Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Dinarchus (Dinarchus)

Orator

urn:cts:greekLit:tlg0029

Works

urn:cts:greekLit:tlg0029.suda001
urn:cts:greekLit:tlg0029.suda002

alpha 343[ Ἀγραφίου: εἶδος δίκης κατὰ τῶν ὀφειλόντων μὲν τῷ δημοσίῳ καὶ διὰ τοῦτο ἐγγραφέντων, πρινὴ δὲ ἐκτίσαι ἐξαλειφθέντων. οὕτως Δημοσθένης καὶ Δείναρχος καὶ Λυκοῦργος. ]
alpha 1822[ Ἀνάγεσθαι: τὸ ἐκ Βυζαντίου ἀπαίρειν. Προκόπιος· οὐ γὰρ θέμις τινὰ ἐκ Βυζαντίου ἀνάγεσθαι πρὸς τῶν ἀνδρῶν. καὶ Ἀνάγειν, τὸ μηνύειν τὸν πεπρακότα καὶ ἐπ’ ἐκεῖνον ἰέναι. οὕτως Λυσίας καὶ Δείναρχος. ]
alpha 1947[ Ἄναλτον: Ὅμηρος καὶ Κρατῖνος ἀντὶ τοῦ ἀπλήρωτον, Δείναρχος δὲ ἀντὶ τοῦ χωρὶς ἁλῶν. ]
alpha 2642[ Ἀντέχει· δοτικῇ. ἀντὶ τοῦ ἐξαρκεῖ. Δείναρχος δὲ ἀντὶ τοῦ σῴζεται· Δημοσθένης καὶ Ὑπερίδης ἀντὶ τοῦ ἀντιλαμβάνεται. καὶ οἱ ἵπποι αὐτοῖς μηδὲ πρὸς τὸ φεύγειν ὑπὸ τοῦ πηλοῦ ἔτι ἀντέχειν. καὶ αὖθις· ἀμελετήτους ὄντας κρύει ἀντέχειν. ἀντὶ τοῦ ὑπομονητικῶς ἔχειν. καὶ αὖθις· ταῖς ἐπιθυμίαις ἀντέχων. καὶ αὖθις· ἡ σύγκλητος ὑπολαβοῦσα τοὺς Αἰτωλοὺς ἀντέχειν ταῖς κατὰ τὸν Ἀντίοχον ἐλπίσιν, ἀπράκτους ἀπέστειλεν εἰς τὴν Ἑλλάδα. καὶ Ἀντεχόμενος· γενικῇ· ἀντιλαμβανόμενος. Ἀντέχομαι δὲ τὸ ἀντιλαμβάνομαι, γενικῇ. ]
alpha 2654[ Ἀντιβληθέντος: ἀντὶ τοῦ ὑπαγορευθέντος Δείναρχος λέγει. ]
alpha 3190[ Ἀπήχεια: ἀντὶ τοῦ ἀπέχθεια. οὕτως Λυσίας καὶ Δείναρχος. ]
alpha 3266[ Ἀπογνούς: Δημοσθένης μὲν ἀντὶ τοῦ ἀπελπίσας, Δείναρχος δὲ ἀντὶ τοῦ ἀποψηφισάμενος. ]
alpha 3475[ Ἀποπεφασμένον: ἀπειρημένον. ἢ ἀντὶ τοῦ ἀποδεδειγμένον καὶ πεφανερωμένον. οὕτως Δείναρχος καὶ Λυσίας καὶ Δημοσθένης ἐν τῷ κατὰ Nεαίρας. ]
alpha 3515[ Ἀποσάξαντα: Δείναρχος ἀντὶ τοῦ φράξαντα τὸ τρῆμα. ]
alpha 3584[ Ἀπόταφος: ὁ ἀπεστερημένος τῶν προγονικῶν τάφων. οὕτως Δείναρχος. ]
alpha 3656[ Ἀποψηφίζονται: Δείναρχος ἐν τῷ κατὰ Ἀρχεστράτου ἀντὶ τοῦ καταδικάζουσιν αὐτὸν μὴ εἶναι πολίτην. καὶ τὸ πρᾶγμα δὲ Δημοσθένης ἀποψήφισιν καλεῖ. ]
alpha 3704[ Ἀπρότων· Δείναρχος ἐν τῷ κατὰ Πυθέου· ἐμπεπηδηκότων τῶν ῥητόρων ὥσπερ ἀπρότων εἰς τὸ ἐμπόριον. ἔν τισι δὲ ὥσπερ παρνόπων γέγραπται. οἱ δὲ πάρνοπες εἶδος ἀκρίδος. ]
alpha 4079[ Ἀρχαιρεσιάζειν: Δείναρχος. τὸ ἀξιοῦν ἑαυτὸν αἱρεθῆναι ἄρχοντα. ]
alpha 4491[ Αὐτοδίκῃ: ὅταν αὐτὸς δι’ ἑαυτοῦ τις δικάζηται καὶ αὐτομαχεῖ. καὶ Αὐτοδοκεῖν Δείναρχος ἀντὶ τοῦ ἑαυτοῖς τὰ δίκαι ὁρίζειν. ]
beta 424[ Bουλαία· Δείναρχος· μαρτύρομαι τὴν Ἑστίαν τὴν Βουλαίαν. οἱον τὴν ἐν τῇ βουλῇ ἱδρυμένην. ]
beta 429[ Βουλεύσεως: ἐγκλήματός ἐστιν ὄνομα, ἐπὶ δυοῖν πραγμάτοιν ταττόμενον. τὸ μὲν γάρ ἐστιν, ὅταν ἐξ ἐπιβουλῆς τίς τινι κατασκευάσῃ θάνατον, ἐάν τε ἀποθάνῃ ὁ ἐπιβουλευθείς ἐάν τε καὶ μή· τὸ δὲ ἕτερον, ὅταν τις ἐγγεγραμμένος ὡς ὀφείλων τῷ δημοσίῳ δικάζηταί τινι ὡς οὐ δικαίως αὐτὸν γεγραφότι. καὶ Ἰσαῖος μὲν ἐπὶ Παλλαδίῳ λέγει εἰσάγεσθαι τῶν δύο τὸ πρῶτον ἔγκλημα· ὡσαύτως καὶ Ἀριστοτέλης, Δείναρχος δὲ ἐν Ἀρείῳ πάγῳ. περὶ δὲ τοῦ ἑτέρου ἐγκλήματος Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος πρώτῳ λέγει. ὁ μέντοι Ὑπερίδης ἰδίως τὸ τῆς βουλεύσεως ὄνομα ἐπὶ ἐνέδρας καὶ ἐπιβουλῆς τῆς εἰς χρήματα λαμβάνει. ]
beta 431[ Βουλεία: τὸ χρηματίζοντά τινα τῆς βουλῆς πράττειν, ἃ τοῖς βουλευταῖς προσήκει. οὕτω Δείναρχος καὶ Ἀριστοφάνης. Βουλείαν τὸ βουλεύειν καὶ οἱ δικανικοὶ καλοῦσι συνήθως καὶ Ἀριστοφάτης· φησὶ γάρ· τίς βουλευτής ἐστι, παραδοὺς ἑτέρῳ τὴν βουλείαν; τὸ βουλεῦσαι βουλείαν ἔλεγον οἱ παλαιοί. ]
gamma 401[ Γοργύρα: τὸ κατὰ γῆς ὄρυγμα. οὕτως Δείναρχος καὶ Ἡρόδοτος καὶ ἄλλοι. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License