Isocrates) - urn:cts:greekLit:tlg0010Classical Athens (Wikidata) (Pleiades)
Classical Athens (Wikidata) (Pleiades)
orator (Wikidata)
writer (Wikidata)
urn:cts:greekLit:tlg0010.harp001
urn:cts:greekLit:tlg0010.harp002
urn:cts:greekLit:tlg0010.harp003 -
Areopagiticus
urn:cts:greekLit:tlg0010.harp004 -
Archidamus
urn:cts:greekLit:tlg0010.harp005 -
Busiris
urn:cts:greekLit:tlg0010.harp006 -
On the peace
urn:cts:greekLit:tlg0010.harp007
urn:cts:greekLit:tlg0010.harp008
urn:cts:greekLit:tlg0010.harp009
urn:cts:greekLit:tlg0010.harp010
urn:cts:greekLit:tlg0010.harp011
urn:cts:greekLit:tlg0010.harp012 -
Panathenaicus
urn:cts:greekLit:tlg0010.harp013 -
Panegyricus
urn:cts:greekLit:tlg0010.harp014
urn:cts:greekLit:tlg0010.harp015 -
Trapeziticus
urn:cts:greekLit:tlg0010.harp016 -
Philip
urn:cts:greekLit:tlg0010.harp017
| Α | Ἀγελαίων | [ | Ἀγελαίων: Ἰσοκράτης ἐν τῷ Παναθηναϊκῷ, ὡς ἂν εἰ ἔλεγε τῶν πολλῶν σοφιστῶν καὶ πλανητῶν. ἡ μεταφορὰ ἀπὸ τῶν ἀγελαίων ζῴων, ἃ βόσκεται εἰς ἃ τύχοι χωρία, ἢ ἀπὸ τῶν ἰχθύων, οὓς διαβόσκεσθαί φασι ῥύδην καὶ ἀγεληδόν. | ] |
| Α | Ἀγωνίαν | [ | Ἀγωνίαν: τὸ ἀγωνίζεσθαι Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως. | ] |
| Α | Ἀδελφίζειν | [ | Ἀδελφίζειν: ἀντὶ τοῦ ἀδελφὸν καλεῖν παρ' Ἰσοκράτει ἐν Αἰγινητικῷ καὶ Ἑκαταίῳ τῷ Μιλησίῳ ἐν βʹ Γενεαλογιῶν καὶ Στράττιδι καὶ Ἀπολλοφάνει ἐν Ἰφιγέροντι. | ] |
| Α | Ἀμάδοκος | [ | Ἀμάδοκος: Ἰσοκράτης Φιλίππῳ. δύο γεγόνασιν οὗτοι, πατὴρ καὶ υἱὸς, ὃς καὶ Φιλίππῳ συμμαχήσων ἦλθεν εἰς τὸν πρὸς Κερσοβλέπτην πόλεμον. ἀμφοτέρων μέμνηται Θεόπομπος ἐν τῇ ιαʹ τῶν Φιλιππικῶν. | ] |
| Α | Ἀναιρεθείς | [ | Ἀναιρεθείς: ἀντὶ τοῦ ἀναληφθεὶς καὶ τραφεὶς παρ' Ἰσοκράτει Φιλίππῳ. | ] |
| Α | Ἄνακτες καὶ Ἄνασσαι | [ | Ἄνακτες καὶ Ἄνασσαι: Ἰσοκράτης Εὐαγόρᾳ. ἔοικε δ' ὁ ῥήτωρ ἔθους τινὸς ἐν Κύπρῳ μνημονεύειν. Ἀριστοτέλης γοῦν ἐν τῇ Κυπρίων πολιτείᾳ φησὶ καλοῦνται δὲ υἱοὶ μὲν καὶ ἀδελφοὶ τοῦ βασιλέως ἄνακτες, αἱ δὲ ἀδελφαὶ καὶ γυναῖκες ἄνασσαι. | ] |
| Α | Ἀντίθεσις | [ | Ἀντίθεσις: Ἰσοκράτης Παναθηναϊκῷ. σχῆμα λέξεώς ἐστιν ἡ ἀντίθεσις, καθ' ἣν ἀντιτιθέασιν ἀλλήλοις τὰ ἐναντία ἤτοι κατὰ μέρος ἢ ἀθρόα. καὶ κατὰ μέρος μὲν, ὡς Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος ἐδίδασκες γράμματα, ἐγὼ δ' ἐφοίτων καὶ τὰ ἑξῆς. ἀθρόως δὲ πάντων πρὸς πάντα, ὡς ὁ αὐτὸς Δημοσθένης ἐν τῷ κατὰ Μειδίου ἀπὸ τοῦ ὁ μέν γε ὑπὸ φίλου ἕως τοῦ βαδίζειν χορηγοῦντι. λέγεται δὲ καὶ ἀντίθετον τὸ αὐτὸ σχῆμα, ὡς Αἰσχίνης ἐν τῇ περὶ τῆς πρεσβείας ἀπολογίᾳ. | ] |
| Α | Ἀπαριθμῶν | [ | Ἀπαριθμῶν: ἀντὶ τοῦ ἀποπληρῶν ἀριθμὸν Ἰσοκράτης. Φιλίππῳ. | ] |
