alpha | 1283 | [ | Ἀλκιδάμας· Ἐλεάτης, ἀπὸ Ἐλέας τῆς Ἀσίας, φιλόσοφος, Διοκλέους υἱὸς, μουσικὰ γεγραφότος, μαθητὴς Γοργίου τοῦ Λεοντίνου. | ] |
alpha | 2745 | [ | Ἀντιφῶν, Σοφίλου, Ἀθηναῖος, τῶν δήμων Ῥαμνούσιος· διδάσκαλος δὲ αὐτοῦ οὐδεὶς προγινώσκεται· ἀλλ’ ὅμως ἦρξε τοῦ δικανικοῦ χαρακτῆρος μετὰ Γοργίαν. λέγεται δὲ καὶ Θουκυδίδου γενέσθαι διδάσκαλος. ἐκαλεῖτο δὲ Νέστωρ. | ] |
alpha | 3935 | [ | Ἀρίστων, ὁ Πλάτωνος πατήρ. τῶν τε Πλάτωνος τοῦ Ἀρίστωνος ἀναπέπλησται δογμάτων. καὶ οὕτε ὁ Τίμαιος [+] αὐτὸν ἀποδράσειεν ἄν, εἰ καὶ σφόδρα γραμμικῇ θεωρίᾳ πεποίκιλται καὶ τὰς τῆς φύσεως ἀνιχνεύει κινήσεις· οὕτε ὁ Φαίδων, οὕτε ὁ Γοργίας [+]· οὐμενοῦν οὐδὲ ἄλλος τις τῶν γλαφυρῶν καὶ ἀγκυλωτέρων διαλόγων, ὁποῖος ὁ Παρμενίδης [+]. | ] |
gamma | 388 | [ | Γοργίας, Χαρμαντίδου, Λεοντῖνος, ῥήτωρ, μαθητὴς Ἐμπεδοκλέους, διδάσκαλος Πώλου Ἀκραγαντίνου καὶ Περικλέους καὶ Ἰσοκράτους καὶ Ἀλκιδάμαντος τοῦ Ἐλεάτου, ὃς αὐτοῦ καὶ τὴν σχολὴν διεδέξατο· ἀδελφὸς δὲ ἦν τοῦ ἰατροῦ Ἡροδίκου. Πορφύριος δὲ αὐτὸν ἐπὶ τῆς πʹ Ὀλυμπιάδος τίθησιν· ἀλλὰ χρὴ νοεῖν πρεσβύτερον αὐτὸν εἶναι. οὗτος πρῶτος τῷ ῥητορικῷ εἴδει τῆς παιδείας δύναμίν τε φραστικὴν καὶ τέχνην ἔδωκε, τροπαῖς τε καὶ μεταφοραῖς καὶ ἀλληγορίαις καὶ ὑπαλλαγαῖς καὶ καταχρήσεσι καὶ ὑπερβάσεσι καὶ ἀναδιπλώσεσι καὶ ἐπαναλήψεσι καὶ ἀποστροφαῖς καὶ παρισώσεσιν ἐχρήσατο. ἔπραττε δὲ τῶν μαθητῶν ἕκαστον μνᾶς ρʹ. ἐβίω δὲ ἔτη ρθʹ, καὶ συνεγράψατο πολλά. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: