Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Theramenes (Theramenes) - urn:cts:greekLit:lagl0432

Place of birth (Wikidata Statement)

Kos (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Classical Athens (Wikidata) (Pleiades)

Significant Place (Wikidata Statement)

Classical Athens (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

politician (Wikidata)

military personnel (Wikidata)

Works

urn:cts:greekLit:lagl0432.suda001
urn:cts:greekLit:lagl0432.suda002
urn:cts:greekLit:lagl0432.suda003
urn:cts:greekLit:lagl0432.suda004
urn:cts:greekLit:lagl0432.suda005

alpha 410[ Ἀγχίστροφοι: συστραφέντες, ἢ ταχὺ ἐπιστρεφόμενοι. Προκόπιος· ἥ τε μάχη καρτερὰ ἐγεγόνει καὶ ἐκ χειρὸς ἦν, ἀγχιστρόφους τε τὰς διώξεις ἐποιοῦντο ἐς ἀλλήλους ἑκάτεροι. καὶ αὖθις· εἶτα ὑμεῖς τὰς φάλαγγας ἐξελίξαντες ἀγχίστροφοι γενόμενοι, ἀντιμέτωποι γίνεσθε τοῖς διώκουσι. καὶ αὖθις· τῷ ἀγχιστρόφῳ τῆς τύχης. καὶ ὁ Θηραμένης ποικίλος τις ὢν καὶ ἀγχίστροφος, καθωμίλει τοῖς καιροῖς πρὸς τὸ κρεῖττον ἀεὶ διδοὺς ἑαυτόν. ]
delta 234[ Δεξιός· ὁ εὐπαίδευτος. καὶ Δεξιοί, οἱ εὐπαίδευτοι. Ἀριστοφάνης· τὸ δὲ μεταστρέφεσθ’ ἀεὶ πρὸς τὸ μαλθακώτερον, δεξιοῦ πρὸς ἀνδρός ἐστι, καὶ φύσει Θηραμένους. οὗτος ὁ Θηραμένης τῶν τὰ πολιτικὰ πραττόντων ἦν. σκώπτει δὲ αὐτὸν ὡς εὐμετάβολον ὄντα καὶ πρὸς τὸν καιρὸν ἁρμόζοντα. ὁ δὲ Θηραμένης οὗτος διδάσκαλος Ἰσοκράτους, Ἅγνωνος παῖς, Στιριεὺς τῶν δήμων. τούτῳ πολλὰ μὲν καὶ ἄλλα παρανενόμηται, δύο δὲ τὰ μέγιστα καὶ σχετλιώτατα, ἥ τε τῶν ἐν Ἀργεννούσῃ στρατηγῶν ἀπαγωγή, ἣν αὐτὸς συνεστήσατο μετὰ Καλλιξένους, καὶ ἡ τῶν λʹ ἐπὶ καταλύσει τοῦ δήμου κατάστασις. τοιγάρτοι τῆς τοῦ βίου προαιρέσεως ἐπαξίως τῆς τελευτῆς ἔτυχεν· ὑπὸ γὰρ αὐτῶν τῶν λʹ ἀνῃρέθη, Κριτίου κρίναντος αὐτόν. ἔνιοι δέ φασι καὶ καταφυγόντα ἐπὶ τὴν ἑστίαν ἀποσπασθῆναι. τοῦτον διὰ τὴν ποικιλίαν τοῦ ἤθους Κόθορνον ἀπεκάλουν, ἐπειδὴ ἑκατέρᾳ στάσει τῇ τῶν ἀντιπολιτευομένων ἑαυτὸν παρετίθει, καθομιλῶν πρὸς τοὺς καιροὺς καὶ τὸ συμφέρον ἑαυτῷ τοῦ πιστοῦ προτάσσων, ἐπειδὴ καὶ ὁ κόθορνος ἀνδράσι καὶ γυναιξὶ πρὸς τὰς ὑποδέσεις ἁρμόττει. δοκεῖ δὲ οὗτος καὶ τὰ τρία ψηφίσασθαι ἐπιζήμια, ἢ δημεύεσθαι ἐν τῷ ξύλῳ ἢ πιεῖν κώνειον ἢ ἐκφυγεῖν. δοκεῖ δὲ οὗτος ἀπὸ Κέω τῆς νήσου εἶναι, οὐκ εἶναι δὲ γνήσιος, ἀλλὰ ποιητὸς υἱὸς τοῦ Ἅγνωνος. ὁ δὲ Θουκυδίδης αὐτὸν ἐπαινεῖ. καὶ διαβάλλει αὐτοὺς ὡς ἅρπαγας. ]
epsilon 3582[ Εὐμεταβολώτερος κοθόρνου· κόθορνος εἶδος ὑποδήματος, ἑκατέροις ποσὶν ἁρμόζον. ὅθεν καὶ Θηραμένην, τὸν ἐπὶ τῶν Τριάκοντα, Κόθορνον ἐκάλουν οἱ Ἀθηναῖοι. ἐπὶ τῶν οὖν συνεχῶς μεταβαλλομένων ἡ παροιμία. ]
iota 652[ Ἰσοκράτης, Θεοδώρου αὐλοποιοῦ, Ἀθηναῖος, ῥήτωρ, γενόμενος ἐπὶ τῆς πϛʹ ὀλυμπιάδος, ὅ ἐστι μετὰ τὰ Πελοποννησιακά. καὶ διὰ μὲν τῆς φωνῆς τὴν ἀτονίαν καὶ τὸ ἀπαρρησίαστον δίκας οὐκ εἶπεν, ἐδίδαξε δὲ πλείστους, καὶ λόγους γέγραψε λβʹ· βιώσας δὲ ἔτη ϛʹ πρὸς τοῖς ρʹ ἐτελεύτησεν. ἀδελφοὶ δὲ αὐτῷ ἐγένοντο Τίσιππος καὶ Θεόμνηστος καὶ Θεόδωρος· διδάσκαλος δὲ Γοργίας, οἱ δὲ Τισίαν φασίν, οἱ δὲ Ἐργῖνον· οἱ δὲ Πρόδικον ἔφασαν, οἱ δὲ Θηραμένην. οἱ δὲ λόγοι αὐτοῦ πλεῖστοι. ]
theta 342[ Θηραμένης, Ἀθηναῖος, ῥήτωρ, μαθητὴς Προδίκου τοῦ Κείου· ὃς ἐπεκαλεῖτο Κόθορνος. μελέτας ῥητορικάς· καὶ ἄλλα τινά. ]
theta 343[ Θηραμένης, Κεῖος, σοφιστής. Μελετῶν βιβλία γʹ, Περὶ ὁμοιώσεως λόγου, Περὶ εἰκόνων ἤτοι παραβολῶν, Περὶ σχημάτων. ]
theta 344[ Θηραμένης σοφός γ ' ἀνήρ, ὃς ἢν κακοῖς που περιπέσῃ καὶ πλησίον παραστῇ, πέπτωκεν ἔξω τῶν κακῶν. οὗτος δὲ ἦν εὐμετάβολος καὶ πρὸς τὸν καιρὸν ἁρμόζων. ζήτει ἐν τῷ δεξιός. ]
theta 345[ Θηραμένης σοφὸς ἀνὴρ καὶ δεινὸς εἰς τὰ πάντα, ὃς οὐδέποτε ἐκακοβόλησεν ὡς ἐν ἀστραγάλοις, ἀλλ' ἐπετύγχανε. Θηραμένης οὐ Χῖος δέ, ἀλλὰ Κεῖός φησι· παρ' ὅσον ποικίλος τις ἦν καὶ ἀγχίστροφος καθωμίλει τε τοῖς καιροῖς πρὸς τὸ κρεῖττον μέρος ἀεὶ διδοὺς ἑαυτόν. Κῷος δὲ ἐλέγετο. οὗτος ἀνῃρέθη κατηγορήσαντος αὐτοῦ Κριτίου ἐπὶ τῶν λʹ. κλίνεται δὲ εἰς ου. ]
kappa 1909[ Κόθορνος· ὑπόδημα ἀμφοτεροδέξιον. Ἀριστοφάνης· τίς ὁ κόθορνος τῆς ὁδοῦ; οἷον τί ὑποδησάμενος πάρει; οὕτως ἐκαλεῖτο καὶ Θηραμένης, Ἀθηναῖος ῥήτωρ, μαθητὴς Προδίκου τοῦ Κείου. εἴρηται δὲ ἐπὶ τοῦ στρεφομένου συνεχῶς. οὗτος γὰρ καὶ τοῖς λʹ συνέσπευδε καὶ τῷ πλήθει. ὅτι ὁ κόθορνος ἀνδράσι καὶ γυναιξὶ πρὸς τὰς ὑποδέσεις ἁρμόττει. ]
kappa 2025[ Κομψόν· περίτρανον, περίλαλον, πανοῦργον, ἀπατητικόν, πιθανόν, τεχνικόν. ἔστι δ’ ὅτε καὶ ἀγαθὸν καὶ σπουδαῖον. ὁ δὲ τὸ τῶν ἀτυχημάτων οὐ φέρων κομψὸν αἰσχίσταις ὕβρεσι τὸν Βαρὰμ ἐξουθένησε γυναικείᾳ ἐσθῆτι. Ἀριστοφάνης Νεφέλαις· πρῶτον μὲν εἶναι κομψὸν ἐν συνουσίᾳ. τουτέστι πιθανὸν καὶ εὔχαριν ἐν συνόδῳ καὶ τῇ πρὸς τοὺς ἑτέρους κοινωνίᾳ. Ἀριστοφάνης· οὑ μὸς δὲ Κλειτοφῶν τε καὶ Θηραμένης ὁ κομψός. ἀντὶ τοῦ ἀστεῖος. Κλειτοφῶν δὲ ὡς ἀργὸς ἐκωμῳδεῖτο. νῦν δὲ ὡς παλίμβολον καὶ πανοῦργον βούλεται αὐτὸν ἀποδεῖξαι. διελθὼν λόγον περὶ ψυχῆς, ἐκ χρόνου κομψῶς μεμεριμνημένον. καὶ εἴ τις αὐτοὺς ἀποθανεῖν δὶς λέγοι, οὐκ ἂν φανείη κομψός, ἀλλὰ τῶν συνετωτέρων. καὶ αὖθις· τὸ πρᾶγμα κομψὸν καὶ σφόδρ’ ἐκ τοῦ σοῦ τρόπου. ]
kappa 2448[ Κρίτιος· τοιγάρτοι τῆς τοῦ βίου προαιρέσεως ἐπαξίως ἔτυχεν ὁ Θηραμένης τῆς τελευτῆς, Κριτίου κρίναντος αὐτόν. ]
mu 108[ Μαλθακώτερον· πρὸς τὸ ἡδύτερον τοῦ βίου, καὶ εὖ ἔχον. Ἀριστοφάνης Βατράχοις· τὸ δὲ μεταστρέφεσθ’ ἀεὶ πρὸς τὸ μαλθακώτερον, δεξιοῦ πρὸς ἀνδρός ἐστι καὶ φύσει Θηραμένους. ]
pi 2366[ Πρόδικον· δικαστὴν ἐπὶ φίλων, καὶ διαιτητήν. Ἀριστοφάνης Κενταύρῳ· ἐγὼ γάρ, εἴ τι σ’ ἠδίκηκ’ , ἐθέλω δίκην δοῦναι πρόδικον ἑνὶ τῶν φίλων τῶν σῶν ἑνί. καὶ παροιμία· Προδίκου σοφώτερος. Ἀριστοφάνης Νεφέλαις· οὔτε γὰρ ἄλλῳ γ’ ὑπακούσαιμεν πλὴν ἢ Προδίκῳ σοφίας καὶ γνώμης ἕνεκα. σοφιστὴς δὲ ὁ Πρόδικος, Κεῖος τὸ γένος. ἤκμασε δὲ κατὰ τοὺς χρόνους Σωκράτους. πρῶτος δὲ οὗτος τὴν πεντηκοντάδραχμον ἐπίδειξιν ἐποιήσατο. μνημονεύει δὲ αὐτοῦ καὶ Πλάτων ἐν Πρωταγόρᾳ [+] καὶ Ξενοφῶν ἐν τοῖς Ἀπομνημονεύμασιν. οὐ μὴν ἀλλὰ καὶ Ἀριστοφάνης ἐν Ταγηνισταῖς οὕτως· τὸν ἄνδρα τοῦτον ἢ βιβλίον διέφθειρεν ἢ Πρόδικος ἢ τῶν ἀδολέσχων εἷς γέ τις. διαβάλλει δὲ αὐτὸν καὶ ἐν Ὄρνισι· παρ’ ἐμοῦ Προδίκῳ κλάειν εἴπητε τὸ λοιπόν. διδάσκαλος δὲ ἦν οὗτος καὶ Θηραμένους, τοῦ ἐπικαλουμένου Κοθόρνου, ὃς τῆς τῶν λʹ τυραννίδος μετέσχε. κόθορνος δὲ ἐκαλεῖτο, ἐπεὶ καὶ τοῖς λʹ συνέσπευδε καὶ τῷ πλήθει. φέρεται δὲ καὶ βιβλίον Προδίκου ἐπιγραφόμενον Ὧραι, ἐν ᾧ πεποίηκε τὸν Ἡρακλέα τῇ Ἀρετῇ καὶ τῇ Κακίᾳ συντυγχάνοντα, καὶ καλούσης ἑκατέρας ἐπὶ τὰ ἤθη αὐτοῦ, προσκλῖναι τῇ Ἀρετῇ τὸν Ἡρακλέα καὶ τοὺς ἐκείνης ἱδρῶτας προκρῖναι τῶν προσκαίρων τῆς κακίας ἡδονῶν. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License