Didymus Chalcenterus) - urn:cts:greekLit:tlg1312Alexandria (Wikidata) (Pleiades)
lexicographer (Wikidata)
linguist (Wikidata)
writer (Wikidata)
grammarian (Wikidata)
| alpha | 1428 | [ | Ἀλύειν: τὸ ἐν ἄλῃ δυσφορεῖν. σημαίνει δὲ ἐνίοτε καὶ τὸ γεγηθέναι, ἀπὸ τῆς ἀλέας καὶ διαχύσεως. Ὅμηρος· ἢ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην; ὅθεν καὶ δασύνεται. Σοφοκλῆς· ἐᾶτέ μ’ ὡδ’ ἀλύειν. ἐπὶ δὲ τοῦ δυσφορεῖν καὶ ψιλοῦται. Ἀγαθίας φησίν· ἀλύοντι δέ οἱ καὶ γνωματεύοντι ἕκαστα, ἔδοξε χρῆναι ἀποπειρᾶσθαι ἀμηγέπη τοῦ φρουρίου. Δίδυμος δὲ ἀμφότερα ψιλῶς. τὸ μὲν γὰρ ἀπὸ τοῦ ἀλεαίνεσθαί φησιν, τὸ δὲ ἀπὸ τῆς ἄλης. Ἀττικώτερον δὲ τὸ ἀμφότερα δασύνειν. καὶ γὰρ τὸ ἁλεαίνεσθαι δασύνουσιν οἱ Ἀττικοὶ καὶ πάντα τὰ τοιαῦτα. | ] |
| alpha | 2146 | [ | Ἄνδηρα: μέρος τι τοῦ κήπου, ὥσπερ ἡ πρασιὰ καὶ ὁ ὀχετός. Δίδυμος φησίν. ὅπως τὸ ἀνώμαλον τοῦ χωρίου τῇ τῶν ἀνδήρων καὶ τῶν ὀχετῶν ἀφαιροῖτο κατασκευῇ. | ] |
| alpha | 3215 | [ | Ἀπίων, ὁ Πλειστονίκου, ὁ ἐπικληθεὶς Μόχθος, Αἰγύπτιος, κατὰ δὲ Ἑλικώνιον Kρής, γραμματικὸς, μαθητὴς Ἀπολλωνίου τοῦ Ἀρχιβίου. ἠκηκόει δὲ καὶ Εὐφράνορος γηραιοῦ καὶ ὑπὲρ ρ ' ἔτη γεγονότος, Διδύμου δὲ τοῦ μεγάλου θρεπτός. ἐπαίδευσε δὲ ἐπὶ Τιβερίου Kαίσαρος καὶ Kλαυδίου ἐν Ῥώμῃ. ᾖν δὲ διάδοχος Θέωνος τοῦ γραμματικοῦ καὶ σύγχρονος Διονυσίου τοῦ Ἀλικαρνασέως. ἔγραψεν ἱστορίαν κατ’ ἔθνος καὶ ἄλλα τινά. | ] |
| chi | 29 | [ | Χάλκεος· ἰσχυρός, στερεός. καὶ Χαλκέῳ κεράμῳ· Ὅμηρος· χαλκέῳ δ’ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας. ἤγουν δεσμῷ ἰσχυρῷ καὶ δυσλύτῳ. ἢ πόλις καλεῖται Χαλκὸς κέραμος. ὅτι Δίδυμος ὁ γραμματικὸς Χαλκέντερος ἐκλήθη διὰ τὴν περὶ τὰ βιβλία ἐπιμονήν· φασι γὰρ αὐτὸν συγγεγραφέναι ὑπὲρ τὰ τρισχίλια πεντακόσια βιβλία. | ] |
| delta | 872 | [ | Δίδυμος, Διδύμου ταριχοπώλου, γραμματικὸς Ἀριστάρχειος, Ἀλεξανδρεύς, γεγονὼς ἐπὶ Ἀντωνίου καὶ Κικέρωνος καὶ ἕως Αὐγούστου· Χαλκέντερος κληθεὶς διὰ τὴν περὶ τὰ βιβλία ἐπιμονήν· φασὶ γὰρ αὐτὸν συγγεγραφέναι ὑπὲρ τὰ τρισχίλια πεντακόσια βιβλία. | ] |
| epsilon | 804 | [ | Ἐλευθέριος· ὁ Ζεὺς διὰ τοῦτο ἐκλήθη, διὰ τὸ τοὺς ἐξελευθέρους τὴν στοὰν οἰκοδομῆσαι τὴν πλησίον αὐτοῦ. οὕτως μὲν Ὑπερίδης. ὁ δὲ Δίδυμος οὐ διὰ τοῦτό φησιν, ἀλλὰ διὰ τὸ τῆς Μηδικῆς δουλείας καὶ ἐπικρατείας ἀπαλλαγῆναι τοὺς Ἀθηναίους. τὸν ἐλευθέριον τινὲς εἰς τὸν ἄσωτον μεταλαμβάνουσιν· καὶ ζήτει ἐν τῷ ἐγκράτεια. | ] |
| epsilon | 1628 | [ | Ἐξένιζεν· ἀντὶ τοῦ ξένος ἦν. Δίδυμος δέ φησιν ἀντὶ τοῦ, οὐκ Ἀττικοῖς ἀλλὰ ξένοις ῥήμασι διελέγετο. | ] |
| eta | 463 | [ | Ἡρακλείδης, Ἡρακλείδου, Ποντικός, ἀπὸ Ἡρακλείας τῆς Πόντου, γραμματικός· ὅστις Διδύμῳ τῷ πάνυ κατὰ τὴν Ἀλεξανδρέων ἐφοίτησεν. οὗτος ἐπειδὴ ἤκουσεν Ἄπερως, τοῦ Ἀριστάρχου μαθητοῦ, εὐδοκιμοῦντος κατὰ τὴν Ῥώμην, πολλά τε τοὺς Δίδυμον διασύροντας, ἔγραψε μέτρῳ Σαπφικῷ ἤτοι Φαλαικίῳ βιβλία γʹ, δυσερμήνευτα καὶ πολλὴν τὴν ἀπορίαν ἔχοντα προβαλλομένων ζητημάτων, ἅτινα Λέσχας ἐκάλεσεν. εἰς Ῥώμην δὲ κομίσας καὶ τοῦ Ἄπερως καταφανεὶς κατέμεινε σχολαρχῶν ἐν αὐτῇ ἐπὶ Κλαυδίου καὶ Νέρωνος. ἔγραψε δὲ καὶ ποιήματα ἐπικὰ πολλά. | ] |
| gamma | 48 | [ | Γαμηλία: ἡ διδομένη τοῖς φράτορσιν ἐπὶ γάμοις. ἢ τῶν γύναικῶν ἡ εἰς τοὺς φράτορας εἰσαγωγή. οὕτως Δίδυμος ὁ γραμματικός. καὶ παροιμία. Γαμηλίαν εἰσενεγκεῖν. ὅταν τις ἠγάγετο γυναῖκα, πρὶν γενέσθαι παῖδα, οὗτος μαρτυρόμενος περὶ τοῦ γάμου κατὰ τοὺς γάμους ἀπεδίδου τι τοῖς φράτορσιν εἰς λόγον εὐωχίας. καὶ τοῦτό ἐστι γαμηλία εἰσενεγκεῖν. μέμνηται τοῦ λόγου Δημοσθένης ἐν τῷ πρὸς Εὐβουλίδην λόγῳ· καὶ γὰρ ὅτι ὁ πατήρ μου κατὰ τοὺς νόμους ἔγημε καὶ γαμηλίαν τοῖς φράτορσιν εἰσενήνοχε, μεμαρτύρηται. | ] |
| iota | 399 | [ | Ἰόβας, Λιβύης καὶ Μαυρουσίας βασιλεύς, ὃν λαβόντες καὶ μαστιγώσαντες ἐπόμπευσαν οἱ Ῥωμαῖοι· οὐ μὴν ἀνεῖλον διὰ τὴν παίδευσιν. ἦν δὲ ἐπὶ Αὐγούστου Καίσαρος καὶ τὴν Κλεοπάτρας θυγατέρα Σελήνην, ἣν ἐκ τοῦ Καίσαρος Γαΐου γενομένην ἐπεποίητο, γυναῖκα εἰλήφει. συνήκμαζε δὲ αὐτῷ Δίδυμος ὁ Χαλκέντερος, ὁ καὶ πολλὰ γράψας κατ’ αὐτοῦ. ἔγραψε πάνυ πολλά. | ] |
| kappa | 2804 | [ | Κυψελιδῶν ἀνάθημα ἐν Ὀλυμπίᾳ· Πλάτων ἐν Φαίδρῳ. παρὰ τὸ Κυψελιδῶν ἀνάθημα σφυρήματος ἐν Ὀλυμπίᾳ ἐστάθη κολοσσός· ἀλλ’ οὐ τῶν Κυψελιδῶν. Κυψέλου δέ φασι τὸ ἀνάθημα, ὡς Ἀγακλυτὸς ἐν τῇ πʹ Ὀλυμπιάδι φησὶν οὕτως· ναὸς τῆς Ἥρας παλαιός, ἀνάθημα Σκιλλουντίων· οὗτοι δέ εἰσιν Ἠλείων. ἔνεστι δὲ ἐν αὐτῷ χρυσοῦς κολοσσός, ἀνάθημα Κυψέλου τοῦ Κορινθίου· φασὶ γὰρ τὸν Κύψελον εὐξάμενον, εἰ Κορινθίων τυραννεύσειε, τὰς οὐσίας πάντων εἰς δέκατον ἔτος ἀνιερώσειν, τὰς δεκάτας τῶν τιμημάτων εἰσπραξάμενον κατασκευάσαι τὸν σφυρήλατον κολοσσόν. Δίδυμος δὲ κατασκευάσαι τὸν κολοσσὸν φησὶ Περίανδρον ὑπὲρ τοῦ τῆς τρυφῆς καὶ τοῦ θράσους ἐπισχεῖν τοὺς Κορινθίους. καὶ γὰρ Θεόφραστος ἐν τῷ Περὶ καιρῶν βʹ λέγει οὕτως· ἕτεροι δ’ εἰς ἀνδρωδέστερα καταδαπανῶντες, οἷον στρατιὰς ἐξάγοντες καὶ πολέμους ἐπαναιρούμενοι, καθάπερ καὶ Διονύσιος ὁ τύραννος. ἐκεῖνος γὰρ οὐ μόνον ᾤετο δεῖν τὰ τῶν ἄλλων καταναλίσκειν, ἀλλὰ καὶ τὰ αὑτοῦ, πρὸς τὸ μὴ ὑπάρχειν ἐφόδιον τοῖς ἐπιβουλεύουσιν. ἐοίκασι δὲ καὶ αἱ πυραμίδες ἐν Αἰγύπτῳ καὶ ὁ τῶν Κυψελιδῶν κολοσσὸς καὶ πάντα τὰ τοιαῦτα τὴν αὐτὴν καὶ παραπλησίαν ἔχειν διάνοιαν. φέρεται δέ τι καὶ ἐπίγραμμα τοῦ κολοσσοῦ· αὐτὸς ἐγὼ χρυσοῦς σφυρήλατός εἰμι κολοσσός· ἐξώλης εἴη Κυψελιδῶν γενεά. ὅπερ Ἀπελλᾶς ὁ Ποντικὸς οὕτω προφέρεται· εἰμὶ ἐγὼ Νάξιος, παγχρύσεος εἰμὶ κολοσσός· ἐξώλης εἴη Κυψελιδῶν γενεά. | ] |
| lambda | 807 | [ | Λυκιουργίς· Δημοσθένης ἐν τῷ πρὸς [+] Τιμόθεον [+] κέχρηται τῇ λέξει. Δίδυμος δέ φησι τὰς ὑπὸ Λυκίου κατεσκευασμένας φιάλας τοῦ Μύρωνος υἱοῦ οὕτως εἰρῆσθαι. ἔοικε δὲ ἀγνοεῖν ὁ γραμματικός, ὅτι τὸν τοιοῦτον σχηματισμὸν ἀπὸ κυρίων ὀνομάτων οὐκ ἄν τις εὕροι γινόμενον, μᾶλλον δ’ ἀπὸ πόλεων καὶ ἐθνῶν· ὡς κλίνη Μηλισιουργὶς καὶ τὰ ὅμοια. μήποτε οὖν γραπτέον καὶ παρὰ Ἡροδότῳ ἐν τῷ ηʹ ἀντὶ τοῦ προβόλους δύο Λυκοεργέας, Λυκιοεργέας, ἵνα ὥσπερ παρὰ τῷ Δημοσθένει, οὕτως ὀνομάζηται τὰ ἐν Λυκίῳ εἰργασμένα. | ] |
| omicron | 425 | [ | Ὀξυθύμια· Ὑπερίδης ἐν τῷ κατὰ Δημάδου [+] φησί· περὶ οὗ πολλῷ ἂν δικαιότερον ἐν τοῖς ὀξυθύμοις ἡ στήλη σταθείη ἢ ἐν τοῖς ἡμετέροις ἱεροῖς. ἔνιοι μέν, ὧν ἐστι καὶ Ἀρίσταρχος, ὀξυθύμια λέγεσθαί φασι τὰ ξύλα, ἀφ’ ὧν ἀπάγχονταί τινες, ἀπὸ τοῦ ὀξέως τῷ θυμῷ χρῆσθαι, ταῦτα δὲ ἐκκόπτοντες ἐξορίζουσι καὶ καίουσι. Δίδυμος δέ φησιν ὀξυθύμια τὰ καθάρματα λέγεσθαι καὶ ἀπολύματα· ταῦτα γὰρ ἀποφέρεσθαι εἰς τὰς τριόδους, ὅταν τὰς οἰκίας καθαίρωσιν. | ] |
| omicron | 687 | [ | Ὅσιον· Ὑπερίδης ἐν τῷ πρὸς Ἀριστογείτονά φησι· καὶ τὰ χρήματα, τά τε ἱερὰ καὶ τὰ ὅσια. καὶ Ἰσοκράτης· τοῖς ἱεροῖς καὶ τοῖς ὁσίοις. τὰ δημόσια ὅσια λέγοντες. καὶ Δημοσθένης δὲ ἐν τῷ κατὰ [+] Τιμοκράτους [+] σαφῶς διδάσκει τοῦτο. Δίδυμος δέ φησι διχῶς λέγεσθαι τὸ ὅσιον, τό τε ἱερὸν καὶ τὸ ἰδιωτικόν. | ] |
| phi | 105 | [ | Φαρμακός· ὄνομα κύριον. Λυσίας φησί. δύο ἄνδρας Ἀθήνησιν ἐξῆγον καθάρσια ἐσομένους τῆς πόλεως ἐν τοῖς Θαργηλίοις, ἕνα μὲν ὑπὲρ τῶν ἀνδρῶν, ἕνα δὲ ὑπὲρ τῶν γυναικῶν. ὅτι δὲ ὄνομα κύριόν ἐστιν ὁ Φαρμακός, δῆλον· ἱερὰς γὰρ φιάλας τοῦ Ἀπόλλωνος κλέψας καὶ ἁλοὺς ὑπὸ τῶν περὶ τὸν Ἀχιλλέα κατελεύσθη· καὶ τὰ τοῖς Θαργηλίοις ἀγόμενα τούτων ἀποτμήματά ἐστιν. Ἴστρος ἱστορεῖ. Δημοσθένους δὲ ἐν τῷ κατὰ Ἀριστογείτονος λέγοντος, οὗτος οὖν αὐτὸν ἐξαιρήσεται ὁ φαρμακός· Δίδυμος προπερισπᾶν ἀξιοῖ τοὔ νομα. ἀλλ’ ἡμεῖς οὐχ εὕρομεν οὕτω που τὴν χρῆσιν. Φαρμάκοντα δὲ Δημοσθένης κατὰ Στεφάνου ἔφη. ἔστι δὲ φαρμάκων ὁ ὑπὸ φαρμάκων βεβλαμμένος· ὡς καὶ Θεόφραστος ἐν ιεʹ Νόμῳ ὑποσημαίνει. | ] |
| pi | 436 | [ | Παρασκήνια· ἔοικε παρασκήνια καλεῖσθαι ὁ παρὰ τὴν σκηνὴν ἀποδεδειγμένος τόπος ταῖς εἰς τὸν ἀγῶνα παρασκευαῖς. ὁ δὲ Δίδυμος τὰς ἑκατέρωθεν τῆς ὀρχήστρας εἰσόδους οὕτω φησὶ καλεῖσθαι. | ] |
| pi | 927 | [ | Πέλανος· γίνεται πέμματά τινα τοῖς θεοῖς ἐκ τοῦ ἀφαιρεθέντος ἤτοι ἐκ τῆς ἅλω· Δίδυμος δέ φησι κυρίως εἶναι πέλανον τὸ ἐκ τῆς παιπάλης πέμμα, ἐξ ἧς ποιοῦνται πέμματα. ἢ καὶ ἀπὸ τοῦ πεπλατύνθαι· ἢ ὅτι λευκόν ἐστιν· ἢ διὰ τὸ φανὸν εἶναι, ὅ ἐστι λευκόν. Εὐριπίδης μέντοι ἐν τῷ Ὀρέστῃ ἰδίως φησί· ἐκ δ’ ὄμορξον ἀθλίου στόματος ἀφρώδη πέλανον. ὅπερ τὸν ἐπὶ τοῦ στόματος ἀφρὸν δηλοῖ. | ] |
| pi | 1216 | [ | Περὶ ὄνου σκιᾶς· παροιμιακόν. περὶ τῶν ἐνδιατριβόντων τοῖς μηδενὸς ἀξίοις. Περὶ τῆς ἐν Δελφοῖς σκιᾶς· Δημοσθένης Φιλιππικοῖς [+]. Δίδυμός φησι τὴν περὶ ὄνου σκιᾶς παροιμίαν παραπεποιῆσθαι ὑπὸ τοῦ ῥήτορος, λέγοντος περὶ τῆς ἐν Δελφοῖς σκιᾶς· λέγεσθαι δὲ αὐτὴν ἐπὶ τοῖς περὶ τῶν μηδενὸς ἀξίων μαχομένοις. | ] |
| pi | 1313 | [ | Περιστοῖχον· Δημοσθένης ἐν τῷ πρὸς Νικόστρατον· φυτευτήρια ἐλαῶν περιστοίχων κατέκλασε. Δίδυμος δέ τι γένος ἐλαῶν περιστοίχους καλεῖ, ἃς Φιλόχορος στοιχάδας προσηγόρευσε. μήποτε δὲ νῦν ὁ ῥήτωρ περιστοίχους κέκληκε τῶν κύκλῳ περὶ τὸ χωρίον ἐν στοίχῳ πεφυκότων. | ] |
| pi | 1848 | [ | Ποδοκάκη· Δημοσθένης κατὰ [+] Τιμοκράτους [+]. τὸ ξύλον τὸ ἐν τῷ δεσμωτηρίῳ οὕτως ἐκαλεῖτο· ἤτοι παρεμβεβλημένου τοῦ ἑτέρου κ, ποδῶν τις κάκωσις οὖσα· ἢ κατὰ συγκοπήν, ὡς Δίδυμος, οἷον ποδοκατοχή. | ] |
| pi | 2006 | [ | Πολύστρατος· οὗτος αἰτίαν ἔχων τοῦ Ἑρμᾶς περικόψαι ἀνῃρέθη ὑπὸ Ἀθηναίων· οὗ Λυσίας μέμνηται. ἕτερος δέ ἐστιν, ὑπὲρ οὗ λόγον ἔγραψεν ὁ αὐτὸς Λυσίας. ἄλλος δ’ ἂν εἴη, οὗ μνημονεύει Δημοσθένης ἐν Φιλιππικοῖς [+], λέγων αὐτόν ποτε ἐν Κορίνθῳ ξενικὸν τρέφειν. μήποτε μέντοι ἐνταῦθα δεῖ γράφειν Πολύτροπον, ἀντὶ τοῦ Πολυστράτου. παρὰ μηδενὶ γάρ φησιν ὁ Δίδυμος εὑρηκέναι τὸν Πολύστρατον ἡγησάμενον τοῦ ἐν Κορίνθῳ ξενικοῦ, τὸν μέντοι Πολύτροπον Ἀθηναῖον εἶναι. | ] |
| pi | 2174 | [ | Πωλῶσι· Δίδυμος φησὶν ἀντὶ τοῦ πορνεύουσι φανερῶς· πωλεῖν γὰρ τὸ παρέχειν ἑαυτὸν τοῖς βουλομένοις, ὅθεν καὶ τὸ πορνεύειν, ὅπερ ἐστὶ περνᾶν. ἐγὼ δέ φημι, ὅτι κυρίως ἔταξε νῦν ὁ ῥήτωρ τὸ πωλεῖν· φησὶ γὰρ τὸν νόμον οὐκ ἐᾶν ἐπὶ ταύτης μοιχὸν λαβεῖν, ὁπόσαι ἂν ἐπ’ ἐργαστηρίου κάθωνται ἢ ἐν τῇ ἀγορᾷ πωλῶσί τι ἀποπεφασμένως. Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας. ἢ ἐν τῇ ἀγορᾷ. | ] |
| pi | 2482 | [ | Προκώνια· Λυκοῦργος κατὰ Μενεσαίχμου. Δίδυμος δέ, προκώνια, φησί, πυροὶ μέλιτι κεχρημένοι· Ἀριστοφάνης δέ, ὁ γραμματικὸς καὶ Κράτης τὰ ἐξ ἀφρύκτων κριθῶν οὕτως φασὶν ὀνομάζεσθαι. ἔοικε δὲ καὶ ἐκ πυρῶν καὶ ἐκ κριθῶν γίνεσθαι. Δήμων δὲ φησὶν ἐν τῷ περὶ θυσιῶν· καὶ προκώνια ἐστὶ κάχροις κατηριγμένα μετὰ ἀρωμάτων. | ] |
| pi | 2557 | [ | Πρόπεμπτα· Δίδυμός φησι μήποτε ἄλλα τινά εἰσιν ἐπιτίμια τὰ πρὸ τῆς καταβολῆς. εἰσὶ γὰρ οἳ τὰ πέμπτα τῶν τιμημάτων παρακαταβάλλεσθαι φασίν. εἰ μὴ ἄρα πρόπεμπτα, ὡς Δημοσθένης, πρὸς ἡμέρας εʹ· ταῖς γὰρ μεγάλαις δίκαις οὐκ ἤρκει μία ἡμέρα πρὸς τὴν κρίσιν. | ] |
| pi | 2803 | [ | Προστασία· Δημοσθένης ἐν τῷ κατὰ Ὀνήτορος· ταῦτα οὐχ ὁμολογουμένη προστασία. ἀντὶ τοῦ βοήθεια, προϊσταμένου τινὸς καὶ ἐπικουροῦντος τῷ ἀδικουμένῳ. Αἰσχίνης ἐν τῷ περὶ τῆς παραπρεσβείας· ὡς δεῖ τὰ τῆς τῶν Ἀθηναίων ἀκροπόλεως προπύλαια μετενεγκεῖν εἰς τὴν προστασίαν τῆς Καδμείου. Δίδυμος τὴν προστασίαν φησὶ κεῖσθαι ἀντὶ τῆς προστάσεως, τουτέστι τῆς ὑπ’ ἐνίων προστάδος καλουμένης. | ] |
| tau | 431 | [ | Τευτάζειν· πραγματεύεσθαι ἢ σκευωρεῖσθαι ἢ στραγεύεσθαι, καὶ πολὺ διατρίβειν ἐν τῷ αὐτῷ. Λυκόφρων οὕτω καὶ Δίδυμος, προσθείς, ὅτι ἐνίοτε σημαίνει καὶ τὸ φροντίζειν. Ἡρακλέων δὲ καταμεμψάμενος Λυκόφρονά φησιν εἶναι τὸ ἐπιστρεφῶς τι πράττειν. καὶ Ἀρτεμίδωρος [+] τὸ φροντίζειν. Φρύνιχος Μύσταις· μάστιγα δ’ ἐν χερσὶν ἔχων τευτάσθαι. Πλάτων Ξάνταις· ἦν δὴ θόρυβος τευταζόντων. ἀντὶ τοῦ πραγματευομένων, ἢ διατριβόντων. καὶ ἐν Τιμαίῳ· τῷ μὲν οὖν περὶ τὰς ἐπιθυμίας ἢ φιλονεικίας τετακότι. οἷον διατετριφότι. γράφεται καὶ τευτακότι. Τηλεκλείδης· πάντες δὲ τευτάζουσιν οἱ διάκονοι. ἀντὶ τοῦ πραγματεύονται, σκευωροῦνται. Φερεκράτης· ὁ δὲ παῖδα καλεῖ καὶ τευτάζει τούτῳ δεῖπνον παραθεῖναι. σημαίνει καὶ τὸ σπουδάζειν, Πολιτείας ζʹ· καὶ τὸ ἡσυχάζειν. καὶ Τευτάζων, τὸ αὐτὸ ἀεὶ λέγων, καὶ φλυαρῶν. τουτέστι τὸ αὐτὸ καὶ αὐτὸ λέγειν. | ] |
| tau | 833 | [ | Τοὺς ἑταίρους τραγῳδοὺς ἀγωνιεῖται· παροιμία ἐστὶν ἐπὶ τῶν ἁρμοζομένων καὶ σεμνοποιούντων ἑαυτοὺς πρὸς τὰ ἐναντία, ὡς Δίδυμός φησι. | ] |
| tau | 895 | [ | Τράγκυλλος, ὁ Σευητόνιος χρηματίσας, γραμματικὸς Ῥωμαῖος. ἔγραψε Περὶ τῶν παρ’ Ἕλλησι παιδιῶν βιβλίον αʹ, Περὶ τῶν παρὰ Ῥωμαίοις θεωριῶν καὶ ἀγώνων βιβλία βʹ, Περὶ τοῦ κατὰ Ῥωμαίους ἐνιαυτοῦ αʹ, Περὶ τῶν ἐν τοῖς βιβλίοις σημείων αʹ, Περὶ τῆς Κικέρωνος [+] πολιτείας αʹ· ἀντιλέγει δὲ τῷ Διδύμῳ· Περὶ ὀνομάτων κυρίων καὶ ἰδέας ἐσθημάτων καὶ ὑποδημάτων καὶ τῶν ἄλλων οἷς τις ἀμφιέννυται, Περὶ δυσφήμων λέξεων ἤτοι βλασφημιῶν, καὶ πόθεν ἑκάστη, Περὶ Ῥώμης καὶ τῶν ἐν αὐτῇ νομίμων καὶ ἠθῶν βιβλία βʹ, Συγγενικόν, Καισάρων( περιέχει δὲ βίους καὶ διαδοχὰς αὐτῶν ἀπὸ Ἰουλίου ἕως Δομετιανοῦ) βιβλία ηʹ, Στέμμα Ῥωμαίων ἀνδρῶν ἐπισήμων. | ] |
| theta | 293 | [ | Θέτης· μήποτε θέτην λέγουσι τὸν ὑποθήκην τεθεικότα, οὐχ ὡς ὁ Δίδυμος τὸν εἰσποιησάμενον. θετοὺς γὰρ ἔλεγον τοὺς ποιητούς. | ] |
| theta | 489 | [ | Θρῖα· τὰ φύλλα τῆς συκῆς. θρῖον ταρίχους οἶσε δεῦρο, παῖ, σαπροῦ. Ἀριστοφάνης. θρῖον ἔστι σκεύασμά τι παρ' Ἀθηναίοις, ὃ περιλαμβάνει ὕειον στέαρ καὶ ἐρίφειον καὶ σεμίδαλιν καὶ γάλα καὶ λεκιθώδους ὠμὸν πρὸς τὸ πήγνυσθαι· καὶ οὕτως εἰς φύλλα συκῆς ἐμβαλλόμενον, ἥδιστον ἀπετέλει βρῶμα. οὕτω Δίδυμος. ἐκαλεῖτο δὲ καὶ ἄλλη τις σκευασία θρῖον, ἐγκέφαλος μετὰ γάρου καὶ τυροῦ σκευαζόμενος καὶ ἑλιττόμενος ἐν φύλλοις συκῆς καὶ ὀπτώμενος. ἐπεὶ ἐπὶ φύλλων τὰ τεμάχη βαλλόμενα βαστάζονται. σαπροῦ δὲ ἀντὶ τοῦ παλαιοῦ καὶ μὴ νέου. οὐ γὰρ θρῖα καὶ κάνδυλον καὶ ἄμητας, μελίπηκτά τε τοῖς βασιλεῦσιν ἐξαίρετα παρατίθησιν Ὅμηρος. καὶ Ἀριστοφάνης· ἀλλ' ἀπολέσαιμ ' ἂν ἐγκεφάλου θρίω δύο. πρὸς τὸ σχῆμα φησὶ τοῦ ἐγκεφάλου. ἔστι γὰρ ὥσπερ θρῖα συγκείμενον. τουτέστι φύλλα συκῆς. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: