστὶν εἴτε Δεινάρχου οὗτος ὁ λόγος· τὸν γοῦν πάλαι μὲν ὑποκριτὴν τραγικὸν, ὕστερον δὲ συκοφάντην εἰκότως ὠνόμασε τραγικὸν Θεοκρίνην. ]
Θ Θησεῖον[ Θησεῖον: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. τέμενός ἐστιν ἀνειμένον τῷ Θησεῖ. ]
Ι Ἱερομνήμονες[ Ἱερομνήμονες: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. οἱ πεμπόμενοι εἰς τὸ τῶν Ἀμφικτυόνων συνέδριον ἐξ ἑκάστης πόλεως τῶν τοῦ συνεδρίου μετεχουσῶν οὕτω καλοῦνται, ὡς σαφὲς ποιεῖ Θεόπομπος ἐν τῇ λʹ. ]
Ι Ἵππαρχος[ Ἵππαρχος: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. τύραννος ἦν οὗτος Ἐρετρίας. ἕτερος δ' ἐστὶν Ἵππαρχος περὶ οὗ Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονός φησιν, Ἵππαρχος ὁ Πεισιστράτου. ἄλλος δέ ἐστιν Ἵππαρχος ὁ Χάρμου, ὥς φησι Λυκοῦργος ἐν τῷ κατὰ Λεωκράτους· περὶ δὲ τούτου Ἀνδροτίων ἐν τῇ βʹ φησὶν ὅτι συγγενὴς μὲν ἦν Πεισιστράτου τοῦ τυράννου καὶ πρῶτος ἐξωστρακίσθη τοῦ περὶ τὸν ὀστρακισμὸν νόμου τότε πρῶτον τεθέντος διὰ τὴν ὑποψίαν τῶν περὶ Πεισίστρατον, ὅτι δημαγωγὸς ὢν καὶ στρατηγὸς ἐτυράννησεν. ἄλλος δ' ἐστὶν Ἵππαρχος ὑποκριτὴς, οὗ μνημονεύει Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας, εἰ γνήσιος. λέγεται δὲ παρ' Ἀθηναίοις ἵππαρχος καὶ ὁ τῶν ἱππέων ἄρχων· δύο δ' ἦσαν οὗτοι, ὡς Δημοσθένης ἐν δʹ Φιλιππικῶν φησὶ καὶ Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. ]
Κ Κερκιδᾶς[ Κερκιδᾶς: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος τοὺς προδότας καταλέγων φησὶν Ἀρκάδας Κερκιδᾶς. ὅτι δ' οὗτος τῶν τὰ Μακεδονικὰ φρονούντων ἦν εἴρηκε καὶ Θεόπομπος ἐν ιεʹ Φιλιππικῶν. ]
Κ Κεινέας[ Κεινέας: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ὡμολόγηται καὶ παρὰ τοῖς ἱστορικοῖς ὅτι Κεινέας εἷς ἦν τῶν προϊεμένων Φιλίππῳ τὰ Θετταλῶν πράγματα, καὶ μάλιστα Θεοπόμπῳ ἐν αʹ, ἅμα καὶ διεξερχομένῳ τὰ περὶ τὸν ἄνδρα. ]
Κ Κίναδος[ Κίναδος: ἀντὶ τοῦ θηρίον Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος· ἔστι δὲ καὶ ἐν τῇ κωμῳδίᾳ, ὡς καὶ παρ' Ἀριστοφάνει. ἰδίως δέ φασι Σικελιώτας τὴν ἀλώπεκα καλεῖν κινάδιον. ]
Κ Κυρσίλον[ Κυρσίλον: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος τὸν μὲν ταῦτα συμβουλεύσαντα Θεμιστοκλέα στρατηγὸν ἑλόμενοι, τὸν δὲ ὑπακούειν ἀποφηνάμενον Κυρσίλον καταλιθώσαντες. ]
Λ Λαρυγγίζειν[ Λαρυγγίζειν: τὸ πλατύνειν τὴν φωνὴν καὶ μὴ κατὰ φύσιν φθέγγεσθαι, ἀλλ' ἐπιτηδεύειν περιεργότερον τῷ λάρυγγι χρῆσθαι οὕτως ἐλέγετο· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ]
Λ Λεύκη[ Λεύκη: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος ἐστεφανωμένους τῷ μαράθῳ καὶ τῇ λεύκῃ. οἱ τὰ Βακχικὰ τελούμενοι τῇ λεύκῃ στέφονται διὰ τὸ χθόνιον μὲν εἶναι τὸ φυτὸν, χθόνιον δὲ καὶ τὸν τῆς Περσεφόνης Διόνυσον. τὴν δὲ λεύκην πεφυκέναι φασὶ πρὸς τῷ Ἀχέροντι, ὅθεν καὶ ἀχερωΐδα καλεῖσθαι παρ' Ὁμήρῳ· ἤριπε δ' ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς ἠὲ πίτυς βλωθρή. ]
Λ Λεῦκτρα[ Λεῦκτρα: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἔστι δὲ χωρίον Βοιώτιον περὶ Θεσπιάς. ]
Λ Λικνοφόρος[ Λικνοφόρος: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. τὸ λίκνον πρὸς πᾶσαν τελετὴν καὶ θυσίαν ἐπιτήδειόν ἐστιν· ὁ τοῦτο οὖν φέρων λικνοφόρος λέγοιτ' ἄν. ]
Λ Λογισταὶ καὶ λογιστήρια[ Λογισταὶ καὶ λογιστήρια: ἀρχή τις παρ' Ἀθηναίοις οὕτω καλουμένη· εἰσὶ δὲ τὸν ἀριθμὸν δέκα, οἳ τὰς εὐθύνας τῶν διῳκημένων ἐκλογίζονται ἐν ἡμέραις τριάκοντα, ὅταν τὰς ἀρχὰς ἀποθῶνται οἱ ἄρχοντες· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. διείλεκται περὶ τούτων Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ, ἔνθα δείκνυται ὅτι διαφέρουσι τῶν εὐθύνων. μέμνηνται τῆς ἀρχῆς καὶ οἱ κωμικοί· Εὔπολις Πόλεσιν ἄνδρες λογισταὶ τῶν ὑπευθύνων χορῶν. λογιστήρια δ' ἐστὶ τὰ τῶν λογιστῶν ἀρχεῖα, ὡς Δείναρχος ἐν τῷ κατὰ Τιμοκράτους καὶ Ἀνδοκίδης ἐν τῷ περὶ τῶν μυστηρίων δηλοῦσιν. ]
Λ Λόγου τυχεῖν[ Λόγου τυχεῖν: ἀντὶ τοῦ ἐπαίνου Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ]
Μ Μουνυχία[ Μουνυχία: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. τόπος παραθαλάσσιος ἐν τῇ Ἀττικῇ. Ἑλλάνικος δὲ ἐν βʹ Ἀτθίδος ὠνομάσθαι φησὶν ἀπὸ Μουνύχου τινὸς βασιλέως τοῦ Παντακλέους. ]
Μ Μύρτανον[ Μύρτανον: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. φρούριον ἦν ἐν Θρᾴκῃ, ὡς Μαρσύας πρεσβύτερος ἐν ζʹ Μακεδονικῶν καὶ Ἀναξιμένης ἐν Φιλιππικοῖς. ]
Μ Μύρτις[ Μύρτις: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος καταλέγων τοὺς προδεδωκότας ἑκάστην πόλιν φησὶν Ἀργείους Μύρτις, Τελέδαμος, Μνασέας. Θεόπομπος δ' ἐν τῇ ναʹ Πασέαν καὶ Ἀμυρταῖον ὀνομάζει τῶν Ἀργείων τοὺς μακεδονίζοντας. ἰδεῖν οὖν εἰ γραφικά ἐστιν ἁμαρτήματα. ]
Μ Μυσῶν λείαν[ Μυσῶν λείαν: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. παροιμία τίς ἐστιν οὕτω λεγομένη, ἥν φησι Δήμων ἐν αʹ περὶ παροιμιῶν τὴν ἀρχὴν λαβεῖν ἀπὸ τῶν καταδραμόντων ἀστυγειτόνων τε καὶ λῃστῶν τὴν Μυσίαν κατὰ τὴν Τηλέφου τοῦ βασιλέως ἀποδημίαν. κέχρηνται δὲ τῇ παροιμίᾳ ἄλλοι τε καὶ Στράττις ἐν Μηδείᾳ καὶ Σιμωνίδης ἐν ἰάμβοις. ]
Ν Νεβρίζων[ Νεβρίζων: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. οἱ μὲν ὡς τοῦ τελοῦντος νεβρίδα ἐνημμένου ἢ καὶ τοὺς τελουμένους διαζωννύντος νεβρίσιν, οἱ δὲ ἐπὶ τοῦ νεβροὺς διασπᾶν κατά τινα ἄρρητον λόγον. ἔστι δὲ ὁ νεβρισμὸς καὶ παρὰ Ἀριγνώτῃ ἐν τῷ περὶ τῶν τελετῶν. ]
Ν Νεήλατα[ Νεήλατα: Δημοσθένης ὑπὲρ Κτησιφῶντος κατ' ἔλλειψιν ἀντὶ τοῦ νεήλατα ἄλφιτα, τὰ νεωστὶ ἀληλεσμένα, ἃ δὴ μέλιτι ἀναδεύοντες, ἀσταφίδας τε καὶ χλωροὺς ἐρεβίνθους ἐπεμβάλλοντες, τοῖς τὰ ἱερὰ τελοῦσιν ἔνεμον. ἐκάλουν δὲ αὐτὰ οἱ μὲν ἀμβροσίαν, οἱ δὲ μακαρίαν. ]
Ν Νέων[ Νέων: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. περὶ τῆς πρὸς Φίλιππον τούτου φιλίας Θεόπομπος ἐν βʹ Φιλιππικῶν ἱστορεῖ. ]
Ο Οἰκίσκωι[ Οἰκίσκωι: ἀντὶ τοῦ μικρῷ τινι οἴκῳ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἐκάλουν δὲ οἱ Ἀττικοὶ τὸ ὑφ' ἡμῶν λεγόμενον ὀρνιθοτροφεῖον οἰκίσκον· Ἀριστοφάνης Πελαργοῖς, Μεταγένης Αὔραις. ἐκ τούτων δ' ἔοικε πλανώμενος ὁ Δίδυμος καὶ τὸ Δημοσθενικὸν ἐξηγεῖσθαι. ]
Ο Ὀνομάζων[ Ὀνομάζων: ἀντὶ τοῦ φράζων, ἑρμηνείᾳ χρώμενος, Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ]
Ο Οὐκ ἐπὶ τῆς αὐτῆς ὁρμεῖ τοῖς πολλοῖς[ Οὐκ ἐπὶ τῆς αὐτῆς ὁρμεῖ τοῖς πολλοῖς: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. παροιμία ἐστὶν ἐλλιπῶς λεγομένη· προσυπακουστέον οὖν ἔξωθεν τὸ ἀγκύρας. ]
Π Παρεῖαι ὄφεις[ Παρεῖαι ὄφεις: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. παρεῖαι ὀνομάζονταί τινες ὄφεις παρὰ τὸ παρειὰς μείζους ἔχειν, ὡς καὶ Κρατῖνος ἐν τῷ Τροφωνίῳ ὑποσημαίνει. ὁ δὲ Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου γράφει ταυτί εἶναι δὲ τοὺς ῥήτορας ὁμοίους τοῖς ὄφεσι· τούς τε γὰρ ὄφεις μισητοὺς μὲν εἶναι πάντας, τῶν δὲ ὄφεων αὐτῶν τοὺς μὲν ἔχεις τοὺς ἀνθρώπους ἀδικεῖν, τοὺς δὲ παρείας αὐτοὺς τοὺς ἔχεις κατεσθίειν. ]
Π Παράσημος ῥήτωρ[ Παράσημος ῥήτωρ: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἐκ μεταφορᾶς εἴρηται ἀπὸ τῶν νομισμάτων, ἃ καλοῦσι παράσημα ἤτοι ὅτι ὑποχαράττεται ὑπὸ τῶν ἀργυραμοιβῶν σημείῳ τινὶ ὃ τὴν φαυλότητα δηλοῖ, ἢ ἐπειδὴ παρατετύπωται καὶ παρακεχάρακται. ὅτι γὰρ ἐπὶ νομισμάτων λέγεται τὸ παράσημον δεδήλωκεν ὁ ῥήτωρ ἐν τῷ κατὰ Τιμοκράτους. ]
Π Παρελθεῖν[ Παρελθεῖν: ἀντὶ τοῦ νικῆσαι Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ]
Π Πεπάρηθος[ Πεπάρηθος: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντός φησι καὶ τὴν Πεπαρήθου πόρθησιν. νῆσός ἐστιν αὕτη οὐκ ἄπωθεν Εὐβοίας. ]
Π Περίλαος[ Περίλαος: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ἔστι δὲ ὄνομα κύριον. ]
Π Πομπείας καὶ πομπεύειν[ Πομπείας καὶ πομπεύειν: ἀντὶ τοῦ λοιδορίας καὶ λοιδορεῖν Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. μεταφέρει δὲ ἀπὸ τῶν ἐν ταῖς Διονυσιακαῖς πομπαῖς ἐπὶ τῶν ἁμαξῶν λοιδορουμένων ἀλλήλοις· Μένανδρος Περινθίᾳ ἐπὶ τῶν ἁμαξῶν εἰσι πομπεῖαί τινες σφόδρα λοίδοροι. πομπεῖα δὲ λέγεται τὰ εἰς τὰς πομπὰς κατασκευαζόμενα σκεύη, ὡς ὁ αὐτὸς ῥήτωρ κατ' Ἀνδροτίωνος ὑποσημαίνει. πομπείοις δέ φησι Φιλόχορος πρότερον ἐχρῶντο οἱ Ἀθηναῖοι τοῖς ἐκ τῆς οὐσίας τῶν λʹ κατασκευασθεῖσιν. ὀψὲ δέ φησι καὶ Ἀνδροτίων ἄλλα κατεσκεύασεν. ]
Π Πορθμός[ Πορθμός: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. πόλις ἐστὶ τῆς Εὐβοίας. ]
Π Προβαλλομένους[ Προβαλλομένους: ἀντὶ τοῦ ὑποτιθεμένους, οἷον πρὸ τῆς πράξεως εἰς τὸν νοῦν ἐμβαλλομένους, ὡς Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ἔν τε τῷ κατ' Αἰσχίνου [+] τὴν προαίρεσιν τῆς πολιτείας προβεβλημένην καὶ ἄπιστον εἶπεν ἀντὶ τοῦ εὐλαβῶς ἔχουσαν καὶ φυλαττομένην. ἐν δὲ τῷ ὑπὲρ Κτησιφῶντός φησι προβληθεὶς πυλάγορος οὕτω καὶ τριῶν ἢ τεττάρων χειροτονησάντων αὐτόν. ἐν δὲ τῷ κατὰ Μειδίου καὶ προὐβαλόμην φησὶν ἀδικεῖν τοῦτον περὶ τὴν ἑορτήν ἀντὶ τοῦ προβολῇ ἐχρησάμην τῇ συνήθει καὶ νομιζομένῃ κατὰ τῶν περὶ τὴν ἑορτὴν ἀδικούντων, [ ὠνόμασα τοῦτον ἐν τῷ δήμῳ] . ἐν δὲ τοῖς Φιλιππικοῖς φησι προβάλλεσθαι δ' ἢ βλέπειν ἐναντίον οὔτε οἶδεν οὔτε ἐθέλει ἀντὶ τοῦ προτείνειν τὰς χεῖρας ὡς εἰς μάχην. ]
Π Προπεπωκότες[ Προπεπωκότες: ἀντὶ τοῦ προδεδωκότες. ἐκ μεταφορᾶς δὲ λέγεται. Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ἐν ἀρχῇ τῶν Μυρμιδόνων Αἰσχύλος τάδε μὲν λεύσσεις, φαίδιμ' Ἀχιλλεῦ, δοριλυμάντους Δαναῶν μόχθους, οὓς * * * εἴσω κλισίας. ]
Π Πύλαι μὲν καλοῦνται αἱ Θερμοπύλαι[ Πύλαι μὲν καλοῦνται αἱ Θερμοπύλαι: Δημοσθένης Φιλιππικοῖς. ἐκλήθησαν δ' οὕτω διὰ τὸ στενὴν εἶναι ταύτην τὴν εἴσοδον ἀπὸ Θετταλίας εἰς τὴν Φωκίδα πορευομένοις. Πυλαία δ' ἐκαλεῖτο ἡ εἰς τὰς Πύλας σύνοδος τῶν Ἀμφικτυόνων· Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ὅτι δέ τις ἐγίγνετο σύνοδος τῶν Ἀμφικτυόνων εἰς Πύλας Ὑπερείδης τε ἐν ἐπιταφίῳ καὶ Θεόπομπος ἐν τῇ λʹ εἰρήκασιν. ἐπέμποντο δ' ἐκ τῶν πόλεων τῶν μετεχουσῶν τῆς Ἀμφικτυονίας τινὲς οἵπερ ἐκαλοῦντο Πυλαγόραι· μνημονεύουσι δὲ καὶ τούτων πολλοὶ, ὥσπερ καὶ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος καὶ Ἀριστοφάνης ἐν δευτέραις Θεσμοφοριαζούσαις. ]
Σ Σαβοί[ Σαβοί: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. οἱ μὲν Σαβοὺς λέγεσθαι τοὺς τελουμένους τῷ Σαβαζίῳ, τουτέστι τῷ Διονύσῳ, καθάπερ τοὺς τῷ Βάκχῳ Βάκχους. τὸν αὐτὸν δὲ εἶναι Σαβάζιον καὶ Διόνυσόν φασιν ἄλλοι τε καὶ Νύμφις βʹ περὶ Ἡρακλείας. οὕτω δέ φασι καὶ τοὺς Ἕλληνάς τινες τοὺς Βάκχους Σαβοὺς καλεῖν. Μνασέας δὲ ὁ Παταρεὺς υἱὸν εἶναί φησι τοῦ Διονύσου Σαβάζιον. ]
Σ Σῖμος[ Σῖμος: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. εἷς τῶν Ἀλευαδῶν οὗτός ἐστι τῶν δοκούντων συμπρᾶξαι τῷ Μακεδόνι. ]
Σ Σιμύλος[ Σιμύλος: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντός φησιν ἀλλὰ μισθώσας ἑαυτὸν τοῖς βαρυστόνοις ὑποκριταῖς Σιμύλῳ καὶ Σωκράτει. ]
Σ Σινώπη[ Σινώπη: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. Ἡρόδικος ἐν ϛʹ Κωμῳδουμένων φησὶν ὅτι Σινώπη ἡ ἑταίρα Ἄβυδος ἐλέγετο διὰ τὸ γραῦς εἶναι. ]
Σ Σπερμολόγος[ Σπερμολόγος: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. λέγεταί τι μικρὸν ὀρνιθάριον κολοιῶδες σπερμολόγος, ὠνομασμένον, ὡς ἔοικεν, ἀπὸ τοῦ τὰ σπέρματα ἀναλέγειν, οὗ μνημονεύει Ἀριστοφάνης ἐν Ὄρνισι. λέγεται οὖν ἀπὸ τούτου ὁ εὐτελὴς καὶ εὐκαταφρόνητος ἄνθρωπος καὶ ἴσως ἀπὸ τῶν ἀλλοτρίων διαζῶν σπερμολόγος. ]
Σ Στρεπτούς[ Στρεπτούς: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. πλακοῦντος εἶδός ἐστιν οἱ στρεπτοὶ, ὡς καὶ παρ' ἑτέροις. ]
Σ Συντελεῖς[ Συντελεῖς: οἱ συνδαπανῶντες καὶ συνεισφέροντες· τὸ δὲ πρᾶγμα συντέλεια καλεῖται, ὡς ἔστιν εὑρεῖν ἐν τῷ Ἀντιφῶντος περὶ τοῦ Σαμοθρᾳκῶν φόρου. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ]
Τ Τετύφωμαι[ Τετύφωμαι: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ἀντὶ τοῦ ἐμβεβρόντημαι, ἔξω τῶν φρενῶν γέγονα, ἤτοι ἀπὸ τῆς βροντῆς, ἢ ἀπὸ τῶν ἐπὶ τὸν Τυφῶνα ἀναφερομένων σκηπτῶν, ἢ ἀπὸ τῶν Τυφωνικῶν καλουμένων πνευμάτων, ἃ δὴ καὶ αὐτὰ ἐξίστησιν ἀθρόως καταρραγέντα· καὶ γὰρ Ἀλκαῖός φησι πάμπαν δὲ τυφὼς ἔκ σ' ἕλετο φρένας. ]
Τ Τραγικὸς πίθηκος[ Τραγικὸς πίθηκος: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἔοικε λέγειν τοῦτο ὁ ῥήτωρ ὡς καὶ περὶ τὴν ὑπόκρισιν ἀτυχοῦντος τοῦ Αἰσχίνου, καὶ μιμουμένου μᾶλλον τραγῳδοὺς ἢ τραγῳδεῖν δυναμένου. ]
Φ Φιλάμμων[ Φιλάμμων: Δημοσθένης ὑπὲρ Κτησιφῶντος Φιλάμμωνα τὸν Ἀθηναῖον πύκτην. ]
Φ Φρεάρριος[ Φρεάρριος: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ἔστι δὲ δῆμος τῆς Λεοντίδος. ]

Catalog of Authors and Works

The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).

This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License