| Α | Ἀπιστεῖν | [ | Ἀπιστεῖν: ἀντὶ τοῦ ἀπειθεῖν Ἀντιφῶν κατὰ Λαισποδίου, Ἰσοκράτης ἐν τῇ ἐπιστολῇ τῇ πρὸς Φίλιππον. λέγουσι δὲ καὶ Ἀπιστίαν τὴν ἀπείθειαν, ὡς Δημοσθένης ἐν θʹ Φιλιππικῶν καὶ ἄλλοι πολλοί. | ] |
| Α | Ἀπολελοιπότες | [ | Ἀπολελοιπότες: ἀντὶ τοῦ νενικηκότες. ἡ μεταφορὰ ἀπὸ τῶν δρομέων· οἱ γὰρ νικῶντες ἀπολείπουσι τοὺς ἡττωμένους. Ἰσοκράτης Παναθηναϊκῷ καὶ Πανηγυρικῷ. | ] |
| Α | Ἀποπομπάς | [ | Ἀποπομπάς: Ἰσοκράτης Φιλίππῳ. ἀποπομπαῖοί τινες ἐκαλοῦντο θεοὶ, περὶ ὧν Ἀπολλόδωρος ἐν ἕκτῳ περὶ θεῶν διείλεκται. | ] |
| Α | Ἀρχαίως | [ | Ἀρχαίως: Ἰσοκράτης Πανηγυρικῷ τά τε παλαιὰ καινῶς διελθεῖν καὶ περὶ τῶν νεωστὶ γενομένων ἀρχαίως εἰπεῖν. ἔνιοι μέν φασι σημαίνειν ἀρχαιοτρόπως, τουτέστιν ἀρχαιοτέροις ὀνόμασι χρῆσθαι. Ἔφορος ἐν τῇ αʹ τῶν ἱστοριῶν τρόπον τινὰ ἐξηγήσατο. φησὶ περὶ τῶν ἀρχαίων πραγμάτων τοὺς νεωτέρους διεξέρχεσθαι. περὶ μὲν γὰρ τῶν καθ' ἡμᾶς γεγενημένων φησὶ τοὺς ἀκριβέστατα λέγοντας πιστοτάτους ἡγούμεθα, περὶ δὲ τῶν παλαιῶν τοὺς οὕτω διεξιόντας ἀπιθανωτάτους εἶναι νομίζομεν, ὑπολαμβάνοντες οὔτε τὰς πράξεις ἁπάσας οὔτε τῶν λόγων τοὺς πλείστους εἰκὸς εἶναι μνημονεύεσθαι διὰ τοσούτων. Δημοσθένης δ' ἐν Φιλιππικοῖς φησὶν οὕτω δὲ ἀρχαίως εἶχον, μᾶλλον δὲ πολιτικῶς ἀντὶ τοῦ ἁπλῶς. | ] |
| Α | Ἀταρνεύς | [ | Ἀταρνεύς: πολίχνιόν τι καταντικρὺ Λέσβου κείμενον· Ἰσοκράτης Πανηγυρικῷ, Ἡρόδοτος ἐν ϛʹ. | ] |
| Α | Ἀφαρεύς | [ | Ἀφαρεύς: οὗτος Ἱππίου μὲν ἦν υἱὸς, ἐνομίζετο δὲ Ἰσοκράτους. | ] |
| Β | Βομβυλιός | [ | Βομβυλιός: ζῷον παραπλήσιον μελίττῃ, ὠνομασμένον ἀπὸ τοῦ βόμβου· Ἰσοκράτης Ἑλένης ἐγκωμίῳ. | ] |
| Δ | Δεκάζων | [ | Δεκάζων: Ἰσοκράτης περὶ τῆς εἰρήνης. ὅ τι ποτὲ τοῦτ' ἐστὶ, δῆλον ἅπασιν· Ἐρατοσθένης δὲ ἐν τοῖς περὶ τῆς ἀρχαίας κωμῳδίας πόθεν τὸ πρᾶγμα εἴρηται δηλοῖ οὕτω λέγων Λύκος ἐστὶν ἥρως πρὸς τοῖς ἐν Ἀθήναις δικαστηρίοις, τοῦ θηρίου μορφὴν ἔχων, πρὸς ὃν οἱ δωροδοκοῦντες κατὰ ιʹ γιγνόμενοι ἀνεστρέφοντο, ὅθεν εἴρηται Λύκου δεκάς. Ἀριστοτέλης δ' ἐν Ἀθηναίων πολιτείᾳ Ἄνυτόν φησι καταδεῖξαι τὸ δεκάζειν τὰ δικαστήρια. | ] |
| Δ | Δέκα καὶ δεκαδοῦχος | [ | Δέκα καὶ δεκαδοῦχος: Ἰσοκράτης ἐν τῇ πρὸς Καλλίμαχον παραγραφῇ ἦρχον μὲν γὰρ οἱ ιʹ οἱ μετὰ τοὺς λʹ καταστάντες. περὶ τῶν μετὰ τὴν κατάλυσιν τῶν λʹ Ἀθήνησι χειροτονηθέντων ἀνδρῶν ιʹ καὶ τῶν ἑξῆς εἴρηκεν Ἀνδροτίων ἐν τῇ γʹ. ἐκαλεῖτο μέντοι τούτων ἕκαστος τῶν ἀρχόντων δεκαδοῦχος, ὡς δῆλον ποιεῖ Λυσίας ἐν τῷ περὶ τοῦ Διογένους κλήρου. | ] |
| Δ | Δεκαδαρχία | [ | Δεκαδαρχία: Ἰσοκράτης. τὰς μὲν ὑπὸ Λακεδαιμονίων κατασταθείσας ἐν ταῖς πόλεσι δεκαδαρχίας συνεχῶς ὀνομάζουσιν οἱ ἱστορικοὶ, ὁ μέντοι Ἰσοκράτης ἐν τῷ Παναθηναϊκῷ τρόπον τινὰ ἐξηγήσατο τοὔνομα· φησὶ γὰρ ὅτι Λακεδαιμόνιοι ιʹ μόνον ἄνδρας κυρίους ἑκάστης πόλεως ἐποίησαν. Φίλιππος μέντοι παρὰ Θετταλοῖς δεκαδαρχίαν οὐ κατέστησεν, ὡς γέγραπται ἐν ϛʹ Φιλιππικῷ Δημοσθένους, ἀλλὰ τετραρχίαν. | ] |
| Δ | Δημόκοινος | [ | Δημόκοινος: ὁ δημόσιος βασανιστής. Ἰσοκράτης ἐν τῷ Τραπεζιτικῷ σχεδὸν ἐξηγήσατο τοὔνομα. | ] |
| Δ | Διάθεσις | [ | Διάθεσις: ἀντὶ τοῦ πρᾶσις Ἰσοκράτης Βουσίριδι. ἀντὶ δὲ τοῦ ἀποδεδόμεθα διεθέμεθα εἶπεν Ἀντιφῶν ἐν τῷ πρὸς τὴν Καλλίου ἔνδειξιν, καὶ ἀντὶ τοῦ διοίκησις ὁ αὐτὸς ἐν τῷ περὶ ὁμονοίας ἀλλὰ εἰδότες τὴν διάθεσιν ἀκούουσιν. Φρύνιχος Τραγῳδοῖς τῇ διαθέσει τῶν ἐπῶν φησί. καὶ γὰρ τὸ ῥῆμα διαθέσθαι λέγουσιν ἐπὶ τοῦ διοικῆσαι· Ἀντιφῶν Ἀληθείας αʹ γυμνωθεῖσα δὲ ἀφορμῆς πολλὰ ἂν καὶ καλὰ κακῶς διαθεῖτο. διαθέσθαι ἀντὶ τοῦ συνθέσθαι Ὑπερείδης κατὰ Δημοσθένους [+]. | ] |
| Δ | Διεσκαριφησάμεθα | [ | Διεσκαριφησάμεθα: Ἰσοκράτης Ἀρεοπαγιτικῷ. σκαριφήσασθαί ἐστι τὸ ἐπισεσυρμένως τι ποιεῖν καὶ μὴ κατὰ τὴν προσήκουσαν ἀκρίβειαν. | ] |
| Δ | Δράκων | [ | Δράκων: οὗτος ἐπιφανέστατος νομοθέτης, ὡς Αἰσχίνης. ἕτερος δ' ἐστὶ Δράκων οὗ Ἰσοκράτης ἐν τῷ Πανηγυρικῷ μέμνηται. | ] |
| Ε | Εἱλωτεύειν | [ | Εἱλωτεύειν: τὸ δουλεύειν Ἰσοκράτης Πανηγυρικῷ· εἵλωτες γὰρ οἱ μὴ γόνῳ δοῦλοι Λακεδαιμονίων, ἀλλ' οἱ πρῶτοι χειρωθέντες τῶν Ἕλος τὴν πόλιν οἰκούντων, ὡς ἄλλοι τε πολλοὶ μαρτυροῦσι καὶ Ἑλλάνικος ἐν τῇ αʹ. | ] |
| Ε | Ἐλαφροτάτους | [ | Ἐλαφροτάτους: καὶ ἐν ἐπαίνῳ λέγουσι τοὔνομα οἱ παλαιοὶ, ἀντὶ τοῦ πραοτάτους, κατὰ τὸ ἐναντίον τοῦ βαρυτάτους καὶ φορτικωτάτους. Ἰσοκράτης Παναθηναϊκῷ σφᾶς δ' αὐτοὺς ὡς δυνατὸν ἐλαφροτάτους καὶ μετριωτάτους τοῖς συνοῦσι παρέχοντας. | ] |
| Ε | Ἐννεάκρουνον | [ | Ἐννεάκρουνον: [ Λυσίας] Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως. κρήνη τις ἐν Ἀθήναις· πρότερον δ' ἐκαλεῖτο Καλλιρρόη. | ] |
| Ε | Ἐνσημαινόμενος | [ | Ἐνσημαινόμενος: ἀντὶ τοῦ ἐνδεικνύμενος καὶ ἐμφαίνων Ἰσοκράτης. | ] |
| Ε | Ἐπιθέτους ἑορτάς | [ | Ἐπιθέτους ἑορτάς: Ἰσοκράτης Ἀρεοπαγιτικῷ. τὰς μὴ πατρίους, ἄλλως δ' ἐπιψηφισθείσας, ἐπιθέτους ἐκάλουν. ἐλέγετο δὲ παρ' αὐτοῖς καὶ ἄλλα ἐπίθετά τινα, ὁπόσα μὴ πάτρια ὄντα ἡ ἐξ Ἀρείου πάγου βουλὴ ἐδίκαζεν, ὡς σαφὲς ποιεῖ Λυσίας ἐν τῷ πρὸς τὴν Μιξιδήμου γραφήν. ἐπιθέτους δὲ ἐπιστολὰς Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου τινὰς ὀνομάζει, λέγοι δ' ἂν τὰς δοθείσας τισὶν ὥστε διακομίσαι· λέγειν γὰρ ἦν εἰθισμένον ἐπέθηκεν ἐπιστολήν ἀντὶ τοῦ παρέδωκεν, ὡς Δημοσθένης ἐν τῷ ὑπὲρ Χρυσίππου πρὸς τὴν Φορμίωνος παραγραφήν. Κρατῖνος δ' ἐν Τροφωνίῳ * * * * | ] |
| Ε | Ἐπισημαίνεσθαι | [ | Ἐπισημαίνεσθαι: ἀντὶ τοῦ ἐπαινεῖν μὲν καὶ ὡς ἐν τῇ συνηθείᾳ λέγομεν ἐπιφωνεῖν Ἰσοκράτης Παναθηναϊκῷ, ἀντὶ δὲ τοῦ ἐπισφραγίσαι Ἰσαῖος ἐν τῇ ἐξούλης Καλυδῶνι πρὸς Ἁγνόθεον ἀπολογίᾳ. | ] |
| Ε | Ἐπίσταθμος | [ | Ἐπίσταθμος: Ἰσοκράτης Πανηγυρικῷ Ἑκατόμνως ὁ Καρίας ἐπίσταθμος, ὃ οὐδὲν ἕτερον ἦν ἢ κατὰ σατραπείαν Καρίας κύριος. | ] |
| Ε | Εὐαγόρας | [ | Εὐαγόρας: ὄνομα κύριον, εἰς ὃν τὸ ἐγκώμιον Ἰσοκράτους. | ] |
| Ζ | Ζεῦξις | [ | Ζεῦξις: Ἰσοκράτης περὶ τῆς ἀντιδόσεως. ἄριστος τῶν κατ' ἐκεῖνον τὸν χρόνον ζωγράφων. | ] |
| Ζ | Ζητητής | [ | Ζητητής: ἀρχή τις Ἀθήνησι κατὰ καιροὺς καθισταμένη, εἴ ποτε τοὺς ἀδικοῦντάς τι δημοσίᾳ δέοι ζητεῖν· Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους καὶ Ἀνδοκίδης ἐν τῷ περὶ ἐνδείξεως. οὗτος δὲ ὁ ῥήτωρ καὶ ζητητής ποτε ἐγένετο, ὥς φησι Λυσίας καὶ Ἰσοκράτης καὶ Πλάτων ὁ κωμικὸς Πρέσβεσιν. | ] |
| Η | Ἤπειρον | [ | Ἤπειρον: σύνηθές ἐστι τῷ Ἰσοκράτει τὴν ὑπὸ τῷ βασιλεῖ τῶν Περσῶν γῆν οὕτω καλεῖν, ὥσπερ ἔν τε Φιλίππῳ καὶ Ἀρχιδάμῳ. | ] |
| Θ | Θέογνις | [ | Θέογνις: Λυσίας ἐν τῷ κατ’ Ἐρατοσθένους. οὗτος εἷς ἦν τῶν παρ' Ἀθηναίοις λʹ τυράννων, καθά φασιν ἄλλοι τε καὶ Ξενοφῶν ἐν βʹ Ἑλληνικῶν. τοῦ δὲ ποιητοῦ Θεόγνιδος μνημονεύει Ἰσοκράτης ἐν ταῖς πρὸς Νικοκλέα ὑποθήκαις· οὗτος δ' ἦν Μεγαρεὺς, ἀπὸ τῶν πρὸς τῇ Ἀττικῇ Μεγάρων· αὐτὸς γάρ φησιν ὁ ποιητὴς ἦλθον μὲν γὰρ ἔγωγε καὶ εἰς Σικελήν ποτε γαῖαν. ᾧ μὴ ἐπιστήσας Πλάτων ἐν αʹ Νόμων τῶν ἐν Σικελίᾳ Μεγαρέων πολίτην ἔφασκεν. κατηκολούθησαν δὲ τῷ Πλάτωνι οὐκ ὀλίγοι. | ] |
| Θ | Θεράπναι | [ | Θεράπναι: Ἰσοκράτης Ἑλένῃ. τόπος ἐστὶν ἐν Λακεδαίμονι Θεράπναι, οὗ μνημονεύει καὶ Ἀλκμὰν ἐν αʹ. | ] |
| Θ | Θερμοπύλαι | [ | Θερμοπύλαι: Ἰσοκράτης Πανηγυρικῷ. ἔνιοι μὲν τὴν πόλιν ταύτην Πύλας καλοῦσι· Φιλέας δέ φησιν ἐν γῆς περιόδῳ Θερμοπύλας κληθῆναι, ἐπεὶ ἐκεῖ ἡ Ἀθηνᾶ θερμὰ λουτρὰ τῷ Ἡρακλεῖ ἐποίησε. | ] |
| Θ | Θίβρων | [ | Θίβρων: Ἰσοκράτης Πανηγυρικῷ. Λακεδαιμόνιος οὗτος ἦν πεμφθεὶς εἰς τὴν Ἀσίαν ἁρμοστὴς μετὰ τὰ Πελοποννησιακά. | ] |
| Ι | Ἰδριεύς | [ | Ἰδριεύς: Ἰσοκράτης Φιλίππῳ. δυνάστης ἦν οὗτος ἐν Καρίᾳ, υἱὸς Ἑκατόμνω, ἀδελφὸς δὲ Μαυσώλου καὶ Ἀρτεμισίας. | ] |
| Ι | Ἰσαῖος | [ | Ἰσαῖος: εἷς μέν ἐστι τῶν δέκα ῥητόρων οὗτος, μαθητὴς δὲ Ἰσοκράτους, διδάσκαλος δὲ Δημοσθένους, Ἀθηναῖος τὸ γένος, καθά φησιν Ἕρμιππος ἐν βʹ περὶ τῶν Ἰσοκράτους μαθητῶν. Δημήτριος δ' ἐν τοῖς περὶ ὁμωνύμων ποιητῶν Χαλκιδέα φησὶν αὐτὸν εἶναι. | ] |
| Ι | Ἴων | [ | Ἴων: Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως. Ἴωνος τοῦ τῆς τραγῳδίας ποιητοῦ μνημονεύοι ἂν νῦν ὁ ῥήτωρ, ὃς ἦν Χῖος μὲν γένος, υἱὸς δὲ Ὀρθομένους, ἐπίκλησιν δὲ Ξούθου. ἔγραψε δὲ μέλη πολλὰ καὶ τραγῳδίας καὶ φιλόσοφόν τι σύγγραμμα τὸν Τριαγμὸν ἐπιγραφόμενον, ὅπερ Καλλίμαχος ἀντιλέγεσθαί φησιν ὡς Ἐπιγένους· ἐν ἐνίοις δὲ καὶ πληθυντικῶς ἐπιγράφεται Τριαγμοί, καθὰ Δημήτριος ὁ Σκήψιος καὶ Ἀπολλωνίδης ὁ Νικαεύς. ἀναγράφουσι δὲ ἐν αὐτῷ τάδε ἀρχὴ ἥδε μοι τοῦ λόγου. πάντα τρία καὶ πλέον οὐδὲν οὐδὲ ἔλασσον. τούτων τῶν τριῶν ἑνὸς ἑκάστου ἀρετὴ τριὰς, σύνεσις καὶ κράτος καὶ τύχη. | ] |
| Κ | Καδμεία | [ | Καδμεία: Ἰσοκράτης Πανηγυρικῷ. τῆς Καδμείας καὶ οἱ ἄλλοι ῥήτορες πολλάκις μνημονεύουσι, λέγεται δὲ οὕτως ἡ τῶν Θηβαίων ἀκρόπολις, ὡς παρὰ πᾶσι σχεδὸν τοῖς ἱστορικοῖς ὡμολόγηται. | ] |
| Κ | Καὶ γὰρ τὸ μηδένα τῶν μαχίμων ἄνευ τῆς τῶν ἀρχόντων γνώμης ἀποδημεῖν | [ | Καὶ γὰρ τὸ μηδένα τῶν μαχίμων ἄνευ τῆς τῶν ἀρχόντων γνώμης ἀποδημεῖν: Ἰσοκράτους ἐν Βουσίριδι περὶ Λακεδαιμονίων ταῦτα λέγοντος ῥητέον ὅτι καὶ οἱ τὰς Λακεδαιμονίων πολιτείας γεγραφότες τὰ ὅμοια εἰρήκασιν· ὁ δὲ Ἀριστοτέλης οὐκ ἐξεῖναί φησιν ἀποδημεῖν τοῖς Λακεδαιμονίοις, ὅπως μὴ ἐθίζωνται ἄλλων νόμων εἶναι φίλοι. τοῦ μέντοι Ἰσοκράτους τοὺς μαχίμους μόνους λέγοντος κωλύεσθαι ἀποδημεῖν οἱ περὶ Ἀριστοτέλην τοὺς πάντας Λακεδαιμονίους φασίν. | ] |
| Κ | Καινῶς | [ | Καινῶς: Ἰσοκράτης Πανηγυρικῷ, οἷον ὡς τοῖς νεωτέροις ἁρμόττει πράγμασιν. Ἔφορος δὲ τρόπον τινὰ ἐξηγήσατο αὐτὸ ἐν τῇ αʹ. | ] |
| Κ | Κακῶς εἰδότες | [ | Κακῶς εἰδότες: ἀντὶ τοῦ ἀγνοοῦντες Ἰσοκράτης ἐν τῷ περὶ εἰρήνης. | ] |
| Κ | Καρκίνος | [ | Καρκίνος: Λυσίας ἐν τῇ περὶ τοῦ κυνὸς ἀπολογίᾳ, εἰ γνήσιος, ἐλυμαίνοντο γάρ μου τὸν καρκίνον εἰσφοιτῶσαι αἱ κύνες. καὶ ὅταν ὁ σῖτος ῥιζωθῇ κατὰ τῆς γῆς, κεκαρκινῶσθαί φασι· Φερεκράτης Αὐτομόλοις ὁπόταν σχολάζῃς, νίψον, ἵνα τὰ λήϊα συγκαρκινωθῇ. λέγεται καρκίνος καὶ πάθος τι συμβαῖνον ἐν τοῖς σώμασιν, ὃ νῦν καρκίνωμα καλοῦσιν. ἔστι δὲ καὶ κύριον ὄνομα, οὗ μνημονεύει Ἰσοκράτης Τραπεζιτικῷ· εἴη δ' ἂν οὗτος ὁ Ἀθηναίων στρατηγὸς ὁ πεμφθεὶς περιπλεῦσαι Πελοπόννησον. περὶ δὲ τοῦ τῆς τραγῳδίας ποιητοῦ τοῦ Ξενοκλέους υἱοῦ Λυσίας ἐν τῷ πρὸς Μνησίμαχόν φησι συντίθεται δὲ τούτοις καὶ Καρκίνος ὁ ποιητὴς εἰπὼν οὐκ οἶνος ἐξέστησε· τὰς γὰρ ἐμφύτους ὀρθῶς παγείσας– ⏑– ⏑– φρένας οὐδεὶς ἐπαίρει καιρὸς ἐξαμαρτάνειν. | ] |
| Κ | Κερσοβλέπτης | [ | Κερσοβλέπτης: πολλάκις τούτου μνημονεύουσιν οἱ ῥήτορες, ὥσπερ καὶ Δημοσθένης κατ’ Ἀριστοκράτους. ἦν δὲ παῖς Κότυος, καὶ νεώτατος ὢν βασιλεὺς κατεστάθη ὑπὸ τοῦ πατρὸς Θρᾴκης. ὅτι δὲ καὶ περὶ Χερρονήσου ποτὲ ἐπολέμησεν Ἀθηναίοις δηλοῖ καὶ Ἰσοκράτης ἐν τῷ περὶ εἰρήνης. | ] |
| Κ | Κήρυκες | [ | Κήρυκες: Ἰσοκράτης Πανηγυρικῷ. γένος ἐστὶν ἐν Ἀθήναις οὕτως ὀνομαζόμενον, κέκληται δὲ ἀπὸ Κήρυκος τοῦ Ἑρμοῦ. | ] |
| Κ | Κισθήνη | [ | Κισθήνη: Ἰσοκράτης Πανηγυρικῷ. ὄρος τῆς Θρᾴκης. Κρατῖνος κἀνθένδ' ἐπὶ τέρματα γῆς ἥξεις καὶ Κισθήνης ὄρος ὄψει. | ] |
| Κ | Κληροῦχοι | [ | Κληροῦχοι: Δημοσθένης ἐν ηʹ Φιλιππικῶν. κληροῦχοι ἐκαλοῦντο οὓς Ἀθηναῖοι ἔπεμπον ἐπὶ τὰς πόλεις ἃς ἐλάμβανον, κλήρους ἑκάστοις διανεμοῦντες. Ἰσοκράτης Πανηγυρικῷ ὑπὲρ ὧν προσήκει τοὺς εὖ φρονοῦντας μεγάλην χάριν ἔχειν πολὺ μᾶλλον ἢ τὰς κληρουχίας ἡμῖν ὀνειδίζειν, ἃς ἡμεῖς εἰς τὰς ἐρημουμένας τῶν πόλεων φυλακῆς ἕνεκα τῶν χωρίων, ἀλλ' οὐ διὰ πλεονεξίαν ἐξεπέμπομεν. ἐν δὲ τῷ περὶ τῶν συμμοριῶν Δημοσθένης κληρουχικὰ ἂν λέγοι τὰ τῶν ἐκπεμφθέντων εἰς ἑτέραν χώραν ἡντιναδήποτε κατὰ κληρουχίαν· πῶς γὰρ οἷόν τε τὸν μὴ ἐπιδημοῦντα Ἀθήνησι τριηραρχεῖν | ] |
| Κ | Κοροπλάθος | [ | Κοροπλάθος: Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως. τοὺς ἐκ πηλοῦ ἢ κηροῦ ἤ τινος τοιαύτης ὕλης πλάττοντας κόρας ἢ κόρους οὕτως ὠνόμαζον. | ] |
| Κ | Κύρειον | [ | Κύρειον: Ἰσοκράτης Πανηγυρικῷ. Κύρειον στράτευμα τὸ μετὰ Κύρου συναναβεβηκὸς, ὅτε ἐστράτευσεν ἐπὶ τὸν ἀδελφὸν Ἀρταξέρξην· οὗ μετεῖχε καὶ Ξενοφῶν. | ] |
| Λ | Λαγίσκα | [ | Λαγίσκα: Λυσίας ἐν τῷ πρὸς Λαΐδα, εἰ γνήσιος. Λαγίσκας τῆς ἑταίρας μνημονεύει καὶ Στράττις ὁ κωμικὸς οὕτω Λαγίσκαν τὴν Ἰσοκράτους παλλακὴν ἰδεῖν με συκάζουσαν εὐναίαν ἔτι τόν τ' αὐλοτρύπην αὐτόν. | ] |
| Λ | Λογισμός | [ | Λογισμός: ἡ λογιστικὴ τέχνη· Ἰσοκράτης Βουσίριδι. | ] |
| Λ | Λογοποιός | [ | Λογοποιός: ὁ ὑφ' ἡμῶν ἱστορικὸς λεγόμενος· Ἰσοκράτης Βουσίριδι καὶ Ἡρόδοτος ἐν τῷ βʹ. | ] |
| Μ | Μαντινέων διοικισμός | [ | Μαντινέων διοικισμός: Ἰσοκράτης ἐν τῷ περὶ τῆς εἰρήνης περὶ Λακεδαιμονίων λέγων φησὶ Μαντινέας διῴκισαν, καὶ Ἔφορος ἐν τῇ κʹ φησὶν ὅτι εἰς εʹ κώμας τὴν Μαντινέων διῴκισαν πόλιν Λακεδαιμόνιοι. | ] |
| Μ | Μασσαλία | [ | Μασσαλία: Ἰσοκράτης μέν φησιν ἐν Ἀρχιδάμῳ ὡς Φωκαεῖς φυγόντες τὴν τοῦ μεγάλου βασιλέως δεσποτείαν εἰς Μασσαλίαν ἀπῴκησαν· ὅτι δὲ πρὸ τούτων τῶν χρόνων ἤδη ὑπὸ Φωκαέων ᾤκιστο ἡ Μασσαλία καὶ Ἀριστοτέλης ἐν τῇ Μασσαλιωτῶν πολιτείᾳ δηλοῖ. | ] |
| Ξ | Ξενιτευομένους | [ | Ξενιτευομένους: ἀντὶ τοῦ μισθοφοροῦντας, ξένοι δὲ οἱ μισθοφόροι· Ἰσοκράτης Φιλίππῳ κἄν τινι τῶν πρὸς Φίλιππον ἐπιστολῶν. Ἀντιφάνης Εὐθυδίκῳ ἐγὼ ξενιτευόμενος ἐστρατευόμην. | ] |
| Ο | Ὁμηρίδαι | [ | Ὁμηρίδαι: Ἰσοκράτης Ἑλένῃ. Ὁμηρίδαι γένος ἐν Χίῳ, ὅπερ Ἀκουσίλαος ἐν γʹ, Ἑλλάνικος ἐν τῇ Ἀτλαντιάδι ἀπὸ τοῦ ποιητοῦ φησιν ὠνομάσθαι. Σέλευκος δὲ ἐν βʹ περὶ βίων ἁμαρτάνειν φησὶ Κράτητα νομίζοντα ἐν ταῖς Ἱεροποιίαις Ὁμηρίδας ἀπογόνους εἶναι τοῦ ποιητοῦ· ὠνομάσθησαν γὰρ ἀπὸ τῶν ὁμήρων, ἐπεὶ αἱ γυναῖκές ποτε τῶν Χίων ἐν Διονυσίοις παραφρονήσασαι εἰς μάχην ἦλθον τοῖς ἀνδράσι, καὶ δόντες ἀλλήλοις ὅμηρα νυμφίους καὶ νύμφας ἐπαύσαντο, ὧν τοὺς ἀπογόνους Ὁμηρίδας λέγουσιν. | ] |
| Ο | Ὀνήτωρ | [ | Ὀνήτωρ: Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως. πρὸς τοῦτον ἂν εἶεν οἱ γεγραμμένοι Δημοσθένει περὶ [+] τῆς [+] ἐξούλης [+] λόγοι [+]. ὅτι δὲ τῶν χορηγησάντων ἦν Ἡλιόδωρος περὶ τῶν Ἀθήνησι τριπόδων. | ] |
| Ο | Ὅσιον | [ | Ὅσιον: Ὑπερείδης ἐν τῷ πρὸς Ἀριστογείτονά φησι καὶ τὰ χρήματα τά τε ἱερὰ καὶ τὰ ὅσια, ὅ τε Ἰσοκράτης Ἀρεοπαγιτικῷ καὶ τοῖς ἱεροῖς καὶ τοῖς ὁσίοις. ὅτι δὲ τὰ ὅσια τὰ δημόσια δηλοῖ Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους σαφῶς διδάσκει περὶ τούτων· καὶ τὰ μὲν ἱερὰ, τὰς δεκάτας τῆς θεοῦ καὶ τὰς πεντηκοστὰς τῶν ἄλλων θεῶν, σεσυληκότες καὶ μετ' ὀλίγα τὰ δὲ ὅσια ἃ ἐγίνετο ἡμέτερα κεκλοφότες. Δίδυμος δὲ διχῶς φησὶν ἔλεγον τὸ ὅσιον, τό τε ἱερὸν καὶ τὸ ἰδιωτικόν. | ] |
| Π | Παναθήναια | [ | Παναθήναια: Δημοσθένης Φιλιππικοῖς. διττὰ Παναθήναια ἤγετο Ἀθήνησι, τὰ μὲν καθ' ἕκαστον ἐνιαυτὸν, τὰ δὲ διὰ πεντετηρίδος, ἅπερ καὶ μεγάλα ἐκάλουν. Ἰσοκράτης Παναθηναϊκῷ φησι μικρὸν δὲ πρὸ τῶν μεγάλων Παναθηναίων. ἤγαγε δὲ τὴν ἑορτὴν πρῶτος Ἐριχθόνιος ὁ Ἡφαίστου, καθά φησιν Ἑλλάνικός τε καὶ Ἀνδροτίων, ἑκάτερος ἐν αʹ Ἀτθίδος [+]. πρὸ τούτου δὲ Ἀθήναια ἐκαλεῖτο, ὡς δεδήλωκεν Ἴστρος ἐν γʹ τῶν Ἀττικῶν. | ] |
| Π | Παραγραφή | [ | Παραγραφή: οὐ μόνον ἐπὶ τοῦ κοινοῦ καὶ γνωρίμου τίθεται παρὰ τοῖς ῥήτορσιν, ἀλλ' ἰδίως Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεώς φησιν λέγε ἀρξάμενος ἀπὸ τῆς παραγραφῆς, ὅπερ ἐστὶν ἀπὸ τῆς γραμμῆς ἣν μέχρι νῦν παράγραφον καλοῦμεν· καὶ ἔστι τὸ λεγόμενον, ἀφ' οὗ παρέγραψα· τοῦτο δ' ἂν εἴη, ἀφ' οὗ παρεθέμην. ὁ δ' Ὑπερείδης ἐν τῷ κατὰ Δημοσθένους [+] οὐδὲ μέχρι παραγραφῆς φησὶν ἀντὶ τοῦ οὐδὲ μέχρι τινὸς ὡρισμένου χρόνου καὶ παραγεγραμμένου, ὅ ἐστι περιγεγραμμένου. | ] |
| Π | Παράκλησις | [ | Παράκλησις: ἀντὶ τοῦ προτροπή. Ἰσοκράτης Παραινέσεσι διόπερ ἡμεῖς οὐ παράκλησιν εὑρόντες, ἀλλὰ παραίνεσιν γράψαντες. τίθεται μέντοι σπανίως καὶ ἀντὶ τῆς δεήσεως· Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας προειπὼν εἰ μὲν ὑπὲρ ἰδίου τινὸς ἦν ὁ ἀγὼν, ἐδεόμην ἂν ὑμῶν μετ' εὐνοίας ἀκοῦσαί μου μετ' ὀλίγον φησὶν νυνὶ δὲ αὐτοὺς ὑμᾶς οἶμαι τοῦτο ποιήσειν καὶ χωρὶς παρακλήσεως τῆς ἐμῆς. | ] |
| Π | Παρρησίας | [ | Παρρησίας: ἀντὶ τοῦ βλασφημίας καὶ λοιδορίας Ἰσοκράτης Βουσίριδι[ καὶ περὶ τοῦ ζεύγους] . | ] |
| Π | Παρράσιος | [ | Παρράσιος: Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως. ὅτι μὲν ζωγράφος Παρράσιος παντὶ δῆλον· Ἰόβας δὲ ἐν ηʹ περὶ ζωγράφων διεξέρχεται τὰ περὶ τὸν ἄνδρα, φησὶ δ' αὐτὸν εἶναι υἱὸν καὶ μαθητὴν Εὐήνορος, Ἐφέσιον δὲ τὸ γένος. | ] |
| Π | Πασῖνος | [ | Πασῖνος: Ἰσοκράτης Αἰγινητικῷ. ὄνομα κύριον. | ] |
| Π | Πεδάριτος | [ | Πεδάριτος: Ἰσοκράτης ἐν τῷ Ἀρχιδάμῳ. τῶν ἐκ Λακεδαίμονος ἐκπεμφθέντων ἐστὶν οὗτος, ἁρμοστὴς ἀνὴρ, τῶν γεγονότων καλῶν, ὥς φησι Θεόπομπος ἐν βʹ Ἑλληνικῶν. | ] |
| Π | Περίστατοι | [ | Περίστατοι: Ἰσοκράτης περὶ τῆς ἀντιδόσεως θαυματοποιίαις ταῖς οὐδὲν ὠφελούσαις, ὑπὸ δὲ τῶν ἀνοήτων περιστάτοις γινομέναις ἀντὶ τοῦ περὶ ἃς κύκλῳ ἵστανται οἱ θεώμενοι. τὸ ὄνομα καὶ ἐν Ἀρχιδάμῳ ἐστὶ καὶ παρ' Εὐπόλιδι ἐν Κόλαξιν. | ] |
| Π | Πολιτεία | [ | Πολιτεία: ἰδίως εἰώθασι τῷ ὀνόματι χρῆσθαι οἱ ῥήτορες ἐπὶ τῆς δημοκρατίας, ὥσπερ Ἰσοκράτης τε ἐν τῷ Πανηγυρικῷ καὶ Δημοσθένης ἐν Φιλιππικοῖς. | ] |
| Π | Πρυτανεῖα | [ | Πρυτανεῖα: Ἰσοκράτης ἐν τῇ πρὸς Καλλίμαχον παραγραφῇ. ἔστι δὲ καὶ παρὰ τοῖς ἄλλοις Ἀττικοῖς τὰ πρυτανεῖα· ἦν δὲ ἀργύριόν τι ὅπερ κατετίθεσαν οἱ δικαζόμενοι ἀμφότεροι, καὶ ὁ φεύγων καὶ ὁ διώκων. | ] |
| Ρ | Ῥίνων | [ | Ῥίνων: Ἰσοκράτης ἐν τῇ πρὸς Καλλίμαχον παραγραφῇ. ὄνομα κύριον. | ] |
| Σ | Σκηνίτης | [ | Σκηνίτης: Ἰσοκράτης Τραπεζιτικῷ Πυθόδωρον γὰρ τὸν σκηνίτην καλούμενον. ἔοικεν ἐπώνυμον εἶναι. μήποτε δὲ ὡς ἀγοραῖον καλούμενον, ἐπειδὴ ἐν σκηναῖς ἐπιπράσκετο πολλὰ τῶν ὠνίων. | ] |
| Σ | Σόλοι | [ | Σόλοι: Ἰσοκράτης Εὐαγόρᾳ. Σόλοι ἡ μὲν Κυπρικὴ πόλις, ἡ δὲ τῆς Κιλικίας, ὡς ἄλλοι τε ἱστοροῦσι καὶ Ἔφορος ἐν τῇ εʹ. | ] |
| Σ | Συγγραφεῖς | [ | Συγγραφεῖς: Ἰσοκράτης Ἀρεοπαγιτικῷ. εἰθισμένον ἦν παρ' Ἀθηναίοις, ὁπότε δέοι, πλῆθός τι αἱρεῖσθαι, εἰς ῥητὴν ἡμέραν εἰσφέρον γνώμας εἰς τὸν δῆμον. τοῦτο δὲ καὶ πρὸ τῆς καταστάσεως τῶν υʹ ἐγένετο, καθὰ Θουκυδίδης ἐν τῇ ηʹ φησίν ἐν δὲ τούτῳ τῷ καιρῷ οἱ περὶ Πείσανδρον ἐλθόντες εὐθὺς τῶν λοιπῶν εἴχοντο, καὶ πρῶτον μὲν τὸν δῆμον συλλέξαντες εἶπον γνώμην, ιʹ ἄνδρας ἑλέσθαι συγγραφέας αὐτοκράτορας, τούτους δὲ συγγράψαντας γνώμην ἐξενεγκεῖν ἐς τὸν δῆμον ἐς ἡμέραν ῥητὴν, καθότι ἄριστα ἡ πόλις οἰκήσεται. ἦσαν δὲ οἱ μὲν πάντες συγγραφεῖς λʹ οἱ τότε αἱρεθέντες, καθά φησιν Ἀνδροτίων τε καὶ Φιλόχορος, ἑκάτερος ἐν τῇ Ἀτθίδι [+]· ὁ δὲ Θουκυδίδης τῶν ιʹ ἐμνημόνευσε μόνων τῶν προβούλων. | ] |
| Τ | Τορώνη | [ | Τορώνη: Ἰσοκράτης Παναθηναϊκῷ. πόλις ἐν Θράκῃ, ὡς Ἔφορος ἐν δʹ ἱστορεῖ. | ] |
| Φ | Φθόην | [ | Φθόην: Δημοσθένης ἐν τῷ περὶ τῶν Λυκούργου παίδων καὶ Ἰσοκράτης Αἰγινητικῷ. τὴν νῦν φθίσιν λεγομένην φθόην ἔλεγον. | ] |
| Φ | Φιλοσοφεῖν | [ | Φιλοσοφεῖν: ἀντὶ τοῦ πονεῖσθαι καὶ ἀσκεῖν Ἰσοκράτης περὶ τῆς εἰρήνης. Μένανδρος Θρασυλέοντι φιλοσοφεῖ δὲ τοῦθ' ὅπως καταπράξεται τὸν γάμον. | ] |
| Φ | Φυλή | [ | Φυλή: Ἰσοκράτης ἐν τῷ περὶ τῆς εἰρήνης. δῆμός ἐστι Φυλὴ τῆς Οἰνηΐδος· Μένανδρος Δυσκόλῳ τῆς Ἀττικῆς νομίζετ' εἶναι τὸν τόπον φυλὴν, τὸ Νυμφαῖον δ' ὅθεν προέρχομαι Φυλασίων. Φιλόχορος δ' ἐν ζʹ Ἀτθίδος φρούριον αὐτό φησιν εἶναι. | ] |
The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).
This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever: