urn:cts:greekLit:tlg0034.harp001 - On his administration
urn:cts:greekLit:tlg0034.harp002 - Against Aristogeiton
urn:cts:greekLit:tlg0034.harp003 - On the priestess
urn:cts:greekLit:tlg0034.harp004
urn:cts:greekLit:tlg0034.harp005
urn:cts:greekLit:tlg0034.harp006
urn:cts:greekLit:tlg0034.harp007
urn:cts:greekLit:tlg0034.harp008
urn:cts:greekLit:tlg0034.harp009
urn:cts:greekLit:tlg0034.harp010
urn:cts:greekLit:tlg0034.harp011
urn:cts:greekLit:tlg0034.harp012
urn:cts:greekLit:tlg0034.harp013
urn:cts:greekLit:tlg0034.harp014
urn:cts:greekLit:tlg0034.harp015
Α | Ἀγαθῆς τύχης νεώς | [ | Ἀγαθῆς τύχης νεώς: τούτου μνημονεύει Λυκοῦργος ἐν τῷ περὶ διοικήσεως καὶ ἕτεροι. | ] |
Α | Ἀγραφίου | [ | Ἀγραφίου: εἶδός τι δίκης οὕτω καλουμένης κατὰ τῶν ὀφειλόντων μὲν τῷ δημοσίῳ καὶ διὰ τοῦτο ἐγγραφέντων, εἶτα πρὶν ἐκτῖσαι ἐξαλειφθέντων. διδάσκουσι δὲ τοῦθ' οὕτως ἔχειν Δημοσθένης τε ἢ Δείναρχος ἐν τῷ κατὰ [+] Θεοκρίνου [+] καὶ Λυκοῦργος ἐν τῷ κατ' Ἀριστογείτονος, ἔτι τε Πυθέας ἐν τῇ πρὸς τὴν ἔνδειξιν ἀπολογίᾳ. | ] |
Α | Αἰγίδας | [ | Αἰγίδας ἐκάλουν τὰ ἐκ τῶν στεμμάτων δίκτυα· Λυκοῦργος ἐν τῷ περὶ τῆς διοικήσεως καὶ Νυμφόδωρος. Ἡρόδοτος δ' ἐν δʹ ταύτας φησὶν ὑπὸ Λιβύων αἰγέας καλεῖσθαι. | ] |
Α | Ἀλόπη | [ | Ἀλόπη: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. Κερκυόνος θυγάτηρ, ἐξ ἧς καὶ Ποσειδῶνος Ἱπποθῶν ὁ τῆς Ἱπποθωντίδος φυλῆς ἐπώνυμος, ὡς Ἑλλάνικός τε ἐν βʹ Ἀτθίδος καὶ Εὐριπίδης ἐν τῷ ὁμωνύμῳ δράματι καὶ Δείναρχος ἐν τῇ διαδικασίᾳ Φαληρέων. | ] |
Α | Ἀνδραποδιστής | [ | Ἀνδραποδιστής: Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος θαυμάζω δ' ἐγὼ εἰ τοὺς ἀνδραποδιστὰς, τῶν οἰκετῶν ἡμᾶς ἀποστεροῦντας μόνον, θανάτῳ ζημιοῦμεν. | ] |
Α | Ἄνοικος | [ | Ἄνοικος: ἀντὶ τοῦ ἀοίκητος Λυκοῦργος κατὰ Λυκόφρονος. | ] |
Α | Ἀποβάτης καὶ Ἀποβαίνειν καὶ Ἀποβατικοὶ τροχοί | [ | Ἀποβάτης καὶ Ἀποβαίνει καὶ Ἀποβατικοὶ τροχοί: Δείναρχος κατὰ Φορμισίου καὶ ἐν τῇ πρὸς Ἀντιφάνην ἀπολογίᾳ, Λυκοῦργός τε ἐν τῇ πρὸς Δημάδην ἀπολογίᾳ. ὁ ἀποβάτης ἱππικόν τι ἀγώνισμα, καὶ ἀποβῆναι τὸ ἀγωνίσασθαι τὸν ἀποβάτην, καὶ ἀποβατικοὶ τροχοὶ οἱ ἀπὸ τούτου τοῦ ἀγωνίσματος. τὰ δ' ἐν αὐτῷ γινόμενα δηλοῖ Θεόφραστος ἐν τῷ κʹ τῶν Νόμων. χρῶνται δὲ, φησὶ, τούτῳ μόνοι τῶν Ἑλλήνων Ἀθηναῖοι καὶ Βοιωτοί. | ] |
Α | Ἀρκυωρός | [ | Ἀρκυωρός: Λυκοῦργος ἐν τῇ κατὰ Μενεσαίχμου εἰσαγγελίᾳ. ὁ τὰς ἄρκυς, τουτέστι τὰ λίνα, φυλάττων. ἄρκυς δὲ πάντα τὰ κυνηγετικὰ λίνα· Ξενοφῶν Κυνηγετικῷ, Κρατῖνος Θρᾴτταις. | ] |
Α | Αὐτόλυκος | [ | Αὐτόλυκος: Λυκούργου λόγος ἐστὶ κατ' Αὐτολύκου τοῦ Ἀρεοπαγίτου. οὗτος δὲ τοὺς οἰκείους ὑπεκτιθέμενος ἐν τοῖς Χαιρωνικοῖς ἑάλω, καὶ κατεψηφίσαντο, αὐτοῦ οἱ δικασταὶ, ὡς ὁ αὐτὸς δηλοῖ ῥήτωρ ἐν τῷ κατὰ Λεωκράτους. | ] |
Δ | Δερματικόν | [ | Δερματικόν: Λυκοῦργος ἐν τῷ ἐπιγραφομένῳ ἀπολογισμὸς ὧν πεπολίτευται. δερματικὸν ἂν εἴη λέγων ὁ ῥήτωρ τὸ ἐκ τῶν δερματίων τῶν πιπρασκομένων περιγινόμενον ἀργύριον. | ] |
Δ | Δηλιασταί | [ | Δηλιασταί: οἱ εἰς Δῆλον ἐξελθόντες θεωροί· Λυκοῦργος κατὰ Μενεσαίχμου. | ] |
Δ | Διήλλαξεν | [ | Διήλλαξεν: ἀντὶ τοῦ μετήλλαξεν, ἐτελεύτησεν, Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. | ] |
Δ | Δοκιμασθείς | [ | Δοκιμασθείς: ἀντὶ τοῦ εἰς ἄνδρας ἐγγραφείς Δημοσθένης ἐν τῷ κατὰ Ὀνήτορος. λέγεται δὲ καὶ ἐπὶ τῶν ἀρχόντων τὸ δοκιμασθῆναι, ὡς ὁ αὐτὸς ῥήτωρ ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει δηλοῖ. ἐλέγετο δὲ καὶ ἐπὶ τῶν πολιτευομένων, εἰ καὶ μηδ' ἡντιναοῦν ἦρχον ἀρχήν· ἐξητάζετο γὰρ αὐτῶν ὁ βίος ἐνίοτε, ὡς Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου φησίν. Λυκοῦργος δ' ἐν τῷ περὶ τῆς διοικήσεως γʹ δοκιμασίαι κατὰ τὸν νόμον φησὶ γίνονται, μία μὲν ἣν οἱ θʹ ἄρχοντες δοκιμάζονται, ἑτέρα δὲ ἣν οἱ ῥήτορες, τρίτη δὲ ἣν οἱ στρατηγοί. λέγει μέντοι ἐν τῷ αὐτῷ λόγῳ καὶ ἱππέων δοκιμασίαν. | ] |
Ε | Ἑδωλιάσαι | [ | Ἑδωλιάσαι: Λυκοῦργος ἐν τῷ ἐπιγραφομένῳ ἀπολογισμὸς ὧν πεπολίτευται ἐπὶ τοῦ συγκαθίσαι. καὶ ἑδώλια αἱ ἐν ταῖς ναυσὶ καθέδραι· Ἡρόδοτος αʹ. | ] |
Ε | Ἑκάτης νῆσος | [ | Ἑκάτης νῆσος: Λυκοῦργος κατὰ Μενεσαίχμου. πρὸ τῆς Δήλου κεῖταί τι νησύδριον, ὅπερ ὑπ' ἐνίων καλεῖται Ψαμμητίχη, ὡς Φανόδημος ἐν τῇ αʹ. Ψαμμητίχην δὲ κεκλῆσθαί φησιν ὁ Σῆμος ἐν αʹ Δηλιακῶν διὰ τὸ τοῖς ψαμμήτοις τιμᾶσθαι τὴν θεόν· ψάμμητα δ' ἐστὶ ψαιστῶν τις ἰδέα. | ] |
Ε | Ἑκατόμπεδον | [ | Ἑκατόμπεδον: Λυκοῦργος ἐν τῷ ἐπιγραφομένῳ ἀπολογισμὸς ὧν πεπολίτευται. ὁ παρθενὼν ὑπό τινων Ἑκατόμπεδος ἐκαλεῖτο διὰ κάλλος καὶ εὐρυθμίαν, οὐ διὰ μέγεθος, ὡς Μενεκλῆς ἢ Καλλικράτης ἐν τῷ περὶ Ἀθηνῶν. | ] |
Ε | Ἐπίβοιον | [ | Ἐπίβοιον: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. Φιλόχορος δ' ἐν βʹ φησὶν οὕτως· ἐὰν δέ τις τῇ Ἀθηνᾷ θύῃ βοῦν, ἀναγκαῖόν ἐστι καὶ τῇ Πανδώρᾳ θύειν ὄϊν, καὶ ἐκαλεῖτο τὸ θῦμα ἐπίβοιον. ὁμοίως καὶ Στάφυλος ἐν αʹ τῶν περὶ Ἀθηνῶν. | ] |
Ε | Ἐπὶ Δηλίωι μάχη | [ | Ἐπὶ Δηλίωι μάχη: Λυκοῦργος ἐν τῷ κατὰ Λυσικλέους. Δήλιον χωρίον ἐστὶ τῆς Βοιωτίας· ἐνταῦθα Ἀθηναῖοι μαχόμενοι ἐνικήθησαν ὑπὸ Βοιωτῶν, καθά φησι Θουκυδίδης ἐν δʹ. | ] |
Ε | Ἐπικράτης | [ | Ἐπικράτης: Ἰσαῖος ἐν τῷ περὶ τῶν ἐν Μακεδονίᾳ ῥηθέντων. οὗτός ἐστιν ὁ τῶν Ἀθηναίων δημαγωγὸς ὁ σακεσφόρος ἐπικαλούμενος, οὗ μνημονεύει καὶ Δημοσθένης ἐν τῷ περὶ τῆς πρεσβείας. ἕτερος δ' ἐστὶν Ἐπικράτης οὗ μνημονεύει Λυκοῦργος ἐν τῷ περὶ διοικήσεως, λέγων ὡς χαλκοῦς ἐστάθη διὰ τὸν νόμον τὸν περὶ τῶν ἐφήβων, ὅν φασι κεκτῆσθαι ταλάντων ἑξακοσίων οὐσίαν. ἄλλος δ' ἐστὶν Ἐπικράτης Αἰσχίνου τοῦ ῥήτορος κηδεστὴς, ὡς δηλοῦται ὑπ' αὐτοῦ ἐν τῇ περὶ τῆς πρεσβείας ἀπολογίᾳ· οὗτος μέντοι ἐπωνύμιον εἶχε Κυρηβίων, ὡς Δημοσθένης φησὶν ἐν τῷ κατ' Αἰσχίνου [+]. | ] |
Ε | Ἐπιμήνια | [ | Ἐπιμήνια: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. ἔοικεν εἶναι ἐπιμήνια ἤτοι τὰ καθ' ἕκαστον μῆνα θυόμενα, ἢ τὰ ὑπὲρ ὅλου τοῦ μηνὸς ἅπαξ ποτὲ γιγνόμενα θύματα. | ] |
Ε | Ἐπιτελεοῦν καὶ ἐπιτελέωμα | [ | Ἐπιτελεοῦν καὶ ἐπιτελέωμα: ἀμφότερα πολλάκις ἐστὶ τὰ ὀνόματα ἐν τῷ περὶ τῆς ἱερείας Λυκούργου, ἔοικε δὲ ἐπιτελέωμα λέγεσθαι τὸ ἐπὶ πᾶσι θυόμενον ὑπὲρ τοῦ ἐπιτελεῖς γενέσθαι τὰς πρότερον θυσίας. αὐτὸς γοῦν ὁ ῥήτωρ ἐν τῷ λόγῳ φησὶν ἔτι τοίνυν ἔφη πάντων ὕστατα ταῦτα θύεσθαι καὶ ἐπιτελεώματα εἶναι τῶν ἄλλων θυμάτων. | ] |
Ε | Ἐσχάρα | [ | Ἐσχάρα: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. Ἀμμώνιος ἐν τοῖς περὶ βωμῶν ἐχάραν φησὶ καλεῖσθαι τὴν μὴ ἔχουσαν ὕψος ἑστίαν, ἀλλ' ἐπὶ γῆς ἱδρυμένην κοίλην, παρ' ὃ καὶ τοὺς ἰατροὺς τὰ ἐν τοῖς σώμασι κοῖλα ἕλκη ἐσχάρας καλεῖν. | ] |
Ε | Ἐτεοβουτάδαι | [ | Ἐτεοβουτάδαι: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. γένος παρ' Ἀθηναίοις, οἷον οἱ ἀληθῶς ἀπὸ Βούτου· ἐτεόν γὰρ τὸ ἀληθές. ἐκ δὲ τούτων καθίστατο ἡ ἱέρεια τῆς Πολιάδος Ἀθηνᾶς, καθά φησι Δράκων περὶ γενῶν. | ] |
Ε | Εὐρυμέδων | [ | Εὐρυμέδων: Λυκοῦργος ἐν τῷ κατὰ Λεωκράτους. τῆς Παμφυλίας οὗτος ποταμός ἐστιν, ἔνθα Κίμων Ἀθηναίων στρατηγὸς καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐνίκησε τοὺς Πέρσας, ὡς Θουκυδίδης ἐν αʹ. | ] |
Η | Ἡλικία τῆς πόλεως | [ | Ἡλικία τῆς πόλεως: ἀντὶ τοῦ οἱ ἐν ἡλικίᾳ, οἱ νέοι· Λυκοῦργος κατ' Ἀριστογείτονος καὶ Δημοσθένης Φιλιππικοῖς. | ] |
Η | Ἠρία | [ | Ἠρία: Λυκοῦργος ἐν τῷ κατ' Αὐτολύκου. ἠρία εἰσὶν οἱ τάφοι, ὡς καὶ αὐτὸς ὁ ῥήτωρ δῆλον ποιεῖ. φασὶ δέ τινες κοινότερον μὲν πάντας τοὺς τάφους οὕτως ὀνομάζεσθαι, κατ' ἐξαίρετον δὲ τοὺς μὴ ἐν ὕψει τὰ οἰκοδομήματα ἔχοντας, ἀλλ' ὅταν τὰ σώματα εἰς γῆν κατατεθῇ· ὠνομάσθαι δὲ παρὰ τὴν ἔραν. | ] |
Θ | Θεοίνιον | [ | Θεοίνιον: Λυκοῦργος ἐν τῇ διαδικασίᾳ Κροκωνιδῶν πρὸς Κοιρωνίδας. τὰ κατὰ δήμους Διονύσια Θεοίνια ἐλέγετο, ἐν οἷς οἱ γεννῆται ἐπέθυον· τὸν γὰρ Διόνυσον θέοινον ἔλεγον, ὡς δηλοῖ Αἰσχύλος καὶ Ἴστρος ἐν αʹ Συναγωγῶν. | ] |
Ι | Ἰπνός | [ | Ἰπνός: Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος αʹ. μέρος τι τῆς οἰκίας οὕτω καλεῖται, τὸ λεγόμενον παρ' ἡμῖν μαγειρεῖον· ἔστι γοῦν δρᾶμα Φερεκράτους Ἰπνὸς ἢ Παννυχίς, ἐν ᾧ δηλοῦται τοῦτο, ὅτι μέρος ἐστὶ τῆς οἰκίας. λέγεται δὲ κυρίως ἰπνὸς ἡ κάμινος, ὅθεν καὶ ἰπνοπλάθους τινὰς ὀνομάζουσιν. | ] |
Ι | Ἵππαρχος | [ | Ἵππαρχος: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. τύραννος ἦν οὗτος Ἐρετρίας. ἕτερος δ' ἐστὶν Ἵππαρχος περὶ οὗ Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονός φησιν, Ἵππαρχος ὁ Πεισιστράτου. ἄλλος δέ ἐστιν Ἵππαρχος ὁ Χάρμου, ὥς φησι Λυκοῦργος ἐν τῷ κατὰ Λεωκράτους· περὶ δὲ τούτου Ἀνδροτίων ἐν τῇ βʹ φησὶν ὅτι συγγενὴς μὲν ἦν Πεισιστράτου τοῦ τυράννου καὶ πρῶτος ἐξωστρακίσθη τοῦ περὶ τὸν ὀστρακισμὸν νόμου τότε πρῶτον τεθέντος διὰ τὴν ὑποψίαν τῶν περὶ Πεισίστρατον, ὅτι δημαγωγὸς ὢν καὶ στρατηγὸς ἐτυράννησεν. ἄλλος δ' ἐστὶν Ἵππαρχος ὑποκριτὴς, οὗ μνημονεύει Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας, εἰ γνήσιος. λέγεται δὲ παρ' Ἀθηναίοις ἵππαρχος καὶ ὁ τῶν ἱππέων ἄρχων· δύο δ' ἦσαν οὗτοι, ὡς Δημοσθένης ἐν δʹ Φιλιππικῶν φησὶ καὶ Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. | ] |
Κ | Κανηφόροι | [ | Κανηφόροι: Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος. περὶ τῶν κανηφόρων Φιλόχορος ἐν βʹ Ἀτθίδος [+] φησὶν ὡς Ἐριχθονίου βασιλεύοντος πρῶτον κατέστησαν αἱ ἐν ἀξιώματι παρθένοι φέρειν τὰ κανᾶ τῇ θεῷ, ἐφ' οἷς ἐπέκειτο τὰ πρὸς τὴν θυσίαν, τοῖς τε Παναθηναίοις καὶ ταῖς ἄλλαις πομπαῖς. | ] |
Κ | Κατάγειν τὰ πλοῖα | [ | Κατάγειν τὰ πλοῖα: Δημοσθένης ἐν ηʹ Φιλιππικῷ. κατάγειν τὰ πλοῖα λέγεται ἀντὶ τοῦ βιάζεσθαι καὶ κακοῦν, καὶ μὴ ἐᾶν τοὺς πλέοντας ὅποι βούλονται πλεῖν, ἀλλ' εἰς τὰ οἰκεῖα χωρία τοῖς λῃστεύουσι κατάγειν, ὡς καὶ Λυκοῦργος ἐν τῷ κατὰ Λεωκράτους δηλοῖ. | ] |
Κ | Κηφισόδωρος | [ | Κηφισόδωρος: Λυκοῦργος ἐν τῷ κατὰ Μενεσαίχμου. κεκωμῴδηται δὲ οὗτος ὡς νωθής. ἕτερος δ' ἂν εἴη Κηφισόδωρος ὃς ἵππαρχος ὢν ἐν Μαντινείᾳ μετὰ Γρύλλου τοῦ Ξενοφῶντος ἀπέθανεν, οὗ μνημονεύει Δείναρχος ἐν τῷ κατὰ Καλλαίσχρου. | ] |
Κ | Κοιρωνίδαι | [ | Κοιρωνίδαι: ἔστι Λυκούργῳ λόγος οὕτως ἐπιγραφόμενος Κροκωνιδῶν [+] διαδικασία [+] πρὸς [+] Κοιρωνίδας [+], ὃν ἔνιοι Φιλίνου νομίζουσιν· ἔστι δὲ γένος οἱ Κοιρωνίδαι, περὶ ὧν Ἴστρος ἐν τῇ συναγωγῇ τῆς Ἀτθίδος φησίν. ὠνομασμένοι δ' ἂν εἶεν ἀπὸ Κοίρωνος, ὃν νόθον ἀδελφὸν εἶναί φασι τοῦ Κρόκωνος, παρ' ὃ καὶ ἐντιμοτέρους εἶναι τοὺς Κροκωνίδας. ὁ δὲ τὸν λόγον γεγραφὼς ὅστις ποτ' ἐστὶν, τρισὶν ὀνόμασί φησιν αὐτοὺς προσηγορεῦσθαι· καὶ γὰρ Κοιρωνίδας καὶ Φιλιεῖς καὶ Περιθοίδας. | ] |
Κ | Κυννίδαι | [ | Κυννίδαι: Λυκοῦργος ἐν τῇ διαδικασίᾳ Κροκωνιδῶν πρὸς Κοιρωνίδας. γένος ἐστὶ παρ' Ἀθηναίοις οἱ Κυννίδαι. | ] |
Κ | Κύρβεις | [ | Κύρβεις: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. κύρβεις φησὶν Ἀπολλόδωρος ἐν τοῖς περὶ θεῶν ἔχειν ἐγγεγραμμένους τοὺς νόμους, εἶναι δ' αὐτοὺς λίθους ὀρθοὺς ἑστῶτας, οὓς ἀπὸ μὲν τῆς στάσεως στήλας, ἀπὸ δὲ τῆς εἰς ὕψος ἀνατάσεως διὰ τὸ κεκορυφῶσθαι κύρβεις ἐκάλουν, ὥσπερ καὶ κυρβασίαν τὴν ἐπὶ τῆς κεφαλῆς τιθεμένην. Ἀριστοτέλης δ' ἐν τῇ Ἀθηναίων πολιτείᾳ φησὶν ἀναγράψαντες δὲ τοὺς νόμους εἰς τοὺς κύρβεις ἔστησαν ἐν τῇ στοᾷ τῇ βασιλείᾳ. | ] |
Λ | Λεβάδεια | [ | Λεβάδεια: Λυκοῦργος ἐν τῷ κατὰ Λυσικλέους. πόλις ἐστὶ τῆς Βοιωτίας. | ] |
Λ | Λυκοῦργος | [ | Λυκοῦργος: εἷς τῶν δέκα ῥητόρων, οὗ πάππος Λυκοῦργος ὁ νομοθέτης. | ] |
Λ | Λυσίμαχος | [ | Λυσίμαχος: Δημοσθένης ἐν τῷ περὶ τῶν ἀτελειῶν. ἦν δὲ Ἀριστείδου υἱὸς τοῦ δικαίου ἐπικληθέντος. ἕτερος δ' ἐστὶ Λυσίμαχος οὗ μνημονεύει Λυκοῦργος ἐν τῷ περὶ τῆς διοικήσεως ὡς εὐτελοῦς μελοποιοῦ. | ] |
Μ | Μελανίππειον | [ | Μελανίππειον: Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος. Μελανίππου τοῦ Θησέως ἡρῷόν ἐστιν, ὥς φησιν Ἀσκληπιάδης Τραγῳδουμένοις. Κλείδημος δ' ἐν αʹ Ἀτθίδος ἐν Μελίτῃ αὐτὸ εἶναι λέγει. | ] |
Μ | Μητρῶιον | [ | Μητρῶιον: Λυκοῦργος ἐν τῷ κατ' Ἀριστογείτονος. τοὺς νόμους ἔθεντο ἀναγράψαντες ἐν τῷ μητρῴῳ· δηλοῖ Δείναρχος ἐν τῷ κατὰ Πυθέου. | ] |
Μ | Μίκων | [ | Μίκων: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας καὶ Μίκωνα τὸν γράψαντα καταδεῶς τοὺς Ἕλληνας ἐζημίωσαν. | ] |
Ν | Νεώρια καὶ νεώσοικοι | [ | Νεώρια καὶ νεώσοικοι: μήποτε νεώρια λέγεται ὁ τόπος ἅπας εἰς ὃν ἀνέλκονται αἱ τριήρεις καὶ πάλιν ἐξ αὐτοῦ καθέλκονται, ὡς ὑποσημαίνουσι Λυκοῦργός τε ἐν ἀπολογισμῷ ὧν πεπολίτευται καὶ Ἀνδοκίδης ἐν τῷ περὶ τῆς εἰρήνης, εἰ γνήσιος ὁ λόγος. | ] |
Ν | Νίκη Ἀθηνᾶ | [ | Νίκη Ἀθηνᾶ: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. ὅτι δὲ Νίκης Ἀθηνᾶς ξόανον ἄπτερον, ἔχον ἐν μὲν τῇ δεξιᾷ ῥόαν, ἐν δὲ τῇ εὐωνύμῳ κράνος, ἐτιμᾶτο παρ' Ἀθηναίοις δεδήλωκεν Ἡλιόδωρος ὁ περιηγητὴς ἐν αʹ περὶ ἀκροπόλεως. | ] |
Ο | Ὁρκάνη | [ | Ὁρκάνη: Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος βʹ. μήποτε ὁ φραγμὸς, τουτέστι τὸ περίφραγμα καὶ ἡ αἱμασιὰ, οὕτω καλεῖται, παρὰ τὸ ἐρύκειν ἢ παρὰ τὸ ἕρκος εἶναι. Ὅμηρος αἱμασιὰς λέξαντες ἀλωῆς ἔμμεναι ἕρκος. | ] |
Ο | Ὄρυγμα | [ | Ὄρυγμα: ἰδίως οὕτως ἐκαλεῖτο ἐφ' οὗ οἱ κακοῦργοι ἐκολάζοντο Ἀθήνησι· Λυκοῦργος κατ' Ἀριστογείτονος. | ] |
Ο | Ὀχεῖον | [ | Ὀχεῖον: ἀντὶ μὲν τοῦ ὄχημα Δείναρχος ἐν ἀπολογίᾳ πρὸς Ἀντιφάνην περὶ τοῦ ἵππου, ἀντὶ δὲ τοῦ εἰς ὀχείαν ἀποδεδειγμένον ὁ αὐτὸς ἐν τῷ αὐτῷ λόγῳ· φησὶ γὰρ ὠνοῦνταί μοι τὸν ἵππον ὀχεῖον. Λυκοῦργος δ' ἐν τῷ περὶ διοικήσεως γείτονας τοῦ ὀχείου φησί· μήποτε δὲ ἐπὶ τόπου τινὸς, ἐν ᾧ ὀχεῖαι γίνονται κτηνῶν ἢ ὀχήματα μισθοῦται. | ] |
Π | Παράκλησις | [ | Παράκλησις: ἀντὶ τοῦ προτροπή. Ἰσοκράτης Παραινέσεσι διόπερ ἡμεῖς οὐ παράκλησιν εὑρόντες, ἀλλὰ παραίνεσιν γράψαντες. τίθεται μέντοι σπανίως καὶ ἀντὶ τῆς δεήσεως· Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας προειπὼν εἰ μὲν ὑπὲρ ἰδίου τινὸς ἦν ὁ ἀγὼν, ἐδεόμην ἂν ὑμῶν μετ' εὐνοίας ἀκοῦσαί μου μετ' ὀλίγον φησὶν νυνὶ δὲ αὐτοὺς ὑμᾶς οἶμαι τοῦτο ποιήσειν καὶ χωρὶς παρακλήσεως τῆς ἐμῆς. | ] |
Π | Πάρεδρος | [ | Πάρεδρος: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. πολύ ἐστι τοὔνομα παρά τε τοῖς ῥήτορσι καὶ ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ. Ἀριστοτέλης δ' ἐν τῇ Ἀθηναίων πολιτείᾳ φησὶ λαμβάνουσι δὲ καὶ παρέδρους ὅ τε ἄρχων καὶ ὁ πολέμαρχος, δύο ἑκάτερος οὓς ἂν βούληται· καὶ οὗτοι δοκιμάζονται ἐν τῷ δικαστηρίῳ πρὶν παρεδρεύειν, καὶ εὐθύνας διδόασιν ἐπὰν παρεδρεύσωσιν. | ] |
Π | Πέλανος | [ | Πέλανος: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. πολλάκις ἐστὶ τοὔνομα παρὰ πολλοῖς τῶν ἀρχαίων. Ἀπολλώνιος δ' ὁ Ἀχαρνεὺς ἐν τῷ περὶ τῶν ἑορτῶν οὕτω γράφει ὁμοίως δὲ καὶ ὁ προσαγορευόμενος πέλανος. λέγεται δὲ πέμματά τινα τοῖς θεοῖς γινόμενα ἐκ τοῦ ἀφαιρεθέντος σίτου ἐκ τῆς ἅλω. Σαννυρίων δ' ἐν Γέλωτί φησι πέλανον * * * * * ἃ καλεῖτε σεμνῶς ἄλφιθ' ὑμεῖς οἱ βροτοί. Δίδυμος δὲ κυρίως φησὶ τὸ ἐκ τῆς παιπάλης πέμμα, ἐξ ἧς ποιοῦνται πέμματα, ἢ καὶ ἀπὸ τοῦ πεπλατύνθαι, ἢ ὅτι λευκά ἐστιν· Ὅμηρος ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας. ἢ διὰ τὸ φανὸν εἶναι, ὅ ἐστι λευκόν. Εὐριπίδης μέντοι ἐν τῷ Ὀρέστῃ ἰδίως φησὶν ἐκ δ' ὄμορξον ἀθλίου στόματος ἀφρώδη πέλανον. ὅπερ τὸν ἐπὶ τοῦ στόματος ἀφρὸν δηλοῖ. | ] |
Π | Πεφασμένης | [ | Πεφασμένης: Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος ἀντὶ τοῦ γεγενημένης. Λυσίας δ' ἐν τῷ κατὰ Θεομνήστου, εἰ γνήσιος, φησὶ τὸ μὲν πεφασμένως ἐστὶ φανερῶς. | ] |
Π | Πλυντήρια | [ | Πλυντήρια: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. ἑορτὴ παρ' Ἀθηναίοις. | ] |
Π | Πολύγνωτος | [ | Πολύγνωτος: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. περὶ Πολυγνώτου τοῦ ζωγράφου, Θασίου μὲν τὸ γένος, υἱοῦ δὲ καὶ μαθητοῦ Ἀγλαοφῶντος, τυχόντος δὲ τῆς Ἀθηναίων πολιτείας ἤτοι ἐπεὶ τὴν Ποικίλην στοὰν ἔγραψε προῖκα, ἢ ὡς ἕτεροι, τὰς ἐν τῷ Θησείῳ καὶ τῷ ἀνακείῳ γραφὰς, ἱστορήκασιν ἄλλοι τε καὶ Ἀρτέμων ἐν τῷ περὶ ζωγράφων καὶ Ἰόβας ἐν τοῖς περὶ γραφικῆς. | ] |
Π | Προκώνια | [ | Προκώνια: Λυκοῦργος κατὰ Μενεσαίχμου. Δίδυμος προκώνιά φησίν ἐστι πυροὶ μέλιτι κεχρισμένοι. Ἀριστοφάνης δ' ὁ γραμματικὸς καὶ Κράτης τὰ ἐξ ἀφρύκτων κριθῶν οὕτω φασὶν ὀνομάζεσθαι. ἔοικε δὲ καὶ ἐκ πυρῶν καὶ ἐκ κριθῶν γίνεσθαι, ὡς Αὐτοκλείδης ἐν τοῖς ἐξηγητικοῖς ὑποσημαίνει. Δήμων δ' ἐν τῷ περὶ θυσιῶν φησι καὶ προκώνιά ἐστι κάχρυς κατηρειγμέναι μετὰ ἀρωμάτων. | ] |
Π | Προτέλεια | [ | Προτέλεια: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. τὰ πρὸ τοῦ τελεσθῆναί τι τῶν εἰς τὸ θεῖον ἀναφερομένων γινόμενα ἢ διδόμενα καλεῖται προτέλεια. | ] |
Π | Προσχαιρητήρια | [ | Προσχαιρητήρια: Λυκοῦργος ἐν τῇ Κροκωνιδῶν διαδικασίᾳ. ἑορτὴ παρ' Ἀθηναίοις ἀγομένη ὅτε δοκεῖ ἀπιέναι ἡ Κόρη. | ] |
Π | Πυανόψια | [ | Πυανόψια: Λυκοῦργος ἐν τῷ κατὰ Μενεσαίχμου καὶ ἡμεῖς Πυανόψια ταύτην τὴν ἑορτὴν καλοῦμεν, οἱ δ' ἄλλοι Ἕλληνες Πανόψια, ὅτι πάντας εἶδον τοὺς καρποὺς τῇ ὄψει. Ἀπολλώνιος καὶ σχεδὸν πάντες οἱ περὶ τῶν Ἀθήνησιν ἑορτῶν γεγραφότες Πυανεψιῶνος ἑβδόμῃ τὰ Πυανέψια Ἀπόλλωνι ἄγεσθαί φασι. δεῖν δέ φασι λέγειν Πυανέψια, καὶ τὸν μῆνα Πυανεψιῶνα· πύανα γὰρ ἕψουσιν ἐν αὐτοῖς καὶ ἡ εἰρεσιώνη ἄγεται. | ] |
Σ | Σείρινα | [ | Σείρινα: Λυκοῦργος περὶ τῆς διοικήσεως. σείριον ἐκάλουν λεπτὸν ἱμάτιον ἀσπάθητον, οἷον θέριστρον, καθά φασιν οἱ γλωσσογράφοι. καὶ σειρὴν δὲ ὁ λεπτὸς καὶ διαφανὴς χιτὼν, εὔθετος τότε ὅτε ἐστὶν ὁ Σείριος. ἔστι δὲ καὶ Σεῖρις πόλις Ἰταλικὴ, καὶ τάχα τὰ ἔνθεν ὑφάσματα ἤ τινα ἄλλα σείρινα εἶπεν ὁ ῥήτωρ. ἐν ἐνίοις μέντοι χωρὶς τοῦ ε γράφεται σίρινα. | ] |
Σ | Σκαμβωνίδαι | [ | Σκαμβωνίδαι: Λυκοῦργος ἐν τῇ διαδικασίᾳ Κροκωνιδῶν. ἔστι δὲ δῆμος τῆς Λεοντίδος. | ] |
Σ | Σκίρον | [ | Σκίρον: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. Σκίρα ἑορτὴ παρ' Ἀθηναίοις, ἀφ' ἧς καὶ ὁ μὴν Σκιροφοριών. φασὶ δὲ οἱ γράψαντες περί τε μηνῶν καὶ ἑορτῶν τῶν Ἀθήνησιν, ὧν ἐστι καὶ Λυσιμαχίδης, ὡς τὸ σκίρον σκιάδιόν ἐστι μέγα, ὑφ' ᾧ φερομένῳ ἐξ ἀκροπόλεως εἴς τινα τόπον καλούμενον Σκίρον πορεύονται ἥ τε τῆς Ἀθηνᾶς ἱέρεια καὶ ὁ τοῦ Ποσειδῶνος ἱερεὺς καὶ ὁ τοῦ Ἡλίου· κομίζουσι δὲ τοῦτο Ἐτεοβουτάδαι. σύμβολον δὲ τοῦτο γίνεται τοῦ δεῖν οἰκοδομεῖν καὶ σκέπας ποιεῖν, ὡς τούτου τοῦ χρόνου ἀρίστου ὄντος πρὸς οἰκοδομίαν. καὶ Ἀθηνᾶν δὲ Σκιράδα τιμῶσιν Ἀθηναῖοι, ἣν Φιλόχορος μὲν ἐν βʹ Ἀτθίδος [+] ἀπὸ Σκίρου τινὸς Ἐλευσινίου μάντεως κεκλῆσθαι, Πραξίων δὲ ἐν βʹ Μεγαρικῶν ἀπὸ Σκίρωνος. | ] |
Σ | Στεφανῶν τοὺς νενικηκότας | [ | Στεφανῶν τοὺς νενικηκότας: Δημοσθένης ἐν τῷ κατ' Αἰσχίνου [+] ἀντὶ τοῦ τιμῶν. καὶ Λυκοῦργος ἐν τῷ περὶ διοικήσεώς φησιν ἀλλὰ μὴν καὶ Καλλισθένην ρʹ μναῖς ἐστεφανώσατε. καὶ παρ' ἄλλοις ἐπὶ ταύτης τῆς ἐννοίας τὸ στεφανοῦν, ὡς παρά τε Θεοπόμπῳ ἐν νζʹ καὶ Μενάνδρῳ ἐν Αὑτὸν πενθοῦντι. | ] |
Σ | Στρωτήρ | [ | Στρωτήρ: Λυκοῦργος κατ' Ἰσχυρίου. τὰ μικρὰ δοκίδια τὰ ἐπάνω τῶν δουροδόκων τιθέμενα στρωτῆρας ἔλεγον, ὥς φησι Δίδυμος. ἔστι τοὔνομα καὶ ἐν Βαβυλωνίοις Ἀριστοφάνους. | ] |
Τ | Τοὺς ἑτέρους τραγωιδοὺς ἀγωνιεῖται | [ | Τοὺς ἑτέρους τραγωιδοὺς ἀγωνιεῖται: Λυκοῦργος ἐν τῷ πρὸς Δημάδην. Δίδυμός φησιν ὅτι παροιμία ἐστὶν ἐπὶ τῶν ἁρμοζομένων καὶ σεμνοποιούντων ἑαυτοὺς πρὸς τὰ ἐναντία. | ] |
Τ | Τραπεζοφόρος | [ | Τραπεζοφόρος: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας ὅτι ἱερωσύνης ὄνομά ἐστιν ἡ τραπεζοφόρος. ὅτι δ' αὕτη τε καὶ ἡ κοσμὼ συνδιέπουσι πάντα τῇ τῆς Ἀθηνᾶς ἱερείᾳ αὐτός τε ὁ ῥήτωρ ἐν τῷ αὐτῷ λόγῳ δεδήλωκε καὶ Ἴστρος ἐν ιγʹ τῶν Ἀττικῶν συναγωγῶν. | ] |
Τ | Τρίγωνον δικαστήριον | [ | Τρίγωνον δικαστήριον: Λυκοῦργος κατ' Ἀριστογείτονος. ὄνομά ἐστι δικαστηρίου, ἴσως καὶ τῷ σχήματι τριγώνου ὄντος. μνημονεύουσιν αὐτοῦ ἄλλοι τε καὶ Μένανδρος ἐν τῇ * * * | ] |
Τ | Τριτόμηνις | [ | Τριτόμηνις: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. τὴν τρίτην τοῦ μηνὸς τριτομήνιδα ἐκάλουν. δοκεῖ δὲ γεγεννῆσθαι τότε ἡ Ἀθηνᾶ. Ἴστρος δὲ καὶ Τριτογένειαν αὐτήν φησι διὰ τοῦτο λέγεσθαι, τὴν αὐτὴν Σελήνην νομιζομένην. | ] |
Τ | Τυρταῖος | [ | Τυρταῖος: Λυκοῦργος ἐν τῷ κατὰ Λεωκράτους. ὁ τῶν ἐλεγείων ποιητής. | ] |
Υ | Ὑακινθίδες | [ | Ὑακινθίδες: Λυκοῦργος ἐν τῇ κατὰ Λυκόφρονος εἰσαγγελίᾳ. εἰσὶ δὲ θυγατέρες Ὑακίνθου τοῦ Λακεδαιμονίου. | ] |
Υ | Ὑγίεια Ἀθηνᾶ | [ | Ὑγίεια Ἀθηνᾶ: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. ἔστι δὲ ἐπώνυμον τῆς Ἀθηνᾶς· καὶ γὰρ Ὑγίεια καλεῖται καὶ Νίκη καὶ Ἱππία καὶ Ἐργάνη. | ] |
Χ | Χιλιωθέντα | [ | Χιλιωθέντα: Λυκοῦργος ἐν τῷ κατ' Ἀριστογείτονος ἀντὶ τοῦ χιλίας ὀφλόντα. ὁ δ' αὐτὸς ῥήτωρ καὶ ἐν τῷ κατὰ Κηφισοδότου φησὶ κεχιλιῶσθαι. | ] |
Ψ | Ψευδεγγραφή | [ | Ψευδεγγραφή: ὄνομα δίκης ἐστὶν, ἣν εἰσίασιν οἱ γεγραμμένοι ὀφείλειν τῷ δημοσίῳ ὡς καταψευσαμένου αὐτῶν τοῦ ἐγγράψαντος ἐν τῇ σανίδι τῇ παρὰ τῇ θεῷ κειμένῃ, ὡς ἀδίκως ἐγγραφέντες ὀφείλειν τῷ δημοσίῳ. Λυκοῦργος ἐν τῷ κατ' Ἀριστογείτονος καὶ Ἰσαῖος ἐν τῷ πρὸς Μέδοντα μνημονεύουσι τοῦ ὀνόματος. | ] |
The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).
This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.
* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever: